JGR VI 1.35
Περὶ λεγάτων προσκαίρων καὶ διηνεκῶν.
Abrir no leitor do IusCommune →1
pr.Λεγάτον ἐστὶ δωρεὰ ἀπὸ τοῦ τελευτήσαντος καταλειφθεῖσα.
2
pr.Ἐπὶ τῶν λεγάτων οὐ μόνον τὰ ὄντα φύσει ἀλλὰ καὶ τὰ μὴ ὄντα, ἐλπιζόμενα δὲ γενέσθαι, ὀρθῶς λεγατεύομεν, οἷον τοὺς καρποὺς τοὺς ἐσομένους ἀπὸ τοῦδε τοῦ ἀγροῦ ἢ τὸ μέλλον τίκτεσθαι ἐκ τῆσδε τῆς θεραπαίνης.
3
pr.Ἐλεγάτευσέ μοί τις τὸν ἐμὸν ἀγρόν. ἄχρηστον τὸ λεγάτον· τὸ γὰρ ἐμὸν πλεῖον ἐμὸν γενέσθαι οὐ δύναται.
4
pr.Εἰ καὶ τὰ μάλιστα ἐκποιήσω τὸν ἀγρὸν, οὐκ ἐποφληθήσεταί μοι οὐδ᾽ αὐτὸς οὐδὲ ἡ τούτου διατίμησις.
5
pr.Πλαστῆς λεγομένης εἶναι διαθήκης χρὴ δίδοσθαι τὰ ἐν αὐτῇ καταλελειμμένα, μετὰ ἀσφαλείας μέντοι· αὐτῷ δὲ τῷ κατηγόρῳ οὐ δίδοται τὸ καταλειφθὲν ἐν τῇ διαθήκῃ λεγάτον.
6
pr.Ἐὰν ποιήσω δύο διαθήκας ἐν ἡμέρᾳ μιᾷ ἰσοδυναμούσας, καὶ ἐν τῇ μιᾷ λεγατεύσω ρ ' νομίσματα, καὶ ἐν τῇ ἄλλῃ ν΄, τὰ ν ' ἀπαιτοῦνται '.
7
pr.Ἐὰν δύο τισὶ λεγατευθῇ τι, καὶ ὁ εἷς ἐξ αὐτῶν παραιτήσηται, οὕτως ἁρμόζει τῷ ἑτέρῳ, ὡσανεὶ ἐξ ἀρχῆς μόνῳ αὐτῷ ἐλεγατεύθη.
8
pr.Ἐὰν τὸ ὑπὸ αἵρεσιν λεγατευθὲν πρᾶγμα ἠρτημένης τῆς αἱρέσεως φθαρῇ, ἀσθενεῖ τὸ λεγάτον.
9
pr.Ἐὰν ὁ ἀνὴρ λεγατεύσῃ τὴν γυναῖκα ὅσα ἐδωρήσατο αὐτῇ, οὐ περιαιρεῖται τὸ λεγάτον, ἐὰν εἰς χρῆσιν δέδωκεν αὐτὰ ὁ ἀνήρ.
10
pr.Καλῶς λεγατεύεται ἡ γυνὴ τὴν ἰδίαν προῖκα, ὅτι ὁ νόμος μετὰ ἐνιαυτὸν ἀποδίδωσιν.
11
pr.Δύναται ἡ γυνὴ ἀπὸ τῆς προικὸς αὐτῆς λεγατεῦσαι καὶ ἐλευθερίας καταλιμπάνειν καὶ ὁ κληρονόμος αὐτῆς χρεωστεῖ αὐτά. καὶ ὁ ἀνὴρ δύναται κληρονόμον γράψας τὴν γυναῖκα καὶ τὴν προῖκα αὐτῆς λεγατεῦσαι, ἐάν ἐστιν αὐτὸς εὔπορος.
12
pr.Ἐὰν ἀχρήστως ἐν διαθήκῃ καταλειφθῇ ἐπίτροπος καὶ διὰ τοῦτο καὶ λεγάτον αὐτῷ καταλειφθῇ, ἐὰν μὴ διοικήσῃ, οὐ λαμβάνει τὸ λεγάτον. ἐὰν δὲ λάβῃ τὸ λεγάτον, ἱκανοδοσίαν δίδωσιν ὑπὲρ τῆς διοικήσεως.
