IusCommune
IusCommune › Textos › Prochiron auctum › Prochiron auctum

JGR VI 1.33

Περὶ ἀποκλήρων.

Abrir no leitor do IusCommune →

1

pr.Εἴ τις τοῖς ἰδίοις γονεῦσι χεῖρας ἐπιβάλοι, ἢ βαρεῖαν καὶ ἀπρεπῇ αὐτοῖς ὕβριν ἐπαγάγοι, ἢ καὶ ἐπὶ ἐγκληματικαῖς αἰτίας αὐτῶν κατηγορήσοι ταῖς μὴ οὔσαις κατὰ βασιλέως ἢ πολιτείας, ἢ μετὰ φαρμακῶν ἀνθρώπων ὡς φαρμακὸς συναναστρέφεται, ἢ τῇ ζωῇ τῶν ἰδίων γονέων διὰ φαρμακείας ἢ ἄλλῳ τρόπῳ ἐπιβουλεῦσαι πειραθείη, τὸν τοιοῦτον ἀπόκληρον εἶναι θεσπίζομεν.

2

pr.Ἐὰν τῇ ἰδίᾳ μητρυιᾷ ἢ τῇ τοῦ πατρὸς παλλακῇ ὁ υἱὸς ἑαυτὸν ἐπιμίξοιτο, ἔστω ἀπόκληρος.

3

pr.Εἰ συκοφάντης κατὰ τῶν γονέων οὗτος γένηται καὶ διὰ τῆς ἰδίας καταμηνύσεως βαρείας αὐτοὺς ζημίας ὑπομεῖναι παρασκευάσει.

4

pr.Εἰ ἐν ἀσθενείᾳ χρονίῳ κατακειμένων αὐτῶν ἢ γήρει καὶ ἀδυναμίᾳ καταντησάντων αὐτῶν ἀμελήσειαν τῆς τούτων φροντίδος οἱ παῖδες καὶ μετακαλούμενοι παρὰ τῶν γονέων μὴ βουληθεῖεν ἐπιμελείας αὐτοὺς ἀξιῶσαι.

5

pr.Εἰ συμβῇ τινα τῶν εἰρημένων γονέων ἐγκεκλεῖσθαι, οἱ δὲ παῖδες οἱ δυνάμενοι ἐξ ἀδιαθέτου εἰς τὴν τούτων διαδοχὴν ἐλθεῖν αἰτηθέντες ἤγουν ὁ εἷς ἐξ αὐτῶν μὴ βουληθεῖεν εἰς τὴν ἑαυτῶν ἐγγύην τοῦτον ὑποδέξασθαι ἢ ὑπὲρ προσώπου ἢ τοῦ χρέους, εἰς ὅσον ἐπιτήδειος εἶναι ὁ αἰτούμενος ἀποδείκνυται. τοῦτο μέντοιγε ὅπερ ἐπὶ τῆς ἐγγύης ἐθεσπίσαμεν εἰς τοὺς ἄῤῥενας καὶ μόνον ἀνήκειν παῖδας βουλόμεθα.

6

pr.Εἰ ἐλεγχθείη τὶς τῶν παίδων, ὅτι ἐκώλυσε τοὺς ἰδίους γονεῖς ποιήσασθαι διαθήκην· ὥστε εἰ μὲν μετὰ ταῦτα διαθήκην ποιήσασθαι δυνηθεῖεν, ἄδειαν αὐτοῖς εἶναι ὑπὲρ τῆς τοιαύτης αἰτίας τὸν παῖδα ἀπόκληρον ποιεῖν. εἰ δὲ ἐν αὐτῇ τῇ κωλύσει δίχα διαθήκης τῶν γονέων τὶς τελευτήσει, καὶ ἄλλοι, εἴτε ἐξ ἀδιαθέτου εἰς τὴν τοῦ τελευτήσαντος κληρονομίαν ἢ μετὰ τοῦ παιδὸς τοῦ τὴν διαθήκην κωλύσαντος γενέσθαι ἢ οἱ μετ᾿ αὐτὸν καλούμενοι, εἴτε οὓς κληρονόμους ἔχειν ἐβούλοντο, εἴτε οἱ βλάβην τινὰ ὑπομείναντες ἐκ τῆς κωλύσεως τῆς διαθήκης, τοῦτο αὐτὸ ἀποδείξαιεν, καὶ οὕτως αὐτὸν ἀπόκληρον γενέσθαι '.

7

pr.Οὐ μόνον δὲ ἀλλὰ καὶ εἰ παρὰ γνώμην τῶν γονέων μίμοις ἑαυτὸν ὁ υἱὸς ἐγκαταλέξειεν, καὶ ἐν τῷ τοιούτῳ ἐπιτηδείματι διαμένοι· εἰ μὴ τυχὸν καὶ οἱ γονεῖς τῆς τοιαύτης ἐπιτηδεύσεως γεγόνασιν.

8

pr.Εἴ τινι ἐκ τῶν εἰρημένων γονέων βουλομένῳ τῇ ἰδίᾳ θυγατρὶ ἢ καὶ ἐγγόνῃ ἄνδρα δοῦναι καὶ προῖκα κατὰ τὴν δύναμιν τῆς ἰδίας περιουσίας ὑπὲρ αὐτῆς παρασχεῖν μὴ συναρέσῃ, ἀλλ᾽ αἰσχρὸν βίον διάγειν ἐπιλέξεται.

