JGR VI 1.34
Περὶ ἐλευθεριῶν καὶ ἀναδουλώσεων.
Abrir no leitor do IusCommune →1
pr.Ἡ τῶν προσώπων· ἄκρα διαίρεσίς ἐστιν αὕτη· ὅτι τῶν ἀνθρώπων οἱ μέν εἰσιν ἐλεύθεροι, οἱ δὲ δοῦλοι. καὶ τὴν μὲν ἐλευθερίαν, ἐξ ἧς ἡ τῶν ἐλευθέρων ἐπινενόηται προσηγορία, οὕτως ὁρίζεσθαι χρή.
2
pr.Ἐλευθερία ἐστὶν εὐχέρεια φυσικὴ ἑκάστῳ συγχωροῦσα πράττειν ἃ βούλεται, εἰ μὴ νόμος ἢ βία κωλύοι· βία μὲν, ἐπειδὴ βουλόμενον ἐσθότε με τι πρᾶξαι, ὃ τοῖς νόμοις οὐκ ἀπηγόρευται, κωλύει τὶς ἰσχύϊ μείζονι βιασάμενος· νόμος δὲ, ὅτε τιμωριῶν ἀπειλαῖς εἴργομαι πράττειν ἃ βούλομαι. οὐκέτι γὰρ ποιεῖν τι κατὰ γνώμην καὶ δεσποτείαν τὸ δέος ἐμποδίζει.
3
pr.Δουλεία ἐστὶν ἐθνικοῦ νόμου διατύπωσις ἐξ ἧς τις ὑποβάλλεται τῇ ἑτέρου δεσποτείᾳ ὑπεναντίον τοῦ φυσικοῦ νόμου. ἡ γὰρ φύσις πάντας ἐλευθέρους προήγαγεν, ἡ δὲ τῶν πολέμων ἐπίνοια τὴν δουλείαν ἐφεῦρεν· ὁ γὰρ τοῦ πολέμου νόμος κτῆμα τῶν κρατούντων θέλει τοὺς νενικημένους εἶναι.
4
pr.Οἱ δοῦλοι ἢ τίκτονται ἢ γίνονται. καὶ τίκτονται μὲν οἱ ἐκ τῶν ἡμετέρων προσγενομένοι θεραπαινῶν, γίνονται δὲ οἱ ἐκ τῶν ἐθνικῶν νόμων, τουτέστιν ἐκ τῆς αἰχμαλωσίας. καὶ ἡ μὲν τῶν δούλων τύχη οὐδεμίαν ἐπιδέχεται διαίρεσιν· οὐ γάρ ἐστιν εἰπεῖν ἐπ᾿ αὐτῶν μᾶλλον ἢ ἧττον δοῦλος· ἐστὶ μὲν οὖν ἄτομος ἡ δουλεία. ἐπὶ δὲ τῶν ἐλευθέρων πολλὰς εὑρίσκομεν διαφοράς· ἢ γὰρ εὐγενεῖς εἰσιν, ἢ ἀπελεύθεροι.
5
pr.Οἱ ἐλεύθεροι εἰς δύο διαιροῦνται, εἰς εὐγενεῖς καὶ ἀπελευθέρους. καὶ εὐγενής ἐστιν ὁ εὐθέως ἅμα τῷ τεχθῆναι ἐλεύθερος ὢν, καὶ μήπω τοῦ ζυγοῦ τῆς δουλείας γευσάμενος, εἴτε ἐκ συνοικεσίου εὐγενῶν τεχθείη, εἴτε ἐκ δύο ἀπελευθέ– ρων, εἴτε τὸ ἓν πρόσωπόν ἐστιν εὐγενὲς, τὸ δὲ ἕτερον ἀπελεύθερον.
6
pr.Εἰ δέ τις ἐξ ἐλευθέρας τεχθῇ μητρὸς, δούλου δὲ πατρὸς, εὐγενής ἐστιν ὁμοίως, ὥσπερ ὁ ἐξ ἐλευθέρας μητρὸς σ καὶ ἀδήλου πατρὸς, τουτέστιν ἀπὸ πορνείας τεχθείς· οὐδὲ γὰρ βλάπτει τὴν τοῦ παιδὸς εὐγένειαν τὸ ἐκ πορνείας γενέσθαι τὴν σύλληψιν. ἀρκεῖ δὲ ἐλευθέραν εἶναι τὴν μητέρα κατὰ τὸν χρόνον τοῦ τοκετοῦ, εἰ καὶ ὁ τῆς συλλήψεως καιρὸς εἶδεν αὐτὴν δούλην.
7
pr.Καὶ ἐκ τοῦ ἐναντίου εἰ ἐλευθέρα συλλάβη, καταδουλωθεῖσα δὲ κατά τινας αἰτίας νόμῳ ἐγνωσμένας τέκῃ, ἐλεύθερον τὸ τεχθέν. ὁ γὰρ κυοφορούμενος οὐ βλαβήσεται ἐκ τῆς συμφορᾶς τῆς περιστάσης τὴν μητέρα.