13
pr.Ἐὰν τῇ μητρὶ τῇ μὴ αἰτησάσῃ ἐπίτροπον τῷ παιδὶ ὁ πατὴρ τοῦ πουπίλλου καταλίπῃ, οὐκ ἀπόλλυσι τὸ λεγάτον, κἂν τῆς κληρονομίας τοῦ παιδὸς ἐκπίπτῃ.
14
pr.Δεσπότης ἐστὶν ὁ λεγατάριος τοῦ λεγάτου καὶ πρὶν λάβῃ αὐτό.
15
pr.Τὸ λεγάτον οὐ σβέννυται δεκαετίᾳ ἢ εἰκοσαετίᾳ, ἀλλὰ μόνον τριακονταετίᾳ.
16
pr.Τὰ αἱρετικῶς λεγατευόμενα ὑπεξουσίῳ, ἠρτημένης τῆς αἱρέσεως εἰ γένηται αὐτεξούσιος καὶ ἐξέλθῃ ἡ αἵρεσις, αὐτῷ διαφέρει καὶ οὐχὶ τῷ πατρὶ αὐτοῦ.
17
pr.Ἐὰν τὸ ὄνομα τοῦ λεγατευθέντος ἀγροῦ μὴ ἐκφωνήσας ὁ διαθέμενος ἀγρὸν ἀορίστως λεγατεύσῃ, ἀσθενεῖ τὸ λεγάτον.
18
pr.Ἐὰν λεγατευθῇ ὑπεξούσιος πρᾶγμα τοῦ πατρὸς αὐτοῦ γραφέντος κληρονόμου καὶ κακῶς χρῇται τοῖς πράγμασιν ὁ πατὴρ, ἔξεστι τοῖς παισὶν ἐπιλέγεσθαί τινα ἀξιόπιστον ὥστε αὐτὸν ἐπιμελεῖσθαι τῶν λεγατευθέντων αὐτοῖς πραγμάτων καὶ τὰς ἐξ αὐτῶν προσόδους δαπανᾷν περὶ αὐτοὺς καὶ τὸν πατέρα αὐτῶν.
19
pr.Ἐὰν κινήσω περὶ καταστάσεως δίκην κατὰ τοῦ καταλείψαντός μοι λεγάτον, ἐκπίπτω τοῦ λεγάτου '.
20
pr.Ἐάν τις δύο λεγατεύσῃ φίλους ἔχοντας ὄνομα ἓν καὶ μὴ δείκνυται περὶ τίνος ἐνοήθη, ἄχρηστον τὸ λεγάτον.
21
pr.Ἐὰν κληρονομήσω τὸν χρεώστην μου, συγχώρησις γίνεται, καὶ καθ᾽ ἑαυτοῦ κινεῖν δικαστήριον οὐ δύναμαι διὰ τὸ τοῦ ἐνάγοντος καὶ τοῦ ἐναγομένου εἰς ἓν συνδραμὸν δίκαιον.
22
pr.Ἐὰν ὁ λεγατεύσας τῇ γαμετῇ αὐτοῦ τὴν προῖκα ἐπαγάγῃ, ἐξεῖναι αὐτὴν εἴτε θέλει τὰ αἰτήματα τῆς προικὸς ἀνδράποδα λαβεῖν εἴτε τὴν ὑπὲρ αὐτῶν διατίμησιν, ἐὰν ἐπιλέξηται τὰ ἀνδράποδα, οὐ δύναται τὸν τοκετὸν αὐτῶν ἀπαιτεῖν.
23
pr.Οἰκοσκευῆς λεγατευθείσης ἐσθὴς᾽ οὐ περιέρχεται, τὰ δὲ ἄλλα περιέρχεται τὰ εἰς ἐξοπλισμὸν τοῦ οἴκου γενόμενα.
24
pr.Τὰ λεγατευθέντα ἀνδράποδα πρὸ τοῦ ἀποδοθῆναι δύναται ὁ κληρονόμος ἐλευθεροῦν· τὴν δὲ διατίμησιν τούτων δίδωσιν.
25
pr.Ἐπίτροποι ὀνόματι τοῦ ἐπιτροπευομένου τὸ πλαστὸν κινοῦντες καὶ ἡττώμενοι ἐκπίπτουσι καὶ τῶν ἐν τῇ διαθήκη καταλελειμμένων αὐτοῖς.
26
pr.Ἐάν τις ἔχων τὶ ἀπὸ διαθήκης κινήσῃ κατ᾿ αὐτῆς ὡς πλαστῆς καὶ ἡττηθεὶς, ὁ φίσκος λαμβάνει τὸ καταλειφθὲν αὐτῷ.