9

pr.Εἴ τις ἐκ τῶν εἰρημένων γονέων μανῇ, καὶ οἱ παῖδες αὐτοῦ ἤ τινες ἐξ αὐτῶν, ἢ παίδων αὐτῷ μὴ ὑπόντων οἱ ἄλλοι αὐτοῦ συγγενεῖς οἱ ἐξ ἀδιαθέτου εἰς τὸν αὐτοῦ κλῆρον καλούμενοι, ὑπηρεσίαν αὐτῷ καὶ προσήκουσαν φροντίδα μὴ παράσχοιεν, εἰ μὲν τῆς τοιαύτης ἀπαλλαγῇ νόσου, ἔσται αὐτῷ ἄδεια, πότερον βούλεται τὸν παῖδα ἢ τοὺς παῖδας ἢ τοὺς συγγενεῖς τοὺς ἠμεληκότας ἀχάριστον ἢ ἀχαρίστους ἐν τῇ ἰδίᾳ γράψαι διαθήκῃ. εἰ δὲ ἐν τῇ νόσῳ τῆς μανίας αὐτὸν κατεχόμενον ἐξωτικός τις ἴδοι ὑπὸ τῶν ἰδίων ἀμελούμενον παίδων ἢ συγγενῶν ἢ ἄλλων ὑπ᾽ αὐτοῦ γεγραμμένων κληρονόμων, καὶ διὰ συμπάθειαν βουληθείη αὐτοῦ φροντίσαι, διδόαμεν αὐτῷ ἄδειαν διαμαρτυρίαν τοῖς ἐξ ἀδιαθέτου ἢ ἀπὸ διαθήκης ἤδη γενομένης εἰς τὸν τοῦ μεμηνότος κλῆρον καλουμένοις ἔγγραφον στέλλειν, ὥστε σπουδάζειν αὐτοὺς τούτου φροντίζειν. εἰ δέ γε καὶ μετὰ τὴν τοιαύτην διαμαρτυρίαν ἀμελήσαιεν, καὶ ὁ ἐξωτικὸς ἐν τῷ ἑαυτοῦ οἴκῳ τὸν μεμηνότα ὑποδεξάμενον δαπανήμασιν οἰκείοις ἄχρι τῆς τελευτῆς αὐτοῦ φροντίσας δειχθείη, τὸν τὴν ὑπηρεσίαν καὶ τὴν ἐπιμέλειαν τῷ μεμηνότι παρασχό μενον, κἂν τὰ μάλιστα ἐξωτικὸς εἴη, εἰς τὴν τούτου διαδοχὴν ἔρχεσθαι θεσπίζομεν, ἀνατρεπομένης τῆς αὐτῶν ἐνστάσεως ἅτε δὴ ἀναξίων ὄντων, τῷ μεμηνότι καθάπερ εἰρήκαμεν φροντίδα παρασχεῖν ἀμελησάντων· οὕτω μέντοι ὥστε τὰ λοιπὰ τῆς διαθήκης κεφάλαια ἐν τῇ ἰδία μένειν ἰσχύϊ.

10

pr.Ἐὰν δὲ ἕνα τῶν προλεχθέντων γονέων ἐν αἰχμαλωσίᾳ κρατεῖσθαι συμβαίη, καὶ οἱ τούτου παῖδες εἴτε πάντες εἴτε εἷς μὴ σπουδάσαιεν τοῦτον ἀναῤῥύσασθαι, εἰ μὲν δυνηθείη οὗτος τὴν ἐκ τῆς αἰχμαλωσίας συμφορὰν ἐκφυγεῖν, ἐν τῇ αὐτοῦ εἶναι ἐξουσίᾳ, πότερον ταῦτα ἀχαριστίας αἰτίαν τῇ ἰδίᾳ βούλοιτο ἐγγράψαι διαθήκῃ εἴτε καὶ μή '.

11

pr.Εἰ δὲ διὰ τῆς τῶν παίδων ἀμελείας καὶ καταφρονήσεως μὴ ἐλευθερωθείη ἀλλ᾽ ἐν αἰχμαλωσίᾳ τελευτήσοι, ἐκείνους εἰς τὴν αὐτοῦ διαδοχὴν ἐλθεῖν οὐκ ἀνεχόμεθα, οἵτινες οὐκ ἐσπούδασαν τῆς ἀναῤῥίσεως αὐτοῦ φροντίσαι, ἀλλὰ πάντων τῶν παίδων ἐπὶ τούτῳ ἀμελησάντων πάντα τὰ πράγματα τὰ παρ᾽ αὐτοῦ καταλιμπανόμενα τῇ ἐκκλησίᾳ τῆς πόλεως, ἐξ ἧς ὁρμᾶται, προσκυροῦσθαι, καταγραφῆς δηλαδὴ ἐπὶ δημοσίου ἐκμαρτυρίου γινομένης, ὥστε μηδὲν ἐκ τῆς αὐτοῦ περιουσίας παραπολέσθαι, ἐφ᾽ ᾧ πᾶν ὅπερ ἐντεῦθεν εἰς τὴν ἐκκλησίαν περιέλθοι εἰς αἰχμαλώτων ἀνάῤῥυσιν προχωρεῖν. ἀλλὰ ταῦτα μὲν ὅσον ἐπὶ τοῖς προσώποις εἴρηται ἅπερ ἀποκληρονόμους ποιεῖν οὐκ ἔξεστιν, εἰ μὴ τὰ τῆς ἀχαριστίας γραφῆναι καὶ ἀποδειχθῆναι συμβαίης.

