JGR VI 1.39
Περὶ ποινῶν, ἐν ᾧ καὶ νεαρὰ περὶ πορνοβοσκῶν, περὶ τοῦ μὴ εἶναι ἰδιωτικὴν φυλακὴν, περὶ εὐνουχιζόντων, περὶ ἀρνήσεως, περὶ δωροδοκηθέντος δικαστοῦ, περὶ τῶν προσφευγόντων τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ καὶ περὶ δαιμονιζομένων.
Abrir no leitor do IusCommune →1
pr.Ὁ ἐρεθίζων τοὺς πολεμίους ἢ ὁ παραδιδοὺς πολεμίοις ῥωμαίους κεφαλικῶς κολάζεται '.
2
pr.Τοὺς ἐκ τῶν ῥωμαϊκῶν μερῶν πρὸς τοὺς πολεμίους ἀποφεύγοντας ὡς πολεμίους ἔξεστιν ἀκινδύνως φονεύειν.
3
pr.Ἐὰν τὸν ἐν νυκτὶ κλέπτοντα φονεύσῃ τὶς, τότε ἀτιμώρητος μένει, ὅτε μὴ ἠδύνατο δίχα κινδύνου ἰδίου φείσασθαι αὐτοῦ.
4
pr.Ἐάν τις εἰδὼς ἐλεύθερόν τινι ἀγοράσῃ ἢ πωλήσῃ αὐτὸν ἢ δωρήσηται ἢ εἰς προῖκα δώσῃ ἢ καταλλάξῃ, μιᾶς τούτων τῶν αἰτιῶν ἀποδεικνυμένης ὁ τοιοῦτος χειροκοπείσθω.
5
pr.Οἱ λεγόμενοι νεωτερικοὶ καὶ θορύβους ἐν τῷ δήμῳ ποιοῦντες, εἰ μὲν ὑπομηνυθέντες παρὰ τοῦ ἄρχοντος τοῖς αὐτοῖς ἐπιμείνοιεν, ἐξορίζονται· εἰ δὲ πολλοὺς θορύβους καὶ ἀταξίας ἐποίησαν, καὶ πολλάκις κρατηθέντες καὶ πρότερον κολασθέντες ἐπὶ τῆς αὐτῆς ἔμειναν προπετείας, τυπτόμενοι καὶ κουρευόμενοι διηνεκῶς ἐξοριζέσθωσαν· εἰ δὲ οὐχ ὑπεμηνύθησαν παρὰ τοῦ ἄρχοντος, ῥοπαλίζονται μόνον καὶ ἀπολύονται.
6
pr.Ὁ ἐντειλάμενός τινι φονεῦσαι ὡς φονεὺς κρίνεται.
7
pr.Τὸ κλοπιμαῖον ξύλον, ἐμβληθὲν οἴκῳ ἢ ἀμπελῶνι οὐκ ἀποσπᾶται· ἀλλ᾽ ὁ ἐμβαλὼν εἰς τὸ διπλοῦν ἐνέχεται. τῷ δὲ ὀνόματι τοῦ ξύλου πᾶσα ὕλη ἐπιτηδεία πρὸς οἰκοδομὴν ἢ ἀμπελῶνα περιέχεται. σώζεται γὰρ ἡ πραγματικὴ τοῦ ξύλου, ὁπωσδήποτε ἐλευθερωθέντος τοῦ οἰκοδομήματος ἢ τῆς ἀμπέλου.
8
pr.Ἐὰν κλαπῇ τι ἐν καπηλείῳ ἢ ἐν πανδοχείῳ παρὰ τῶν ὄντων ἐν αὐτοῖς, εἴγε συμβουλῇ καὶ συνεργείᾳ τοῦ προεστῶτος, ἐξουσίαν ἔχει ὁ κλαπεὶς ἢ τὴν περὶ κλοπῆς ἀγωγὴν εἰς τὸ διπλάσιον κινῆσαι κατὰ τοῦ κλέπτου, ἢ τὴν πραιτωρίαν ἐπὶ ἱκανώσει τοῦ κλαπέντος κατὰ τοῦ προεστῶτος καπήλου. εἰ δὲ τὴν φυλακὴν τοῦ πράγματος ὁ κάπηλος ἢ ὁ πανδοχεὺς ἀνεδέξατο, αὐτὸς ἔχει τὴν περὶ κλοπῆς εἰς τὸ διπλάσιον ἀγωγὴν καὶ οὐχ ὁ δεσπότης, ὡς ἐνεχόμενος τὸ ἱκανὸν ποιῆσαι τῷ δεσπότῃ '.
9
pr.Ἡ ποινὴ τοῦ φανεροῦ κλέπτου γίνεται εἰς τὸ τετραπλοῦν τοῦ τιμήματος τοῦ κλαπέντος, τοῦ δὲ ἀφανοῦς εἰς τὸ διπλοῦν, καὶ ἐφ᾽ ἑκατέροις ἔξωθεν τῆς τοιαύτης ποινῆς δίδοται τὸ πρᾶγμα ἢ ἡ διατίμησις αὐτοῦ.
10
pr.Οἱ ἀπὸ σάκκων κλέπτοντες ἢ διαίτης ἀλλοτρίας ὑπὲρ τοὺς κλέπτας τιμωροῦνται ἢ πρὸς καιρὸν δίδονται εἰς δημόσιον ἔργον ἢ ῥοπαλίζονται καὶ ἀπολύονται.
