IusCommune
IusCommune › Textos › Prochiron auctum › Prochiron auctum

JGR VI 1.38

Περὶ καινοτομιῶν καὶ νομῆς, ἐν ᾧ καὶ περὶ ἀνακοινώσεως καὶ περὶ παραγγελίας.

Abrir no leitor do IusCommune →

1

pr.Καινὸν ἔργον ποιεῖ τις ἢ διὰ τὸ καινοτομεῖν ἢ διὰ τὸ οἰκοδομεῖν ἢ διὰ τὸ καταλύειν τίποτε καὶ τὴν προτέραν ὄψιν ἐναλλάσσειν.

2

pr.Τῷ δούλῳ κτίζοντι καλῶς παραγγέλλει τὶς περὶ καινοτομίας. ὁ δοῦλος δὲ ἑτέρῳ κτίζοντι παραγγέλλειν οὐ δύναται.

3

pr.Ἐὰν πολλῶν τινων ἢ τὸ πρᾶγμα, περὶ ὃ γίνεται τὸ ἔργον, εἰ καὶ ἑνὶ μόνῳ παραγγελθῇ, ὀρθῶς γίνεται ἡ παραγγελία καὶ δοκεῖ πρὸς πάντας τοὺς δεσπότας γεγονέναι. εἰ δὲ εἷς ἐκ τῶν οἰκοδεσποτῶν μετὰ τὴν παραγγελίαν ἐποικοδομεῖ, οὐκ ἐνάγονται περὶ τούτου τοῦ ἔργου οἱ ἄλλοι· οὐδὲ γὰρ χρή τὰ παρ᾽ ἑτέρου γενόμενα καταβλάπτειν τοὺς μηδὲν πεποιηκότας.

4

pr.Προστάττομεν, ὁ τὸν παλαιὸν οἶκον ἀνανεῶν τὸ ἀρχαῖον σχῆμα μὴ παρεξίτω, μήτε ἀφαιρείσθω τὰ φῶτα ἢ τὴν ἄποψιν τῶν γειτόνων, εἰ μὴ ἄρα δουλείαν ἔχοι τοιαύτην κατὰ σύμφωνον ἢ ἐπερώτησιν παραχωρηθεῖσαν αὐτῷ ἢ ἐπιτρέπουσαν ὡς βούλεται τὸ παλαιὸν ἐναμείβειν σχῆμα. ὁ γὰρ τοιαύτην ἔχων δουλείαν ἀκωλύτως ἃ βούλεται οἰκοδομείτω, εἰ καὶ βλάπτει τοὺς γείτονας, ἐπειδὴ τοῦτο κατὰ συμφωνίαν ἢ ἐπερώτησιν αὐτῷ ἐπιτέτραπται. ἡνίκα δὲ δύο οἶκοι ἀντικρὺ ἀλλήλων εἰσὶ, χρὴ μεταξὺ αὐτῶν ιβ΄ πόδας εἶναι, ἀρχομένους ἀπὸ τοῦ ἐπικειμένου τοῖς θεμελίοις οἰκοδομήματος καὶ μέχρι παντὸς τοῦ ὕψους φυλαττομένους. τούτου γὰρ τοῦ διαστήματος φυλαττομένου ἔξεστιν ἑκάστῳ εἰς ἄπειρον ὕψος τὸν ἴδιον οἶκον ἐγείρειν καὶ θυρίδας ἐν αὐτῷ παρακυπτικὰς κατασκευάζειν, εἴτε νέον οἰκοδομεῖν εἴτε παλαιὸν οἶκον ἀνασκευάζειν ' ἢ τὸν ἐκ πυρὸς διαφθαρέντα.

5

pr.Ἐν ταύτῃ τῇ εὐδαίμονι πόλει ἄποψιν τοῦ γείτονος ιβ΄ μόνους ἀπαιτῶν πόδας μὴ ἀφαιρείσθω, ἐὰν ἐξ εὐθείας ὁρᾷ τὴν θάλασσαν ἑστὼς ἐν τοῖς ἰδίοις οἴκοις ἢ καθήμενος ἐν αὐτοῖς καὶ μὴ ἀναγκαζόμενος παρατρέπειν ἑαυτὸν εἰς πλάγιον ἐφ᾽ ᾧ ἰδεῖν θάλασσαν. εἰ δὲ ρ ' ποδῶν ἐν μέσῳ τῶν δύο οἴκων εἴη διάστημα, ἐξέστω ἀκωλύτως κτίζειν τῷ βουλομένῳ καὶ τὴν ἐπὶ θάλασσαν ἄποψιν τοῦ γείτονος ἀφαιρείσθω.

6

pr.Εἰ δέ τις ἀπὸ μαγειρίου ἢ ἀπὸ ἀφεδρῶνος ἢ ἀπὸ κλιμακῶνος ἢ ἀπὸ βαστερνίων ἤγουν τῶν λεγομένων παρόδων ἤτοι διαβατικῶν ἄποψιν ἐπὶ θάλασσαν ἔχοι, τὴν τοιαύτην ἄποψιν καὶ ὁ ἐντὸς ρ΄ ποδῶν οἰκοδομῶν ἀκωλύτως ἀφαιρεῖται, εἰ μόνον ιβ΄ πόδες εἰσὶ μεταξὺ τῶν δύο οἴκων, εἰ δὲ καὶ σύμφωνόν ἐστιν ἐπιτρέπον τινὶ τὴν οἰκοδομίαν, κρατείτω τὸ σύμφωνον, εἰ καὶ βλάπτοι τὸν γείτονα περὶ τὴν τῆς θαλάσσης ἄποψιν, εἴτε αὐτὸς ὁ νῦν δεσπόζων τοῦ οἴκου συνεφώνησεν εἴτε οἱ πρὸ αὐτοῦ κτησάμενοι τὸν οἶκον· οὐδὲ γὰρ προσήκει τὰς ὑπαρχούσας τινὶ δουλείας διὰ τῶν γενικῶν νόμων ἀφαιρεῖσθαι.

7

pr.Δουλείαν ἐπιτιθέναι τοῖς ἐπικοίνοις οἰκήμασιν ὁ εἷς τῶν κοινωνῶν παρὰ γνώμην τοῦ ἑτέρου οὐ δύναται.

8

pr.Κατὰ μέντοι τῶν δένδρων καὶ κήπων δουλεία ἀπόψεως οὐ φυλάττεται.

9

pr.Ὅτε μέσου ὄντος στενωποῦ ἢ πλατείας ὁδοῦ οἰκοδομεῖ τις τὸν ἑαυτοῦ οἶκον, εἰ καὶ πλέον ἔχει τῶν ιβ΄ ποδῶν τὸ τοῦ στενωποῦ ἢ τῆς πλατείας μέτρον, μὴ ἀφαιρείσθω τὸ περιττὸν καὶ τῷ ἰδίῳ οἴκῳ προστιθέτω. οὐδὲ γὰρ ἐπὶ βλάβη τοῦ δημοσίου τοὺς ιβ΄ πόδας ὥρισεν ἡ διάταξις, ἀλλ᾽ ὥστε μὴ στενώτερον τῶν ιβ΄ ποδῶν εἶναι τὸν μεταξὺ τῶν οἴκων ἀέρα. ὅτε δὲ πλεῖον εὑρεθῇ τὸ τῆς ῥύμης ἢ τῆς πλατείας μέτρον, μηδὲν ἐξ αὐτοῦ ἀφαιρεῖσθαι, ἀλλὰ τῇ πόλει περισώζεσθαι τὰ οἰκεῖα. ἐὰν δὲ παλαιῶν ὄντων [τῶν οἴκων] εὑρεθῇ μεταξὺ αὐτῶν καθαρὸς ἀὴρ στενώτερος ὢν τῶν ιβ΄ ποδῶν, μηδενὶ αὐτῶν ἐξέστω παρὰ τὸ παλαιὸν σχῆμα ὑψοῦν τὸν ἴδιον οἶκον ἢ θυρίδας ποιεῖν.

10

pr.Εἰ μέντοι ί ' πόδες εἴησαν ἐν μέσῳ καὶ μὴ ἐλάττονες, τότε παρακυπτικὰς μὲν θυρίδας μὴ ἐξέστω τῷ κτίζοντι ποιεῖν, εἰ μὴ πρότερον εἶχεν αὐτὰς, φωταγωγοὺς δὲ ἐξέστω αὐτῷ ποιεῖν ἀπὸ ἓξ ποδῶν τοῦ πάτου ἀνοιγομένας· μηδενὸς δυναμένου ποιεῖν ψευδοπάτιον ἐν τῷ ἰδίῳ οἴκῳ καὶ διὰ τούτου τὴν φωταγωγὸν θυρίδα κατασκευάζειν παρακυπτικήν.

11

pr.Τὸν ἐπίκοινον τοῖχον οὐδέτερος τῶν κοινωνῶν δύναται καταλύειν ἢ ἀνανεοῦν παραγνώμην τοῦ κοινωνοῦ, ἐπειδὴ οὔκ ἐστι μόνος δεσπότης.

12

pr.Ἐπὶ γυμνοῦ τόπου οὐκ ἐστι κώλυσις τοῦ ὑψοῦν.

13

pr.Ἐάν τις τὸν πεσόντα οἶκον ἀνανεῶν ὑψῶσαι βούληται καὶ ἐμποδίσαι τοῖς τοῦ γείτονος φωσὶν ἢ ἑτερόν τι ποιῆσαι ἐπὶ βλάβῃ τοῦ γείτονος, ἀναγκάζεται καὶ τὸν τύπον καὶ τὴν κατάστασιν τῶν πρῴην οἰκημάτων καὶ τὸ παλαιὸν σχῆμα φυλάττειν.

14

pr.Τὸ μὲν φῶς ἐστι τὸ τὸν οὐρανὸν θεωροῦν, ἡ δὲ ἄποψις ἐν τοῖς κατωτέροις τόποις εἶναι δύναται.

15

pr.Οὗτινος τὰ οἰκήματα δουλείας δικαίῳ ὑπέρκειται, ἐν τῇ ἐξουσίᾳ τούτου ἐστὶν εἰς ἄπειρον ταῦτα ὑψοῦν, ἐν ᾧ μέντοι τὰ ὑποκείμενα οἰκήματα τοῦ γείτονος μὴ βαρύνειν δουλείᾳ [βαρυτέρᾳ] παρ᾽ ἣν φέρειν ὀφείλουσιν.

16

pr.Οὐ καλῶς τις κωλύει τὸν γείτονα ἀνοίγοντα πυλῶνα κατὰ τῆς δημοσίας ἐντὸς τοῦ ἀπὸ τῶν κεράμων αὐτοῦ σταλαγμοῦ, ἐν ᾧ μὴ βλάπτει τὴν πάροδον.

17

pr.Ἐὰν ἡ πηγὴ, ἀφ᾿ ἧς ἕλκει τὶς ὕδωρ, ξηρανθεῖσα ἐπί τινας χρόνους αὖθις πρὸς τὰς ἑαυτῆς ἐπανέλθῃ φλέβας καὶ πάλιν τὸ ὕδωρ ἄρξηται φέρεσθαι, ἀνανεοῦται αὐτῷ ἡ δουλεία καὶ ἀποκαθίσταται αὐτῷ ὁ τοῦ ὕδατος ἑλκυσμὸς, καθὼς ἦν τὸ πρότερον '.

18

pr.Εἰ ἐν ἐξώστῃ μου βῆλον βαλὼν κωλύω τὰ φῶτα τοῦ γείτονος, οἰτίλιον ἔσται μοὶ τουτέστι κώλυσις.