12

pr.Εἰ δὲ ἐκεῖνος ὁ ἐν αἰχμαλωσίᾳ ληφθεὶς μὴ ἔχοι παῖδας, καὶ τῶν ἄλλων τῶν εἰς τὴν τούτου κληρονομίαν ἐξ ἀδιαθέτου καλουμένων ἀναῤῥύσασθαι αὐτὸν μὴ σπουδαζόντων ἐν τῇ αἰχμαλωσίᾳ τελευτήσοι, μηδένα ἐκ τῶν ἀμελησάντων εἰς τὴν τούτου κληρονομίαν ἔρχεσθαι, εἰ καὶ πρὸ τῆς αἰχμαλωσίας τυχὸν διαθήκη παρ᾽ αὐτοῦ ἐγεγόνει, ἐν ᾗ τὰ μνημονευθέντα πρόσωπα ἔγραψε κληρονόμους. ἀλλὰ καὶ ἐνταῦθα τῆς ἐνστάσεως τῶν κληρονόμων ἀκυρουμένης καὶ τῶν λοιπῶν τῆς διαθήκης κεφαλαίων ἐν τῇ ἰδίᾳ μενόντων ἰσχύϊ αἱ περιουσίαι τῶν τοιούτων προσώπων κατὰ τὸν ὅμοιον τρόπον ταῖς ἐκκλησίαις τῶν πόλεων ἐξ ὧν ὥρμηνται καὶ προσκυρούσθωσαν καὶ ἀποδοθήτωσαν, καὶ μὴ ἐν ἄλλαις οἱαισοῦν αἰτίαις ἀλλ᾽ ἐν ταῖς τῶν αἰχμαλώτων ἀναῤῥύσεσι δαπανᾶσθαι, ὥστε ὅθεν ἐκεῖνοι ὑπὸ τῶν ἰδίων οὐκ ἀνεῤῥύσθησαν, τὰς ἄλλων ἀναῤῥύσεις φροντίζεσθαι, καὶ τὰς ἐκείνων ὁμοίως ψυχὰς ἐκ ταύτης τῆς εὐσεβοῦς πράξεως ἐπικουφίζεσθαι.

13

pr.Τούτου αὐτοῦ παραφυλαττομένου κἂν ἄλλο ἐξωτικὸν πρόσωπον πρὸ τῆς αἰχμαλωσίας γράψῃ κληρονόμον, κἀκεῖνος εἰδὼς ὑπ᾽ ἐκείνου γεγράφθαι κληρονόμος ἀναῤῥύσασθαι τοῦτον ἐκ τῆς αἰχμαλωσίας ἀμελήσοι '.

14

pr.Ταύτην δὲ τὴν ποινὴν κατ᾽ ἐκείνων θεσπίζομεν κρατεῖν, οἵτινες τὸν ιη΄ τῆς ἑαυτῶν ἡλικίας ἐπλήρωσαν ἐνιαυτόν. ἐν δὲ ταῖς τοιαύταις αἰτίαις ἡνίκα ὑπὲρ ἀναῤῥύσεως αἰχμαλώτων ἀναγκαῖόν ἐστι χρήματα δοθῆναι, εἴ τις ἴδια μὴ ἔχῃ χρήματα, ἄδειαν ἐχέτω, εἴπερ τῆς εἰρημένης ὑπάρχει ἡλικίας, δανείζεσθαι χρήματα, καὶ πράγματα κινητὰ ἢ ἀκίνητα ὑποτίθεσθαι, εἴτε ἴδια ἔχει, εἴτε τὰ τοῦ ἐν αἰχμαλωσίᾳ κρατουμένου· ἐπειδὴ ἐν τοῖς εἰρημένοις ἅπασι τοῖς ὑπὲρ ἀναῤῥύσεως αἰχμαλώτων δίδοσθαι ἢ ἀναλίσκεσθαι δεικνυμένοις τὰ τοιαῦτα συναλλάγματα ὡς παρὰ προσώπου αὐτεξουσίου καὶ τελείας ἡλικίας ὄντος γινόμενα βέβαια εἶναι παρακελευόμεθα· μηδενὸς τοῖς παρὰ τῶν τοιούτων προσώπων ἐπὶ ταῖς μνημονευθείσαις αἰτίαις, καθάπερ εἴρηται, συναλλάττουσι προκρίματος γινομένου, ἀνάγκην δηλαδὴ ἔχοντος τοῦ ἐκ τῆς αἰχμαλωσίας ἐπανερχομένου τὰ τοιαῦτα συναλλάγματα βέβαια ἡγεῖσθαι καὶ τούτοις ὡς ἰδίοις ὀφλήμασιν ἐνέχεσθαι.