8
pr.Ἰουδαῖος χριστιανὸν ἀνδράποδον μὴ ἐχέτω μήτε κατηχούμενον περιτεμνέτω, μήτε ἄλλος αἱρετικὸς χριστιανὸν ἀνδράποδον ἐχέτω.
9
pr.Σαμαρείτης μηδεὶς οἰκέτην χριστιανὸν ἕξει, ἀλλ᾽ ἅμα τῷ κτήσασθαι τοῦτον εἰς ἐλευθερίαν ἁρπάζεσθαι. εἰ δὲ τῆς ὁμοίας αὐτῷ ὁ οἰκέτης κακοδοξίας εἴη, ἐξέστω αὐτῷ τὴν τῶν χριστιανῶν ἀσπαζομένῳ δόξαν εὐθὺς καὶ τῆς ῥωμαϊκῆς ἀπολαύειν ἐλευθερίας.
10
pr.Ἐάν τις δούλη οὖσα κατὰ τὸν καιρὸν, ὃν συνέλαβε, τῆς δουλείας ἐλευθερώθη, ὀλίγου δὲ χρόνου παραδραμόντος κατεδουλώθη, εἶτα τέτοκε μετὰ τὴν καταδούλωσιν, κελεύομεν ἐλεύθερον εἶναι τὸ τικτόμενον. ἀρκεῖ γὰρ τῷ ὄντι ἐν γαστρὶ τὸ κατὰ τὸν μέσον καιρὸν ἐλευθέραν εἶναι τὴν μητέρα.
11
pr.Δύναταί τις ἐλευθεροῦν τὸν ἑαυτοῦ δοῦλον ἢ ἐν ταῖς ἁγιωτάταις ἐκκλησίαις, ἢ ἐπὶ ἄρχοντος, ἢ ἐπὶ φίλων, ἢ δι᾽ ἐπιστολῆς, ἢ ἐν διαθήκῃ, ἢ ἐν οἱᾳδήποτε τελευταίᾳ βουλήσει.
12
pr.Ἡ διάταξις κελεύει ἐπὶ πάσης ἐλευθερίας εἴτε παρὰ στρατιώτου εἴτε παρὰ ἰδιώτου, εἴτε ζῶν ἐλευθερώσει τὶς τὸν ἐπίκοινον οἰκέτην εἴτε τελευτῶν, εἴτε ἥμισυ εἴτε τρίτον εἴτε ὁσονδήποτε μέρος ἔχει τοῦ οἰκέτου, εἴτε δύο εἴτε πλείονές εἰσι κοινωνοὶ, ἀνάγκην αὐτοὺς ἔχειν τὰ ἴδια μέρη πιπράσκειν ἢ αὐτῷ τῷ κοινωνῷ βουλομένῳ ἐλευθερῶσαι ἢ τῷ κληρονόμῳ αὐτοῦ. ἐξέστω δὲ καὶ αὐτὸν τὸν οἰκέτην σὺν ἐλευθερίᾳ γράφειν κληρονόμον, ἵνα αὐτὸς δώσῃ τὸ ἴδιον τίμημα. εἰ δὲ παραιτήσονται οἱ κοινωνοὶ πωλῆσαι τὸ ἴδιον μέρος καὶ λαβεῖν τὸ τίμημα, γινέσθω ἐκεῖνος ἐλεύθερος μηδὲ τιμήματος διδομένου. τὸ δὲ πεκούλιον αὐτοῦ πάντες οἱ κοινωνοὶ ἐχέτωσαν κατὰ τὸ μέρος τῆς δεσποτείας, ἐξουσίαν ἔχοντος τοῦ ἐλευθεροῦντος τὸ ἴδιον μέρος τοῦ πεκουλίου παραχωρῆσαι τῷ ἐλευθερουμένῳ· τῶν πατρωνικῶν δικαίων ἁρμοζόντων ἐκείνῳ μόνῳ τῷ ἐλευθερώσαντις.
13
pr.Οἱ δοῦλοι γνώμῃ τῶν δεσποτῶν μονάζοντες ἐλευθεροῦνται. εἰ δὲ καταλιπόντες τὴν ἄσκησιν εἰς ἑτέραν κατάστασιν μετέλθωσιν, ἀναδουλοῦνται.
14
pr.Ἡ δέσποινα τὸν ἐπὶ μοιχείᾳ αὐτῆς κατηγορούμενον δοῦλον ἀχρήστως πρὸ ψήφου γράφει ἐλεύθερον ἢ κληρονόμον.
15
pr.Ἐὰν ὁ δοῦλος λογοθεσίοις ὑπόκειται, ὁριζέτω ὁ ἄρχων χρόνον, οὗτινος ἐντὸς καὶ τὰ λογοθέσια ὀφείλει ὁ δοῦλος ὑποστῆναι, καὶ παρασχεῖν εἴ τι χρεωστεῖ, καὶ ἐλευθερωθῆναι '.