19

pr.Οὔτε φοῦρνον οὔτε πυρκαϊὰν ἐν τῷ ἐπικοίνῳ τοίχῳ δύναταί τις ποιεῖν, ἐν ᾧ τὸν ἐπίκοινον τοῖχον ὑπὸ τοῦ πυρὸς καταβλάπτεσθαι.

20

pr.Ἐάν τις ποιήσῃ τυρεψεῖον, ἐξ οὗ καπνὸς ἐκπεμπόμενος καταβλάπτει τοὺς ἐν τοῖς ὑψηλοτέροις οἰκοῦντας, δύνανται κατὰ νόμους οἱ βλαπτόμενοι κωλύειν αὐτὸν εἰσπέμπειν τὸν [καπνὸν, εἰ μὴ ἄρα τὶ δίκαιον παρεχώρησαν αὐτῷ τοῦ εἰσπέμπειν τὸν] καπνόν. ἀλλὰ καὶ τὸ ἀνάπαλιν, εἰ οἱ ἐν ταῖς ὑψηλοτέραις στέγαις οἰκοῦντες ὕδωρ ῥίπτοντες ἢ κόπρον βλάπτουσί τοὺς ἐν τοῖς χθαμαλωτέροις οἰκοῦντας, κωλύονται τοῦτο ποιεῖν. ἐπὶ τοσοῦτον γὰρ ἔξεστί τινι ποεῖν τι ἐν τοῖς ἑαυτοῦ, ἐφ᾽ ὅσον ἕτερον μὴ καταβλάπτῃ. τὸ δὲ αὐτὸ καὶ περὶ δυσωδίας.

21

pr.Ἐὰν ὁ τοϊχός σου κατὰ τοῦ οἴκου μου κλίνῃ ἥμισυ ποδὸς, ἀναγκάζω σε ἀνορθοῦν αὐτόν.

22

pr.Ἐὰν δένδρον τοῦ γείτονος ἐν τῷ μεσαύλῳ κείμενον μεγάλας ἐκτεῖναν ῥίζας τοὺς θεμελίους τῆς ἐμῆς οἰκίας βλάπτῃ, προνοίᾳ τοῦ ἄρχοντος ἀναγκαζέσθω ὁ γείτων ἐκτέμνειν.

23

pr.Ἐάν τις κατὰ ἀλλοτρίου τοίχου κατὰ βίαν θυρίδας ποιήσῃ, ἀναγκάζεται ἰδίοις ἀναλώμασι τὸ ἀρχαῖον ἀποκαταστῆσαι σχῆμα.

24

pr.Ὁ εἰς ἀλλότριον ἔδαφος κτίζων ἢ φυτεύων ἢ ἄλλο τὶ ποιῶν ἔοικε τὰς ὕλας τῷ οἰκοδεσπότῃ χαρίζεσθαι.

25

pr.Ἔξεστι τῷ βουλομέτῳ ἐν τοῖς ἰδίοις ποιεῖν, εἴ τι καὶ βούλοιτο, πλὴν μὴ καταβλαπτομένου τινός.

26

pr.Οὐδεὶς δύναται κόπρον πλησίον τοῦ ἀλλοτρίου τοίχου ἔχειν, εἰ μὴ τοιαύτην δουλείαν ἔχοι.

27

pr.Ἐάν τις γένηται χρεία ὑπαλλαγῆς ὀστράκων σωλη ναρίων τῶν καθεδρίων, ἕκαστος ἀπὸ ἰδίου καθεδρίου ἀρχόμενος διορθούσθω μέχρις ἂν φθάσῃ ἑτέρου γείτονος καθέδριον '.

28

pr.Τοὺς ὑπονομιαίους καράβους ούτως δεῖ καθαίρειν καὶ ἐπανορθοῖσθαι· ἀρχόμενον ἕκαστον ἀπὸ τῶν ἰδίων τόπων, μέχρις ἂν [φθάσωσιν ἑτέρων ἑτεροδεσπότων ἤγουν χριστηρίων], κατὰ ἀναλογίαν τῶν ἀνωτέρω ῥηθέντων, καὶ ὄντων ἐν τοῖς κατάγουσιν ἐπικοίνων καθεδρίων. εἰ δὲ καὶ κῆπον παρέρχεται ὁ αὐτὸς ὑπονομιαῖος κάραβος, τὸν κύριον τοῦ κήπου ὀρύσσειν τὴν ἀρδευομένην γῆν καὶ ἀνακαθαίρειν τοὺς ὑπονόμους, τῆς μακροποιήσεως ὀφειλούσης γίνεσθαι ἐκ τοῦ νεμομένου τὸν τοιοῦτὸν κῆπον, τῆς δὲ σαπρίας ῥιπτομένης ἔξω τοῦ κήπου.

29

pr.Οὐ συνίσταται τοιοῦτον εἶδος δουλείας, ὥστε μὴ ἐξεῖναί μοι ἐν τῷ οἴκῳ μου ἅπτειν ἑστίαν ἢ πῦρ ἀνακαίειν καὶ καθέζεσθαι ἢ λούεσθαι. ὅθεν κἂν ταῦτα συμφωνηθῇ, ἀνίσχυρα κατὰ νόμον εἰσίν.

30

pr.Ὅσα σύμφωνα γένηται ὑπεναντία ἢ νόμων ἢ τῶν καλῶν τρόπων, ταῦτα μηδεμίαν ἔχειν ἰσχὺν ἀναμφιβόλου νομίμου ἐστίν.

31

pr.Ἐάν τις πιπράσκων οἶκον εἴπῃ τῷ ἀγοραστῇ γενικῶς, ὅτι δουλείᾳ βεβάρηται ὁ οἶκος, οὐκ ἀναγκάζεται δουλείας ἐλεύθερον αὐτὸν παραδοῦναι. ὅθεν κἂν μὴ ἐδούλευσε, δύναται δουλείαν ἐπιτιθέναι, πρὸ μέντοι τῆς παραδόσεως, ἵνα ἢ οἴκῳ τοῦ πράτου δουλεύσῃ ἢ ἀλλοτρίῳ οἴκῳ. εἰ δὲ ὅ τε πιπράσκων εἴποι ἰδικῶς ὁ δεῖνα δουλεύει ὁ οἶκος, καὶ παραχωρήσει τὴν δουλείαν, ζήτησιν οὐκ ἔχει.

32

pr.Τὸ μὴ ἐξεῖναί τινι καπνὸν ἀπὸ ποδεψείου ἢ καπνοδόχου βαλανείου ἐπιπέμπειν τῷ γείτονι ἢ κόπρον ἢ ὕδωρ ἐπιῤῥίπτειν, εἶδος δουλείας ἐστίνο.

33

pr.Ἐὰν χρεωστῶ σοι δουλείαν τοῦ μὴ κτίσαι καὶ κτίσω, καὶ παρέλθῃ μακρὸς χρόνος, ἀναιρεῖταί σοι ἡ κατ᾿ ἐμοῦ δουλεία διὰ τὸν χρόνον.

34

pr.Κλίμακα τοῦ κοινοῦ τοίχου πλησίον δύναμαι στῆσαι. οὐδεμία γὰρ ἐντεῦθεν προσγίνεται βλάβη διὰ τὸ τὴν ἀφαίρεσιν αὐτοῦ εὔκολον εἶναι.

35

pr.Ἐὰν χρεωστῇς μοι τοιαύτην δουλείαν, ὥστε μὴ ἐξεῖ ναί σοι εἰς ὕψος αἴρειν τὴν σὴν οἰκίαν, ἵνα μὴ ἐμποδίσῃς τῷ φωτὶ τῆς ἐμῆς οἰκίας ὅπερ διὰ τῶν θυρίδων τῶν οὐσῶν ἐν τῷ ἐμῷ τοίχῳ ἐχορηγεῖτό μοι· ἐγὼ δὲ ἐποφειλόμενος τὴν δουλείαν ἐπὶ ι ἢ κ΄ ἔτη ἥλωσα τὰς ἐμὰς θυρίδας ἢ ἀνῳκοδόμησα αὐτὰς ἢ ἔφραξα, καὶ ἔμεινε τοῦτο τὸ σχῆμα ἐπὶ τῶν εἰρημένων χρόνων, τηνικαῦτα διαφθείρεται τὸ τῆς δουλείας δίκαιον, ἡνίκα ἀνύψωσας τὴν οἰκίαν, καὶ ἔμεινεν αὕτη εἰς ὕψος ἀρθεῖσα χρόνον δεκαετῆ ἢ εἰκοσαετῆ. ἰδοὺ γὰρ κἀγὼ ἐνταῦθα τῇ δουλείᾳ οὐκ ἐχρησάμην ἐν τῷ πεφραγμένας ἔχειν τὰς θυρίδας, καὶ σὺ σαυτῷ περιεποίησας τὴν ἐλευθερίαν τῷ ἀνυψῶσαί σε τὴν οἰκίαν· δι᾽ ὁ ἀπώλετό μοι ἡ δουλεία. εἰ μέντοι ἐμοῦ κεκλεισμένας ἔχοντος τὰς θυρίδας ἐπὶ τοσοῦτον χρόνον οὐδὲν ὑπὸ σοῦ γέγονε καινότερον, τουτέστιν [οὐκ ἀνύψωσας τὸν σεαυτοῦ οἶκον, ἀκέραιός μοί ἐστιν ἡ δουλεία, καὶ ἐὰν ἀνοίξω τὰς θυρίδας μετὰ ι ' ἢ κ ' ἔτη, σὺ δὲ θέλεις ἀνυψῶσαι, δύναμαί σε κωλύειν διὰ τὸ προσόν μοι δίκαιον '.

36

pr.Ἐὰν παραχωρηθῇ μοι δουλεία, ὥστε ἐξεῖναί μοι τὰς ἐμὰς δοκοὺς τοῖς σοῖς ἐπιτιθέναι οἴκοις καὶ τὸν σὸν βαρύνειν τοῖχον, εἶτα ἀπεθέμην τὸν σὸν τρυπήσας τοῖχον ἐκεῖ τὰς ἐμὰς δοκοὺς, ἀφειλόμην δὲ μετὰ ταῦτα, καὶ δεκαετίαν ἔμεινα μὴ ἀποτιθέμενος ἐν ταῖς γενομένας ὀπαῖς τὰς ἐμὰς δοκούς· εἰ μὲν ἔμειναν αἱ ὀπαὶ οὕτως ἀνεῳγμέναι, ὥσπερ καὶ ἦσαν ὅτε ἐλάμβανον τὰς ἐμὰς δοκοὺς, οὐδὲ εἷς σοι χρόνος περιποιήσει ἐλευθερίαν. εἰ δὲ ἐμοῦ τὰς δοκοὺς ἀφελομένου σὺ τὰς τρύπας ἔφραξας καὶ ἀνῳκοδόμησας αὐτὰς, καὶ μεθ᾽ δ ἀνῳκοδόμησας ι ἢ κ΄ ἔτη παρῆλθον, προσεγένετό σοι ἐλευθερία. διὰ τῆς χρήσεως γὰρ ἔλαβες τὴν δεσποτείαν ταύτην ἐπὶ τοσοῦτον χρόνον ἀνοικοδομηθείσας ἔχων τὰς ὀπάς. εἰ δὲ μηδὲν ποιήσας καινότερον εἴασας αὐτὰς ἐπὶ σχήματι, σώζεταί μοι διὰ παντὸς τὸ τῆς δουλείας δίκαιον, καὶ βουληθέντι μοι τυχὸν μετὰ ι ' ἢ κ΄ ἔτη πάλιν ἀποθέσθαι τὰς δοκοὺς κατὰ τοῦ σοῦ τοίχου ἐν ταῖς αὐταῖς ὀπαῖς οὐδὲν ἐναντ ιωθήσεταί μοι διὰ τὸ μὴ κτήσασθαί σε ἐλευθερίαν ἐκ τοῦ χρᾶσθαι.

