JGR VI 1.36
Περὶ ἐπιτρόπων καὶ κουρατόρων.
Abrir no leitor do IusCommune →1
pr.Ἐπιτροπεύονται κατὰ τὸν πολιτικὸν νόμον ἐλεύθεροι οἱ δεφενδεύειν ἤτοι ἐκδικεῖν ἑαυτοὺς διὰ τὴν ἡλικίαν μὴ υνάμενοι, ἤγουν ἄνηβοι. ἄνηβοι δὲ λέγονται οἱ μὲν ἄῤῥενες ἕως οὗ πληρώσουσι τὸν ιδ΄ ἐνιαυτὸν, αἱ δὲ θήλειαι ἕως οὗ πληρώσουσι τὸν ιβ΄΄.
2
pr.Οἱ ἐπίτροποι δίδονται τοῖς ἀνήβοις ἄῤῥεσιν ἀπὸ τοῦ α΄ ἐνιαυτοῦ μέχρι καὶ περαιώσεως τοῦ ιδ΄, ταῖς δὲ θηλείαις μέχρι καὶ τοῦ ὅλου ιβ΄. κουράτορες δὲ τοῖς ἀφήλιξι μέχρι τοῦ κε΄ ἐνιαυτοῦ, κἂν θήλειαι ὦσιν.
3
pr.Προτιμῶνται τῶν θηλειῶν οἱ ἄῤῥενες εἰς τὰς ἐπιτροπὰς τελείας ἡλικίας ὑπάρχοντες, εἰ μὴ ἄρα μήτηρ ἢ μάμμη πρόκειται. αὗται γὰρ προσκαλοῦνται εἰς τὸ ἐπιτροπεύειν προτιμώμεναι παντὸς ἐπιτροπεύειν ὀφείλοντος, ἐξῃρημένων μόνων τῶν κατὰ διαθήκας ἐαθέντων.
4
pr.Ἡ ἐπιτροπὴ ὡς ἐπίπαν ἀνδρῷόν ἐστιν ὀφφίκιον, καὶ γυναῖκες οὐκ ἐπιτροπεύουσιν, εἰ μὴ αἱ μητέρες καὶ αἱ μάμμαι τῶν ἰδίων τέκνων. κουράτορες δὲ δίδονται μετὰ τὴν ἥβην τοῖς νέοις ἄνδρες καὶ οὐχὶ γυναῖκες. δίδονται δ᾽ ὁμοίως καὶ μαινομένοις καὶ ἀσώτοις ἐπὶ διοκήσει καὶ διευθετήσει τῶν πραγμάτων αὐτῶν.
5
pr.Δίδονται κουράτορες ἰδικῶς καὶ ἐπὶ δίκῃ, ὅταν ὁ ἀφήλιξ ἐνάγων ἢ ἐναγόμενος μὴ ἔχῃ τὸν ἐκδικοῦντα.
6
pr.Ὁ πλησιέστερος συγγενὴς ἐπιτροπεύει. εἰ δὲ πολλοὶ τὸν αὐτὸν ἐπέχουσι βαθμὸν, πάντες ἐπιτροπεύουσιν.
7
pr.Καὶ τῷ ἀλάλῳ δίδοται ἐπίτροπος.
8
pr.Οὐδεὶς δύναται ἐπίτροπον δοῦναι τῷ μὴ ὄντι ὑπεξουσίῳ κληρονόμῳ.
9
pr.Τῷ υἱῷ τοῦ αἰχμαλώτου οὐ δίδοται ἐπίτροπος, ἀλλὰ τῇ οὐσίᾳ κουράτωρ· ὑποστρέφοντος γὰρ τοῦ πατρὸς γίνεται αὐτοῦ ὑπεξούσιος, ὡς εἰ μηδέποτε ἠχμαλωτίσθης.