11
pr.Οἱ τοὺς ἀνθρώπους ἐκδύοντες ὡς τραχύτεροι τῶν κλεπτῶν εἰς ἔργον δημόσιον προσκαίρως ἢ διηνεκῶς ἐμβάλλονται. εἰ δὲ τιμιώτεροι, ἢ προσκαίρως ἀποκενοῦνται τοῦ ὀφφικίου ἢ τῆς αὐτῶν πατρίδος ἐξορίζονται. ἔνθα γὰρ παρὰ τῶν νόμων ἰδικὴ ποινὴ οὐχ ὥρισται, ἔξεστι τῷ δικάζοντι ἐπαγαγεῖν ἣν βούλεται.
12
pr.Κλέπτης ἐστὶν ὁ τὸ ἀλλότριον ψηλαφῶν παρὰ γνώμην τοῦ δεσπότου ἐν εἰδήσει τοῦ λυπῆσαι αὐτόν.
13
pr.Μηδεὶς πιπρασκέτω βαρβάροις εἰργασμένα ὅπλα ἢ ἀνέργαστα ἢ σίδηρον· ἐπεὶ κεφαλικῶς τιμωρεῖται.
14
pr.Οἱ τὰς ἐφόδους ποιοῦντες διὰ τὸ πραιδεῦσαι ἐοίκασι τοῖς λῃσταῖς· καὶ ἐὰν τοῦτο ποιῶσι μετὰ σιδήρων, καὶ πολλάκις καὶ ἐν ταῖς ὁδοῖς, κεφαλικῶς κολάζονται. οἱ δὲ λοιποὶ ἐξορίζονται ἢ δεπορτατεύονται. οἱ δὲ περιβόητοι φυλακίζονται ἢ θηριομαχοῦσιν ἐν οἷς ἐλῄστευσαν τόποις.
15
pr.Ὁ κατὰ τῆς σωτηρίας τοῦ βασιλέως μελετήσας φονεύεται καὶ δημεύεται.
16
pr.Ἐάν τις κακῶς μνημονεύσῃ τοῦ βασιλέως, οὐχ ὑπόκειται τιμωρίᾳ, ἀλλὰ χρὴ τὰ περὶ αὐτοῦ μηνυθῆναι. εἰ γὰρ ἀπὸ κουφότητος ἐξῆλθε, καταφρονητέον, εἰ δὲ ἀπὸ μανίας, ἐλεημοσύνης ἀξιωτέον· εἰ δὲ ἐξ ἀδικίας, συγχωρητέον.
17
pr.Ὁ τὸν βασιλέα ὑβρίζων οὐ τιμωρεῖται οὔτε τὶ σκληρὸν ἢ τραχὺ ὑπομένει. ἢ γὰρ ἀπὸ κουφότητος εἶπε καὶ περιφρονεῖται, ἢ ἐξ ἀνοίας καὶ ἐλεεῖται, ἢ ὡς ἀδικούμενος καὶ συγχωρεῖται. ἀναφέρεται δὲ τῷ βασιλεῖ, καὶ αὐτὸς ἐκ τῆς ποιότητος τοῦ προσώπου κρίνειν ὀφείλει ἢ συγχωρηθῆναι ἢ τιμωρηθῆναι.
18
pr.Οὐ χρὴ τοὺς δικαστὰς ἀποκεχρῆσθαι τῇ βασιλικῇ [τιμῇ], τουτέστι τῇ ὑπὲρ τοῦ βασιλέως ἐναγωγῇ, καὶ ἀπονέμειν αὐτίκα τὴν δικαίωσιν διὰ τὴν ὑπεροχὴν τῆς τιμῆς, ἀλλὰ τὸ ἀληθὲς σκοπεῖν, καὶ εἰ δυνατὸν ἦν τὸ πρόσωπον ποιῆσαι, καὶ οὐκ ἐποίησε, καὶ εἰ ἐνεθυμήθη, καὶ εἰ ἔνηφεν.
19
pr.Οὔτε εὐχερῶς ὁ φλύαρος ὀφείλει τιμωρεῖσθαι, εἰ μὴ τοιοῦτόν ἐστι τὸ ἁμάρτημα, ὅπερ ὁ νόμος ῥητῶς ἢ ἐξ ὁμοίου τιμωρεῖται. τραχύτερον δὲ κατὰ στρατιωτῶν κινεῖται.
20
pr.Τραχεῖα ὕβρις ἐστὶν ἡ γενομένη ἄρχοντι ἢ ὑπάτῳ καὶ ἱερεῖ καὶ ἀξιωματικῷ· καὶ ὅτι εἴσω ἐνιαυτοῦ μόνον κινεῖται. κεφαλικὴ δὲ τιμωρία ὥρισται κατὰ τῶν ὑβριζόντων ἢ τῶν τυπτόντων ἢ τῶν ποιούντων φάμουσα, καὶ τῶν ἀναγινωσκόντων αὐτὰ καὶ τὴν δύναμιν αὐτῶν λεγόντων τισὶ καὶ μὴ διαῤῥηγνύντων. καὶ ὅτι ὁ περὶ ὕβρεως καταδικαζόμενος ἄτιμος γίνεται, κἂν ἀλλότριον δοῦλον ὕβρισεν ἢ φιλικῶς ἐπὶ δόσει χρυσίου ἀπηλλάγη.
21
pr.Ὁ κατὰ συκοφαντίαν κινήσας τὴν περὶ ὕβρεως ἀγωγὴν ἢ ἐξορίζεται ἢ τοῦ ἀξιώματος ἀποκινεῖται.