37

pr.Τῆς ἐπὶ τάφον ἀγούσης ὁδοῦ ἡ νομὴ οὐδέποτε τῇ τοῦ χρόνου παραδρομῇ ἐκ τοῦ μὴ χρᾶσθαι φθείρεται.

38

pr.Ὅστις χωρὶς κελεύσεως βασιλικῆς καταπεμφθείσης τῷ ἐπάρχῳ τῆς πόλεως πολλὰς ῥύμας ἢ καὶ μέρη τούτων τοῖς ἰδίοις ἀναφράξει οἴκοις, ἢ καταχρήσεται ταῖς στοαῖς εἰς οἰ κείαν χρῆσιν ἀφελὼν, ἀναμφισβητήτως τὰ ἀρχαῖα δίκαια τῇ πόλει ἀποδώσει '.

39

pr.Ἐὰν εἰς τὸ ἐπίκοινον ῥεῖθρον εἷς τῶν κοινωνῶν δαπανήσῃ ἀνακαινίζων τοῦτο, ἕξει κατὰ τοῦ ἑτέρου τὴν ὑπὲρ τοῦ αὐτοῦ μόνου τοῦ ἐπικοίνου πράγματος ἀγωγὴν ἀπαιτῶν τὸ γενόμενον δαπάνημα ἐφ᾽ οἷς ἀνήλωσιν.

40

pr.Ἐάν τίς σοι παραχωρήσῃ δίκαιον ἀντλήσεως εἰς τι διαφέρον αὐτῷ ὕδωρ, ἀναγκάζεταί σοι καὶ ἄκων δουλείαν τῆς ὁδοῦ παραχωρῆσαι, εἴπερ ἄλλως μὴ δύνασαι χρήσασθαι τῷ τῆς ἀντλήσεως δικαίῳ.

41

pr.Οὐκ ἔξεστί τινι σωλῆνας προσπελάσαι ἤτοι συζεύξαι ἐν τῷ ἐπικοίνῳ τοίχῳ ὡς δι᾽ αὐτῶν ἕλκειν ἵδωρ.

42

pr.Πᾶσα δουλεία καὶ πᾶσα χρῆσις ἐπὶ τῶν μὴ κεχρημένων διὰ τῆς τοῦ χρόνου παραδρομῆς, ἐπὶ μὲν παρόντων δεκαετίᾳ, ἐπὶ δὲ ἀπόντων εἰκοσαετίᾳ, ἀπόλλυται.

43

pr.Τῶν ἐνδημούντων ἡ δεκαετία, τῶν ἀποδημούντων ἡ εἰκοσαετία, τῶν ὀρφανῶν καὶ τῶν αἰχμαλώτων ἡ τριακονταετίας.

44

pr.Ἐὰν νομῆς δίκαιον ἢ χρῆσιν καρπῶν ἀπολέσῃ ὁ αἰχμάλωτος, καὶ τοὺς ἀναμεταξὺ καρποὺς ἀναλαμβάνει.

45

pr.Ὁ καλῇ πίστει μὲν ἀγοράσας ἔδαφος, μετὰ δὲ τὸ γνῶναι τοῦτο εἶναι ἀλλότριον κτίσας ἐν αὐτῷ, τὰ μὲν δαπανήματα οὐκ ἀπειτεῖ, συγχωρεῖται δὲ τοῦ ἐδάφους περιελεῖν τὸ οἰκοδόμημα δίχα ζημίας τοῦ δεσπότου τοῦ ἐδάφους.

46

pr.Ἐὰν ἀλλότριον ἀγρὸν ἀγνοῶν τις ἀγοράσῃ καλῇ πίστει καὶ σπείρῃ, κτίσῃ τε ἐπ᾿ αὐτῷ, χρὴ τὸν δικαστὴν μὴ ὡς ἔτυχεν ἀποφαίνεσθαι, ἀλλὰ τὰ πρόσωπα καὶ τὰς αἰτίας σκοπεῖν. τὰ μὲν πρόσωπα οὕτως· ἐὰν ὁ ἀληθὴς δεσπότης τοῦ ἀγροῦ εὔπορος ὢν τὰ αὐτὰ ἔμελλε ποιεῖν καὶ οἰκοδομεῖν, ἢ γεωργεῖν τὸν ἀγρὸν, καταδικάζει δοῦναι τὴν γενομένην δαπάνην, καὶ οὕτω τὸν ἀγρὸν ἀναλαβεῖν, τουτέστιν εἰς εἴτι βελτίων ἐγένετο ὁ ἀγρὸς εἰς τὸ δαπάνημα αὐτὸν καταδικάζει. ταῦτα μὲν οὖν, εἰ εὔπορος ὢν καὶ ἐβούλετο τὰ αὐτὰ ποιεῖν ὁ κύριος τοῦ ἀγροῦ. εἰ δὲ τυχὸν πένης ὢν οὐκ ἐβούλετο αὐτὰ ποιεῖν, ἀρκεῖ τῷ καλῇ πίστει νεμομένῳ τὸν ἀγρὸν δίχα βλάβης τοῦ ἀγροῦ περιελεῖν πάντα ὅσα ἐποίησεν, εἰ μὴ ὁ τοῦ ἀγροῦ δεσπότης ἑτοίμως ἔχει δοῖ ναι τῷ νεμομένῳ, ὅσα μέλλει λαμβάνειν μετὰ τὸ καταλυθῆναι τὸ οἰκοδόμημα τὰς ὕλας πιπράσκων. τὰς δὲ αἰτίας οὕτω χρὴ σκοπεῖν· τυχὸν εἰ ὁ τοῦ ἀγροῦ δεσπότης πράσιμον αὐτὸν ἔχει ὡς μέλλειν αὐτὸν πωλεῖν· τότε γὰρ οὐ συγχωρεῖται, ἐὰν ἄπορός ἐστι, μόνην τὴν τῶν ὑλῶν παρέχειν διατίμησιν, ἀλλ᾽ εἰς εἴτι βελτίων γέγονεν ὁ ἀγρὸς καταδικάζεται '.

47

pr.Εἴ τις κακῇ πίστει πράγματα νεμόμενος ἢ κατὰ πρᾶσιν ἢ κατὰ δωρεὰν ἢ ἄλλως ταῦτα ἐκποιήσει, ὁ δὲ νομίζων τὰ πράγματα προσήκειν αὐτῷ τοῦτο γινώσκων ἐντὸς ι ' ἐνιαυτῶν μεταξὺ τῶν παρόντων καὶ κ΄ μεταξὺ τῶν ἀπόντων μὴ διαμαρτύρηται κατὰ τοὺς νόμους τὸν ἀγοραστὴν ἤτοι τὸν τὴν δωρεὰν δεχόμενον ἢ ἐκεῖνον, εἰς ὃν τὰ πράγματα ἄλλῳ οἱῳδήποτε τρόπῳ μετενεχθείη, τὸν τὰ τοιαῦτα πράγματα κομιζόμενον βεβαίως ταῦτα ἔχειν μετὰ τὴν τῆς δεκαετίας δηλονότι ἐπὶ τῶν παρόντων καὶ εἰκοσαετίας ἐπὶ τῶν ἀπόντων παραδρομήν. εἰ δὲ ἀγνοεῖ ὁ ἀληθὴς τῶν ἐκποιηθέντων πραγμάτων δεσπότης, καὶ ὅτι τὰ πράγματα [αὐτῷ] προσήκει καὶ ὅτι γέγονεν ἐκποίησις, κελεύομεν μὴ ἄλλως τοῦτον ἀποκλείεσθαι, πλὴν εἰ μὴ διὰ τῆς παραδρομῆς τῆς τριακονταετίας, μὴ δυναμένου λέγειν τοῦ τὰ πράγματα τούτῳ τῷ τρόπῳ νεμομένου, ὅτι αὐτὸς καλῇ πίστει νέμεται, ὁπότε παρὰ τοῦ κακῇ πίστει νεμηθέντος ταῦτα ἐκομίσατο.

48

pr.Περὶ δὲ τῆς παραγραφῆς τῆς δεκαετίας ταῦτα διατυπῶσαι συνείδομεν, ὡς εἴποτέ τις ἐν τῇ εἰρημένῃ τῆς δε– καετίας χρονικῇ παραγραφῇ ἐπί τινας μὲν ἐνιαυτοὺς παρὼν εἴη, ἐπί τινας δὲ ἀπὼν, ἄλλους τοσούτους ἐνιαυτοὺς αὐτῷ πρὸς τῇ δεκαετίᾳ προστεθῆναι, ὅσους ἐξ αὐτῆς τῆς δεκαετίας ἀπὼν γέγονεν.

49

pr.Ὁ ἐνάγων τινὶ περὶ ἀκινήτου πράγματος μὴ ἀπὸ δικαίας αἰτίας νεμηθέντος, καὶ μηδέπω ἀποκλεισθεὶς τῇ τριακονταετίᾳ μηδὲ ἀπολέσας τὴν ἰδίαν ἀγωγὴν, εἰς τὸ ἴδιον δίκαιον ἀποκαθίσταται.

50

pr.Τὰ κινητὰ πράγματα τῇ τριετίᾳ ἀνεπιφωνήτως κρατούμενα δεσπόζονται.

51

pr.Αἱ προσωπικαὶ ἀγωγαὶ εἰς κληρονόμους οὐ διαβαίνουσιν.

52

pr.Αγωγὴ κατὰ πατρὸς μὴ κινηθεῖσα οὐδὲ κατὰ υἱοῦ.

53

pr.Εἰ δ᾽ ἵππος ἐστὶ πλοπιμαῖος στρατιώτου, τί γενήσε ται γνωσθεὶς μετὰ τριετίαν παρὰ τοῦ κυρίου αὐτοῦ; οὗτος αὐτοκίνητος ἀντιστραφήσεται τῷ κυρίῳ αὐτοῦ.

54

pr.Καὶ ἡ σωματικὴ τοῦ πράγματος παράδοσις ἀρκεῖ ἀντὶ ἄλλης τινὸς ἀποδείξεως καὶ νομῆς καὶ χρόνου.

55

pr.Ὁ ἔχων δουλείαν τοῦ ποτίζειν καὶ βόσκειν ἐν τῷ ἀγρῷ σου θρέμματα, δύναται κτᾶσθαι δουλείαν τοῦ ἐν αὐτῷ ποιεῖν καλύβην '.

56

pr.Ὁ βουλόμενος πλησίον ἀλλοτρίου ἁλωνίου οἰκοδομεῖν, ἐν ᾧ καταβλάψει τὸν τούτου δεσπότην, κωλύεται ἐξ αὐτοῦ.