10
pr.Καὶ τῷ ἔχοντι ἐπίτροπον νοσοῦντα ἢ γέροντα δίδοται κουράτωρ ἤτοι φύλαξ, ὅστις διοικητὴς πραγμάτων ἐστὶ, καὶ ὁ λεγόμενος βοηθὸς κινδύνῳ τῶν ἐπιτρόπων διὰ τοῦ ἄρχοντος προχειρίζεται.
11
pr.Καὶ ὁ ἔπαρχος καὶ ὁ ἄρχων καὶ ὁ πρὸς καιρὸν ἐπιτραπεὶς ἐπαρχίας διοίκησιν, ἴσως τοῦ ἄρχοντος ἀποθανόντος, δύναται ἐπιτρόπους δοῦναι.
12
pr.Ὅπου ἡ κληρονομία, ἐκεῖ καὶ ἡ ἐπιτροπὴ, πλὴν γυναικός.
13
pr.Οἱ σρατηγοὶ πάντες ἐπιτρόπους διδόασιν, ἀλλὰ μόνους τοὺς ὄντας ἐκ τῶν πόλεων αὐτῶν ἢ τῶν ὑπ᾽ αὐτὰς ἀγρῶν.
14
pr.Ὁ ἐπίτροπος ἢ παρὰ πατρὸς δίδοται ἢ παρὰ μητρός. καὶ ὁ μὲν πατὴρ καὶ κληρονόμους καὶ ἀποκλήρους γράφων τοὺς υἱοὺς καλῶς δίδωσιν αὐτοῖς ἐπίτροπον, δι᾽ ἣν ἔχει κατὰ τῶν υἱῶν ἐξουσίαν· ἡ δὲ μήτηρ, ὅτε γράφει αὐτοὺς κληρονόμους καὶ μόνον, καὶ τότε βεβαιοῦται μετ᾿ ἐξετάσεως '.
15
pr.Δίδοται ἐπίτροπος καὶ παρὰ δικαστοῦ, ὅταν οὐ φθάσωσιν οἱ γονεῖς δοῦναι τοῖς παισὶν ἐπίτροπον. καὶ λέγεται ὁ τοιοῦτος λεγίτιμος, οἷον ὁ παρὰ τοῦ νόμου διδόμενος. λέγες γὰρ οἱ νόμοι παρὰ ῥωμαίοις λέγονται.
16
pr.Ἐὰν ἔχῃ δίκην πρὸς τὸν ἐπίτροπον ὁ ὀρφανὸς, ἀναγκάζεται αἰτεῖν ἑαυτῷ κουράτορα.
17
pr.Απαιτεῖται ὁ ἐπίτροπος λογοποιΐαν ἐφ᾽ οἷς ἐνήργησεν εἰς τὰ τῶν ἐπιτροπευομένων πράγματα. καὶ εὐθύνεται ἐφ᾽ οἷς δέον ποιῆσαι οὐκ ἐποίησε, καὶ ἐφ᾽ οἷς δέον μὴ ποιῆσαι ἐποίησεν. ὁμοίως δὲ καὶ ἐὰν ὑπερέξοδα ποιήσῃ ὁ ἐπίτροπος εὐλόγως, ἐν τῇ λογοποιΐᾳ ζητεῖ καὶ λαμβάνει αὐτά. εἰ δέ τινες γνωσθῶσιν ἐν τῷ μέσῳ τῆς ἐπιτροπῆς ὕποπτοι ἤγουν δολεροὶ ἢ δίκας ἔχοντες μετὰ τῶν νέων, ἐκδιώκονται τῆς ἐπιτροπῆς.
18
pr.Ἐὰν ἔχῃ δίκην πρὸς τὸν ἐπίτροπον ὁ ὀρφανὸς, ἀναγκάζεται αἰτεῖν κουράτορας.
19
pr.Ἐπίτροπος μὴ ποιῶν ἀπογραφὴν τῶν ὀρφανικῶν πραγμάτων ὡς μεμπτέος ἀποκινεῖται καὶ ἀτιμοῦται, καὶ οὐδὲ διὰ θείας ἀντιγραφῆς ἀπαλλάττεται τῆς ἀτιμίας.