22
pr.Ὁ ὑποδεξάμενίς τινα ἐνεχόμενον ἐγκλήμασιν ἐν εἰδήσει τὴν αὐτὴν ὑποστήσεται τιμωρίαν. ὁ δὲ ὑποδεξάμενος λῃστὰς, καὶ μὴ προσαγαγὼν αὐτοὺς τῷ δικαστηρίῳ, δημευέσθω ἢ τιμωρείσθω κατὰ τὴν ποιότητα τοῦ προσώπου, ὡς ἂν ὁ δικαστὴς συνίδοι.
23
pr.Οἱ ὑποδοχεῖς τῶν λῃστῶν ὡς λῃσταὶ τιμωροῦνται, καὶ οἱ δυνάμενοι κρατῆσαι τοὺς λῃστὰς καὶ ἀπολύσαντες, χρήματα λαβόντες ἢ μέρος τῶν λῃστευθέντων. ἀνάγνωθι καὶ τὸ δ ' αὐτοῦ κεφ. διδάσκον πῶς ἀποσπῶνται οἱ ἐνεχόμενοι ἐγκλήμασι καὶ διατρίβοντες ἐν κτήμασι. καὶ ὅτι εἰ μὴ διδόασι τούτους οἱ δεσπόται τοῦ κτίσματος τῷ ἄρχοντι, στερίσκονται τῆς δεσποτείας αὐτῶν. καὶ οἱ πρωτεύοντες καὶ οἱ φροντισταὶ τούτων ἐξορίζονται. ἐπίσης τοῖς αἱρετικοῖς καὶ τοῖς γόησι κολάζονται οἱ αὐτοὺς ὑποδεχόμενοι καὶ συγκαλύπτοντες.
24
pr.Τὸν λῃστὴν ἔξεστιν ἑκάστῳ ἀκινδύνως φονεύειν.
25
pr.Ὁ πλαστὴν μονίταν ποιῶν μετὰ τῶν ὑπουργησάντων αὐτῷ χειροκοπείσθωσαν. ὁ δὲ τοῦ ἀγροῦ διοικητὴς, ἐν ᾧ γέγονεν ἡ πλαστὴ μονίτα, εἴτε γεωργὸς εἴτε δοῦλος εἴτε ἔνοικος εἴτε ἐργαστηριακὸς ὑπηρετήσας τῷ ἁμαρτήματι, καὶ ὁ τοιοῦτος χειροκοπείσθω '.
26
pr.Περὶ κογχυλευτῶν, ἐν ᾧ καὶ περὶ ὀξυ [βά - φων] διαλαμβάνει. Ἐπειδὴ οἱ καθολικοὶ τῶν ἡμετέρων πραγμάτων, ἔτι μὴν καὶ οἱ βαφεῖς καὶ οἱ γυναικειάριοι πολλὰ διέφθειραν καὶ ἐκακούργησαν, τοῦτο δὲ γέγονεν ἐκ τοῦ γενέσθαι αὐτοὺς κατὰ δεσποτείαν, διὰ τοῦτο συνορῶμεν τοῦ λοιποῦ, μὴ γίνεσθαι οὕτω τινὰ, ἐπεὶ εἰς κεφαλὴν ὁ τοιοῦτος τιμωρηθήσεται.
27
pr.Ἐὰν κογχυλευτής στρατεύσηται ἢ ἀξιώματος τύχῃ, οὐδὲν ἦττον τῇ οἰκείᾳ ἀποδοθήσεται τύχῃ. εἰ δὲ ὁμόεθνός τις παρ᾿ αὐτοῦ ἔλαβεν εἴδη τινὰ, ἀναδιδότω αὐτά.
28
pr.Οὐδένα χρὴ παρὰ βασιλέως ἐξαιτεῖν [ἐπὶ τῷ ἐκτυποῦν] νούμμους. καὶ ὁ τούτου τετυχηκὼς μὴ μόνον τὸν καρπὸν τῆς ἰδίας αἰτήσεως ἀπολλύτω, ἀλλὰ καὶ τιμωρίαν, ἧς ἄξιος νομίζεται, ὑποδεχέσθω ὡς παραχαράκτης.
29
pr.Ὁ συκοφάντης τῇ ταυτοπαθείᾳ ὑπόκειται.
30
pr.Εὐλόγως ὁ παῖς τὸν προδότην πατέρα καὶ ὁ πατὴρ τὸν προδότην υἱὸν ᾿ἀναιρεῖ καὶ ἐπάθλων ἀξιοῦται.
31
pr.Οἱ αὐτόμολοι καὶ οἱ τὰς ἡμῶν βουλὰς τοῖς πολεμίοις ἀπαγγέλλοντες καίονται ἢ φουρκίζονται.
32
pr.Ὁπουδήποτε τοὺς αὐτομόλους εὑρισκομένους ἔξεστιν ὡς πολεμίους φονεύειν.
33
pr.Οἱ ἐπίσημοι λῃσταὶ ἐν τοῖς τόποις, ἐν οἷς ἐπλημμέλησαν, φουρκίζονται, ἵνα διὰ θέας καταπτοηθῶσιν οἱ ἐγχειροῦντες τοῖς τοιούτοις καὶ ἵνα γένηταί τις παραμυθία τοῖς συγγενέσι τῶν ἀναιρεθέντων.
34
pr.Ἐάν τις εἰδὼς οἰκήματα ἐμπρήσῃ, ἢ σωρὸν σίτου πλησίον οἰκήματος κείμενον, ἐλεγχόμενος πυρὶ παραδίδοται· εἰ δὲ ἔξω πόλεως διαπράξεται, χειροκοπείσθω.