57

pr.Ὁ δι᾽ ἀλλοτρίου ἀγροῦ ἕλκων ὕδωρ εἰδότος τοῦ δεσπότου τοῦ ἀγροῦ, κτᾶται κατ᾿ αὐτοῦ δουλείαν τῷ νενομισμένῳ χρόνῳ τουτέστι τῷ τριετεῖ. ἐὰν δὲ πρὸ τοῦ παρελθεῖν τοῦτον τὸν χρόνον κωλύσῃ αὐτὸν ὁ δεσπότης τοῦ ἀγροῦ ἄγειν τὸ ὕδωρ, οὐ δύναται ἀπαιτεῖν αὐτὸν τὰ περὶ τὸν ὁλκὸν γενόμενα αὐτῷ δαπανήματα, ἀλλὰ καὶ αὐτοῦ τοῦ ὁλκοῦ δεσπότης γίνεται ὁ τοῦ ἐδάφους κύριος, ἕως ὅτε συνέστηκε· διαλυομένου γὰρ αὐτοῦ δύναται τὰς ὕλας ὁ πάλαι δεσπότης ἐκδικεῖν.

58

pr.Ἐάν τις ἀναισχύντως ἄρξηται νέμεσθαι τὸ ἀλλότριον, οὐδέποτε δύναται διὰ τῆς χρονίας νομῆς δεσπόζειν οὔτε δίκαιον τίτλον νομῆς ἑαυτῷ κατασκευάζει. ἐπειδὴ οὐδεὶς δύναται ἑαυτῷ τὸν τίτλον τῆς νομῆς κατασκευάζειν ἤγουν ἐναλλάσσειν.

59

pr.Ἐὰν ὁ προκτήτωρ οὐκ ἠδύνατο κωλύσαι τὴν τοῦ ὕδατος πάροδον, οὐδὲ ὁ νῦν ἀγοραστὴς δύναται κωλύειν· μετὰ γὰρ τοῦ αὐτοῦ βάρους ἀγοράσαι δοκεῖς.

60

pr.Νομή ἐστι φυσικὴ ἡ τοῦ πράγματος κατοχή· κατὰ δὲ τοὺς νόμους νομή ἐστι ψυχικὴ δεσπόζοντος κατοχή. τότε οὖν λέγομέν τινα νέμεσθαι καὶ ἔχειν τὰ τῆς νομῆς ἀποτελέσματα, ὅτε μηδεὶς διάδικος αὐτῷ παρενοχλήσει, ἀλλὰ πάντων σιωπώντων βεβαιωθῇ ἡ νομή. τινῶν δὲ ἀντιλεγόντων, εἰ καὶ σώματι νέμεται, ἀλλ᾽ ἀφ᾽ οὗ γένηται ἡ προκάταρξις, ὅμως κατὰ τὸν νόμον οὐ νέμεται, καὶ οὐκ ἐστιν ἀσφαλὴς ἡ νομή.

61

pr.Οὐδὲ ἀπὸ θείας ἀντιγραφῆς τὴν βιαίως ληφθεῖσαν παρ᾿ αὐτοῦ νομὴν βεβαιοῖ τις.

62

pr.Ἐὰν ἀλλότρια ἀνδράποδα πωλήσῃ τὶς, ἐν τῷ πιπράσκειν ταῦτα κλοπὴν ἁμαρτάνει, καὶ διὰ τοῦτο οὐ δεσπόζονται παρὰ τῆς χρονίας νομῆς.

63

pr.Ὁ κληρονόμος τοῦ κακῇ πίστει νεμηθέντος, κἂν αὐτὸς καλῇ πίστει νεμηθῇ, οὐ δύναται διὰ τῆς χρονίας νομῆς δεσπόζειν. τὰ γὰρ ἐλαττώματα τοῦ τελευτήσαντος διαβαίνουσιν ἐπὶ τὸν κληρονόμον. καὶ ἐπὶ κληρονομίας διὰ τὸ χρῆσθαι δεσποτεία οὐκ ἐστὶν, οὐδὲ δύναταί τις εἰπεῖν, ὅτι τῆς κληρονομίας ὑπάρχον τὸ πρᾶγμα διὰ τῆς χρήσεως ἐδέσποσα, ἐπειδὴ δοκεῖ καὶ αὐτὸς πίστει κακῇ νέμεσθαι '.

64

pr.Καὶ ὁ μὴ παρὰ δεσπότου δεξάμενος πράγματα κατὰ δωρεὰν καὶ διὰ τῆς χρονίας νομῆς δεσπόσας, οὐκέτι αὐτὰ ἀπόλλυσιν.

65

pr.Ὁ ἐγκατέλιπον, οὐκ ἐστιν ἐμὸν, τοῦ δὲ προκαταλαμβάνοντος γίνεται. ὡς γὰρ κτάμεθα, οὕτως καὶ ἀποκτώμεθα.

66

pr.Τὸ ἐγκαταλειφθὲν ἢ καὶ νομιζόμενον καταλειφθῆναι διὰ τῆς χρονίας νομῆς δεσπόζομεν. ἀλλὰ καὶ οἱ κληρονόμοι αὐτοῦ τὸ αὐτὸ πρᾶγμα νεμηθέντες, κἂν καλῇ πίστει νέμωνται, διὰ τὸ τῆς ἀρχῆς ἐλάττωμα διὰ χρήσεως οὐ δεσπόζουσιν αὐτοῦ.

67

pr.Ἡ διάταξις κελεύει πάντα τὰ πράγματα, εἰ μὲν κινητὰ ἢ αὐτοκίνητα εἴησαν, διὰ τετραετίας τῇ χρονίᾳ νομῇ δεσπόζεσθαι, εἰ δὲ ἀκίνητα, διὰ ι ἢ κ ' ἐνιαυτῶν τῇ χρονίᾳ νομῇ δεσπόζεσθαι, ι ' μὲν ὅτε πάρεισιν οἱ δεσπόται, κ΄ δὲ ὅτε ἄπεισιν.

68

pr.Ἡ χρονία νομὴ συμβάλλεται τοῖς πίστει καλῇ νεμηθεῖσι καὶ μηδεμίαν προκάταρξιν ὑπομείνασιν.

69

pr.Τὴν γενομένην κατὰ δόλον ἀγορασίαν χρονία νομὴ οὐ δύναται βεβαιῶσαι, ἐπειδὴ πίστει καλῇ ἄρχεταί τις τῆς νομῆς.

70

pr.Ὁ πίστει καλῇ ἀγοράσας πρᾶγμα καὶ ὠχυρωμένος τῇ τοῦ μακροῦ χρόνου παραδρομῇ εὐθέως μὲν ἐναγόμενος ὀφείλει εἰπεῖν, ὅτι ἔχει τὴν παραγραφήν· μεθὸ δὲ ὁ ἐνάγων ἀποδείξει τὴν ἰδίαν δεσποτείαν, τότε χρὴ καὶ αὐτὸν ἀποδεικνύντα τὴν δικαίαν νομὴν ἀπολυθῆναι.

71

pr.Ὁ καλῇ πίστει ἐξωνούμενος πράγματα κινητὰ διὰ τριετίας δεσπόζει αὐτῶν, εἴγε καὶ ὁ ἀληθὴς δεσπότης γινώσκει τὴν ἐκποίησιν. τοῦτο δὲ καὶ ἐπὶ ἀκινήτων θεωρεῖται διὰ δεκαετίας ἐπὶ τῶν παρόντων, διὰ δὲ εἰκοσαετίας ἐπὶ τῶν ἀπόντων. εἰ γὰρ ἀγοράσω οἶκον ἢ ἀγρὸν νομίζων δεσπότην εἶναι τὸν πωλοῦντα, καὶ ὁ κατὰ ἀλήθειαν δεσπότης βλέπει μὲν νεμόμενον καὶ γινώσκει αὐτοῦ εἶναι τὸ πρᾶγμα, καὶ οὐκ ἀντείποι παρὼν ἔσωθεν δεκαετίας ἢ ἀπὼν διὰ εἰκοσαετίας, ἀποκλείεται καὶ χώραν κατ᾿ ἐμοῦ οὐκ ἔχει. εἰ δ᾽ ἴσως ἀγνοεῖ διαφέρειν αὐτῷ τὸ πραχθὲν, ἢ κακῇ πίστει ἐγὼ ἠρξάμην νέμεσθαι, τυχὸν γινώσκων ὡς ὁ πωλήσας οὔκ ἐστι δεσπότης, οὐκ ἄλλως κυριεύω τοῦ πράγματος, εἰ μὴ τριακονταέτης παραδράμῃ χρόνος.

72

pr.Αἱ ποινάλιαι ἀγωγαὶ ἐνιαυσιαίαι εἰσὶν, οἷον ἡ περὶ ὕβρεως, ἡ περὶ κλοπῆς, ἡ περὶ βίας, ἡ περὶ ἁρπαγῆς. αὗται γὰρ εἰ μὴ ἔσωθεν ἐνιαυτοῦ κινηθῶσι, ποινὴν οὐκ ἀπαιτοῦσιν.

73

pr.Περὶ κλοπῆς ἔσωθεν ἐνιαυτοῦ εἰ κινηθείη, εἰ μὲν φανερά ἐστι τουτέστι κατεσχέθη αὐτὸς ὁ κλέπτης κατέχων τὰ φώρια, εὐθύνεται κατὰ τὸ τετραπλοῦν, εἰ δὲ οὐ κατεσχέθη ἀλλ᾽ ὕστερον ἐξελέγχθη, εὐθύνεται εἰς τὸ διπλοῦν ἔσωθεν ἐνιαυτοῦ. μετὰ γὰρ τὸν ἐνιαυτὸν εἰ κινηθῇ, μόνον ἔχεις τὸν κονδικτίκιον τουτέστι τὸν ἀπαιτητικὸν λόγον τοῦ πράγματος τοῦ κλαπέντος, ἤγουν αὐτὴν ἐκείνην ἁπλῆν τὴν ἀποτίμησιν τοῦ πράγματος ἐκείνου.

74

pr.Ἐπὶ τῶν πραγμάτων τῶν κινητῶν τοῦτο σκοποῦμεν, ἤγουν ἐὰν ὁ ἀγοραστὴς ἀγοράσῃ μὴ παρὰ δεσπότου, ἀγνοῇ δὲ ὅτι ἐστὶν ἀλλότριον, καὶ διέλθῃ ἡ τριετία καὶ ἐν γνώσει γένηται καὶ ὁ κύριος τοῦ πράγματος μὴ κινήσῃ ἀμάχως, ἔκτοτε δεσπόζει τοῦ ἠγορασμένου διὰ τὴν σιωπήν.

75

pr.Ἐὰν ὁ κληρονόμος ἔσωθεν πενταετίας μὴ ἐπάγῃ μέμψιν κατὰ τῆς διαθήκης, κἂν ὁ φαλκίδιος αὐτῷ οὐχ ἱκανωθῇ, οὐ δύναται ἔκτοτε κινεῖν.