20
pr.Οὐ κουρατορεύει οὔτε ἐπιτροπεύει ὁ μείζων τῶν ο΄ ἐτῶν.
21
pr.Οὐκ ἀπαιτεῖται ὁ ἄνηβος αἰτεῖσθαι ἐπίτροπον ἑαυτῷ ἢ πρὸς αὐτὸν ἀποδημεῖν.
22
pr.Μόνος ἐπίτροπον δύναται παρασχεῖν ὁ ἰδικῶς ἀπὸ νόμου ἐπιτετραμμένος. οὐ γάρ ἐστι τοῦτο βασιλικῆς ἐξουσίας.
23
pr.Ἐπιτροπεύονται κατὰ τὸν πολιτικὸν νόμον ἐλεύθεροι οἱ δεφενδεύειν ἤτοι διεκδικεῖν ἑαυτοὺς διὰ τὴν ἡλικίαν μὴ δυνάμενοι.
24
pr.Ἐπιτροπή ἐστιν, ὡς ὁ ῥέσδιος διορίζεται, δίκαιόν τι καὶ ἐξουσία κατὰ ἐλευθέρας κεφαλῆς διδομένη καὶ πρὸς ἀσφάλειαν αὐτῆς ἐπινενοημένη, ἢ διὰ τὸ τῆς ἡλικίας ἀτελὲς ἢ διὰ τὸ τῆς εὐπραγίας ἀληθὲς ἐπιτετραμμένη.
25
pr.Οἶδε καὶ πενία παραίτησιν κηδεμονίας ποιεῖν.
26
pr.Οὐ δύναμαι ἐπὶ ῥητῷ πράγματι ἢ ῥητῇ αἰτίᾳ ἐπίτροπον καταλιμπάνειν· οἷον ἔστω ἐπίτροπος ἐπὶ τῷδε τῷ ἀγρῷ ἢ ἐπὶ τῇδε τῇ δίκῃ. προσώπῳ γὰρ εἴωθεν ἐπίτροπος δίδοσθαι οὐ μὴν αἰτίᾳ ἢ πράγματι. ὁ μὲν γὰρ ἐπίτροπος ἀνήβων μόνων ἐστὶν ἐπίτροπος, οἱ δὲ κουράτορες ἐφήβων. ἐστὶ δὲ ὅτε καὶ ἀνήβων ἐπίτροπος ἐν διαθήκῃ καλῶς δίδοται, ἀνισχύρως δὲ ὁ κουράτωρ '.
27
pr.Ἄκων οὐδεὶς κουρατορεύεται, ἐπιτροπεύεται δέ τις καὶ μὴ θέλων.
28
pr.Ἐπίτροπος ἐπὶ φανερᾷ δίκῃ δοθῆναι οὐ δύναται· κουράτωρ δὲ καὶ πάνυ. κουρατορεύονται δὲ πρὸς ἀφήλιξι μαινόμενοι, ἔτι δὲ καὶ ἄσωτοι, κἂν μείζονες ὦσι τῶν κε΄ ἐνιαυτῶν.
29
pr.Ἐξτραορδίνως τιμωροῦνται οἱ ἐπὶ δόσει γινόμενοι ἐπίτροποι, ἢ ἐπὶ χρήμασι σπουδάζοντες ἐπιτηδείους μὴ προβληθῆναι, καὶ οἱ ἐπίτηδες τὴν οὐσίαν ἐν τῷ ἀπογράφεσθαι μειοῦντες, καὶ οἱ προφανεῖς ἐπὶ παραγραφῇ ἐκποιοῦντες τὸ πρᾶγμα τοῦ ὀρφανοῦ. ἐὰν κληρονομία μὴ ἀπαιτηθῇ, οὐδὲν τῶν ἐν τῇ διαθήκῃ ἔῤῥωται. εἰ δὲ ἀπὸ πολλῶν κἂν εἷς [ἀδιτεύσει], παραχρῆμα ἡ ἐπιτροπὴ ἰσχύει.