15

pr.Εἴ τις ἐκ τῶν μνημονευθέντων γονέων ὀρθόδοξος ὑπάρχων αἴσθηται τὸν ἴδιον παῖδα ἢ παῖδας μὴ εἶναι τῆς καθολικῆς πίστεως μηδὲ ἐν τῇ ἁγιωτάτῃ ἐκκλησίᾳ κοινωνεῖν, ἐν ᾗ πάντες οἱ μακαριώτατοι πατριάρχαι μιᾷ συμπνοίᾳ καὶ ὁμο- νοίᾳ τὴν ὀρθοδοξοτάτην πίστιν κηρύττουσι καὶ τὰς ἁγίας συνόδους οἷον τὴν ἐν νικαίᾳ πρώτην, τὴν ἐν κωνσταντινουπόλει, τὴν ἐν ἐφέσῳ, τὴν ἐν χαλκηδόνι, τὴν ἐν κωνσταντινουπόλει δευτέραν καὶ τρίτην, ἀλλὰ καὶ τὴν ἐν νικαίᾳ τὸ δεύτερον περιπτύσσεσθαι ἤγουν ἀναφέρειν γινώσκονται, καὶ διαμένουσιν οἱ τοιοῦτοι παῖδες ἐν τῇ αὐτῇ ἀπιστίᾳ, διδόαμεν τοῖς αὐτοῖς γονεῦσιν ἄδειαν ὑπὲρ ταύτης μάλιστα τῆς αἰτίας ἀχαρίστους καὶ ἀποκληρονόμους ἐν τῇ ἰδίᾳ διαθήκῃ γράφειν. καὶ ταῦτα μὲν ἐπὶ ἀχαριστίας τὰ αἴτια διετυπώσαμεν. γενικὴν δὲ πρόνοιαν τοῖς παισὶ τοῖς ὀρθοδόξοις παρέχοντες κελεύομεν, σῴων φυλαττομένων τῶν νόμων τῶν ἤδη περὶ τῶν αἱρετικῶν προενεχθέν των, καὶ περὶ τῶν νεστοριανῶν καὶ τῶν ἀκεφάλων, ὡσαύτως καὶ ἰακωβιτῶν καὶ μονοθελητῶν καὶ εἰκονομάχων, καὶ ὅσαι ἄλλαι αἱρέσεις εἰσὶ παρὰ τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας ἀποκηρυττόμεναι, εἰ ταύταις φωραθεῖέν τινες ἐνεχό μενοι, τὰ αὐτὰ περὶ τούτους ἅπαντας ἀπαραβάτως φυλάτ τεσθαι· ὥστε εἴποτε καὶ γονεῖς εὑρεθεῖεν μιᾷ τῶν ἀπηριθμημένων αἱρέσεων ἢ καὶ ἑτέρᾳ τινὶ τούτων παραπλησίᾳ κατεχόμενοι καὶ διὰ τοῦτο ἐκ τῆς κοινωνίας τῆς καθολικῆς ἐκκλησίας κεχωρισμένοι, μὴ ἐξεῖναι αὐτοῖς ἄλλους κληρονόμους ἐνιστᾷν ἑαυτοῖς, εἰ μὴ παῖδας ὀρθοδόξους καὶ τῇ καθολικῇ ἐκκλησίᾳ κοινωνοῦντας, ἢ παίδων μὴ ὑπόντων τοὺς ἐξ ἀῤῥενογονίας καὶ θηλυγονίας συγγενεῖς, ὀρθοδόξους δηλαδὴ τυγχάνοντας. εἰ δὲ ὡς εἰκὸς ἐκ τῶν παίδων τινὲς μέν εἰσιν ὀρθόδοξοι καὶ τῇ καθολικῇ ἐκκλησίᾳ κοινωνοῦντες, ἄλλοι δὲ ἐκ ταύτης κεχωρισμένοι, πᾶσαν τὴν τῶν γονέων περιουσίαν εἰς τοὺς παῖδας καὶ μόνον τοὺς ὀρθοδόξους περιέρχεσθαι θεσπίζομεν, εἰ καὶ τελευταίας βουλήσεις τὰ τοιαῦτα πρόσωπα ποιήσοιντο παρὰ τὴν δύναμιν ταύτης ἡμῖν τῆς διατάξεως διατυπούσας. εἰ δὲ μετὰ ταῦτα οἱ ἀδελφοὶ οἱ ἐκ τῆς ἐκκλησίας κεχωρισμένοι ἐπὶ ταύτην ἀναστρέψουσι, τὸ ἁρμόζον αὐτοῖς μέρος ἐν τῷ σχήματι, ἐν ᾧ εὑρεθείη κατὰ τὸν χρόνον ὃν ἀποδίδοται, τούτοις παρέχεσθαι, ὡς μηδεμίαν περὶ τῶν καρπῶν ἢ τῆς διοικήσεως τοῦ μέσου χρόνου ὄχλησιν ἤ ἐπάχθειαν