76

pr.Ἐὰν ἀγοράσω ἀλλότριον ἀκίνητον παρὰ μὴ δεσπότου νομίζων αὐτὸν δεσπότην εἶναι, εἰ μὲν πάρεστιν ὁ δεσπότης τοῦ πράγματος καὶ γινώσκει τὸ πραχθὲν καὶ σιωπᾷ, ἐκπίπτει τούτου διὰ τὴν σιωπὴν καὶ διὰ δεκαετίας κυριεύω αὐτοῦ· εἰ δὲ ἀπολιμπάνεται, ἔχει εἰς βοήθειαν τὴν εἰκοσαετίαν. εἰ δὲ ἀγνοεῖ ὅτι αὐτῷ ἀνήκει τὸ ἐκποιηθὲν, μέχρι λ ' ετίας δύναται τοῦτο ἐκδικεῖν. καὶ πάντα τὰ κλοπιμαῖα καὶ τὰ βιαίως κατεχόμενα τῇ ἀνεπιφωνήτῳ λ ' ετίᾳ καλύπτονται, εἰ μὴ ἄνηβος ἡλικία προσβοηθήσῃ. μετὰ γὰρ τὴν ἥβην᾽ ὀφείλει τρέχειν ὁ χρόνος τῆς δεκαετίας, τῆς κ ' ετίας καὶ τῆς λ ' ετίας. εἰ δὲ χρεωστεῖται προὶξ, ἢ ἐκκλησιαστικὸν ἦν τὸ παρὰ μὴ δεσπότου ἐκποιηθὲν, μόνη ἡ μ ' ετία καλύπτει. καὶ ἐὰν δανείσω τινὶ, εἰ μὲν ἐν ὑποθήκῃ τὸ χρέος γένηται καὶ τὸ μέρος τοῦ δανεισαμένου νέμηται τὴν ὑποθήκην, μέχρι μ ' ετίας δύναμαι κατὰ τῆς ὑποθήκης κινεῖν. ταύτης δὲ ἀνεπιφωνήτου ἐκμετρηθείσης ἐκπίπτω τοῦ χρέους. εἰ δὲ τὴν ὑποθήκην ὁ ὀφείλων πωλήσει καὶ ὁ δανείσας κίνησιν κατὰ τῆς ὑποθέσεως οὐ ποιήσεται ἔσωθεν δεκαετίας, καὶ ὡσαύτως ἐκπίπτει, ἔχει δὲ τὴν προσωπικὴν ἀγωγὴν κατὰ τοῦ χρεώστου καὶ μέχρι λ ' ετίας δύναται κινεῖν κατὰ τοῦ προσώπου καὶ ἀπαιτεῖν τὸ ἴδιον χρέος.

77

pr.Ὅπερ θεωρεῖται ἐπὶ τῶν ἰδιωτικῶν πραγμάτων, καὶ τὰ μὲν δεσπόζονται διὰ τριετίας, τὰ δὲ διὰ δεκαετίας ἢ κ ' ετίας, ταῦτα ἐπὶ τῶν ἐκκλησιαστικῶν καὶ τῶν εὐαγῶν οἴκων διὰ μ ' ετίας ὀφείλουσιν ἀνεπιφωνήτως δεσπόζεσθαι. ἔχουσι δὲ οἱ εὐαγεῖς οἶκοι καὶ ἐκκλησίαι καθ᾽ ἑτέρων καὶ τὴν κ ' ετίαν καὶ τὴν λ ' ετίαν καὶ τὴν μ ' ετίαν, εἴπερ ἀγοράσουσιν ἢ κτίσουσιν· ὥσπερ ἔχουσιν οἱ ἰδιῶται κατ᾿ ἀλλήλων οὕτω καὶ αὗται ἔχουσι κατὰ τῶν ἰδιωτῶν· οὐ μὴν ἐὰν οἱ εἰρημένοι οἶκοι καινοτομῶνται· οὗτοι γὰρ τὴν μ ' ετίαν ἔχουσιν εἰς οἰκείαν βοήθειαν. καὶ τοῦτο πραγματικῶς κατείδομεν ἐπὶ τοῦ γαγγρῶν καὶ τοῦ κύρου.

78

pr.Θεσπίζομεν τοιγαροῦν, τῶν ἰδίων προθύρων ἕκαστον δεσπόζειν καὶ κύριον εἶναι τούτων, ὥστε τοὺς μὴ πρόθυρα ἔχοντας δηλαδὴ μὴ δεσπότας γίνεσθαί ποτε΄.

79

pr.Πᾶς ὁστισοῦν ἐὰν οἱᾳδήποτε διοικήσει ἤ ἐπαρχίᾳ εἴτε ἰδιόκτητον τοῦ βασιλέως ἀγρὸν ἢ ἱερατικὸν ἢ ἀγωνοθετικὸν ἐπὶ μ ' ἔτη συναπτὰ ἐὰν νεμηθῇ, εἴτε ἐκ δικαίου εἴτε καὶ μὴ, βεβαίως αὐτὸν ἐχέτω. τὸ αὐτό φαμεν καὶ σωζομένου τοῦ κανόνος, κἄντε μὴ ἐνημήθη ἐπὶ μ ' ἔτη. ἀσφαλῶς γὰρ αὐτὸν ἕξει.

80

pr.Καλῶς ἐν τῷ ἐμῷ οἴκῳ ἀνοίγω πυλῶνα, τουτέστιν ἐν τῷ σταλαγμῷ τῶν κεράμων, εἰ μὴ ἐμποδίζω ταῖς δουλείαις τοῦ γείτονος.

81

pr.Χωρὶς δουλείας οὔτε ὁ κάτω δύναται καπνὸν ἐπιπέμπειν τῷ ἄνω, οὔτε ὁ ἄνω τὸ ὕδωρ ἤ τι ἄλλο τῷ κάτω. ἐπὶ τοσοῦτον γὰρ ἔξεστιν ἐν τοῖς ἰδίοις ποιεῖν τι, ἐφ᾽ ὅσον μηδὲν εἰς τὸν ἀλλότριον ἐπιβλαβὲς ἐμποιεῖν. ὅθεν κωλύεταί τις λίθον ἐν τῷ ἰδίῳ οἴκῳ τεμεῖν καὶ τὰ κλάσματα ῥίπτειν εἰς τὸν ἀγρογείτονα. ἔξεστι δὲ καπνὸν ἐλαφρὸν οἷον ἀπὸ ἑστίας ποιεῖν, ὥσπερ καὶ καθέζεσθαι καὶ λούεσθαι ἐν τοῖς ἰδίοις. καὶ οὐ δύναται συνιστᾶν δουλεία εἰς τὸ ταῦτα μὴ γίνεσθαι ἢ γίνεσθαι. ἐπὶ δὲ τοῦ καπνοῦ τοῦ λοετροῦ δουλεία συνίσταται.

82

pr.Ὁ ἔχων ὁδὸν κωλύει τὸν κτίζοντα ἐν αὐτῇ, καὶ ὁ ἔχων σταλαγμὸν κεράμων, ἐὰν διὰ τοῦ κτίσματος ἐμποδίζηται. εἰ δὲ μήπω ἔκτισε, δύναται καὶ ὁ πλατεῖαν ἔχων ὁδὸν καὶ ὁ χρῆσιν ἔχων τὸ μονοπάτιον καὶ τὴν πάροδον κινεῖν τὴν περὶ συναλλάγματος ἀγωγήν. ὁ δὲ τὴν χρῆσιν ἔχων ἐπειδὴ ἀπόλλυται ἡ χρῆσις, κινεῖ τὴν περὶ δόλου ἀγωγήν.

83

pr.Ἐὰν ὁ γείτων κοπρῶνα ποιήσῃ παρὰ τὸν τοϊχόν μου καὶ ὑγράνῃ αὐτὸν, εἰ μὲν ἐν δημοσίῳ τόπῳ τέθεικε, τὴν περὶ ἐπαγγελίας ἀγωγὴν κινῶ, εἰ δὲ ἐν ἰδιωτικῷ, τὴν περὶ δουλείας ἀγωγήν· εἰ δὲ ἐβλάβην, κινῶ τὴν περὶ ζημίας ἀγωγήν.

84

pr.Ἔνθα γίνεται τὸ ἔργον, ὀφείλει τὶς παραγγέλλειν, εἴτε τὶς ἤδη οἰκοδομεῖ εἴτε ἄρχεται, κἂν μὴ τῷ δεσπότῃ παραγγέλλῃ· παντὶ γὰρ ἐν τῷ ἔργῳ παρόντι καλῶς παραγγέλλεται, εἴτε διὰ τὸ ἔργον παρέστη εἴτε διὰ τὸν δεσπότην. καὶ οὐ διαφερόμεθα, τίς ἢ ποίας αἱρέσεώς ἐστιν ὁ παραγγελθεὶς, ἢ δοῦλος ἢ γυνὴ ἢ παῖς ἢ κόρη. πᾶσι γὰρ τοῖς παροῦσιν ὀρθῶς παραγγέλλεται, ἵνα μέντοι δύνηται ἀπαγγελθῆναι τῷ δεσπότῃ. εἰ δὲ ἔξωθεν τοῦ ἔργου τῷ δεσπότῃ τὶς παραγγέλλοι, οὐκ ἔῤῥωται· ἐν αὐτῷ γὰρ δεῖ τῷ ἔργῳ παραγγέλλειν, ἵνα εὐθέως ὁ παραγγελθεὶς ἀναχωρήσῃ· ἐπείτοιγε συμβαίνει ἐν ὅσῳ ἄρχεται πρὸς τὸ ἔργον, τὸ κατὰ ἄγνοιαν αὐτοῦ γινόμενον παρὰ τὸ παράγγελμα γίνεσθαι.

85

pr.Θεσπίζομεν ἵνα ὥσπερ ὁ κηπωρὸς λάβῃ τὸν κῆπον παρὰ τοῦ κεκτημένου, οὕτως αὐτὸν καὶ ἀντιπαραδιδόναι. εἰ μὲν λάχανον ἔχοι, ἡνίκα ὁ κηπωρὸς αὐτὸν παραλαμβάνῃ, καὶ διατίμησις γένηται τούτου, ὁμοίως καὶ ἀντιπαραδῷ τὴν ἀκριβῆ διατίμησιν τοῦ λαχάνου μόνου λαμβάνοντος. εἰ δὲ οὐκ ἔχοι, ἀλλὰ ψιλὸν παραλάβοι τὸν κῆπον, εἴτε ἔχοντα κόπρον εἴτε καὶ μὴ, οὕτω καὶ ἀντιπαράδοσιν γίνεσθαι. καὶ ἁπλῶς οὕτω τηρεῖσθαι τὴν τοῦ πράγματος τάξιν ἐπὶ τῷ παραδιδόντι κηπωρῷ, οἷα γέγονεν, ἡνίκα παρέλαβε, μηδεμιᾶς ἑτέρας ἐπαγομένης τῷ δεσπότη βλάβης. εἰ δέ τις γῆν χέρσον ἐκδοίη, ὁ δὲ αὐτὴν ἐξημερώσειε, τὸν ὑπὲρ τῆς ἐξημερώσεως κομίζεσθαι μισθὸν, καὶ τὴν τοῦ ὄντος ἐν αὐτῇ λαχάνου διατίμησιν.

86

pr.Εἰ καλῇ πίστει ἀγοράσας ἔδαφος, μετὰ δὲ τὸ μαθεῖν ἀλλότριον εἶναι, κτίσω, τὰς μὲν δαπάνας οὐ λαμβάνω, δύναμαι δὲ περιελεῖν τὸ κτίσμα ἄνευ ζημίας τοῦ δεσπότου τοῦ ἐδάφους '.

87

pr.Ὁ τὸν ἀλλότριαν οἶκον καλῇ πίστει νεμηθεὶς ἀποδίδωσι μὲν αὐτὸν μετὰ τῶν στεγονομίων καὶ παντὸς ἑτέρου, τὰ δὲ δαπανήματα οὐ λαμβάνει εἰ μὴ ἄρα ἀναγκαῖά εἰσι. τὰ δὲ ἐπωφελῆ δύναται μὴ βλάπτων τὴν ἀρχαίαν ὄψιν ἀφελέσθαι.

88

pr.Ὁ κακῇ πίστει σπείρας ἢ φυτεύσας τὸν ἀλλότριον ἀγρὸν ἀπόλλυσι καὶ τὰ φυτὰ καὶ τὸν σπόρον. δεσπότης γὰρ τοῦ ἐδάφους οὐ γίνεται.