30
pr.Ἐγγύας μὴ ἀπαιτείσθω ὁ καταλειφθεὶς παρὰ τοῦ πατρὸς κουράτωρ, κἂν τάχα μοινόμενοί εἰσιν οἱ παῖδες. ὅρκον δὲ διδότω ἐφαπτόμενος τῶν ἁγίων [εὐαγγελίων] παρουσίᾳ τοῦ ἄρχοντος καὶ τοῦ ἐπισκόπου καὶ ἄλλων τριῶν μαρτύρων, ὅτι πάντα ἐπωφελῶς πρὸς τὸ συμφέρον τοῦ γενομένου διοικεῖ. μετὰ δὲ τὸν ὅρκον καὶ εἰς τὰ τοῦ κουρατωρευομένου πράγματα ὑποκείμενος τῆς περιουσίας αὐτοῦ τοῦς λόγους τῆς διοικήσεως διδότω. εἰ δὲ πολλοὶ προτείνουσι δοῦναι τὰς ἐγγύας, ὁ ἐπιτήδειος προτιμᾶται. ἔχει δὲ σιωπηρὰν ὑποθήκην ὁ νέος εἰς τὰ πράγματα τοῦ κουράτορος.
31
pr.Σὺν τούτοις καὶ τοῦτο θεσπίζοντες τοῖς προγραφεῖσι προστίθεμεν. πολλοὶ τῶν ἀνθρώπων ἐν τοῖς ἐπιτελευτίοις αὐτῶν διατάγμασιν ἐπιτρόπους ἤγουν διοικητὰς τῶν παρ᾽ αὐτῶν διορισθέντων καταλιμπάνουσι, καὶ τούτοις ἀνατιθέασι τὴν τῶν πραγμάτων αὐτῶν οἰκονομίαν τε καὶ διοίκησιν, τὸν χριστὸν κληρονόμον γράφοντες, τὸ γλυκὺ τοῦτο καὶ κοσμοσωτήριον ὄνομα. τοῦτο δὲ δοκοῦσι ποιεῖν, δι᾽ ὧν τοῖς πένησι τὰς περιουσίας αὑτῶν καταμερισθῆναι προστάττουσι. τοῦ γὰρ αὐτοῦντος λαμβάνοντος ἵσταται ὁ χριστὸς συγκοιλαίνων τὴν χεῖρα, καθ᾽ ὅσον γάρ, φησιν, ἑνὶ τούτων τῶν ἐλαχίστων ἀδελφῶν ἐποιήσατε, ἐμοὶ ἐποιήσατε. παρακελευόμεθα οὖν, ὅταν ἐπιτροπικαὶ τοιαῦται διοικήσεις πρόκεινται, καὶ εἰς εὐσεβεῖς αἰτίας διανομαὶ καὶ πρὸς ψυχικὰς οἰκονομίας, καὶ ὀρφανῶν, ἀφηλίκων τε καὶ πενήτων ἀναγωγὰς καὶ διατροφὰς τείνωσι, μὴ χώραν ἔχειν ἐν ταύταις τοὺς τῶν δικαστηρίων ὑπερβιβασμοὺς καὶ τὰς ἐντεῦθεν χρονοτριβήσεις. συμβαίνει γὰρ ἐντεῦθεν τὰς τῶν τελευτώντων ζημιοῦσθαι ψυχὰς, καὶ τοὺς ἐπ᾿ ἀγαθῷ καὶ κοινῇ λυσιτελείᾳ τοῦ παντὸς τεθέντας νόμους εἰς τουναντίον περιΐστασθαι. οὐ γὰρ δίκαιον κρίνει ἡ βασιλεία μου, τὴν ἐπὶ τοῖς λοιποῖς δικαστηρίοις κρατοῦσαν ἀκολουθίαν καὶ ἐπὶ τοῖς τοιούτοις