16
pr.Ἔστω δὲ τὸ τίμημα τοῦ δούλου, εἰ μὲν ἀτεχνής ἐστιν, κ΄ νομισμάτων, ἐὰν ᾖ ὑπὲρ τοὺς ι ' ἐνιαυτούς· εἰ δὲ ἔλαττόν ἐστι, ί ' νομισμάτων· εἰ δὲ τέχνην ἐπίσταται χωρὶς νοταρίου καὶ ἰατρικῆς, λ΄ νομισμάτων· εἰ δὲ νοτάριός ἐστιν ἢ ἰατρὸς, ὁ μὲν νοτάριος ἕως τῶν ν ' νομισμάτων, ὁ δὲ ἰατρὸς ἕως ξ΄ νομισμάτων· ἐὰν δὲ εὐνοῦχοι ὦσιν δοῦλοι μείζονες τῶν ι ' ἐνιαυτῶν χωρὶς τέχνης, ν ' νομισμάτων, εἰ δὲ τέχνην ἴσασιν, ο΄ νομισμάτων· ἐὰν δὲ ἥττονες ὦσιν τῶν ι ' ἐνιαυτῶν, λ ' νομισμάτων. εἰ δὲ οἱ κοινωνοὶ παραιτήσονται τὸ τίμημα λαβεῖν λέγοντες ὅτι καὶ αὐτοὶ ἐλευθερῶσαι βούλονται, πάντες ἅμα ἐλευθερώσουσι, τοῦ πεκουλίου παρ᾽ αὐτοῖς μένοντος κατὰ τὸ μέρος τῆς δεσποτείας, τῶν δὲ δικαίων τῶν πατρωνικῶν πᾶσι τοῖς ἐλευθερωταῖς ὁμοίως ἁρμοζόντων.
17
pr.Νεαρὰ τοῦ ἀοιδίμου βασιλέως κυροῦ ἀλεξίου τοῦ κομνηνοῦ ἐξενεχθεῖσα χάριν τοῦ μὴ δέχεσθαι ἀντιπαραστάσεις μαρτύρων, ὅτε παράγονται μάρτυρες περὶ τοῦ ἐλευθεροβοῶντος δούλου, καὶ χάριν τοῦ μὴ γίνεσθαι ἐλευθέρους τοὺς ἱερολογουμένους δούλους. Δύο ταῦτα ἐπὶ τὰς ἀκοὰς τῆς βασιλείας μου ἦλθεν, ἁγιώτατε δέσποτα, ὡς τινες τῶν προσερχομένων τῷ ἁγίῳ μεγάλῳ καὶ θείῳ ναῷ τῆς τοῦ θεοῦ λόγου σοφίας εἰς ἐλευθερίαν ἀναφωνοῦντες καὶ πρόφασιν τῆς ἐλευθερίας τὸ γένος ποιούμενοι (φασὶ γὰρ ἐξ ἐλευθέρων γεγενῆσθαι γονέων, βουλγάρων τυχὸν ἢ τινων τοιούτων, οὓς εἰς δουλείαν ἡ καθ ' ἡμᾶς παρέλαβε πολιτεία) εἰς ἀπόδειξιν τῶν λεγομένων ἀφίενται, κἀπειδὰν παραστήσωνται μάρτυρας ἀδιαβλήτους, εἰς ἀντιπαραστατικὴν μαρτυρίαν οἱ κύριοι τούτων χωροῦσι, καὶ οὕτως τῶν ἐγκαλούντων διὰ τέλους παραμένειν τοῖς δικαστηρίοις ἀδυνατούντων ἡ δουλικὴ τύχη πάλιν τούτοις ἐπιφορτίζεται· καὶ ὅτι γαμικαὶ δούλων ὁμιλίαι τε καὶ συναρμογαὶ παρὰ τῷ καθ᾽ ἡμᾶς γίνονται πολιτεύματι, οὐ μέντοιγε καὶ ἱερολογία ταύταις ἐπακολουθεῖ, τῶν κυρίων αὐτῶν εὐλαβουμένων μεθ᾽ ἱερολογίας ἀλλήλοις συνάπτειν τοὺς δούλους, ἵνα μὴ πρὸς ἐλευθερίαν ἐντεῦθεν συνελασθῶσι. τυχεῖν τῆς προσηκούσης καὶ ἄμφω διορθώσεως ἡ βασιλεία μου ἔγνω δεῖν, καὶ διὰ τοῦτο τὸ παρὸν διάταγμα συντετηρημένως ἐξέθετο, δι οὗ καὶ διορίζεται, κατὰ τῶν εἰς ἐλευθερίαν ἀναφωνούντων δούλων ἀντιπαραστατικὴν μαρτυρίαν μὴ κρατεῖν, μηδε χώραν ὅλως ἔχειν αὐτὴν παρ᾽ οἱῳδήτινι πολιτικῷ ἢ ἐκκλησιαστικῷ δικαστηρίῳ, ἀλλὰ τοῖς ἐγκαλοῦσι μόνον τὰς ἀποδείξεις κατὰ νόμους ἐπάγεσθαι· καὶ εἴπερ μαρτυριῶν εὐπορήσειαν οὗτοι νόμοις δεκτῶν καὶ μὴ περιτρεπομένων διαβολαῖς, τῷ τῶν μαρτύρων ὅρκῳ τὴν δίκην λύεσθαι. ἀλλὰ μὴ καὶ ἀντιπαραστάσεις τοῖς κυρίοις αὐτῶν ἐκχωρεῖσθαι, ἵνα μὴ τὸ πολὺ τῶν ἀντιθέτων ἄνισον βλάβης αἴτιον τοῖς ἐλαχιστοτέροις γένηται· ἀλλ᾽ ὥσπερ ἐπὶ τῶν ὁμοτελῶν ἡ τοῦ μακαριστοῦ κυροῦ βασιλείου νομοθεσία τοῖς δυνατοῖς κατὰ τῶν πενήτων ἀντιπαραστάσεις οὐκ ἐξεχώρησεν, οὕτω κἀνταῦθα τοῖς κυρίοις κατὰ τῶν δούλων ἀπεσβεσμένον ἔσται τὸ τῆς ἀντιπαραστάσεως ἰσχυρὸν, καὶ μόνον κρατήσει τὸ παρὰ τούτοις ἡ τῶν μαρτύρων διαβολή· τῆς ἀντιπαραστάσεως πάντως μὴ ἀποκλειομένης τοῖς ἐγκαλουμένοις δούλοις, ὅταν τοὺς μάρτυρας κατὰ τῶν ἐν νομῇ ἐλευθερίας ὄντων οἱ πρὸς δουλείαν ἕλκοντες τούτους παράγωσι. τοῖς γὰρ ἐλαχιστοτέροις καὶ ἀσθενέσιν ἡ παροῦσα διάταξις χαρίζεται τὴν ῥοπὴν, ἀλλ᾽ οὐχ ὑπὲρ τῶν δυνατῶν καὶ μᾶλλον ἰσχυροτέρων ἐκτέθειται. προστίθησι δὲ καὶ τὰς ἱερολογίας μὴ μόνον παρὰ τοῖς ἐλευθέροις, ἀλλὰ καὶ παρὰ τοῖς δούλοις κρατεῖν· καὶ γάμον μὴ ἄλλως ἔννομόν τε καὶ χριστιανικῆς καταστάσεως ἄξιον εἶναί τε καὶ νομίζεσθαι, εἰ μὴ καὶ ἱερολογία τοὺς συναπτομένους συνδεῖ. ἄτοπον γὰρ ἂν εἴη, ἐν πᾶσι τῆς χριστιανικῆς κρατούσης πίστεως, καὶ βαπτίσματος ὁμολογουμένου ἑνὸς δι᾽ οὗ προσήγμεθα τῷ κυρίῳ, καὶ τῆς αὐτῆς σωτηρίας ἐλπιζομένης πᾶσιν ἡμῖν τοῖς πιστεύουσιν, ὑποτρέχειν ἐνίους ὑπόνοιαν, ὡς τοῖς δούλοις ἧττον μέτεστι τοῦ καλοῦ· καὶ τοὺς μὲν ἐλευθέρους κατὰ γάμον ἀλλήλοις συνάπτεσθαι θείᾳ συνδουμένους εὐχῇ πρότερον, τοὺς δούλους δὲ τοῦ τοιούτου διαπίπτειν καλοῦ καὶ μὴ παραλαμβάνειν θεὸν ἐπ᾿ εὐλογίᾳ τῆς συνελεύσεως· ἢ δεδιέναι, ὡς εἰ παραλαμβάνοιτο, ἀδικηθείη ἂν περὶ τὴν δεσποτείαν ὁ τούτων κύριος τῆς ἐπ᾿ αὐτοῖς στερισκόμενος δεσποτείας. οὕτω γὰρ, εἰ τοῦτο κρατοίη, δεδιέναι χρὴ καὶ τὸ ἅγιον βάπτισμα, μὴ δοῦλοι ξενωθεῖεν τῶν δεσποτῶν· ἀλλὰ καὶ αὐτὴν τὴν τῶν ἀχράντων μυστηρίων μετάληψιν, μὴ καὶ διὰ ταύτης ἐκείνων ἀλλοτριωθεῖεν· κἀντεῦθεν ἐκ τῶν δούλων οἰχήσεται τὸ μέγα καὶ σεβάσμιον τῆς θείας πίστεως ὄνομα, καὶ οὐ δοῦλοι μόνον ἀνθρώπων, ἀλλὰ καὶ τοῦ ἀνθρωποκτόνου γενήσονται ἄνθρωποι· συγκινδυνεύσουσι δὲ καὶ οἱ κύριοι τούτων, φόβῳ τοῦ μὴ διαπεσεῖν