JGR VI 1.32
Περὶ φαλκιδίου καὶ ἀμέτρων δωρεῶν.
Abrir no leitor do IusCommune →1
pr.Φαλκίδιός ἐστιν ἄχρι μὲν τεσσάρων παίδων τὸ τρίτον μέρος τῆς καθαρᾶς ὑποστάσεως, πλειόνων δὲ ὄντων τῶν παιδίων τὸ ἥμισυ. ἐν τούτῳ γοῦν τῷ εἰρημένῳ τρίτῳ ἢ ἡμίσει μέρει ὑπεισέρχονται ὅσοι ἂν ὁρισθῶσι πρὸς φαλκίδιον, μετὰ τὴν λοιπὴν ὑπόστασιν κατὰ τὴν τελευταίαν διάταξιν κληρονομοῦντα. καὶ οἱ γονεῖς μεθὸ καταλίπωσι τὸ ἁρμόζον ἐκ τοῦ τρίτου μέρους ἢ τοῦ ἡμίσεως τῷ παιδὶ ἢ τοῖς παισὶ, τὸ πλέον, ἢ τὸ δίμοιρον τῆς οὐσίας ἢ τὸ ἥμισυ, οἷς ἂν βούλωνται, καταλιμπάνουσι καὶ φιλοτιμοῦνται. τοῦτο δὲ ἐπενοήθη τῷ φαλκιδίῳ νόμῳ προνοίᾳ τῶν παίδων, ἵνα οἱ φυσικοὶ κληρονόμοι πρότερον θεραπευθῶσι τὰ εἰκότα, καὶ μὴ ἀπόκληροι γίνωνται, εἰ μὴ ἀχάριστοι ἀπελεγχθεῖεν.
2
pr.Ὁ κυοφορούμενος ἀντὶ τεχθέντος ἐστὶν, ἐν οἷς ἑαυτὸν καὶ οὐχ ἕτερον ὠφελεῖ. ἀμέλει τοῦ πατρὸς αὐτοῦ δημευομένου λαμβάνει μέρος τῆς οὐσίας ἤγουν τὸ τρίτον. εἰς δὲ τὸ ἕτερον συμβάλλεσθαι καὶ ἀντὶ τεχθέντος οὐ παραλαμβάνεται. οὐδὲ γὰρ συμβάλλεται εἰς ἐξκουσατίωνα τῷ φύσαντι ὁ κυοφορούμενος.
3
pr.Ὅτι πᾶς ἄνθρωπος πρὸς τὸν νόμον ἰδιώτης ἐστὶν χωρὶς βασιλέως.
4
pr.Τὰ ὑπὲρ τὸν φαλκίδιον καταλειφθέντα οὐ ῥεπετιτεύεται τουτέστιν οὐκ ἀναστρέφεται, διὰ τὸν κανόνα τὸν λέγοντα· ὅτι ὁ ἀγνοίᾳ τοῦ φαλκιδίου πλείονα καταβαλὼν οὐ ῥεπετιτεύει.
5
pr.Καὶ πάλιν εἰ ὁ κληρονόμος φάκτον ἀγνοήσας οὐκ ἐχρήσατο τῷ φαλκιδίῳ, καὶ διὰ τοῦτο πλέον κατέβαλε, δύναται ῥεπετιτεύειν τουτέστιν ἀναστρέφειν.
6
pr.Κανών ἐστιν ὁ λέγων· ὅσα ἀπὸ ὑπερθέσεως κερδαίνει ὁ κληρονόμος, ψηφίζονται εἰς τὸν φαλκίδιον.
7
pr.Καρποὶ οὓς εὗρε πεπείρους ὁ κληρονόμος, αὔξουσι τὸν κλῆρον ἐν τῷ φαλκιδίῳ, οὐ μὴν τὸ ἐν τῇ γαστρὶ τῆς δούλης. τὸ γὰρ μήπω τεχθὲν οὔπω ἄνθρωπος νοεῖται.
8
pr.Οἱ μέντοι ἐν μέσῳ καρποὶ μειοῦσι τὸ χρέος· τῆς γὰρ ἐν καιρῷ τελευτῆς οὐσίας χρεωστοῦμεν τὸ γ΄΄. κἂν ἀπὸ παν- τὸς προσώπου καὶ πράγματος κρατῇ ὁ φαλκίδιος χωρὶς δανειστοῦ.