πολιτεύεσθαι, ἀλλὰ τὰς ἐπὶ ταῖς τοιαύταις ὑποθέσεσιν ἀμφιβολίας ἀπεντεῦθεν λύεσθαι, μὴ λιβέλλου διδομένου, εἰδήσεως δὲ τριημέρου, ἢ καὶ ἐπὶ τετάρτιου παρεκτεινομένου. μή τινος γὰρ δικαστικῆς ὑπερθέσεως ἐπεισαγομένης ἡ τῶν προσόντων ἑκάστῳ δικαίων γένηται κατεξέτασις. καὶ μετακληθήσονται καὶ ἄμφω τὰ μέρη, δίχα τινὸς ὑπερημερίας, καὶ ἀπαιτηθήσονται ἑκάτερα τὰ μέρη τὰ δοκοῦντα συντείνειν αὐτοῖς προβαλέσθαι. καὶ οὕτω δι᾽ ὀλίγου καιροῦ, μηνιαίου τυχὸν ἢ καὶ εἰς δεύτερον παρεκτεινομένου, κατὰ τὸ δόξαν τῷ δικαστηρίῳ προσήκουσαν δέξεται λύσιν τὸ ἀνακύψαν ἀμφίβολον. τηρουμένων δηλονότι τῶν νόμων ἐπὶ τῆς οἰκείας ἕδρας καὶ παγιότητος, ὅσοι μὴ μετὰ τὸν τοῦ τελευτήσαντος θάνατον εὐθὺς τοὺς ἐκείνου διαδόχους εἰς δικαστήριον ἕλκεσθαι διορίζονται, ἀλλὰ μετὰ, παραδρομὴν ἡμερῶν τινων, καθὼς τὰ περὶ τούτων πλατύτερον ἐν τοῖς βασιλικοῖς διηγόρευται. εἰ δὲ γ᾽ ἐπίτροπος εἰς ὑπερθέσεις χωρῶν φανείη, φωραθείη δὲ καὶ τοιαῦτα σκαιωρῶν καὶ πρὸς ὑπερβιβασμὸν χωρήσει, [μὴ ποιῶν] καθὼς ὁ διαθέμενος διετάξατο, τῆς ἐπιτροπῆς καὶ οἰκονομίας τῶν τοῦ τελευτήσαντος πραγμάτων μετακινηθήσεται. ἀνατεθήσεται δὲ αὕτη οἷς ἂν ὁ βασιλεὺς διορίσηται· ἢ τούτου ἴσως ἀποδημοῦντος, ὁ τῆς πόλεως ἔπαρχος, ἅμα τῷ τῆς ἁγιωτάτης ἐκκλησίας οἰκονόμῳ, τὴν τούτου οἰκονομίαν τε καὶ διοίκησιν ποιήσεται· ὀφείλοντες εἴδησιν διδόναι τῶν ἐπὶ ταῖς τοιαύταις ὑποθέσεσιν οἰκονομουμένων τῷ βασιλεῖ, καὶ τῷ κατὰ τὴν ἡμέραν ἁγιωτάτῳ πατριάρχῃ, εἰ τύχῃ τὸν βασιλέα ἀπό δημον εἶναι, καὶ μὴ κατὰ πρόσταξιν αὐτοῦ τὰ τοῦ τελευτήσαντος πληρωθῶσι θελήματα '.
32
pr.Ἐὰν μήτηρ ἐπιτροπεύουσα παιδὸς ὑπερβᾶσα τὴν ἐπαγγελίαν δευτερογαμήσῃ μὴ αἰτήσασα αὐτῷ πρῶτον ἐπίτροπον καὶ τοὺς λογισμοὺς παραδοῦναι, οὐδὲν ἧττον ὑπόκεινται καὶ διὰ τοῦτο καὶ τὰ τοῦ ἑτέρου ἀνδρὸς πράγματα.