ὑπηρεσίαν ἀνθρώπων τῆς τοῦ θεοῦ δόξης ἀποξενοῦν ἑαυτοὺς ἀνεχόμενοι. ἀλλ᾽ οὔτε τοῦτο λόγον ἔχειν δίκαιον, καὶ τὴν ἱερολογίαν ἐξ ἀνάγκης καὶ ἐπὶ τῶν δούλων κρατεῖν εὔλογον καὶ χριστιανικῆς ἐπάξιον καταστάσεως. ἀλλὰ γὰρ ἐν ἀνθρώποις οἶδεν ἡ τύχη δεσπότου καὶ δούλου διαφορὰν, καὶ ἅπερ ἡ καθ᾽ ἡμᾶς πολιτεία παρέλαβε, ταῦτα καὶ ἐπὶ τούτων χρεὼν κρατεῖν· εἷς δὲ κύριος πάντων, μία πίστις, ἓν βάπτισμα, καὶ δούλου καὶ δεσπότου, ὅσα γε κατὰ πίστιν, διαφορὰν οὐ γινώσκομεν, ὅτι καὶ πάντες ἐπίσης δοῦλοι ἐσμὲν τοῦ ἐκ δουλείας λυτρωσαμένου ἡμᾶς τῷ ἐξ αὐτοῦ θείῳ καὶ ζωοποιῷ αἵματι. καὶ ἐπεὶ ταῦτα καλῶς τούτοις καὶ λυσιτελῶς διατέτακται, δεῖ τὴν ἁγιωσύνην σου δῆλα ταῦτα θέσθαι ἁπανταχοῦ τῶν ἁγίων ἐκκλησιῶν, ὡς ἂν οἱ ἐν αὐταῖς προεστῶτες οὕτω τε τὰ περὶ τῶν ἐλευθεριῶν δοκιμάζωσιν, ἀντιπαραστατικὴν μαρτυρίαν κατὰ τῶν δούλων τοῖς δεσπόταις μὴ συγχωροῦντες· καὶ πᾶσι θῶνται καταφανὲς ἐν ταῖς ὑπ᾿ αὐτοὺς ἐνορίαις, ὡς εἰ μὴ μεθ᾽ ἱερολογίας ἱερᾶς ἀλλήλοις συνάπτονται τοὺς δούλους, οὐχὶ θεοφιλῆ γάμον συνιστῶσιν αὐτοῖς, ἀλλ᾽ ἐκπορνεύουσαν μίξιν κρατύνουσιν· οὓς γὰρ μὴ συνάπτει θεὸς δι᾽ ἱερολογίας παραλαμβανόμενος, οὗτοι πάντες εἰς ἁμαρτίαν συνέρχονται. καὶ εἴ που προσαγγελθείη τοῦτο παρ᾽ οἱουδήτινος οὕτως· ἀπὸ τοῦδε γενόμενον, ἴστωσαν οἱ δεσπόται, ὡς οὐ μόνον θείῳ μηνίματι καταστήσονται ἔνοχοι, ἀλλὰ καὶ τῶν δούλων ἀλλοτριωθήσονται εἰς ἐλευθερίαν ἁρπαζομένων. ἐξὸν γὰρ αὐτοῖς κατὰ νόμον θεοῦ συνάπτειν ἀλλήλοις τοὺς δούλους καὶ τὴν ἐπ᾿ αὐτοῖς δεσποτείαν ἔχειν ἀλώβητον, εἰ μὴ τοῦτο ποιοῖεν, ἑαυτοῖς δικαίως πάντως τὴν τῆς δεσποτείας ἐπάγουσιν ἔκπτωσιν. τὸ δὲ παρὸν διάταγμα οὐ μόνον ὀφείλει ἐν ταῖς ἁπανταχοῦ τῶν ἐκκλησιῶν διανεμηθῆναι, ἀλλὰ κὰν τοῖς πολιτικοῖς δικαστηρίοις καταστρωθῆναι· γενέσθαι δὲ διαδόσιμον καὶ εἰς τοὺς τῶν ἐπαρχιωτικῶν προεστῶτας ἀρχῶν, ὡς ἂν εἴδησιν ἔχωσι πάντες τῶν καλῶς παρὰ τῆς βασιλείας ἡμῶν ὁρισθέντων. ἐπειδὴ δὲ καὶ γάμοι ἔφθασαν ἤδη γενέσθαι ἐπὶ προσώποις δουλικὴν ἔχουσι τύχην, καὶ οἱ γάμοι κατὰ τὴν ἕως τοῦ νῦν κρατοῦσαν παράλογον συνήθειαν προβεβήκασι, δεῖ καὶ ἐπὶ τούτων τὴν ἱερολογίαν γενέσθαι, ἵνα διὰ ταύτης, κἂν ὀψέ ποτε γένηται, τὸ σεβάσμιον ἔχωσι, τῶν· ἀνωτέρω εἰρημένων παρατηρήσεων καὶ ἐπὶ τῷ τοιούτῳ γάμῳ κρατεῖν ὀφειλουσῶν.