τοὺς ὀρθοδόξους ὑπομένειν τοὺς πρῴην τὰ μνημονευθέντα πράγματα διακρατήσαντας· ἐπειδὴ τῶν τοιούτων πραγμάτων, ἅτινα ἐκ τῆς μοίρας τῶν ἀδελφῶν τῶν μὴ κοινωνούντων οἱ ὀρθόδοξοι ἐκτήσαντο, ὥσπερ τὴν ἐκποίησιν κωλύομεν, οὕτω καὶ τῶν παρελθόντων χρόνων τοὺς καρποὺς ἢ τὴν διοίκησιν οὐδαμῶς παρὰ τούτων, ὑφ᾽ ὧν διεκρατήθη, εἰσπράττεσθαι ἢ ἀναψηλαφᾶσθαι κελεύομεν. εἰ δὲ μέχρι τοῦ πέρατος τῆς ἰδίας ζωῆς ἐν τῇ αὐτῇ πλάνῃ οἱ μὴ κοινωνοῦντες διαμείνοιειν, τότε τοὺς ὀρθοδόξους ἀδελφοὺς ἢ κληρονόμους αὐτῶν πληρεστάτῳ δεσποτείας δικαίῳ τὰ αὐτὰ πράγματα κεκτῆσθαι θεσπίζομεν. εἰ δὲ οἱ παῖδες μὲν πάντες διεστραμμένοι καὶ τῆς κοινωνίας τῆς καθολικῆς ἐκκλησίας ἀλλότριοι εὑρεθεῖεν, ἄλλοι δὲ ἐγγύτατοι συγγενεῖς ἐξ ἀῤῥενογονίας ἢ θηλυγονίας τὴν ὀρθόδοξον πίστιν τιμῶντες καὶ κοινωνικοὶ εἶεν καὶ ἀποδειχθεῖεν, τούτους τῶν αἱρετικῶν προτιμᾶσθαι καὶ τὴν αὐτῶν διαδέχεσθαι κληρονομίαν. εἰ δὲ καὶ οἱ παῖδες καὶ οἱ ἐγγύτατοι συγγενεῖς ἐκ τῆς κοινωνίας τῆς ὀρθοδόξου πίστεως ξένοι τυγχάνοιεν, τηνικαῦτα εἰ μὲν σχῆμα κληρικῶν οἱ γονεῖς αὐτῶν ἔχοιεν, τῇ ἐκκλησίᾳ τῆς πόλεως ὅπου τὴν οἴκησιν εἶχον, τὰ αὐτῶν πράγματα βουλόμεθα διαφέρειν· οὕτω μέντοιγε ὥστε εἰ οἱ ἐκκλησιαστικοὶ ἐντὸς ἐνιαυτοῦ προθεσμίας τὰ τῶν τοιούτων προσώπων πράγματα διεκδικῆσαι ἀμελήσαιεν, τὴν αὐτῶν δεσποτείαν τῷ ἡμετέρῳ ταμείῳ ἐκδικεῖσθαι. εἰ δὲ λαϊκοί εἰσι, δίχα τινὸς διακρίσεως τὰς αὐτῶν περιουσίας εἰς τὸ θεῖον ἡμῶν ἰδικὸν ὁμοίως περιέρχεσθαι. ἅτινα κρατεῖν θεσπίζομεν καὶ εἰ χωρὶς διαθήκης τὰ τοιαῦτα πρόσωπα τελευτήσοι. πάντων τῶν κατὰ τῶν λοιπῶν αἱρετικῶν ἐν ταῖς ἄλλαις διατάξεσι διατυπωθέν των κατὰ τῶν νεστοριανῶν καὶ ἀκεφάλων καὶ τῶν ἄλλων ἁπάντων τῶν μὴ κοινωνούντων τῇ καθολικῇ ἐκκλησίᾳ, ἐν ᾗ αἱ προλεχθεῖσαι ἅγιαι ἑπτὰ σύνοδοι καὶ πατριάρχαι ἀναφέρονται, καὶ κατὰ τῶν αὐτῶν κληρονόμων ὁμοίως φυλαττομένων. εἰ γὰρ ὑπὲρ κοσμικῶν αἰτιῶν μεριμνῶμεν, πόσῳ μᾶλλον ὑπὲρ τῆς τῶν ψυχῶν σωτηρίας προνοητικωτάτην φροντίδα δεῖ συνεισφέρειν ἡμᾶς; εἴτε τοίνυν πάσας τὰς εἰρημένας τῆς ἀχαριστίας αἰτίας εἴτε φανερὰς ἐξ αὐτῶν εἴτε μίαν οἱανδήποτε οἱ γονεῖς τῇ ἰδίᾳ ἐγγράψειαν διαθήκῃ, καὶ οἱ γραφόμενοι κληρονόμοι τὰς ὀνομασθείσας αἰτίας ἢ μίαν ἐξ αὐτῶν ἀληθῆ εἶναι δείξαιεν, τὴν διαθήκην τὴν ἰδίαν ἰσχὺν ἔχειν παρακελευόμεθα΄.