35
pr.Οἱ δένδρον καὶ μάλιστα ἄμπελον τέμνοντες ὡς λῃσταὶ τιμωροῦνται. εἰ δὲ πολλοὶ τὸ αὐτὸ τέμωσι δένδρον, ἕκαστος αὐτῶν εἰς ὁλόκληρον ἐνέχεται. εἰ δὲ πολλῶν δένδρον τομῇ, πᾶσι μία ἀγωγὴ καὶ μία ποινὴ ἁρμόζει· ἤτοι ἐξ ἀρνήσεως μὲν τοῦ διπλοῦ τοῦ τιμήματος, ἐξ ὁμολογίας δὲ τὸ ἁπλοῦν.
36
pr.Οἱ πρὸς τοὺς πολεμίους αὐτομολοῦντες καὶ τὰς ἡμετέρας βουλὰς παραγγέλλοντες εἰς φοῦρκαν ἀναρτῶνται. καὶ οἱ πολέμιοι καὶ οἱ πρὸς αὐτοὺς αὐτομολοῦντες ξίφει τιμωρείσθωσαν.
37
pr.Ἡ τοῦ ἱεροσύλου ποινὴ ἀπὸ τῆς ποιότητος τοῦ προσώπου καὶ τοῦ ἁμαρτήματος καὶ τοῦ καιροῦ καὶ τῆς ἡλικίας καὶ τῆς φύσεως ἢ βαρυτέρα ἢ ἐλαφροτέρα ἐπιφέρεται. τινὲς γὰρ θηρίοις παραδίδονται, τινὲς καίονται, τινὲς φουρκίζονται. μεμετρημένη δὲ ποινή ἐστι τὸ παροδοθῆναι θηρίοις τὸν νυκτερινὸν ἱερόσυλον, ἡμερινὸν δὲ μέτριόν τι ἱεροσυλοῦντα μεταλλίζεσθαι, τὸν δὲ τίμιον δεπορτατεύεσθαι.
38
pr.Οἱ ἱερόσυλοι κεφαλικῶς κολάζονται. ἱερόσυλοι δέ εἰσιν οἱ τοὺς δημοσίους ναοὺς κλέπτοντες· οἱ δὲ τὰ ἰδιωτικὰ ἱερὰ καὶ τοὺς ναοὺς μικροὺς ἀφυλάκτους ὄντας κλέπτοντες ἧττον μὲν τῶν ἱεροσύλων, πλέον δὲ τῶν κλεπτῶν τιμωροῦνται. ὁ δὲ ἐξωτικὸς ὑποκλέπτων τὰ ἱερὰ ὑπόκειται τῷ τῆς ἱεροσυλίας ἐγκλήματι. ὁ γὰρ τὴν αὐτῶν φυλακὴν πεπιστευμένος, κἂν ὑφέληταί τι ἐξ αὐτῶν, οὐχ ὑπόκειται τούτῳ τῷ νόμῳ.
39
pr.Οἱ τοὺς νεκροὺς ἐν τοῖς τάφοις ἐκδύοντες χειροκοπείσθωσαν.
40
pr.Δεπορτατεύεται ὁ ἐμβαλὼν ἄνθρωπον κιβωτίῳ καὶ παραθέμενος αὐτὸν ἐν ναῷ, ἐὰν ἐκεῖνος ἐξιὼν τῆς κιβωτοῦ κλέψῃ τινὰ τοῦ ἱεροῦ.
41
pr.Τὸ τῆς ἱεροσυλίας κατὰ κληρονόμων ἁρμόζει· περὶ γὰρ χρημάτων ὑφαιρεθέντων ἐστὶν ἐν αὐτῷ ἡ ζήτησις.
42
pr.Ὁ ἐν θυσιαστηρίῳ ἁγίῳ εἰσιὼν ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ, καὶ τῶν ἐν ναῷ τῶν ἱερῶν τι ἀφελόμενος, τυπτόμενος καὶ κουρευόμενος ἐξοριζέσθω. καὶ ὁ παρασκευάσας κατὰ δόλον γενέσθαι τὸ τοιοῦτον ὑπόκειται τῷ περὶ ἱεροσύλων νόμῳ.
43
pr.Ὁ περὶ τῶν ἐπιβούλων νόμος ὅμοιός ἐστι τῷ περὶ ἱεροσυλίας νόμῳ καὶ ἐνέχεται αὐτῷ ὁ κατὰ τοῦ ῥωμαϊκοῦ δήμου πλημμελήσας, καὶ ὁ παρασκευάσας κατὰ δόλον παρὰ κέλευσιν βασιλέως ἀναιρεθῆναι τοὺς ὁμήρους, ἢ ἵνα ἐνοπλοι ἄνθρωποι κατὰ τῆς πόλεως ὦσιν, ἢ ἵνα τόποι καὶ ἱερὰ κατα σχεθῶσιν, ἢ στασιώδης γένηται σύνοδος, ἢ ἵνα φονευθῇ ὁ· ἄρχων, καὶ ὁ πρὸς τοῦς πολεμίους ἄγγελον ἢ γράμματα πέμψας ἢ σημεῖον αὐτοῖς δεδωκὼς ἢ ἄλλως βοηθήσας αὐτοῖς, καὶ ὁ ὑπονοθεύσας ἢ ὁ ἐρεθίσας στρατιώτας πρὸς στάσιν ἢ θόρυβον κατὰ τῆς πόλεως, ὁ μετὰ διαδοχὴν [μὴ] ἀναχωρῶν τῆς ἐπαρχίας, καὶ ὁ καταλιμπάνων στρατόπεδον, καὶ ὁ ἰδιώτης τῆς πόλεως φεύγων πρὸς τοὺς πολεμίους, καὶ ὁ γράφων τὶ ἢ ὁ ἀναγνούς τι πλαστὸν ἐν χάρτῃ δημοσίῳ, καὶ ὁ τοὺς πολεμίους ἐρεθίζων ἢ παραδοὺς αὐτοῖς πολίτας, εἰς κεφαλὴν τιμωροῦνται '.