33
pr.Ἡ διάταξις λέγει πάντας τοὺς ἐπιτρόπους μείζονας εἶναι τῶν κε΄ ἐνιαυτῶν, ἵνα καὶ τὰ πράγματα αὐτῶν ὑπόκεινται οὐδενὸς προκρίματος γενομένου.
34
pr.Οἱ ἀγαθοὶ τρόποι ἀξιοπιστότεροί εἰσι πρὸς ἐπιτροπὴν καὶ οὐσίας καὶ ἀξιώματος.
35
pr.Ἐὰν μὴ πιστῶς διοικήσωσιν οἱ ἐπίτροποι, καταδικάζονται, κἂν εἴπῃ ἀλογοθετήτους αὐτοὺς εἶναι. διὰ γὰρ τῶν τοιούτων οὐκ ἐναλλάσσεται τὸ κοινὸν νόμιμον.
36
pr.Ἐὰν χωρὶς εὐλόγου αἰτίας ὁ ἐπίτροπος μὴ ποιήσῃ καταγραφὴν, ὡς δόλον ἁμαρτάνων ὑπόκειται τῷ ἐνδίκῳ ὅρκῳ εἰς τὸ διαφέρον.
37
pr.Μὴ ἁπτέσθω τῶν πραγμάτων ὁ ἐπίτροπος, εἰ μὴ πρότερον ἀπογραφὴ γένηται, εἰ μήτοιγε ἄρα οἱ τὴν οὐσίαν πέμψαντες εἰς τοὺς ἀνήβους αὐτοὶ τὴν ἀπογραφὴν ἐκώλυσαν γενέσθαι. ὁ δὲ μὴ ποιήσας ἀπογραφὴν καὶ ὡς ὕποπτος ἀποκινείσθω καὶ ἀτιμούσθω, μηδὲ ἀπὸ βασιλικῆς ἀντιγραφῆς συγγνωσθῆναι δυνάμενος.
38
pr.Ὁ ἐπίτροπος μὴ ποιήσας ἴμβεντα ἤτοι ἀπογραφὴν ὑπόκειται τῷ ἐνδίκῳ ὅρκῳ. ὁμοίως καὶ μὴ προφέρων τὰ δικαιώματα. ἐν αὐτῷ γὰρ τούτῳ δόλον δοκεῖ ποιεῖν ὅτε τὰ εὑρεθέντα ἐν τῇ οὐσίᾳ συμβόλαια κρύπτει. ἐὰν δὲ μετὰ προκάταρξιν τοῦ ἐπιτρόπου τελευτήσαντος οἱ κληρονόμοι μὴ πληρώσωσι τὸ δικαστήριον τῆς κατὰ τῶν ἐπιτρόπων ἀγωγῆς, ὑπόκεινται καὶ αὐτοὶ τῷ ἐνδίκῳ ὅρκῳ.
39
pr.Οἱ ἐπίτροποι ὀφείλουσι κεχρῆσθαι τῇ ἀπολύσει πρὶν ἄρξονται τὰ πράγματα διοικεῖν. ἐὰν ἄρξωνται, οὐκέτι δύνανται ἑαυτοῖς εἰ μὴ ἀπὸ ῥητῶν αἰτιων, ὡς ὅταν διὰ πρᾶγμα δημόσιον ἀπολειφθῶσινο.
40
pr.Τὰ παρὰ τοῦ ἐπιτρόπου γινόμενα βέβαιά εἰσι· καὶ τὸ παρ᾽ αὐτοῦ νομίμως πραθὲν, εἴτε εὐπορεῖ εἴτε μὴ, οὐκ ἐκ δικεῖ ὁ νέος. ἡ δὲ κακῇ πίστει γενομένη πρᾶσις οἰκ ἔῤῥωται '.
41
pr.Ἐὰν ὁ γενόμενος ἐπίτροπος μὴ ἐναγάγῃ τοῖς χρεώσταις, καὶ ἐν τοσούτῳ ἀπορήσωσιν, ἐνάγεται εἰς τὸ μὴ ἀπαιτηθὲν χρέος.