16

pr.Εἰ δὲ ταῦτα μὴ παραφυλαχθείη, μηδὲν γίνεσθαι πρόκριμα τοῖς ἀποκληρονόμοις γραφεῖσιν, ἀλλ᾽ ὅσον εἰς τὴν ἔνστασιν τῶν κληρονόμων πάλιν ἥκειν τῆς διαθήκης ἀκυρουμένης εἰς τὴν τῶν γονέων κληρονομίαν τοὺς παῖδας τοὺς ἐξ ἀδιαθέτου ἐξ ἴσης μοίρας ἔρχεσθαι, ὥστε μὴ τοὺς παῖδας πεπλανημέναις κατηγορίαις κατακρίνεσθαι, μήτε τινὰ περιγραφὴν ἐν ταῖς τῶν γονέων περιουσίαις ὑπομένειν. εἰ μέντοιγε συμβαίη ἔν τισι τοιαύταις διαθήκαις ἤ τινα λεγάτα ἢ καὶ τὰ πίστει τινὶ παρατεθέντα ἢ ἐλευθερίας ἢ ἐπιτρόπων δόσεις καταλειφθῆναι, ἢ ἄλλα οἱαδήποτε κεφάλαια τοῖς νόμοις ἐγνωσμένα ὀνομασθῆναι, ταῦτα πάντα κελεύομεν πληροῦσθαι καὶ δίδοσθαι ἐκείνοις οἷς κατελείφθη, ὡς εἰ κατὰ τοῦτο τὸ μέρος μὴ ἀνατραπεῖσα ἡ διαθήκη ἐκράτει. καὶ ταῦτα μὲν περὶ τῶν διαθηκῶν τῶν γονέων διετυπώσαμεν. δίκαιον δὲ εἶναι συνείδομεν καὶ ἐκ τοῦ ἐναντίου περὶ τῶν διαθηκῶν τῶν παίδων τὰ αὐτὰ μετά τινος διαστίξεως διατυπῶσαι.

17

pr.Θεσπίζομεν τοίνυν, μὴ ἐξεῖναι τοῖς παισὶ τοὺς ἰδίους γονεῖς ἀποκλήρους καταλιμπάνειν, ἢ καθ᾽ οἱονδήποτε τρόπον τῶν ἰδίων πραγμάτων, ἐν οἷς διατίθεσθαι ἐξουσίαν ἔχουσι, τούτους παντελῶς ἀλλοτρίους ποιεῖσθαι, εἰ μὴ τὰς αἰτίας, ἃς ἀριθμοῦμεν, ἐν ταῖς ἰδίαις ἰδικῶς ἐγγράψαιεν διαθήκαις.

18

pr.Ταύτας δὲ εἶναι κελεύομεν· εἰ οἱ γονεῖς εἰς ἀναίρεσιν ζωῆς τοὺς ἰδίους παῖδας παραδοῖεν· δίχα μέντοιγε αἰτίας εἰς καθοσίωσιν ἀναφερομένης.

19

pr.Εἰ φαρμακείαις ἢ γοητείας ἢ ἄλλῳ τρόπῳ οἱ γονεῖς τῇ τῶν παίδων ζωῇ ἐπιβουλεύσαντες ἀποδειχθεῖεν.

20

pr.Εἰ ὁ πατὴρ τῇ ἰδίᾳ νύμφῃ ἢ τῇ παλλακῇ τοῦ ἰδίου παιδὸς συμμιγείη.

21

pr.Εἰ οἱ γονεῖς τοὺς ἰδίους παῖδας διαθήκας ποιήσασθαι κωλύσαιεν ἐν οἷς ἔχουσιν ἄδειαν τοῦ διατίθεσθαι· πάντων δηλαδὴ τῶν ἐπὶ τῇ κωλύσει τῶν τοιούτων διαθηκῶν φυλαττομένων, ἅπερ ἐπὶ τῷ τῶν γονέων προσώπῳ διεστίξαμεν.

22

pr.Εἰ συμβαίη τὸν ἄνδρα τῇ ἑαυτοῦ γαμετῇ ἢ εἰς ἀναίρεσιν ἢ εἰς ἔκστασιν φρενῶν δοῦναι φάρμακον, ἢ τὴν γαμετὴν τῷ ἀνδρὶ, ἢ ἄλλῳ τρόπῳ τὸν ἕτερον τῇ τοῦ ἑτέρου ζωῇ ἐπιβουλεῦσαι, τὸ μέντοι τοιοῦτον ἔγκλημα πούβλικον ὑπάρχον κατὰ τοὺς νόμους ἐξετάζεσθαι καὶ νομίμης ἐκδικήσεως ἀξιοῦσθαι θεσπίζομεν, τοῖς δὲ παισὶν ἄδειαν εἶναι ταῖς ἰδίαις διαθήκαις μηδὲν ἐκ τῶν ἰδίων περιουσιῶν ἐκείνῳ τῷ προσώπῳ καταλιμπάνειν τῷ τὸ τοιοῦτον μῦσος πεπραχέναι γινωσκομένῳ.

23

pr.Εἰ τῶν παίδων ἢ ἑνὸς ἐξ αὐτῶν ἐν μανίᾳ τυγχάνοντος οἱ γονεῖς φροντίσαι αὐτῶν ἀμελήσαιεν, πάντα καὶ ἐνταῦθα παραφυλάττεσθαι προστάσσομεν, ἅτινα περὶ τῶν μαινομένων γονέων ἀνωτέρω ἐθεσπίσαμεν.