89

pr.Ὁ δὲ καλῇ πίστει τοῦτο ποιήσας διὰ δόλου παραγραφῆς λαμβάνει τὰ δαπανήματα.

90

pr.Ὁ λέγων ἀλλότριον οἰκέτην πράγματα αὐτοῦ κατέχειν, οὐ κατὰ τοῦ δούλου ὀφείλει κινεῖν, ἀλλὰ κατὰ τοῦ δεσπότου.

91

pr.Ἐάν τινες κλέψαντες ἢ ἄλλως ἀφελόμενοι πωλήσωσι πρᾶγμα ἀλλότριον, ὁ δεσπότης κινῶν τὴν ἐπ᾿ αὐτῷ ἀγωγὴν οὐ καταναγκάζεται δοῦναι τὸ τοῦ πράγματος τίμημα.

92

pr.Ὁ ὑπὲρ ἀλλοτρίου πράγματος ἢ δημοσίου δοὺς ἢ ἄλλα τινὰ ἐξ ἔθους καταβαλὼν μὴ γινομένης πράσεως οὐ κτᾶται τὴν δεσποτείαν.

93

pr.Δουλεία γίνεται ἢ ἐν τῷ ἐδάφει, ἢ ἐν τοῖς κτίσμασιν. ὅταν γὰρ ἔχῃ τὶς ὁδὸν πλατεῖαν ἢ μονοπάτιον διέρχεσθαι δι ' ἀγροῦ· ἀλλοτρίου, ἢ ὕδωρ διαβιβάζειν, δουλεία λέγεται ἐδαφική. ὅταν δὲ εἰς τὴν οἰκίαν τοῦ γείτονος ἐπιθήσει ξύλα, ἢ ὕδατα κεράμων ἀπολύσῃ, ἢ βάρος θῇ, λέγεται δουλεία ἐν τῷ κτίσματι. βεβαιοῦνται δὲ αἱ δουλεῖαι ἢ διὰ συμφώνων, ἢ διὰ χρονίας παρατάσεως, ἤγουν δεκαετίας. καὶ τὸ ἕλκειν δὲ ὕδωρ ἀπὸ γῆς ἀλλοτρίας δουλεία ἐστὶν.

94

pr.Δύναται διὰ συμφωνίας παραχωρεῖσθαι καινοτομία.

95

pr.Εἴ τις κτίζει ἐν στενωπῷ πλεῖον ἔχοντι τῶν ιβ΄ ποδῶν, μηδὲν ἐκεῖθεν ἀφαιρείσθω, ἵνα μὴ στενοῖ τὴν δημοσίαν ὁδόν.

96

pr.Ἐπεὶ δὲ περὶ τῶν κτιζόντων πλησίον περιφραγῆς ἢ ἐδάφους ἀλλοτρίου ὁ νόμος οὐ διεσάφησεν, ἐκράτησεν ἔθος ἐν τῷ κοιαιστωρίῳ, ἀπὸ περιφραγῆς ἢ καὶ ἐξαέρος τοῦ γείτονος ἀποφεύγειν τὸν μέλλοντα κτίζειν διάστημα ποδῶν ἕξ.

97

pr.Οἱ χθαμαλώτεροι τόποι τῶν ἀγρῶν σιωπηρὰν δουλείαν τοῖς ὑψηλοτέροις χρεωστοῦσιν εἰς [τὸ] δέχεσθαι τὰ ἴδια αὐτῶν ὕδατα, κέρδος ἔχοντες ἀντὶ τοῦ βάρους τούτου τὸ πᾶσαν τὴν λιπαρότητα τῶν ὑψηλοτέρων γηδίων ὑποδέχεσθαι '.

98

pr.Ἐὰν ἐπὶ ε΄ ἐνιαυτοὺς μὴ χρησάμενος τῇ τοῦ ἀγροῦ μου δουλείᾳ πωλήσω αὐτὸν ἑτέρῳ, ψηφίζονται τὰ ε΄ ἔτη τῷ ἀγοραστῇ, ἵνα, ἐὰν ἐκεῖνος ἐπὶ ε΄ ἐνιαυτοὺς ἄλλους μὴ χρήσηται τῇ δουλείᾳ, ἐκπέσῃ αὐτῆς. εἰς μὲν γὰρ τὸ κτήσασθαι τὴν ἐλευθερίαν τῆς δουλείας τὸν αὐτὸν ἀπαιτοῦμεν εἶναι παρ᾽ ὅλον τὸν νόμιμον καιρὸν, εἰς δὲ τὸ ἀπολέσαι διὰ τῆς ἀχρησίας ἀρκούμεθα τῷ μηδὲ χρήσασθαι καὶ μόνον παρ᾽ ὅλον τὸν τοῦ νόμου καιρόν· καὶ οὐ περιεργαζόμεθα εἴτε εἷς εἴτε πλείους εἰσὶν οἱ μὴ χρησάμενοι.

99

pr.Εἴ τις παρὰ δημοσίαν ὁδὸν ἢ πλησίον γῆς ἀλλοτρίας ἤτοι χώρας ὀρύττοι καὶ τὸν ὅρον μὴ βούλοιτο παραβαίνειν, ἐὰν τειχίον ποιῇ, ἀπολειπέτω πόδα ἕνα· ἐὰν δὲ οἴκημα, πόδας ς΄΄ ἐὰν δὲ τάφον ἢ βόθρον ὀρύττῃ, ὅσον τὸ βάθος εἴη, τοσοῦτον ἀπολειπέτω· ἐὰν δὲ φρέαρ, ὀργυιὰν, εἰ μήπω φρέαρ προϋπάρχῃ τοῦ γείτονος καὶ διὰ τοῦ καινοῦ ἔργου βλάπτηται· ἐλαίαν δὲ καὶ συκῆν φυτεύων πόδας θ΄· τὰ δὲ ἄλλα δένδρα πόδας ε΄.

100

pr.Ἐὰν πλησίον τοῦ ἀγροῦ σου ὑδραγώγιον ἔχω, παρέπεται σιωπηρῶς τῇ τοιαύτῃ δουλείᾳ ταῦτα· ἀνανεοῦν τὸ ῥεῖθρον καὶ τὸ ἐξεῖναι εἰσιέναι ἐμέ τε καὶ τοὺς ἐμοὺς τεχνίτας ἐπὶ ἀνανεώσει τοῦ ὁλκοῦ. χρεωστεῖς μοι δὲ καὶ διάστημα καταλιμπάνειν ὡς ἂν δι᾽ αὐτοῦ καὶ ἐκ δεξιῶν καὶ ἐξ ἀριστερῶν πορεύωμαι ἐπὶ τὸ ῥεῖθρον, καὶ ἵνα ἐν αὐτῷ ἀποτιθῶ γῆν καὶ λίθους, καὶ τὴν ὕλην τὴν ἀπὸ τοῦ ὁλκοῦ ἀναφερομένην καὶ ἄσβεστον καὶ ψάμμον πρὸς ἀνανέωσιν τοῦ ὑδραγωγίου.

101

pr.Ἐὰν πιπράσκων ἀγροῦ μέρος δι᾽ αὐτοῦ συμφωνήσω ἕλκειν ὕδωρ, καὶ μήπω ποιήσαντός μου τὸν ὀχετὸν ὁ νόμιμος παρέλθῃ χρόνος, σώζεταί μοι τὸ δίκαιον· εἰ δὲ ἐποίησα μὲν, μὴ ἐχρησάμην δὲ, φθείρεται.

102

pr.Ἡ δουλεία τοῦ ὕδατος ἐὰν οὕτως συστῇ, ὥστε ἐν μόνῳ τῷ θέρει κεχρῆσθαι αὐτῇ ἢ ἐν ἑνὶ μηνὶ ἢ ὑπὲρ ἐνιαυτὸν, διπλασιάζεται ὁ χρόνος τῆς ἀχρησίας· τὸ αὐτὸ καὶ ἐπὶ τῆς ὁδοῦ. εἰ δὲ ὑπὲρ ἡμέρας ἢ ὑπὲρ ὥρας, ἢ μίαν ὥραν ἢ μίαν καὶ μόνην ἡμέραν ἢ μόνην νύκτα, τῷ νομίμῳ [χρόνῳ] φθείρεται· μία γάρ ἐστιν ἡ δουλεία.

103

pr.Τῷ περὶ ὅρων καὶ ὁροθεσίων δικαστηρίῳ ἡ τοῦ μακροῦ χρόνου παραγραφὴ οὐκ ἀντίκειται, ἀλλὰ μόνον ἡ τῶν λ ' ἐτῶν παραγραφὴ χώραν ἔχει.

104

pr.Ἐν ταῖς περὶ ὅρων ζητήσεσι δεῖ τὸν δικαστὴν ἀκολουθεῖν ἢ τοῖς ὑπομνήμασιν ἢ τῇ δημοσίᾳ ἀπογραφῆ τῇ πρὸ τῆς κατάρξεως συστάσῃ· εἰ μὴ ἄρα τῇ ποικίλῃ τῶν κτητόρων διαδοχῇ καὶ τῇ κρίσει τῶν κατὰ καιρὸν νεμομένων ἀλλαγέντες οἱ ὅροι ἀποδειχθῶσι· τότε γὰρ τούτοις τοῖς ὅροις προσεκτέον τοῖς ὑπὸ τῶν κτητόρων ὁρισθεῖσι, καὶ οὐχὶ τοῖς παλαιοτέροις.

105

pr.Ἡνίκα δημοσία ὁδὸς σεισμοῦ συμβεβηκότος ἢ ἐπικλύσαντος αὐτὴν ποταμοῦ ἀπόληται, ὁ πλησιάζων δεσπότης ἀναγκάζεται παρέχειν τὴν δημοσίαν ὁδὸν διὰ τῶν ἰδίων τόπων.

106

pr.Ἐὰν ποταμὸς μέσον δύο ἀγρῶν ῥεῖ, τουτέστι τοῦ σοῦ καὶ τοῦ ἐμοῦ, εἶτα κατὰ βραχὺ καὶ ἀνεπαισθήτως προσθήσει γῆν τῇ ἐμῇ γῇ, ὡς μὴ δύνασθαί τινα νοῆσαι πόσον καὶ ἐν ποίῳ χρόνῳ τῆς ἡμετέρας δεσποτείας τὸ προστιθέμενον, τοῦτο ἐμὸν γίνεται. εἰ δὲ ἡ τοῦ ποταμοῦ βία καὶ ὁρμὴ μέρος τὶ τοῦ σοῦ ἀγροῦ ἀφείλετο καὶ τῷ ἐμῷ προσήγαγεν ἀγρῷ, δῆλόν ἐστιν, ὅτι τὸ προστεθὲν τῆς σῆς μένει δεσποτείας· οὐδὲ γὰρ ἀνεπαισθήτως τοῦτο γέγονεν.

107

pr.Ἐὰν ὕδωρ ἕλκοντός μου διὰ ὑδραγωγοῦ φέρηται μὲν ἕως τόσου τινὸς, μὴ δείκνυται δὲ δι᾽ ὅλου τοῦ ὁλκοῦ τὸ ὕδωρ, ὡς φθαρέντος τυχὸν τοῦ ὑδραγωγοῦ ἐν τῷ μέσω, ἀβλαβὴς ἡ κατὰ παντὸς τοῦ ὁλκοῦ δουλεία φυλάττεται.