44
pr.Τῷ αὐτῷ νόμῳ ὑπόκειται καὶ ὁ ἐν πολέμῳ παραχωρῶν πολεμίοις, καὶ ὁ καταλαμβάνων ἀκρόπολιν, καὶ ὁ προδιδοὺς κάστρα, καὶ ὁ πολεμῶν παρὰ κέλευσιν βασιλέως ἢ στρατολογῶν, καὶ μὴ παραδιδοὺς τῷ διαδόχῳ αὐτοῦ τὸ στρατόπεδον, καὶ ὁ πρὸ διαδοχῆς ἀποστὰς, εἴτε πολιτικῶς εἴτε στρατιωτικῶς ἦρχε, καὶ ὁ ἰδιώτης περιποιῶν ἑαυτῷ πλαστὴν ἀρχὴν, καὶ φροντίσας τὶ ποιῆσαι τῶν προειρημένων, καὶ ὁ συνομόσας κατὰ τῆς πολιτείας καὶ παρασκευάσας γενέσθαι τὶ, καὶ ὁ ἐπιβουλεύσας στρατῷ ἢ τοῖς πολεμίοις αὐτὸν παραδοὺς, καὶ ὁ κατὰ δόλον ἐμποδίσας ὑπὸ ῥωμαίους γενέσθαι τοὺς πολεμίους ἢ παρασκευάσας αὐτοῦς βοηθηθῆναι πλήθει ἢ ὅπλοις ἢ ἵπποις ἢ χρήμασιν ἢ ἑτέρῳ οἱῳδήποτε τρόπῳ, ἢ τοὺς φίλους τῆς πολιτείας ἐχθροὺς ποιήσας, ἢ κωλύσας ἕτερον ἔθνος πειθαρχῆσαι τῇ πολιτεία, ἢ παρασκευάσας τοῖς ἐχθροῖς δοθῆναι ὁμήρους ἢ χρήματα ἢ ὑποζύγια, καὶ ὁ τὸν συνομολογήσαντα κατηγορούμενον τῶν δεσμῶν ἀπολύων. καὶ ὁ τὰς ἀνιερωθείσας στήλας καὶ εἰκόνας βασιλικὰς χωνεύων, ἤ τι πλημμελῶν εἰς αὐτὰς, ὑπόκειται τῷ περὶ καθοσιώσεως νόμῳ.
45
pr.Κινοῦσιν αὐτὸν καὶ ἄτιμοι καὶ στρατιῶται καὶ ἀπελεύθεροι κατὰ πατρώνων, καὶ δοῦλοι κατὰ τῶν ἰδίων δεσποτῶν καὶ καθ᾽ ἑτέρων ἐξωτικῶν, καὶ γυναῖκες.
46
pr.Σβέννυνται τὰ ἐγκλήματα τῇ τελευτῇ τοῦ κατηγορουμένου, χωρὶς τοῦ περὶ καθοσιώσεως κατηγορουμένου ἀπὸ τοῦ κεφαλαίου τῆς προδοσίας καὶ τῆς κατὰ βασιλέως ἐπιβουλῆς· ἐπὶ τούτων γὰρ ἐὰν μὴ καθαρισθῇ ἀπὸ τῶν κληρονόμων, δημεύεται ἡ κληρονομία. ἀπὸ δὲ τῶν λοιπῶν τοῦ νόμου κεφαλαίων τῇ τελευτῇ σβέννυται τὸ ἔγκλημα.
47
pr.Ἐπὶ τῆς καθοσιώσεως καὶ οἱ ἐνάγοντες βασανίζονται εἰ μὴ φανεροὺς ἐλέγχους ἔχουσι· καὶ οἱ πρὸς τὴν κατηγορίαν. αὐτοὺς κεκινηκότες· ὅπως ἂν πανταχόθεν τῆς ἀληθείας δεικνυμένης ἐξεταθῇ τὸ ἔγκλημα. πάντες γὰρ ἐπὶ τούτῳ τῷ ἐγκλήματι βασανίζονται '.
48
pr.Ἐάν τις συνομοσάμενος μετὰ στρατιωτῶν ἢ ἰδιωτῶν ἢ βαρβάρων φονεύσῃ ἰλλούστριον, ἢ ἁπλῶς οἱονδήποτε συγκλητικὸν ἢ στρατιώτην, καθοσιώσεως κρινέσθω, καὶ καθολικὴν δι᾽ αἵματος ὑπομενέτω τιμωρίαν μετὰ δημεύσεως. οἱ δὲ υἱοὶ αὐτοῦ ἄτιμοι ἔστωσαν καὶ μηδὲν κληρονομείτωσαν ἀπό τινος συγγενοῦς, ἢ τῶν ἀνιόντων ἢ ἄλλων συγγενῶν [ἢ] ἐξωτικῶν, ἢ ἐκ διαθήκης ἢ ἐξ ἀδιαθέτου, μηδεμιᾷ ἐλπίδι τρεφόμενοι τοῦ τυχεῖν ποτε ἀξίας ἢ τῆς τυχούσης στρατείας. εἰ δέ τις ὑπὲρ αὐτῶν δεηθῇ βασιλέως ἢ προστῇ αὐτῶν, ὥστε αὐτοὺς συγχωρηθῆναι, ἀτιμούσθω· αἱ δὲ θυγατέρες τοῦ συνομοσαμένου μέχρι τρίτου ἢ ἡμίσεος μόνον λαμβανέτωσαν κατὰ τὸν φαλκίδιον νόμον ἐκ τῆς μητρώας ὑποστάσεως εἴτε ἐκ διαθήκης εἴτε ἐξ ἀδιαθέτου.