9
pr.Ὁ κληρονόμος τότε ποιεῖν ὑπέρθεσιν δοκεῖ, ὅτε καταδικάζεται τόκον ἀπαιτεῖσθαι τοῦ ληγάτου, ὅτε μετὰ τὴν ψῆφον καὶ τὸν τετραμηνιαῖον χρόνον ὑπέρθεσιν ἐποίησεν. εἰ δὲ ἐτρακτάϊσε μήποτε ὁ φαλκίδιος χώραν σχῇ, οὐκ ἔδοξεν ὑπέρθεσιν ποιεῖν.
10
pr.Ἐὰν ὁ κληρονόμος μὴ προκαταβάλῃ τὸ προστεταγμένου αὐτῷ ὑπὸ τοῦ τεστάτορος ἐντὸς ἐνιαυτοῦ, ψηφιζομένου μετὰ τὴν ὑπόμνησιν ὑπὸ δικαστοῦ, ἐκπίπτει τῆς κληρονομίας.
11
pr.Ὁ γραφεὶς κληρονόμος, καὶ κελευσθεὶς ἀρκεσθῆναι ῥητοῖς πράγμασιν, ἀναπληροῦται τὸ λεῖπον τοῦ φαλκιδίου, ἐὰν οὐκ ἐπαρκῶσιν αὐτῷ τὸ ἐαθέντα εἰς τετραούγγιον.
12
pr.Ὁ ἀποκαθιστῶν κληρονομίαν ὀφείλει ἔχειν τὸν φαλκίδιον. κἂν ἐαθῇ αὐτῷ ῥητὸν πρᾶγμα παρὰ τοῦ ἑστῶτος καὶ οὐκ ἀναλογῇ πρὸς τὸν φαλκίδιον, λαμβάνει τὸ λεῖπον.
13
pr.Ὁ πατὴρ ἀναγκάζεται εἰς τὴν νόμιμον μοῖραν ἐνιστᾷν τοὺς αὐτοῦ κληρονόμους, εἰ μὴ ἄρα ἀχάριστοι ὀφθῶσι. τοὺς γὰρ ἀχαρίστους καλῶς καταλιμπάνει ἀκληρονομήτους· προστιθέμενος μέντοιγε ἐν τῇ ἰδίᾳ διαθήκῃ τὰς τούτων ἀχαριστίας, ἃς ὀφείλει δεῖξαι ὁ κληρονόμος αὐτοῦ, ὅτι ἀχάριστοί εἰσιν οἱ παραλειφθέντες.
14
pr.Ἐὰν ὁ ἀνὴρ τῇ γυναικὶ [ἐν] συνεστῶτι τῷ γάμῳ δωρήσηται καὶ ἐν τῇ ἰδίᾳ διαθήκῃ βεβαιώσῃ τὴν δωρεάν, χώρα γίνεται τῷ φαλκιδίῳ.
15
pr.Ὅτε τῇ γυναικὶ ληγατεύεται ἡ προὶξ αὐτῆς, οὐ μειοῦται τῷ φαλκιδίῳ τὸ λεγάτον. εἰ δὲ ἕτερόν τι πρὸς τῇ προικὶ λεγατευθῇ ἐπάνω, εἰς τοῦτο ὑπομένει φαλκίδιον ἡ γυνή.
16
pr.Ἐὰν ὁ πενθερὸς ὑποδεξάμενος προῖκα τῆς νύμφης αὐτοῦ τῷ ἰδίῳ υἱῷ ληγατεύσῃ τὴν προῖκα τουτέστι τῷ ἀνδρὶ αὐτῆς, οὗτος ὑπομένει φαλκίδιον ἐν τῇ προικὶ, καὶ εἰ μὲν κληρονόμος ἐστὶ τοῦ πατρὸς, ἀπαιτεῖ ἐκ τῶν συγκληρονόμων εἴ τι ἐκ τοῦ φαλκιδίου ἐμείωσε τὴν προῖκα, κἂν ἐξερεδάτος γέγονε τουτέστιν ἄκληρος.