108

pr.Πᾶσα ἀγωγὴ προσήκουσα σεπτῶ οἴκῳ, εἴτε προσωπικὴ εἴτε ὑποθηκαρία ἐστὶν, οὐχ ὑπερβαίνει τὰ μ ' ἔτη, τῶν ἁρμοζουσῶν ἑκάστῳ τοιούτῳ εὐαγεῖ οἴκῳ προσκαίρων παραγραφῶν φυλαττουσῶν τοὺς οἰκείους χρόνους.

109

pr.Ἐὰν βλαβῇ σῶμα ἐλεύθερον, ἡ καταδίκη γίνεται εἰς τὴν δαπάνην τῆς ἰατρείας καὶ τὴν ἀπώλειαν τῆς ἐργασίας, οὐ μὴν τῆς ἀμορφίας· σῶμα γὰρ ἐλεύθερον οὐ διατιμᾶται. ὁ δὲ σῶμα δούλου βλάψας ἀπαιτεῖται πρὸς τοῖς εἰρημένοις καὶ εἰς εἴ τι ἠλαττώθη ἡ διατίμησις αὐτοῦ.

110

pr.Οὐκ ἀπρεπὲς δὲ καὶ τοῦτο ἔδοξεν ἡμῖν διορίσασθαι, ἵνα οἱ ἐπὶ ἐγκλήμασι περιοριζόμενοι κἂν ἐν τῷ ἰδίῳ οἴκῳ μὴ περιγράφωνται χρόνῳ. ἀλλὰ μηδὲ τοῖς διὰ δουλείαν βασιλικὴν ἀπολιμπανομένοις συμψηφιζέσθω χρόνος, ἐφ᾽ ὅσον διά γουσιν ἐν τῷ τόπῳ τῆς λειτουργίας, μέχρις ὅτου ὑποστρέψουσιν '.

111

pr.Τὸ κακῇ πίστει νεμηθὲν ἀποδίδωσι μὲν αὐτὸ μετὰ τῶν στεγονομίων καὶ παντὸς ἑτέρου δαπανήματος, ἤγουν τὰς βελτιώσεις οὐ λαμβάνει, εἰ μὴ ἄρα ἀναγκαῖαί εἰσιν.

112

pr.Ὁ κωφὸς καὶ ὁ ἄλαλος καὶ ὁ μαινόμενος, ὁ ἄσωτος, ὁ ἄφρων καὶ ὁ αἰχμάλωτος οὐ περιγράφονται χρόνῳ. τύτε δὲ ὁ χρόνος αὐτοῖς ἄρχεται τρέχειν, ὅτε ὁ μὲν ἐπανέλθοι, οἱ δὲ τοῦ πάθους ἀπαλλαγῶσιν.

113

pr.Ἡ παραγγελία ἐπέχει τὸ ἔργον, κἂν νόμιμος γίνεται κἂν παράνομος.

114

pr.Ὁ μετὰ παραγγελίαν κτίζων καταλύει τὸ κτισθέν.

115

pr.Ὥρισται χρόνος τῷ δεσπότῃ ἐπιζητεῖν τὸ οἰκεῖον. αἱ γὰρ ἀγωγαὶ οὐκ ἀθάνατοι ἐτυπώθησαν, ἀλλ᾽ ὡρίσθη χρόνος τοῖς νομοθέταις, ἵνα ὅταν τὶς ἐκπέσῃ τοῦ ἰδίου πράγματος, ἀνακαλῇται αὐτὸ διὰ ῾δεκαετίας ἢ εἰκοσαετίας ἢ τριακονταετίας, ἐὰν ἀκίνητόν ἐστι· τουτέστι διὰ δεκαετίας μὲν, ὅταν ὁ νεμόμενος τοῦτο καλῇ πίστει νέμηται, οἷον δι᾽ ἀγορασίας ἢ ἄλλου συναλλάγματος ἀγνοῶν ὅτι ἐστὶν ἀλλότριον· δι᾽ εἰκοσαετίας δὲ ὅταν ὁ καλῇ πίστει νομεὺς ἀποδημῇ εἰς ἄλλην ἐπαρχίαν· τριακονταετίας δὲ, ὅταν κακῇ πίστει νέμηται ὁ νεμόμενος, οἷον κατὰ βίαν ἀφελόμενος τὸ πρᾶγμα ἢ κατὰ δόλον ἢ ἐν εἰδήσει τὸ ἀλλότριον ἀγοράσας· καὶ ὑπόκειται καὶ ὁ κληρονόμος αὐτοῦ τῷ αὐτῷ νόμῳ, ἵνα ἔσωθεν τῆς τριακονταετίας καὶ αὐτὸς ἐνάγηται. τὸ δὲ κινητὸν πρᾶγμα δεσπόζεται διὰ· τριετίας, ἐὰν καλῇ πίστει νέμηται ὁ νεμόμενος· εἰ δὲ κακῇ, διὰ τριακονταετίας ἐνάγεται.

116

pr.Ὁ δεκαέτης χρόνος καὶ ὁ τριακονταέτης τρέχει τοῖς ἀφήλιξιν οὕτως. εἰ μὲν καλῇ πίστει νέμεται ὁ νομεὺς, ψηφίζεται ἡ δεκαετία τῷ μέλλοντι κινῆσαι ἀφήλικι ἀφ᾽ οὗ πληρώσει τὸν εἰκοστὸν πέμπτον χρόνον τῆς ἡλικίας αὐτοῦ. εἰ δὲ κακῇ πίστει νέμεται ὁ νομεὺς, [ψηφίζεται] ἡ τριακονταετία ἀφ᾽ οὗ γένηται ἔφηβος, περαιτέρω δὲ οὐχί.

117

pr.Ὁ κατὰ μίσθωσιν νεμόμενος πρᾶγμα, οὐ δεσπόζει τούτου διὰ τῆς νομῆς, ἐπειδὴ οὐχὶ ψυχῇ δεσπόζει τούτου, ἀλλὰ μισθωτικῶς.

118

pr.Κελεύει ἡ διάταξις, ἵνα ὁσάκις [τὶς] μὴ δύνηται ἐνά γειν, ἢ διὰ τὴν ἀποδημίαν τοῦ νεμομένου ἢ διὰ τὴν ἡλικίαν ἢ μανίαν ἢ διὰ τὴν δυναστείαν, προσέλθῃ τῷ ἄρχοντι, καὶ μέμψηται αὐτοῦ εἴσω τῆς τῶν χρόνων παραγραφῆς, καὶ διαῤῥήγνυσι τὸν χρόνον. εἰ δὲ μὴ δύναται προσελθεῖν τῷ ἄρχοντι, προσέλθῃ τῷ ἐπισκόπῳ ἢ τῷ ἐκδίκῳ τῆς πόλεως· εἰ δὲ ἀπολιμπάνονται, δημοσίᾳ προθήσει τὸν λίβελλον, ἔνθα οἰκεῖ ὁ νεμόμενος, καὶ εἰ μὲν ἔχει ἡ πόλις ταβουλαρίους, ὑπογεγραμμένον χειρὶ τῶν ταβουλαρίων· εἰ δὲ μὴ ἔχει, ὑποτάξει αὐτῷ τριῶν μαρτύρων ὑπογραφάς· καὶ διαῤῥήγνυσι τὸν χρόνον τῆς τριετίας ἢ δεκαετίας ἢ εἰκοσαετίας ἢ τριακονταετίας ἢ τεσσαρακονταετίας. ῥηγνυμένου γὰρ τοῦ χρόνου οὕτως, ἐξαπλοῦται ὁ χρόνος τῷ ἐνάγοντι, καὶ ἀνανεοῦται ἡ ἀγωγὴ αὐτοῦ εἰς ἑτέρους τεσσαράκοντα ἐνιαυτούς '.

119

pr.Καλῶς παρὰ ζήνωνος τοῦ τῆς θείας λήξεως τῶν δημοσίων ἐκποιήσεων πρόνοια γέγονεν, ἵνα οἵτινες ἐκ τῶν ἡμετέρων θησαυρῶν κατὰ δωρεὰς ἢ ἀγορασίας ἢ ἄλλον οἱονδήποτε τίτλον τίποτε παραλαμβάνωσιν, εἴ τι περὶ τὸ συνάλλαγμα ἐναντίον ἀναφανῇ, ἢ ἐκδικήσεως ἢ ἄλλης ὀχλήσεως ἕνεκεν, εἰς δεσποτείαν ἢ ὑποθήκην ἀποβλέπον, μή τινα ὑπομένωσι ζημίαν· ἀλλὰ κατὰ μὲν τῶν ἀγοραστῶν ἢ τῶν τὰς δωρεὰς δεχομένων ἢ κατὰ ἄλλους τίτλους ἐκποιήσεων τίποτε διακρατούντων μηδαμῶς οἱαιδήποτε ἀγωγαὶ κινείσθωσαν, ἀλλὰ μόνον κατὰ τοῦ δημοσίου ἕως τετραετίας μόνης, ἦστινος διολισθησάσης μηδὲ κατὰ τοῦ δημοσίου μενέτω τὶς ἀγωγή. καὶ τοῦτο κρατεῖν ἐφ᾽ οἷς καὶ οἱ φροντισταὶ τῶν βασιλικῶν ἀπὸ ἐπιστάλματος ἐξεποιήσαντό τινα, μηδενὸς τολμῶντος τοὺς οὕτω λαμβάνοντας κατά τινα τίτλον ἐκποιήσεως δικαστηρίοις περιβάλλειν, ἢ ἐλπίζειν τινὰ κατ᾿ αὐτῶν ἠνεῳγμένην εἶναι ὁδὸν, πάσης εἰσόδου, πάσης κινήσεως, πάσης ἐλπίδος ἀποκλειομένης τοῖς βουλομένοις κινῆσαι καὶ προπετεύσασθαι κατὰ τῶν ἐκ τοῦ δημοσίου κατά τινα τρόπον κτησαμένων.

120

pr.Πολλῶν ἀγωγῶν περὶ τοῦ αὐτοῦ συντρεχουσῶν τὴν μίαν τὶς κινεῖν ὀφείλει.

121

pr.Ἐάν τις τὸ ἐπίκοινον πρᾶγμα νεμηθῇ ἐξ ὁλοκλήρου ἐπὶ ι ' ἢ κ ' ἐνιαυτοὺς, οὐκ ἔχει μακροῦ χρόνου παραγραφήν. οὐδὲ γὰρ τὸ ἐπὶ τῆς διαιρέσεως τῶν τῆς φαμιλίας πραγμάτων δικαστήριον, οὐδὲ ἡ ἐπὶ τῆς διαιρέσεως τῶν ἐπικοίνων ἀγωγὴ ἐκβάλλεται διὰ τῆς τῶν ἱ καὶ τῶν κ΄ ἐνιαυτῶν παραγραφῆς, τῇ τριακονταετηρίδι δὲ μόνῃ ἀποκλείονται '.

122

pr.Ἡ τῆς κληρονομίας ἀπαίτησις οὐκ ἐκβάλλεται διὰ τῆς τοῦ μακροῦ χρόνου παραγραφῆς, ἀλλὰ τῆς διηνεκοῦς. διηνεκὴς δέ᾽ ἐστιν ἡ τριακονταετίας.

123

pr.Τὸ μὴ καλῇ πίστει κατεχόμενον οὐ βεβαιοῦται τῇ τριετίᾳ, τυχὸν κινητὸν ὂν, ἢ τῇ δεκαετίᾳ ἢ εἰκοσαετίᾳ ἀκίνητον τυγχάνον. τὰ γὰρ τὴν ἀλήθειαν καταβλάπτοντα σύμφωνα ἀνίσχυρα διὰ τὸν κανόνα τὸν λέγοντα· οὐ χρὴ ζητεῖν τί γέγραπται, ἀλλὰ τί πέπρακται.