27
pr.Ὁ παραβαίνων τὰς τοῦ διαθεμένου παρακλήσεις ἀνάξιός ἐστι λαβεῖν τὰ παρ᾽ αὐτοῦ καταλειφθέντα αὐτῷ.
28
pr.Ἔξεστι λεγατεύειν μέχρι τοῦ ὀκταουγκίου ἢ τοῦ ἑξαουγκίου· τὸ γὰρ τετραούγκιον ἢ ἑξαούγκιον, τουτέστι τὸ τρίτον τῆς περιουσίας ἢ τὸ ἥμισυ, τοῖς κληρονόμοις φυλάττεται.
29
pr.Ὁ λεγατευθεὶς ἀπὸ διαθήκης καὶ εἰδὼς οὐ δύναται περὶ τῆς διαθήκης ἔτι ἀμφισβητεῖν, ὅτι οὐκ εἴη ἀληθής.
30
pr.Ὁ λεγατάριος οὐ δύναται μέρος καταδέχεσθαι καὶ μέρος παραιτεῖσθαι.
31
pr.Ἐάν τι μέρος οὐσίας λεγατευθῇ, ἐπιλογὴν ἔχει ὁ κληρονόμος, ἢ τὸ μέρος τῶν πραγμάτων δοῦναι ἢ τὴν ἀποτίμησιν αὐτῶν· τῶν μέντοι ἀδιαιρέτων πάντως τὸ τίμημα δίδωσινο.
32
pr.Αγέλης λεγατευθείσης καὶ τὰ προστεθέντα λαμβάνει ὁ λεγατάριος· εἰ δὲ καὶ μειωθῇ, κἂν εἰς ἕνα βοῦν περιστῇ, λαμβάνει αὐτὸ ὁ λεγατάριος, εἰ καὶ ἐπαύσατο εἶναι ἀγέλη.
33
pr.Καὶ οἴκου λεγατευομένου καὶ καιομένου πυρὶ ἀδοκήτως λαμβάνει τὸ ἔδαφος.
34
pr.Ἐάν τις κτῆμα κατεξαίρετον τοῖς ἀδελφοῖς αὐτοῦ εἰς λεγάτον καταλιπὼν μετὰ ταῦτα καὶ ἄλλῳ τινὶ τὸ αὐτὸ κτῆμα λεγατεύσῃ, πάντες ἅμα συνιόντες οἱ λεγατάριοι τὸ κτῆμα λαμβάνουσιν.
35
pr.Ἐληγάτευσά σοι τὸν ἐμὸν οἰκέτην μετὰ τοῦ πεκουλίου αὐτοῦ. ἐπιζήσας τῇ ποιήσει τῆς διαθήκης ἠλευθέρωσα τὸν οἰκέτην, ἢ ἐξεποιησάμην αὐτὸν, ἢ συνέβη αὐτὸν τελευτῆσαι. οὐ μόνον ἐπ᾿ αὐτῷ, ἀλλὰ καὶ ἐπὶ τῷ πεκουλίῳ τὸ λεγάτον ἐξασθενεῖ· τῶν γὰρ πρωτοτύπων μὴ σωζομένων ὑφεστάναι οὐ δύναται τὰ παρακολουθήματα.
36
pr.Ἐάν τινι μέρος τῆς οὐσίας λεγατευθῇ, καὶ ὑφέληται τῆς κληρονομίας πρᾶγμα, ἐκπίπτει τῆς ἁρμοζούσης αὐτῷ τῶν λεγάτων ἀπαιτήσεως, ἐφ᾽ οἷς παρακατέσχε πράγμασι· τούτων γὰρ τὸ μέρος ἀπαιτεῖν οὐ δύναται.
37
pr.Ὁ λεγατάριός μου δύναταί μοι μαρτυρεῖν, καὶ οὐ διὰ τὸ λεγατευθῆναι τῆς μαρτυρίας ἀποδοκιμάζεται.
38
pr.Ἐὰν πολλὰ καὶ διάφορα πράγματα ἔχω καὶ λεγατεύσω σοὶ ἐξ αὐτῶν ἓν ἢ καὶ πλείω, καὶ μὴ δηλώσω ποῖον ἐξ αὐτῶν, ὁ κληρονόμος ἔχει τὴν ἐπιλογὴν, ἐφ᾽ ᾧ μέντοι μὴ τὸ χεῖρον ἐπιδοῦναι τῷ λεγατευθέντι, ἀλλὰ τὸ μέσης ὑπάρχον ποιότητος.