18
pr.Ἠράσθη τὶς δούλης ἀλλοτρίας, καὶ συνεφώνησε πρὸς τὸν δεσπότην αὐτῆς ἄλλο ἀνδράποδον ὑπὲρ αὐτῆς δοῦναι, ἐὰν ἐλευθερώσῃ αὐτὴν, ἢ αὐτῷ παραδώσῃ αὐτὴν εἰς τὸ ἐλευθερωθῆναι παρ᾽ αὐτοῦ. καὶ ὁ μὲν δεσπότης τῆς θεραπαίνης ἠλευθέρωσεν αὐτὴν ἢ παρέδωκε τῷ ἐρῶντι αὐτῆς, λαβὼν δ᾽ ἐκεῖνος τὴν θεράπαιναν καὶ συναφθεὶς αὐτῇ παῖδας ἔσχεν ἐξ αὐτῆς, οὐ δέδωκε δὲ εὐγνωμόνως τὸ ἀντ᾿ αὐτῆς ἀνδράποδον. ὅθεν προσῆλθεν ὁ τῆς θεραπαίνης ποτὲ δεσπότης, καὶ ἀντέγραψε πρὸς αὐτὸν ἡ διάταξις λέγουσα· ὁπότε θεματίζεις μεταξὺ σοῦ καὶ ἐκείνου, ᾧτινι εἰς συνάφειαν τὴν θεράπαιναν τὴν σὴν συζεύξαι μνημονεύεις, ἀρέσαι καὶ συμφωνηθῆναι, ἵνα σοὶ ὑπὲρ αὐτῆς δώσῃ ἀνδράποδον, ὀφείλεις εἰδέναι, ὅτι ἐὰν ἠλευθέρωσας ἢ ἐκείνῳ παρέδωκας καὶ αὐτὸς ἠλευθέρωσεν, ἀνακλητέας τῆς ἐλευθερίας ἐξουσίαν οὐκ ἔχεις, ἀλλὰ μόνον, εἰ μήπω παρῆλθεν ὁ ὡρισμένος τῆς περὶ δόλου ἀγωγῆς χρόνος, τουτέστιν ἡ διετία, καὶ τὴν πίστιν τοῦ συμφωνηθέντος ῥήγνυσιν, ἐπιζητῆσαι ὀφείλεις τὴν περὶ δόλου σοι δοθῆναι ἀγωγήν. ἐὰν δὲ παρὰ σοὶ ἡ δεσποτεία τῆς θεραπαίνης ταύτης ἀπέμεινε, προσελθὼν τῷ ἄρχοντι τῆς ἐπαρχίας μετὰ τῶν ἐξ αὐτῆς γεννηθέντων δύνασαι αὐτὴν ἀναλαβεῖν, εἰ μή τις κινηθῇ περὶ τῆς τύχης αὐτῆς ζήτησις '.
19
pr.Ἐὰν ἐξέδωκεν ὡς ἐλευθέραν τὴν ἑαυτοῦ θεράπαιναν ὁ δεσπότης, ὁ δὲ ἐλεύθερος ὢν καὶ πιστεύσας τῷ διδόντι ταύτην ἔλαβεν, ἴσως καὶ προικῴων συμβολαίων γενομένων, ἢ μὴ γενομένων μὲν, τῆς δ᾽ ἑαυτοῦ γνώμης τὸ πρᾶγμα διοικησαμένης, οὐκ ἂν εἴη δίκαιον τὸν τοιοῦτον μὴ συνεστάναι γάμον, ἀλλὰ σιωπηρὰν ἐλευθερίαν ἀκολουθεῖν, εἴτε τῷ ἀνδρὶ εἴτε τῇ γυναικί. τοιούτου τινὸς παρὰ τοῦ δεσπότου γεγονότος θεσπίζομεν ἀναρπάζεσθαι τὸν τοιοῦτον ἢ τὴν τοιαύτην εἰς εὐγένειαν, καὶ τὸ πρᾶγμα ὡς ἐπ᾽ ἐλευθέροις τε καὶ ἐὖ γεγονόσι κρίνεσθαι. εἰ δ᾽ αὐτὸς μὲν οὐ συναρμόσειε τὸν γάμον ὁ θατέρου τῶν προσώπων δεσπότης, εἰδείη δὲ τὸ γενόμενον, καὶ ἐξεπίτηδες ἀποκρύπτοι, ἵνα ὕστερον πρᾶγμα ῥάψειε τῶν συναφθέντων θατέρῳ, τιμωρούμεθα τὴν τοιαύτην, εἴγε σαφῶς ἀποδειχθῇ, κακουργίαν, καὶ ἀφαιρούμεθα τὴν δεσποτείαν παρὰ τῶν τοιούτων πονηρῶς βεβουλευμένων· καὶ ἔστω καὶ πάλιν καὶ τοῦτο γάμος, ὥσπερ ἂν εἰ συνήνεσεν ὁ κεκτημένος τὴν ἀρχὴν, καὶ ὁ μὲν ἐκπιπτέτω τῆς δεσποτείας, αὖθις δὲ εἰς εὐγένειαν ἀναρ παζέσθω τὸ δοῦλον πρόσωπον· τοιούτου συμβαίνοντος ἀποτελέσματος, εἴπερ συνήνεσεν ἢ εἴπερ ἐκακούργησεν ὁ κεκτημένος. πρόδηλον οὖν ὡς καὶ οἱ παῖδες ἐκ τῶν τοιούτων γάμων ἐλεύθεροί τε καὶ εὐγενεῖς ἔσονται '.
20
pr.Δοῦλος στρατευόμενος εἰδήσει τοῦ οἰκείου δεσπότου ἐλευθεροῦται.