124

pr.Διὰ τὸν κανόνα τὸν λέγοντα· ἐν ἴσῃ γὰρ αἰτίᾳ ἰσχυρότερος ὁ νεμόμενος.

125

pr.Τὸ ἐξ ἀρχῆς ἀνυπόστατον οὐ βεβαιοῦται τῇ χρονίᾳ παραδρομῇ ἀλλὰ τῇ διηνεκεῖ.

126

pr.Ὁ κακῇ πίστει νομεὺς οὐ μόνον τὸ πρᾶγμα ἀποδίδωσι καὶ τοὺς καρποὺς οὓς ἔλαβεν, ἀλλὰ καὶ οὓς ἠδύνατό τις λαβεῖν καρπούς.

127

pr.Ὁ ἐναγόμενος ἐν ταῖς παραγραφαῖς ἐνάγων γίνεται, καὶ βαρεῖται ταῖς ἀποδείξεσιν.

128

pr.Ἡ παραγραφὴ ἀποκλείειν εἴωθε καὶ ἀποδιώκειν τὰ ἐν τῇ ἐπιτάσει καὶ τῇ δίκῃ ἐπενηνεγμένα. ἐπειδὴ τῶν παραγραφῶν αἱ μὲν εἰσι πρόσκαιροι, αἱ δὲ διηνεκεῖς. καὶ αἱ μὲν πρόσκαιροι ὑπέρθεσιν παρέχουσιν· ὡς ὅταν τὶς χρεωστῶν ἀποδοῦναι τὸ χρέος κατὰ τὸν ἀπρίλιον μῆνα ἐναχθῇ κατὰ τὸν ἰανουάριον, καὶ προβάληται τὸ σύμφωνον, καὶ διὰ τούτου παραγράφεται τὸν καιρὸν, καὶ ἐκβάλλει τὸν ἀντίδικον, ὥστε περιμένειν ἄχρι τοῦ ἀπριλίου μηνός.

129

pr.Καὶ ὅταν τὶς λεγάτον ἐπιζητῇ ἢ κληρονομίαν, καὶ ἐνάγῃ προσώπῳ τινὶ, ὁ δὲ παραγράφηται, ὅτι ἀποδημεῖ ὁ κληρονόμος ἢ ὁ ἐπίτροπος, καὶ δίδωσιν ὑπέρθεσιν, ἕως οὗ ἐπέλθῃ, καὶ τὰ παραπλήσια.

130

pr.Διηνεκὴς δὲ παραγραφή ἐστιν, ὅταν τὶς δι᾽ ὅλου τὴν ἀγωγὴν ἀπωθῆται καὶ ἀναιρῇ· οἷον ἡ τοῦ δόλου ἡ τοῦ φόβου καὶ ἡ τριακονταετία. ἐναγόμενος γὰρ δοῦναί τις χρέος ὅταν λέγῃ, ὅτι τὸ ὁμόλογον κατὰ δόλον ἢ κατὰ φόβον ἐποίησα, παραγραφὴν ἀντιτίθησιν· ἢ ὅταν λέγῃ, ὅτι ἐπὶ τριάκοντα χρόνοις οὐκ ἀπῃτήθη, καὶ ἀνῃρέθη τῇ τριακονταετίᾳ ἡ περὶ χρέους ἀγωγὴ, παραγραφὴ τοῦτό ἐστι, καὶ βαρεῖται ταῖς ἀποδείξεσιν ὁ παραγραφόμενος. οἷον δεῖξον, ὅτι παρῆλθεν ἡ τριακονταετία, ὅτι κατὰ δόλον ἐποίησας τὸ ἔγγραφον ἢ κατὰ φόβον. οὐ μόνον δὲ παραγραφαὶ παρὰ τοῦ ἐναγομένου ἀντιτίθενται, ἀλλὰ καὶ ἀντιπαραγραφαὶ παρὰ τοῦ ἐνάγοντος. καὶ γὰρ λέγειν δύναται ὁ ἐνάγων, ἐγὼ τὴν τριακονταετίαν διέτεμον κινήσας εἰς δικαστήριον· καὶ ἀπαιτεῖται οὗτος τότε δεῖξαι. καὶ ὅταν τὶς ἐναγόμενος εἴπῃ κριθῆναι παρ᾽ ἄλλου δικαστοῦ, παραγραφὴν ἀντιτίθησιν ἢ ὅτι ὁ φόβος καὶ ὁ δόλος ἀντετέθησαν μὲν, ἀνῃρέθησαν δὲ καὶ ἐξεβλήθησαν παρὰ δικαστοῦ· καὶ ἀπαιτεῖται καὶ τοῦτο δεῖξαι. καὶ οὕτω καθεξῆς καὶ ἐπὶ τῶν φιλονεικουμένων ἀγωγῶν αἱ δικαιολογίαι προβάλλονταί τε καὶ ἀντιπροβάλλονται '.

131

pr.Οὐ πάντως ὁ παραγραφόμενος δοκεῖ συντίθεσθαι τῇ ἐπιτάσει τοῦ ἀντιδίκου.

132

pr.Αἰ μὴ κατὰ φύσιν συνιστάμεναι ἐνοχαὶ οὔτε διὰ δικαστοῦ οὔτε διὰ πραίτωρος οὔτε διὰ νόμου βοηθοῦνται. καὶ ἐστὶ τὸ τοιοῦτον νόμιμον θαυμάσιον. καὶ γὰρ ἐάν τις ποιήσῃ κατάθεσιν καὶ ὁμολογίαν πρός τινα ὥστε δοῦναι τούτῳ νομίσματα ρ΄, ἐὰν ποιήσῃ πλαστόν, εἰ τάχα καὶ ὁ νόμος τὰς και ταθέσεις θεσπίζει καὶ τὰς ὁμολογίας πληροῦσθαι, ἀλλ᾽ ἡ συμφωνία φύσιν τῇ ἀγωγῇ μὴ παρέχουσα διὰ τὸ αἰσχρὸν διὰ παραγραφῆς ἐκβάλλεται, καὶ παραπέμπεται ὁ νόμος εἰς τὰς ἀνεπιλήπτους καταθέσεις καὶ ὁμολογίας. ἢ ὡς ἐάν τις ὁμολογήσῃ υἱὸν τὸν ἐξ ἀθεμιτογαμίας ἤ ἐκ μοναζούσης ἢ ἐκ τῆς ἁρπαγείσης αὐτῷ τεχθέντα· εἰ καὶ γὰρ δικαστὴς βεβαιώσει τοῦτον υἱὸν, ἀλλὰ τῆς ἀγωγῆς κατὰ φύσιν μὴ συνισταμένης, διὰ τῆς τοῦ αἰσχροῦ παραγραφῆς ἐκβάλλεται τῆς υἱότητος· καὶ οὔτε ὁ δικαστὴς, οὔτε ὁ περὶ καταθέσεως νόμος ὠφελεῖ. τὸ αὐτὸ καὶ ὅταν ἄνηβος χωρὶς αὐθεντίας τοῦ ἐπιτρόπου δανείζηται.

133

pr.Κἂν δικαίως κἂν ἀδίκως τὶς κτίζῃ, πρὸ τοῦ τελειωθῆναι τὸ ἔργον καλῶς παραγγέλλεται. καὶ ὁ παραγγελθεὶς ἐὰν χωρὶς προτροπῆς κτίσῃ, διὰ νομικῆς παραγγελίας καταλύει τὸ ἔργον.

134

pr.Τὰ ἰδιωτικὰ κτίσματα πεντεκαίδεκα πόδας ἀπεχέ τωσαν τῶν δημοσίων οἰκοδομημάτων· ὥστε μήτε τὸ δημόσιον κινδυνεύεν, μήτε αὐτὰ δεδιέναι τοῦ λοιποῦ.

135

pr.Ἐὰν τὸν ἐξώστην, τὸν λεγόμενον ἡλιακὸν, ποιήσῃ τὶς ἢ ἐποίησε, δέκα πόδας ἀπεχέτω τοῦ ἰδιωτικοῦ· τοῦ μέντοι δημοσίου πεντεκαίδεκα. εἰ δὲ παραβαίη τὶς, καὶ τὸ ἔργον καταλυθήσεται, καὶ ὁ οἶκος τῷ ἡμετέρῳ ταμείῳ προσκυρωθήσεται.

136

pr.Περὶ ἀνακοινώσεως εἰ ζητεῖ τις προτίμησιν, εἰ μὲν ἔσωθεν τετραμήνου ζητήσει, προτιμᾶται εἰς τὴν ἀνακοίνωσιν. εἰ δὲ ἡ τετράμηνος ἀπερίκοπος διολισθήσει, ἐκπίπτει τῆς προτιμάσεως, εἰ μήγε ἀπεδήμει, ἢ λάθρα γέγονεν ἡ πρᾶξις, καὶ μέχρις οὗ διῆλθεν ἡ τετράμηνος ὁ πράτης ἦν ἐν νομῇ. τότε γὰρ ζητοῦμεν τὴν τετράμηνον ἀφ᾽ οὗ ἐπιβῇ τῆς νομῆς ὁ ἀγοραστής. δεῖ δὲ τοῦτο γινώσκειν, ὡς ἐξουσίαν ἔχει ὁ ἀγοραστὴς, ἢ τὰ εἰς ἀνακοίνωσιν μόνα πίπτοντα ἐκχωρῆσαι τῷ τὴν προτίμησιν ἐπιζητοῦντι καὶ ἀναλόγως λαβεῖν τὸ τίμημα, ἢ πάντων ἐκστῆναι καὶ ἀπολαβεῖν ὃ κατεβάλετο ἀῤῥαδιουργήτως τίμημα.

137

pr.Εἶχες οἰκίαν, εἰς ἣν εἶχον ἐγὼ πλησιασμὸν ἢ ἄλλο τὶ ὅπερ προσεποίει μοι τὴν προτίμησιν. ἐπώλησας τὴν οἰκίαν μὴ περὶ τῆς διαπράσεως ἐπιφωνησάμενός μοι. ἡ δεκαετία μοι σώζεται εἰς τὸ κινεῖν τὴν περὶ προτιμήσεως ἀγωγήν. εἰ δὲ εἴποις σὺ, ὅτι ἐντὸς τετραμήνου ὤφειλες κινεῖν κατὰ τὸν νόμον, ἀλλ᾽ ὁ νόμος τοῦτο οὐκ ἀδιορίστως εἶπεν. εἰ γὰρ μὴ ἐπεφωνήσω, ἡ δεκαετία φυλάττεταί μοι. τὸ δὲ λέγειν, ὅτι παρῇς ὅτε ἐπιπράσκετό μοι ὁ οἶκος, τοῦτο οὐ προσίσταταί μοι· καὶ σὺ γὰρ ὁ ἀγοραστὴς ἔβλεπες, ὅτι ἀνακοίνωσιν εἶχον ἢ πλησιασμὸν ἢ ἄλλο τὶ δίκαιον καὶ ὤφειλες ἐπιφωνεῖσθαι. καὶ εἰ μὲν ἐπεφωνήσω, ἡ δοθεῖσα διορία κυρώσει τὸ πρᾶγμα, ἡ τετράμηνος δηλαδὴ ἢ ἡ τριακονθήμερος· εἰ δὲ μὴ ἐπεφωνήσω, ἡ δεκαετία βοηθεῖ μοι.