39
pr.Ζῶντος τοῦ λεγατεύοντος τῷ λεγαταρίῳ λεγάτον οὐκ ἐποφείλεται.
40
pr.Ἐάν τις γρ΄ψῃ τινὰ κληρονόμον ἢ ὑποκατάστατον, ἢ λεγάτον καταλείψας αὐτῷ κελεύσῃ μέλλοντα αὐτὸν τελευτᾷν, ἢ μετὰ τὴν ἰδίαν αὐτοῦ τελευτὴν, ἢ ὅλον τὸ καταλειφθὲν αὐτῷ ἢ μέρος αὐτοῦ ἑτέρῳ τινὶ ἀποκαταστῆσαι· καὶ συμβῇ προτελευτῆσαι τὸν μέλλοντα λαμβάνειν τοῦ κελευσθέντος αὐτῷ παρα σχεῖν, κερδαίνει τὸ καταλειφθὲν ὁ τὴν δόσιν βεβαρημένος.
41
pr.Ὅτε ἡ μήτηρ μετὰ ἐφήβου παιδὸς ναυαγῇ, πρώτη κατὰ πρόληψιν τελευτᾷ. τουναντίον δὲ ἐπὶ ἀνήβων.
42
pr.Τὰ κατὰ τὸν νόμον ἐῤῥωμένα ἀπαιτοῦνται καὶ οὐχὶ τὰ ἀνυπόστατα.
43
pr.Ἐάν τις νομίσας τὸν παρ᾽ αὐτοῦ γραφέντα κληρονόμον τετελευτηκέναι ἄλλον γράψῃ κληρονόμον, κληρονομεῖ μὲν ὁ πρῶτος κληρονόμος, τὰ δὲ λεγάτα τῆς δευτέρας διαθήκης ἀπαιτεῖται '.
44
pr.Τῶν κινητῶν λεγατευθεὶς ὁ χρυσὸς καὶ ὁ ἄργυρος περιέχεται, ἀλλ᾿ ἰδικῶς ταῦτα μνημονεύεται ὡς μὴ ἐλάχιστα ἀλλὰ μεγάλα. πρόσληψις γάρ ἐστιν ἐκ νόμων, ὡς ὁ διαθέμενος [οὐ] μετὰ τῶν οἱωνδήποτε κινητῶν τὰ τιμιώτερα, [ἀλλ᾽] ἰδικῶς αὐτῶν μέμνηται.
45
pr.Ὅτε τὸ λεγατευθὲν οὐκ ἐπὶ τοῦ ἰδίου εἴδους διαμένει, ἀλλὰ μεταποιεῖται ὑπὸ τοῦ διαθεμένου, οὐ δύναται τὸ λεγάτον ἐῤῥῶσθαι.
46
pr.Ὁ κεφαλικῶς κατηγορῶν τοῦ λεγατεύσαντος αὐτὸν καὶ ἡττώμενος ἐκπίπτει τοῦ λεγάτου.
47
pr.Ὁ χρεώστης ἀσθενῶς λεγατεύει τῷ δανειστῇ αὐτοῦ, εἰ μηδὲν πλέον κερδαίνει ὁ δανειστὴς ἐκ τοῦ λεγάτου.
48
pr.Ἡ λεγατευομένη τοῖς ὑπεξουσίοις στρατεία οὐ προσπορίζεται τῷ πατρὶ αὐτῶν.
49
pr.Ὁ ἀνασχόμενος ἀντὶ κεχρεωστημένου αὐτῷ λεγάτου γραμματεῖον χρεώστου λαβεῖν, εἰ καὶ ἄπορος εὑρεθῇ ὁ χρεώστης, οὐ δύναται ἀπαιτεῖν τὸ λεγάτον.
50
pr.Ὁ λεγατάριος λαβὼν τὸ λεγάτον καὶ φαλκίδιον ὑφίσταται καὶ ἀναγκάζεται τὸν ἴδιον ἐλευθερῶσαι δοῦλον. εἰ μέντοι ἀλλότριον ἐκελεύσθη ἐλευθερῶσαι, οὐδὲν πλέον ὧν ἔλαβεν ἀναγκάζεται δοῦναι εἰς τὴν ἀγορὰν αὐτοῦ.