JGR VI 1.37
Περὶ τοῦ μὴ ἐνυβρίζεσθαι τὰ λείψανα παρὰ τῶν δανειστῶν, καὶ περὶ τοῦ πότε δεῖ ἐνάγειν τοὺς δανειστὰς κατὰ τῶν κληρονόμων τῶν δανεισάντων.
Abrir no leitor do IusCommune →1
pr.Μεμνήμεθα δὲ πρὸς τούτοις νόμον παρ᾽ ἡμῖν φοιτῆσαι δι ' οὗ παρεκελευσάμεθα, τὰ τῶν τελευτώντων σώματα μηδενὶ ἐξεῖναι χρέους ὀνόματι ἢ ἄλλης τινὸς ἀγωγῆς τῆς νενομισμένης ἀποστερεῖν ταφῆς ἢ λόγῳ παρακατέχειν ἐνεχυριάσεως· παντελῶς γὰρ ἀνοσιόν τε καὶ ἀπάνθρωπον καὶ ἡ κοινὴ φύσις τοῦτο ἐπίσταται. διὸ θεσπίζομεν τοὺς τοῦτο τολμῶντας ποιεῖν μὴ μόνον ἐκ τῆς τοιαύτης θρασύτητος μηδὲν ὠφελεῖσθαι, ἀλλὰ καὶ τοῦ χρέους ἢ τῆς οἱασδήποτε ἐναγωγῆς ὑπὲρ οὗ ταύτην τὴν τόλμαν ἐτόλμησαν παντελῶς ἀλλοτριοῦσθαι. εἰ δὲ μὴ τῇ ἀληθείᾳ χρέει ὁ τελευτήσας ὑπέκειτο ἢ ἄλλῃ τινὶ ἐναγωγῇ, οὗτος δὲ κατὰ τοῦ κειμένου σώματος τοιαῦτα ἐνύβριζε, τοσαύτην καταβολὴν ποιεῖσθαι τοῖς ἐκείνου κληρονόμοις καὶ διαδόχοις, ὅσην αὐτὸς ἀνέπλαττε παρὰ τοῦ τελευτῶντος χρεωστεῖσθαι.
2
pr.Ἰστέον, ὅτι ἡ ξ΄ νεαρὰ καὶ κατὰ τῶν ἔτι ἐμπνέοντας τοὺς τελευτῶντας θορυβούντων διὰ χρέος, ὁμοίως δὲ καὶ κατὰ τῶν εἰς τὰ σώματα καὶ τὴν ἐκφορὰν καὶ ταφὴν αὐτῶν ὑβριζόντων, τοιαῦτα τέθεικεν ἐπιτίμια· τῆς μὲν ἀγωγῆς ἔκπτωσιν, εἴτε δικαία ἐστὶν εἴτε ἄδικος, καὶ ἄλλης τοσαύτης ποσότητος καταβολὴν ἐκ τῆς τῶν ὑβριστῶν ὑποστάσεως ἐπὶ τοὺς κληρονόμους τῶν ὑβρισθέντων, καὶ δήμευσιν εἰς τὸ γ΄ τῆς λοιπῆς αὐτῶν περιουσίας καὶ ἀτιμίαν ἐσχάτην.
3
pr.Θεσπίζομεν μηδενὶ παντελῶς ἐξεῖναι ἢ τοὺς κληρονόμους τοῦ τελευτῶντος ἢ τοὺς γονεῖς ἢ τοὺς παῖδας ἢ γαμετὴν ἢ συγγενεῖς ἢ ἄλλους αὐτοῦ προσγενεῖς ἢ ἐγγυητὰς πρὸ τῆς τῶν θ ' ἡμερῶν προθεσμίας, ἐν αἷς πενθεῖν δοκοῦσιν, αἰτιᾶ σθαι ἢ καθ ' οἱονδήποτε χρόνον ἐνοχλεῖν, ἢ τινα ὑπόμνησιν αὐτοῖς ἐπιφέρειν, ἢ ἐν δικαστηρίῳ αὐτοὺς καλεῖν, εἴτε ὀνόματι χρέους παρὰ τοῦ τελευτήσαντος καταγομένου εἴτε ἄλλης οἱασοῦν αἰτίας χάριν εἰς τὰ μνημονευθέντα ἰδικῶς ὁρώσης πρόσωπα '.
4
pr.Εἰ δ᾽ ἐντὸς τῶν θ ' ἡμερῶν τολμήσει τίς τινα τῶν εἰρημένων προσώπων κρατῆσαι ἢ μεθοδεῦσαί τινα ὁμολογίαν ἢ ὑπόσχεσιν ἢ ἐγγύην παρ᾽ αὐτοῦ κομίσασθαι, ταῦτα πάντα [ἀνίσχυρα εἶναι θεσπίζομεν].
5
pr.Μετὰ δὲ τὴν τῶν θ ' ἡμερῶν παραδρομὴν, εἴ τις κατὰ τῶν τοιούτων προσώπων τινὰς ἔχειν νομίσειεν ἀγωγὰς, ταύτας κατὰ τοὺς νόμους ἐγγυμνάζεσθαι· μηδενὸς δηλαδὴ τοῖς ἐνάγουσι προκρίματος ἐκ ταύτης τῆς προθεσμίας περὶ χρονίαν παραγραφὴν ἢ ἐν ἄλλῃ οἱᾳδήποτε δικαιολογίᾳ παντελῶς γι νομένου.
6
pr.Ὁ πρὸ δικαστικῆς ψήφου σήμαντρα ἐπιθεὶς πρὸ τῶν θ΄ ἡμερῶν τοῦ πένθους, ἢ ὄχλησιν ἐπάγων τῷ τελευτήσαντι ἢ γαμετῇ ἢ παισὶν αὐτοῦ, τῆς τε δίκης ἐκπιπτέτω καὶ ἕτερον τοσοῦτον προσαπολλύτω.