17
pr.Τὰς ἀμέτρους δωρεὰς ἡ προὶξ οὐκ ἀνατρέπει ἡ δινοφφικίοσο τουτέστιν ἡ μέμψις τοῦ τεστάτορος.
18
pr.Θεσπίζομεν μὴ ἐξεῖναι παντελῶς πατρὶ ἢ μητρὶ ἢ πάππῳ ἢ μάμμῃ τὸν ἴδιον υἱὸν ἢ θυγατέρα ἢ τοὺς λοιποὺς παῖδας ἀμνημονεύτους καταλιμπάνειν ἢ ἀκλήρους ἐν τῇ ἰδίᾳ ποιεῖν διαθήκῃ, κἂν οἱασδήποτε δωρεὰς ἢ ληγάτα ἢ φιδικόμισσα ἢ ἄλλου οἱουδήποτε τρόπου τὴν ἐκ τῶν νόμων αὐτοῖς ὀφειλομένην παρέχῃ, ἐὰν μὴ τυχὸν ἀχάριστοι ἀποδειχθῶσιν '.
19
pr.Ἐπὶ τοῦ φαλκιδίου δεῖ ἐξαιρεθῆναι τὰ ἐποφληθέντα ὑπὸ τοῦ τελευτήσαντος, καὶ τὴν περὶ τὴν κηδείαν δαπάνην, καὶ τὰ τιμήματα τῶν ἐλευθερωθέντων οἰκετῶν, καὶ λοιπὸν τὸ ὑπόλοιπον δεῖ σκοπεῖν, πόσον ἐστί. τοῦτο γὰρ νομίζεται ἡ καθαρὰ οὐσία, καὶ ταύτης τὸ τρίτον παρακατέχεται.
20
pr.Ὁ φαλκίδιος ἐν τοῖς ὑπεξουσίοις καὶ εὐχαρίστοις παισὶ προνοίᾳ τῶν εὐχαρίστων παίδων ἐπενοήθη, οὐ μὴν δὲ καὶ εἰς τοὺς αὐτεξουσίους γεγονότας καὶ κληροδοτηθέντας παρὰ τῶν γονέων. ἐν τούτοις γὰρ ὁ φαλκίδιος νόμος οὐχ ἁρμόζει. ἁρμόζει δὲ μᾶλλον, ὡς εἴπερ ἀμνημόνευτοι ἐαθῶσιν ἐν διαθήκαις, συνεισφέρειν ἃ προέλαβον καὶ ἀνακοινοῦν ταῦτα μετὰ ἑτέρας πατρικῆς ἢ μητρικῆς ὑποστάσεως, καὶ ἐπιμερίζειν κατ᾿ ἰσότητα πάντα μετὰ τῶν λοιπῶν ἀδελφῶν τῶν ὑπεξουσίων μεινάντων παρὰ τῷ πατρὶ ἢ τῇ μητρὶ καὶ μὴ κληροδοτηθέντων. οἱ γὰρ κληροδοτηθέντες καὶ αὖθις ἐνδιαθήκως μνημονευθέντες οὐ δύνανται ἀνατρέπειν τὰς ἐπιτελευτίους διατάξεις τῶν πατέρων αὐτῶν. μητέρας δὲ νόει ἐνταῦθα τὰς μὴ δευτερογαμούσας, τὰς ἐχούσας τὸ ἀπὸ νόμου δίκαιον ἐπιτροπεύειν καὶ διοικεῖν τὰ τῶν παίδων πράγματα.