49
pr.Οἱ ἡμαρτηκότες κοθοσίωσιν καὶ μετὰ θάνατον ἐνέχονται, καὶ δημεύεται ἡ οὐσία αὐτῶν, καὶ μετὰ τελευτὴν τοῦτο τὸ ἔγκλημα ἄρχεται κινεῖσθαι, καὶ ἡ μνήμη τοῦ τεθνηκότος καταδικάζεται, καὶ τὰ πράγματα αὐτοῦ ἐκ τῶν κληρονόμων λαμβά- ἀφ᾽ οὗ γὰρ τὴν τοιαύτην ἔννοιαν ὑπεισῆλθον, ἐξ νονται. ἐκείνου τοῦ χρόνου διὰ τὴν ἔννοιαν ἄξιός ἐστι τιμωρίας.
50
pr.Ὁ εὑρὼν φλυαρίαν ἐν χάρτῃ, εἴτε ἐσφραγισμένῳ εἴτε ἐσφραγίστῳ, μηδενὶ ἑτέρῳ λεγέτω τὴν δύναμιν αὐτοῦ· ἀλλὰ διαῤῥηξάτω αὐτὸν ἢ καυσάτω. ὁ δὲ μὴ ποιήσας οὕτως κεφαλικῇ τιμωρίᾳ ὑποβληθήσεται. πᾶς γὰρ θαῤῥῶν ἅπερ ἐντάττει ἐν τῇ φλυαρίᾳ κατηγορείτω, γινώσκων ὅτι ἐὰν ἀποδείξῃ τιμῆς ἀξιοῦται· μὴ ἀποδείξας δὲ τιμωρεῖται. ὁ δὲ τοιοῦτος χάρτης τὴν καθ᾽ οὗ ἐτέθη ὑπόληψιν μὴ βλάψῃ.
51
pr.Πᾶς ὁ εὑρίσκων φλυαρίαν ἐσφραγισμένην ἢ ἀσφράγι- στον καὶ μὴ παραχρῆμα καίων, ἀλλὰ ἀναγινώσκων, ὑποκείσθω τιμωρίᾳ ἧτινι ὑπέκειτο καὶ ὁ συντεθεικὼς τὴν φλυαρίαν.
52
pr.Ὁ βασιλεὺς παρέχων συγχώρησιν, τὴν σωματικὴν τιμω ρίαν ποιεῖ συγχωρηθῆναι· τὴν δε ἀτιμίαν, τὴν παρεχομένην κατὰ φύσιν τοῖς δημοσίοις ἐγκλήμασιν, οὐ συγχωρεῖ '.
53
pr.Πρεσβύτερος ἢ διάκονος χρηματικῶς ψευδομαρτυρῶν γ΄ ἐνιαυτοὺς τῆς ἱερωσύνης χωριζέσθω, συγκλητικὸς δὲ τῆς ἀξίας γυμνούμενος τιμωρείσθω γενόμενος καὶ ἄτιμος, ὁ δὲ κοσμικὸς λ΄ χρυσίου λίτρας διδότω τῷ δημοσίῳ.
54
pr.Μηδενὶ τῶν δικαστῶν ἐξέστω δημεῦσαί τινα, εἰ μὴ εἰς τὰς βασιλικὰς ἀκοὰς ἀνενεχθῇ.
55
pr.Ὁ κατηγορήσας τινὸς ἐγκληματικῶς εἴσω διετίας ὀφεί· λει πληροῦν τὴν ἰδίαν κατηγορίαν. εἰ δὲ ῥαθυμήσει καὶ ἐν τῇ τελευταίᾳ ἡμέρᾳ μὴ παραγένηται καὶ ὑπέρθηται, εἰς τὸ τέταρτον τῆς οὐσίας αὐτοῦ τιμωρείσθω, γενόμενος καὶ ἄτιμος ὡς συκοφάντης δηλονότι. χρὴ γὰρ τοὺς δικαστὰς μὴ παρέχειν εἰ μὴ τὰς ἀναγκαίας προθεσμίας. εἰ δὲ οἱ δικασταὶ ὑπέρθωνται, εἴκοσι λίτρας χρυσίου πρὸς τιμωρίαν ὑπόκεινται. ἡ δὲ χρηματικὴ δίκη διὰ τριετίας ὀφείλει τέμνεσθαι.
56
pr.Μὴ ἐκτὸς κελεύσεως τοῦ βασιλέως τῶν ὡρισμένων δικαστῶν ἐξέστω δημεῦσαί τινας.