21
pr.Ὁ μηνύων τὸν φόνον τοῦ οἰκείου δεσπότου τὴν ἐλευθερίαν ἐχέτω ὡς ἔπαθλον.
22
pr.Καὶ ὁ μηνύων κρυπτὴν μονίταν δοῦλος εἰς ἐλευθερίαν ἀνάγεται.
23
pr.Ὁ μηνύων τὴν σφραγὴν τοῦ φονευθέντος οἰκείου δεσπότου δοῦλος εἰς ἔπαθλον τὴν ἐλευθερίαν ἐχέτως.
24
pr.Καὶ πολλῷ μᾶλλον ταῦτα κρατείτω, εἴπερ ἔτυχεν ἤδη τὸν οἰκέτην ἢ τὴν θεράπαιναν ἢ νοσοῦντας ἀποπεμψάμενος ἢ καταφρονήσας αὐτῶν καὶ ἀποβαλὼν τὴν ἐπὶ τῇ δεσποτείᾳ κατ᾿ αὐτῶν γνώμην. ἐκεῖνοι γὰρ ὡς ἤδη καθεστῶτες ἐλεύθεροι καὶ ἑαυτῶν ἀλλ᾽ οὐχ ἑτέρων ὄντες οὐκ ἂν ὕστερον ἐνοχλοῖνιο παρὰ τῶν κτῆσθαι τούτους πάλαι μισησάντων.
25
pr.Τὰ ὑπὸ δούλων τικτόμενα βρέφη καὶ ἐκτιθέμενα καὶ ὑπ᾽ ἄλλων ἀνατρεφόμενα ἐλεύθερα εἶναι.
26
pr.Ἴσμεν ἤδη τινὰ τῶν παλαιῶν διάταξιν παρακελευομένην, τὰς τῶν τελευτώντων ἀδιαθέτως περιουσίας, οἷς κατὰ νόμον οὐχ ὑπεστιν ἐξ ἀδιαθέτου κληρονόμος, ἐπὶ τὸ θεῖον ἡμῶν ταμιεῖον εἰσκομίζεσθαι· ἐν ᾧ πολλάκις καὶ οἰκετικὰ πρόσωπα συναπενήνεκται, ὡς ἐντεῦθεν ἀδιάλυτον τὸν τῆς δουλείας ζυγὸν αὐτοῖς γνωρίζεσθαι. διὰ τοῦτο ἡ ἡμετέρα γαληνότης ἱλέῳ τε καὶ εὐμενεῖ καὶ συμπαθεῖ ὄμματι ἀπὸ τῆς δεῦρο παρακελεύεται πᾶν οἰκετικὸν πρόσωπον· ἀνῆκον ὡς ἐξ ἀδιαθέτου τῷ θείῳ ἡμῶν ταμιείῳ [ἐν πάσῃ] τῇ ἡμετέρᾳ πολιτείᾳ πρὸς ἐλευθερίαν εὐθέως ἀφίεσθαί τε καὶ ἀνάγεσθαι, καὶ τὰ τῶν ῥωμαίων αὐτοῖς κατὰ νόμους διαπράττειν ἐν ἅπασι, κἂν ἐν μόνοις οἰκετικοῖς προσώποις ἡ οὐσία πᾶσα καθεστήκοι. ὡς εἴ τις γε τὴν τοιαύτην νομοθεσίαν παραβλέψειεν, μὴ τύχοι ἐλευθερίας τῶν ἰδίων ἁμαρτημάτων.
27
pr.Δυνάμεθα δὲ καὶ δούλας ἰδίας παλλακεύεσθαι. εἴρηται γὰρ ἐν βι. ς ' τί. δ΄ διατ. δ΄, ὅτι ἡ τῷ δεσπότῃ μέχρι τελευ τῆς αὐτοῦ παλλακευθεῖσα μὴ ἔχοντι γαμετὴν νόμιμον ἁρπάζεται μετὰ τῶν παίδων αὐτῆς εἰς εὐγένειαν, καὶ λαμβάνει τὸ πεκούλιον ὅπερ εἶχεν ἐν τῷ τελευτᾶν τὸν δεσπότην πρὸς τὸ νόμιμον μέτρον. καὶ οὐκ ἔχουσι κατ᾿ αὐτῆς πατρωνικὸν δίκαιον ἢ οἱ παῖδες ἢ οἱ κληρονόμοι ἢ οἱ συγγενεῖς τοῦ τελευτήσαν - τος '.
28
pr.Καὶ πάλιν· ὁ δούλην παλλακὴν μέχρι τελευτῆς ἐσχηκὼς δύναται περιὼν ὅπερ ἐθέλει ποιεῖν ἐπ᾿ αὐτῇ καὶ τοῖς ὡς εἰκὸς ἐξ αὐτῆς τεχθεῖσι καὶ ἐν τελευταίᾳ βουλήσει καταλιμπάνειν ἄλλῳ ῥητῶς κληρονόμῳ. εἰ δὲ τελευτήσει μηδὲν εἰπὼν, ἁρπάζεται εἰς ἐλευθερίαν καὶ οἱ ὡς εἰκὸς τεχθέντες ἐκ ταύτης, ἐν ᾧ μὴ ἔσχεν ὁ τελευτήσας νόμιμον γαμετήν. ὁ γὰρ γεγαμημένος οὔτ᾽ ἐλευθέραν οὔτε δούλην δύναται παλλακεύεσθαι.