24

pr.Τούτοις τοῖς θέμασι καὶ τὴν τῆς αἰχμαλωσίας συμφορὰν προστίθεμεν, ἐν ᾗ εἰ τύχοι τοὺς παῖδας κρατεῖσθαι καὶ διὰ τῆς τῶν γονέων καταφρονήσεως ἢ ἀμελείας μὴ ἀναῤῥυσθέντας τελευτῆσαι συμβαίη, μηδαμῶς τοὺς τούτων γονεῖς εἰς τὰς περιουσίας ἔρχεσθαι τῶν παίδων, ἐφ᾽ αἷς διατίθεσθαι οἱ παῖδες ἠδύναντο, ἀλλὰ πάντα καὶ ἐν τούτῳ τῷ κεφαλαίω φυλάττεσθαι ἅπερ καὶ περὶ γονέων καὶ συγγενῶν τῶν ἐξ ἀδιαθέτου εἰς τὰ τῶν τοιούτων προσώπων δίκαια καλουμένων ἢ περὶ τῶν ἐξωτικῶν κληρονόμων ἀνωτέρω διετυπώσαμεν.

25

pr.Εἴ τις ἐκ τῶν μνημονευθέντων παίδων ὀρθόδοξος τυγχάνων αἴσθηται τὸν ἴδιον γονέα ἢ γονεῖς μὴ εἶναι ὀρθοδόξους, ταῦτα καὶ ἐπ᾽ ἐκείνων τῶν προσώπων κρατεῖν, ἅπερ ἀνωτέρω περὶ τῶν γονέων διετυπώσαμεν.

26

pr.Εἰ τὰς τοιαύτας τοίνυν αἰτίας ἢ φανερὰς ἐξ αὐτῶν ἢ μίαν οἱ παῖδες ἐν ταῖς ἰδίαις ἐγγράψαιεν διαθήκαις, καὶ οἱ γραφόμενοι παρ᾽ αὐτῶν κληρονόμοι ἢ πάσας φανερῶς ἢ μίαν ἐκ τούτων ἀποδείξαιεν ἀληθῆ, τὴν διαθήκην ἐν τῇ ἰδίᾳ μένειν ἰσχύϊ προστάττομεν.

27

pr.Εἰ δὲ ταῦτα μὴ φυλαχθείη, μηδεμίαν δύναμιν τὴν τοιαύτην διαθήκην τότε εἰς τὴν ἔνστασιν τῶν κληρονόμων ἔχειν θεσπίζομεν, ἀλλὰ ἀνατρεπομένης τῆς διαθήκης τοῖς ἐξ ἀδιαθέτου εἰς τὴν τοῦ τελευτήσαντος κληρονομίαν καλουμένοις τὰ ἐκείνου πράγματα δίδοσθαι τυποῦμεν· τῶν λεγάτων δηλονότι καὶ τῶν πίστει παρ᾿ αὐτοῦ διδομένων ἐλευθεριῶν καὶ τῶν δόσεων τῶν ἐπιτρόπων καὶ τῶν ἄλλων κεφαλαίων καθάπερ ἀνωτέρω εἴρηται τὴν ἰδίαν ἐχόντων ἰσχύν. εἴ τι δὲ περὶ λεγάτου ἢ πίστει τινὶ παρ᾽ αὐτοῦ δοθέντων ἢ ἐλευθεριῶν ἢ ἄλλων οἱωνδήποτε κεφαλαίων ἄλλοις νόμοις εὑρεθείη ταύτῃ τῇ διατάξει ἐναντίον, τοῦτο κρατεῖν κατ᾿ οὐδένα βουλόμεθα τρόπον. καὶ αὗται μὲν τῶν ἀποκλήρων αἱ ποιναὶ, τό γε εἰς τὰς τῆς ἀχαριστίας αἰτίας, κατὰ τῶν εἰρημένων προσώπων διετυπώθησαν· εἴ τινες δὲ ἐξ αὐτῶν εἰς ἐγκλήματα ἀναφέρονται, τοὺς τούτων ἐργάτας καὶ τὰς ἄλλας ὑπομένειν ποινὰς τὰς τοῖς νόμοις διωρισμένας. ταῦτα δὲ διετυπώσαμεν, ἵνα καὶ τοὺς παῖδας ἀπὸ τῆς τῶν διαθηκῶν ὕβρεως ἐλευθερώσωμεν.