21
pr.Εἴ τις δωρεὰν ἄμετρον εἴς τινα ἤ τινας τῶν παίδων ποιήσαιτο, ἀνάγκην ἔχει ἐν τῇ διανομῇ τοῦ κλήρου τοσοῦτον ἑκάστῳ τῶν παίδων φυλάττειν τὸ ἐκ τοῦ νόμου μέρος, ὅσον ἦν πρὶν ἄν τὴν δωρεὰν ὁ πατὴρ εἰς τοὺς παῖδας τοὺς ταύτῃ τετιμημένους ποιήσαιτο. οὕτω γὰρ ἂν οὐδὲν ἔτι ταῖς δωρεαῖς ἐγκαλέσουσιν, ἔχοντες μὲν ἐπὶ πάσῃ τῇ οὐσίᾳ τοῦ πατρὸς τὸ ἀπὸ τῶν νόμων, κατὰ τοσοῦτον δὲ αὐξανομένου τοῦ μέτρου, καθόσον καὶ τὰ πράγματα εἶχον τοῦ πατρὸς πρὶν ταῖς δωρεαῖς ἐξαντληθείη. οὐ δυναμένων τῶν ἐπὶ ταῖς δωρεαῖς τετιμημένων παίδων φάσκειν, ἀρκεῖσθαι μὲν ταῖς ἀμέτροις ταύταις δωρεαῖς, δοκεῖν δὲ ἀφίστασθαι τοῦ πατρῴου κλήρου· ἀλλ᾽ οὐκ ἀναγκαζομένων μὲν, εἰ ἀρκοῦνται ταῖς δωρεαῖς, καταδέχεσθαι τὸν κλῆρον, ἀνάγκην δὲ ἐχόντων πᾶσι τρίποις ἐπανισοῦν τοῖς ἀδελφοῖς τὸ ἐντεῦθεν διαφέρον καθόσον εἰρήκαμεν μέτρον, ὥστε μὴ ἔλαττον αὐτοὺς ἔχειν τὸ ἐκ νόμων αὐτοῖς ὀφειλόμενον διὰ τὴν γενομένην ἐπὶ ταῖς δωρεαῖς ἀμε τρίαν· ὅπουγε ἔξεστι τῷ πατρὶ, μέτρια φρονήσαντι περὶ τὴν πᾶσαν γονὴν, καὶ τοῖς παρ᾽ αὐτοῦ μᾶλλον ἀγαπωμένοις χαρίσασθαί τι πλέον, καὶ μὴ τοὺς λοιποὺς παῖδας διὰ τῆς εἰς ἐκείνους ἀμετρίας βλάψαι, καὶ τὸν ἡμέτερον παραβῆναι σκοπόν. ταῦτα μέντοι φαμὲν περὶ παίδων κεχαρισμένων ὄντων αὐτοῖς, οὐ μὴν περὶ τῶν ἀγνωμόνων καὶ οἷς ὁ πατὴρ δικαίαν τε καὶ νόμιμον ἐπάγει ἀχαριστίαν. εἰ γὰρ τοῦτο οὗτως ἔχον φανείη, καὶ ἀποδειχθείησαν αἱ τῆς ἀχαριστίας αἰτίαι, ἔστω τὰ τῶν νόμων τῶν ἐπὶ τοῖς ἀχαρίστοις κειμένων κύρια, οὐδὲν ἐκ τῆσδε ἡμῶν τῆς νομοθεσίας ἐλαττούμενα΄.
22