57
pr.Θεσπίζομεν τοὺς ἐπὶ ἐγκλήματι κατηγορουμένους, ἐφ᾽ ᾧ οἱ νόμοι δημεύουσιν ἢ θάνατον ὁρίζουσιν, ἐὰν ἐλεγχθῶσι καὶ κατακριθῶσι, τὰς αὐτῶν περιουσίας μὴ γίνεσθαι κέρδος τοῖς ἄρχουσιν ἢ ταῖς αὐτῶν τάξεσιν, ἀλλὰ μηδὲ κατὰ τοὺς παλαιοὺς νόμους τῷ δημοσίῳ αὐτὰς προσκυροῦσθαι· ἀλλ᾽ εἰ μὲν ἔχοιεν κατιόντας, αὐτοὺς ἔχειν τὴν οὐσίαν, χωρὶς τῶν διὰ τοῦ τοιούτου ἁμαρτήματος αὐτοῖς προσγενομένων. εἰ δὲ μὴ ύπεισι κατιόντες, ἀλλ᾽ ἀνιόντες ἄχρι τοῦ τρίτου βαθμοῦ, αὐτοὺς ἔχειν. εἰ δὲ γαμετὰς ἔχουσιν οἱ οὕτω κατακριθέντες, πᾶσι τρόποις κελεύομεν ταύτας καὶ τὴν προῖκα καὶ τὴν γαμικὴν δωρεάν λαμβάνειν. εἰ δὲ δίχα προικὸς τοῖς τοιούτοις προσώποις συνῴκησαν, τὴν ἀπὸ τῶν ἡμετέρων νόμων ὁρισθεῖσαν μοῖραν ἐκ τῆς ὅλης οὐσίας τοῦ κατακριθέντος ταύτας λαμβάνειν, εἴτε τέκνα ἔχουσιν εἴτε καὶ μή. εἰ δὲ μηδένα τῶν προειρημένων ἔχει ὁ πλημμελήσας, τότε τῷ δημοσίῳ προσκυροῦσθαι τὴν ἐκείνου περιουσίαν. ἐπὶ μέντοι τοῖς καθοσιώσει κατακρινομένοις τοὺς παλαιοὺς νόμους φυλάττεσθαι.
58
pr.Ἐπίσκοπος ἀπὸ συνόδου τελείας καθαιρεθεὶς, καὶ ποιήσας στασιῶδες διὰ τὸ πάλιν τὴν ἐπισκοπὴν ἀναλαβεῖν, ἀπὸ ρ΄ μιλίων ης ἐξεβλήθη πόλεως οἰκείτω, μηδὲ βασιλεῖ προσιών. κἂν τύχῃ ἀντιγράφων, ἄχρηστα ἔστω, καὶ ὁ ὑπερεκδικῶν αὐτοῦ ἀγανακτείσθω '.
59
pr.Οἱ μὴ πειθαρχοῦντες τῇ ἐξορίᾳ, ἀλλ᾽ ἢ ἐν ἑτέροις εὑρισκόμενοι τόποις ἢ μὴ ἀπιόντες εἰς τὴν ἐξορίαν, ἀντὶ μὲν ἐξορίας προσκαίρου διηνεκῇ ὑφίστανται, ἀντὶ διηνεκοῦς ἐξορίας περιορισμὸν, ἀντὶ δὲ περιορισμοῦ κεφαλικὴν τιμωρίαν.
60
pr.Ἐξορίας δὲ παραίτησιν μόνος ὁ βασιλεὺς ἐξ εὐλόγου δίδωσιν αἰτίας.
61
pr.Τοῦ καταδικασθέντος εἰς δημόσιον ἔργον καὶ ἀποφυγόντος ὁ ὑπολιμπανόμενος τῇ ἐξορίᾳ χρόνος διπλασιάζεται, οὐ μὴν ὃν ἐποίησεν ἐν φυλακῇ. εἰ δὲ ὁ τοῦ χρόνου διπλασιασμὸς μέλλει τὴν δεκαετίαν ὑπερβαίνειν, ἢ διηνεκῶς ἐξορίαν καταδικάζεται ἢ εἰς ἔργον μετάλλου πέμπεται.
62
pr.Τῇ πρώτῃ τῶν πασχαλίων ἡμερῶν καὶ μὴ βασιλικῆς ἰδικῆς ἐπὶ τούτῳ καταλαβούσης κελεύσεως πάντες οἱ ἐν φυλακαῖς ἀπολυέσθωσαν· εἰ μὴ ἄρα ἱερόσυλός ἐστιν ἢ μοιχὸς ἢ παρθένων ἅρπαξ ἢ τυμβωρύχος ἢ φαρμακὸς ἢ μονίταν πλαστὴν καταδεξάμενος ἢ φονεὺς ἢ πατροκτόνος ἢ συκοφάντης ἢ κατὰ βασιλέως ἢ πόλεως μηχανησάμενος.
63
pr.Ὁ ποιῶν ἑλληνικὰς θυσίας ἢ τιμῶν εἴδωλα ἢ θυσιάζων ἢ λίβανον αὐτοῖς καίων ἐσχάτῃ ὑποβαλλέσθω τιμωρίᾳ. ὁμοίως δὲ τιμωροῦνται καὶ οἱ συνίστορες αὐτῶν καὶ οἱ ὑπηρέται τῶν θυσιῶν.
64
pr.Τὸ διὰ θυσιῶν μαντεύεσθαι κεκώλυται· ὁ δὲ τοιοῦτος ξίφει τιμωρείσθω, καὶ ὁ τοῦτον προτρεψάμενος ἢ παρακλήσει ἢ μισθῷ ἐξορίᾳ καὶ δημεύσει ὑπόκειται.
65
pr.Οἱ εἰς βλάβην ἀνθρώπων δαίμονας ἐπικαλούμενοι, εἰ μὴ κατὰ ἄγνοιαν τοῦτο πράξωσι, ξίφει τιμωρείσθωσαν.