29
pr.Παλλακή ἐστιν ἡ νομίμως τινὶ συζῶσα χωρὶς γάμου. ἡ δὲ ἧττον τιμιωτέρα παράκοιτις λέγεται ἤγουν φίλη.
30
pr.Ανὴρ δοῦλον τῆς προικὸς ἐλευθερώσας, καὶ εἴ τι κερδήσει ἐκ τοῦ ἐλευθερῶσαι καὶ εἴ τι κατὰ δόλον μὴ κερδήσει, ἀπαιτεῖται ἀποκαταστῆσαι τῇ γαμετῇ αὐτοῦ.
31
pr.Ἐὰν ἐπὶ τὸν αὐτὸν οἰκέτην καὶ λεγάτον καὶ ἐλευθερία συνδράμῃ, νικᾷ ἡ ἐλευθερία.
32
pr.Καὶ τὸν αἰχμάλωτον ἀλλότριον ὄντα δοῦλον παρὰ τῶν πολεμίων καλῶς αὐτὸν ἐλευθεροῖ καὶ ὑποστρέφει πρὸς τὸν πάλαι δεσπότην.
33
pr.Ἐὰν γράφω οἰκέτην ἐν διαθήκῃ ἐλεύθερον, καὶ ὕστερον χαράξω τὸ ὄνομα αὐτοῦ, ἔῤῥωται καὶ οὐδὲν ἧττον ἡ ἐλευθερία βλάπτεται.
34
pr.Τὸν καθαρῶς ἐλευθερίᾳ τιμηθέντα ἐν οὐδεμιᾷ ῥοπῇ δεσπόζει ὁ κληρονόμος· τὸν δὲ ὑπὸ αἵρεσιν δεσπόζει, ἕως ὅτου ἡ αἵρεσις ἤρτηται.
35
pr.Ἐὰν ἐν μέρει ἀνατραπῇ ἡ διαθήκη ἀπὸ τῆς δινοφφικίοσο, αἱ ἐλευθερίαι εἰς ὁλόκληρον δίδονται.
36
pr.Ἐὰν καταλειφθῇ ἐλευθερία εἰς γένηται υἱὸς τοῦ διατιθεμένου ιδ΄ ἐνιαυτῶν, εἰ καὶ τελευτήσει πρὸ τῶν ἐνιαυτῶν τούτων ὁ κληρονόμος, ἔῤῥωται ἡ ἐλευθερία περιμένουσα πληρωθῆναι τοὺς ιδ΄ ἐνιαυτούς.
37
pr.Ἔθος τῷ νόμω περιθάλπειν τὴν ἐλευθερίαν.
38
pr.Ἐὰν εἰδώς τινα δοῦλον εἶναι ὁ βασιλεὺς ἄρχοντα τοῦτον ποιήσῃ, αὐτὸς τοῦτον ἐλεύθερον ποιεῖ.
39
pr.Εἰ᾿ ἐλέγχων ὁ δοῦλος τὴν τοῦ ἰδίου δεσπότου ἀναίρεσιν προνόμιον λαμβάνει τὴν ἐλευθερίαν ὡς ἔπαθλον.
40
pr.Καλῶς πωλεῖται παρὰ τοῦ πατρὸς ὁ φυσικὸς αὐτοῦ υἱὸς ἐπὶ ὅρῳ ἐλευθερίας, ἐὰν ἄρα πένης ὑπάρχῃ.
41
pr.Ὁ λεγατεύων μοι δοῦλον δύναται καὶ ἐμὲ καὶ τὸν κληρονόμον μου κωλύειν ἐλευθερῶσαι αὐτόν.
42
pr.Ἐάν τις κατὰ βίαν οἰκέτην παρ᾿ ἐμοῦ λαβὼν τιμήσῃ αὐτὸν ἐλευθερίᾳ, οὐκ ἔῤῥωται.
43
pr.Ἐξότου τὶς τῷ τῆς καθοσιώσεως ἁμάρτῃ ἐγκλήματι, οὐ δύναται δοῦλον ἴδιον ἐλευθερώσαι.
44
pr.Οἱ δοῦλοι οἱ τοὺς τὴν πλαστὴν μονίταν ποιοῦντας ἀπελέγχοντες ἐλεύθεροι γίνονται.
45
pr.Ὁ ἐν εἰδήσει πιπράσκων τὸν ἐλεύθερον τῷ τῶν ἀνδραποδιστῶν ἐγκλήματι ὑποπίπτει.
46
pr.Ὁ δουλαγωγούμενος καὶ λέγων τινὰ χρεωστεῖσθαι ὀφείλει πρότερον ἀποδεῖξαι τὰ περὶ τῆς τύχης τῆς ἰδίας, καὶ μετὰ ταῦτα καὶ περὶ τῶν κεχρεωστημένων αὐτῷ ἐνάγειν.