pr.Ἔστω ἡ περιουσία λ ' λιτρῶν. ὁ τελευτῶν ἐχέτω ἕνα παῖδα. ὁ βουληθεὶς τοῦτον καταγαγεῖν εἰς φαλκίδιον τὸ γ ' διδότω αὐτῷ τουτέστι τὰς ί λίτρας. εἰ δὲ β΄ παῖδες καθίστανται αὐτῷ καὶ αἱρεῖται φαλκιδίῳ καθυποβαλεῖν τὸν ἕνα, τὸ ς΄ καταλιμπανέτω αὐτῷ τουτέστι τοῦ γ΄ τὸ ἥμισυ, τὰς ε΄ λίτρας. εἰ δὲ τοὺς β΄ φαλκιδιοῦ, τὸ γ΄ ἐξίσου διδότω αὐτοῖς. εἰ δὲ γ ' παῖδας ἔχει καὶ μέλλει φαλκιδιῶσαι τὸν ἕνα, τὸ ἔννατον παρεχέτω αὐτῷ, τουτέστι τοῦ γ΄ τὸ γ΄ διδότω αὐτῷ, ὅπερ ἐστὶ λίτρας γ ' νομίσματα κδ΄. εἰ δὲ τοὺς β΄ πρὸς φαλκίδιον κατάγει, τὸ δίμοιρον τοῦ γ΄ παρεχέτω αὐτοῖς, ὅπερ ἐστὶ λίτρας 5΄ νομίσματα μη΄. εἰ δὲ τοὺς τρεῖς φαλκιδιοῦ, τὸ ὅλον τρίτον δίδωσι τουτέστι τὰς ι ' λίτρας. εἰ δὲ τέσσαρας παῖδας ἔχει, καὶ βούλεται τὸν α΄ φαλκιδιῶσαι, τὸ δ΄ παρεχέτω αὐτῷ, ὅπερ ἐστὶ λίτρας β΄ ἥμισυ. εἰ δὲ τοὺς β΄ βούλεται φαλκιδιῶσαι, τὸ ἥμισυ τοῦ τρίτου παρεχέτω, ἤτοι λίτρας ε΄. εἰ δὲ τοὺς γ ' βούλεται φαλκιδιῶσαι, τὰς γ΄ μερίδας τούτοις παρεχέτω, ὅπερ ἐστὶ λίτρας ζ΄ ἥμισυ. εἰ δὲ τοὺς δ΄, τὸ ὅλον τρίτον δίδωσιν αὐτοῖς. εἰ δὲ ε΄ παῖδας ἔχει, οὐκέτι πρὸς τὸ γ΄ γίνεται ὁ φαλκίδιος, ἀλλὰ πρὸς τὸ ἥμισυ τῆς ὅλης οὐσίας· ἤγουν αἱ ἡμίσεις τῶν λ ' εἰσὶν ιε΄, καὶ εἴγε λ ' λίτρας ἔχει καὶ ἕνα τῶν παίδων φαλκιδιοῦ, τοῦ ἡμίσεος οὗτος λήψεται τὸ ε΄, ὅπερ ἐστὶ λίτρας γ΄. εἰ δὲ β΄ παῖδας θέλει φαλκιδιῶσαι, λίτρας ς΄· εἰ δὲ γ΄, θ΄· εἰ δὲ δ΄, ιβ΄· εἰ δὲ ε΄, ιε΄. εἰ δὲ ἓξ παῖδες καθίστανται καὶ θέλει φαλκιδιοῦσθαι τὸν ἕνα, λαμβάνει τοῦ ἡμίσεος τὸ ς ' ἤγουν λίτρας β΄ ἥμισυ. εἰ δὲ β΄, λίτρας ε΄. εἰ δὲ γ΄, λίτρας ζ΄ ἥμισυ. εἰ δὲ δ΄, λίτρας ι. εἰ δὲ ε΄, λίτρας ιβ ' ἥμισυ. εἰ δὲ ς΄, τὰς ιε΄. εἰ δὲ ζ΄ παῖδες καθίστανται καὶ μέλλει φαλκιδιοῦσθαι ὁ εἷς, λαμβάνει τοῦ ἡμίσεος τὸ ζ᾽ ἤγουν λίτρας β΄ καὶ ἕβδομον. καὶ λοιπὸν ὁμοίως καθεξῆς ὅσοι μέλλουσι φαλκιδιοῦσθαι, τὴν αὐτὴν ποσότητα λαμβάνουσιν. εἰ δὲ η΄ παῖδες καθίστανται καὶ μέλλει φαλκιδιοῦσθαι ὁ εἷς, λαμβάνει τοῦ ἡμίσεος τὸ η΄. ὁμοίως καὶ ὁ ἄλλος καὶ ὅσοι μέλλουσι φαλκιδιοῦσθαι, τὴν αὐτὴν ποσότητα λαμβάνουσιν.