28

pr.Εἰ δέ τινες κληρονόμοι ὀνομασθεῖεν, κἂν ῥητοῖς πράγμασιν ἀρκεσθῆναι προσταχθεῖεν, ἐν τούτῳ τὴν μὲν διαθήκην μὴ ἀνατρέπεσθαι προστάττομεν, ὅπερ δ᾽ ἂν ὑπέλαττον αὐτοῖς τῆς ἐκ τῶν νόμων μοίρας καταλειφθείη, τοῦτο κατὰ τοὺς ἄλλους ἡμῶν νόμους παρὰ τῶν κληρονόμων ἀποπληροῦσθαι. μία γάρ ἐστι τῆς ἡμετέρας γαληνότητος ἡ φροντὶς τὸ τὴν ὕβριν τῆς ἀποκληρώσεως τῶν γονέων καὶ τῶν παίδων ἀνελεῖν. σκοπεῖν γὰρ ὀφείλουσιν οἱ γονεῖς, ὅτι καὶ αὐτοὶ παῖδες γεγόνασι καὶ τὰ αὐτὰ παρὰ τῶν οἰκείων γονέων ἐσχήκασι, καὶ παραπλησίως οἱ νῦν ὄντες υἱοὶ σπουδάζειν τοὺς τῶν γονέων λογισμοὺς θεραπεύειν, ἐπειδὴ καὶ αὐτοὶ γονεῖς ἐπιθυμοῦσι γενέσθαι καὶ ὑπὸ τῶν ἰδίων εὔχονται τιμηθῆναι παίδων.)

29

pr.Ὅθεν δῆλον ὡς εἰς τὴν τῶν ἀμφοτέρων ὠφέλειαν ὁ παρὼν ἀφορᾶ νόμος, ὃν οὐ χωρὶς αἰτίας ἀλλὰ προφάσεως γενομένης προηνέγκαμεν. εὕρομεν γὰρ πουλχερίαν εὐχάριστον μὲν θυγατέρα παρὰ τῆς ἰδίας μητρὸς λεχθεῖσαν, ἀπόκληρον δὲ κατὰ τὴν διαθήκην ὀνομασθεῖσαν, τοῦτο μὲν ἐπὶ τοῖς πατρῴοις, τοῦτο δὲ ἐπὶ τοῖς μητρώοις πράγμασιν. καὶ τὸν μὲν τοιοῦτον χάρτην, ἐπειδήπερ δόλῳ καὶ μηχαναῖς συντελεσθέντα ἔγνωμεν, κατ᾿ οὐδένα τρόπον κρατεῖν συνεχωρήσαμεν, τὴν δὲ θυγατέρα κληρονόμον τοῦ πατρὸς καὶ τῆς μητρὸς γενέσθαι παρεκελευσάμεθα, καθάπερ καὶ ἡ ἔγγραφος προελθοῦσα περὶ τοῦ αὐτοῦ πράγματος ἡμετέρα κρίσις δηλοῖ.

30

pr.Ὁ ἀρνούμενος τὸν ἴδιον συγγενῆ οὐ κληρονομεῖ αὐτὸν ἐξ ἀδιαθέτου.

31

pr.Ὁ ὁπωσδήποτε κληρονομῶν τὸν ὀρφανὸν καὶ τὸν ἄνηβον, εἰ μὴ αἰτήσῃ αὐτῷ ἐπίτροπον ἐντὸς ἐνιαυτοῦ ἀπὸ τοῦ θανάτου τοῦ πατρὸς αὐτοῦ, ἐκπίπτει τῆς κληρονομίας αὐτοῦ, εἰ μὴ ἔφηβος γενόμενος ἀποθάνη (32. Καὶ τοῦτο ἡμῖν ἔδοξεν εὐσεβὲς ἅμα καὶ χάριεν, ἵνα ὁ τελείαν ἄγων ἡλικίαν μὴ δύνηται τὸν συγγενῆ αὐτοῦ ἐξ ἀδιαθέτου κληρονομεῖν, παρὰ οὗ προσκληθεὶς ἐπὶ ἐκδικήσει οἰκείου πράγματος κατημέλησε χωρὶς εὐλόγου προφάσεως.

33

pr.Ὁ ἐνήλικος ἀνηλίκῳ συζῶν οὐ δύναται ἐξ ἀδιαθέτου κληρονομεῖν, μὴ ἐκδικῶν τὰ αὐτοῦ πράγματα.

34

pr.Ὁ συγγενῆ κεκτημένος ἢ κωφὸν ἢ ἄλαλον ἢ ἄφρονα ἢ μαινόμενον, εἰ μὴ προμηθούμενος διεκδικεῖ τὰ αὐτοῦ πράγματα, οὐ δύναται αὐτοὺς κληρονομεῖν. τὰ αὐτὰ καὶ περὶ αἰχμαλώτων.

35

pr.Ἐπειδὴ ἴσμεν πολλὰς τοῖς ἀδελφοῖς πρὸς ἀλλήλους γινομένας φιλονεικίας, ἐκεῖνον μόνον ἀχάριστον τῶν ἀδελφῶν γινόμενον μετέχειν τούτου τοῦ κέρδους οὐ συγχωροῦμεν, ὃς ἂν ἢ θάνατον ἐπιβουλεύσῃ τῷ ἀδελφῷ, ἢ ἐγκληματικὴν ἀπενέγκηται κατ᾿ αὐτοῦ γραφὴν, ἢ τῆς οὐσίας αὐτοῦ σπεύσῃ ἐπαγαγεῖν ἀφαίρεσιν. τὸ γὰρ ἐκείνου μέρος εἴς τε τοὺς λοιποὺς ἀδελφοὺς καὶ ἀδελφόπαιδας καὶ τὴν μητέρα ἔρχεσθαι.)