23
pr.Τοῦτο λέγει ὅτι ὁ διατιθέμενος ἐξουσίαν ἔχει, τὰς μὲν κ΄ λίτρας ὅπου ἂν θέλῃ καταλιμπάνειν αὐτὰς, οὐ μόνον ἵνα ἀφῇ τισιν, ἀλλὰ καὶ κατὰ βυθὸν ἵνα πέμπῃ αὐτά· τὸ δὲ γ ' τῆς οὐσίας αὐτοῦ ἤγουν τῶν λ ' λιτρῶν ἵνα λαμβάνῃ ὁ υἱὸς αὐτοῦ εἴτε καὶ ἄλλος τὶς ὃς ἂν ᾖ κληρονόμος. καὶ ἐὰν ἔχῃ β΄ παῖδας καὶ φαλκιδιοῖ τὸν α΄, λαμβάνει τὰς ε΄ λίτρας ἐκ τῶν ί ' λιτρῶν, καὶ ὁ ἄλλος ὁμοίως τὰς ε΄, διότι ὅσοι ἐὰν ὦσι παῖδες, ὡς εἴρηται, ἐκ τῶν κ΄ λιτρῶν οὐδεὶς λαμβάνει τὶ, ἀλλὰ πάντες ἐκ τοῦ τρίτου ὀφείλουσι μερίζειν ἤγουν τῶν ί λιτρῶν. ὡσαύτως δὲ καὶ ὁ μὴ φαλκιδιούμενος ἀδελφὸς λαμβάνει τὰς ε΄ λίτρας, καὶ οὐ δύναται λέγειν ὁ φαλκιδιούμενος ἀδελφὸς τῷ μὴ φαλκιδιουμένῳ, ὅτι σοὶ τὰς κ΄ λίτρας ὁ πατὴρ κατέλιπε καὶ ἀρκοῦσιν ἐκεῖναι, ἐμοὶ δὲ ἔασον ἐξ ὁλοκλήρου τὸ τρίτον ἤγουν τὰς ί· ἀλλὰ μερίζει ἐξίσου ὡς εἴρηται τὰς ί λίτρας, διότι τὰς κ΄ λίτρας ὁ πατὴρ ἐξουσίαν ἔχει ἵνα χαρίσῃ αὐτὰς ἐμοὶ μόνῳ. καὶ λαμβάνουσι καὶ οἱ ἄλλοι ἓξ ' ἀδελφοὶ ὁμοίως ἀνὰ β΄ λιτρῶν καὶ νομισμάτων λς΄. ὡς γὰρ εἴρηται τὰς κ΄ λίτρας ἐξουσίαν εἶχεν ὁ πατὴρ τοῖς γ΄ ἀποχαρίσαι παισὶν, εἰς δὲ τοῦ ἑνὸς παιδὸς τὸ φαλκίδιον εἰσελθεῖν καὶ αὐτοὺς κληρονόμους.
24
pr.Ἐὰν ἐπὶ περιγραφῇ τῶν παίδων οἱ γονεῖς ἀμέτρως δωρήσωνται, καὶ τὸ ὅλον ἐξαντλήσωσιν εἴτε εἰς παῖδας εἴτε εἰς ἐξωτικοὺς, οἱ μηδὲν λαβόντες τὸ ὅλον ἀνατρέπουσιν, οἱ δέ τι λαβόντες ἀναπληροῦνται τὸ φαλκίδιον. εἰ δὲ μὴ ἐπὶ περιγραφῇ, καὶ οὕτως οἱ μὴ λαβόντες ἀλλὰ καὶ οἱ λαβόντες λαμβάνουσι τὸ φαλκίδιον.
25
pr.Δύο τὶς ἔχων παῖδας καὶ γράψας αὐτοὺς κληρονόμους ἠξίωσε τὸν ἕνα αὐτῶν, ἐὰν ἄπαις τελευτήσῃ, τὴν πατρώαν κληρονομίαν ἀποκαταστῆσαι τῷ ἑτέρῳ. ὁ δὲ ἄπαις τελευτῶν ἔγραψε τὸν ἀδελφὸν τὸν ἴδιον κληρονόμον, κατέλειψε καὶ ἑτέροις τισὶ ληγάτα. ἔλεγεν οὖν οὗτος, ὅτι ἄχρηστός ἐστιν ἡ διαθήκη, ἐπειδὴ πᾶσαν αὐτοῦ τὴν οὐσίαν ἐχρεώστει. ἡ δὲ διάταξις λέγει, ὅτι ἄχρηστος μὲν οὐκ ἐστιν ἡ διαθήκη· τὴν γὰρ πατρώαν κληρονομίαν ἐχρεώστει σοὶ ὡς [ἀπὸ] ἀποκαταστάσεως τουτέστι παρὰ τὸ τρίτον· πλὴν λόγου γινομένου τοῦ φαλκιδίου ὡς χρέος ἴδιον ὑπεξεῖλε τὸ ἀπὸ τῆς ἀποκαταστάσεως σοι ἐποφειλόμενον καὶ τὰ λοιπὰ πρὸς τὸν φαλκίδιον κατέβαλε τοῖς ληγαταρίοις '.