66
pr.Οἱ διὰ μαγείας τῇ σωτηρίᾳ τῶν ἀνθρώπων ἢ τῇ σωφροσύνῃ ἐπιβουλεύοντες τιμωροῦνται.
67
pr.Ὁ ἐπιτηδευσάμενος γοητείαν ἕλκουσαν εἰς ἔρωτα τοὺς σώφρονας λογισμοὺς, ἢ κατὰ σωτηρίας ἀνθρώπων μηχανησάμενος, δημεύσει καὶ ἐξορίᾳ τιμωρείσθω.
68
pr.Ὁ συνειδώς τινα γόητα κατασχὼν αὐτὸν τῇ δημοσίᾳ ὄψει παραδιδότω. εἰ δέ τις συλλαβόμενος τοῦτον μὴ παραδώσει, ἐσχάτην ὑπομενέτω τιμωρίαν.
69
pr.Μηδεὶς ἐρωτάτω μάντιν ἢ θύτην ἢ οἰωνοσκόπον, μήτε χρηματιζέτω χαλδαῖος ἢ μαθηματικὸς ἢ τις παραπλήσιος. ὁ δὲ παρὰ ταῦτα ποιῶν ἀποτεμνέσθω.
70
pr.Οἱ δοῦλοι ἢ ἀπελεύθεροι ἀνδραποδίζοντες ἐλευθέρους δερόμενοι καὶ κουρευόμενοι χειροκοπείσθωσαν.
71
pr.Ἡ διάταξις ἀπαγορεύει, ἀμφοτέρας τὰς χεῖρας καὶ τοὺς πόδας τέμνεσθαι.
72
pr.Ἐπεὶ δὲ τὸ τεῖχος θείου δικαίου ἐστὶν, ὡς φυλακτικὸν σωμάτων ἐμψύχων τε καὶ ἀψύχων, ἀποτρέπει ὁ νόμος τὸ γίνεσθαι βλάβην τινὰ ἐν αὐτῷ. ὁ οὖν διάτρησιν ποιῶν ἢ βάρος ἐπιθεὶς ἢ συνάπτων ἐν αὐτῷ τι, οἷον οἰκοδόμημα ἰδιωτικὸν, παρὰ κέλευσιν βασιλέως, ἢ ὑπερβαίνων δι᾽ αὐτοῦ καὶ μὴ διὰ τῆς πόρτης κεφαλικῶς τιμωρεῖται. καὶ ῥωμύλος τὶς ἀδελφὸς ὢν βασιλέως τῆς ῥώμης τολμήσας ὑπερπηδῆσαι τὸ τεῖχος τὴν κεφαλὴν ἀφῃρέθη.
73
pr.Ὁ ὑβρίζων ἐπίσκοπον ἢ κληρικὸν ἐν ἁγίᾳ λειτουργίᾳ ἢ ἐν λιτῇ βασανίζεται καὶ ἐξορίζεται. ὁ δὲ ταράσσων τὰς θείας λειτουργίας ἢ τὰς ἁγίας λιτὰς καὶ κωλύων αὐτὰς μὴ γίνεσθαι κεφαλικῶς τιμωρεῖται. καὶ ὁ πολιτικὸς νόμος πάντα ὑβριστὴν ἀτιμοῦσθαι διορίζεται σὺν τῷ διδόναι καὶ χρηματικὴν ποινήν. νομίζω οὖν ὅτι τῇ ἀτιμίᾳ ἐπακολουθεῖ καὶ καθαίρεσις εἰς τοὺς ἱερωμένους.
74
pr.Ὁ ἀνελὼν ἀλλότριον δοῦλον καὶ χρηματικῶς ἐνάγεται ὥστε τὴν ζημίαν πληρῶσαι, καὶ ἐγκληματικῶς ὑπὲρ τοῦ φόνους.
75
pr.Ὁ τὸν φυγάδα δοῦλον ὑποδεξάμενος καὶ μέχρις ἡμερῶν· κ ' μὴ ἀπαγγείλας δίδωσιν αὐτὸν μεθ᾽ ἑτέρου ψυχαρίου εἴτε κ΄ νομίσματα. ὁσάκις δὲ αὐτὸν ὑποδέξεται, τοσαυτάκις αὔξεται καὶ ἡ ποινής.
76
pr.Ὁ δοῦλον ἀλλότριον ὑποφθείρας, ἢ χείρονα ποιήσας, ἢ συμβουλεύσας αὐτὸν κλέψαι, ἢ ῥεμβὸν ποιήσας ἢ φυγάδα ἢ ἄλλο τὶ, ἐνάγεται εἰς τὸ διπλοῦν τῆς μειώσεως τοῦ τιμήματος. τυχὸν ὄντα ἄξιον νομισμάτων λ ' ἠλάττωσε διὰ τῆς ὑποφθορᾶς εἰς ιε΄, καὶ ἀπαιτεῖται τὰ ιε΄ τῆς μειώσεως εἰς τὸ διπλοῦν.
77
pr.Ὁ δὲ ἀγνοῶν δοῦλον καὶ ὡς μισθωτὸν ἔχων οὐκ ἐστιν ἀνδραποδιστὴς, ἐνέχεται δὲ τῇ ποινῇ. καὶ ὁ συμβουλεύσας ἀλλότριον δοῦλον φυγεῖν ἢ κρύψας ἢ ἀγοράσας ἀγνοοῦντος ἢ ἄκοντος τοῦ δεσπότου. εἰ τάχα δὲ καὶ ἐγκληματικῶς κινεῖται, καὶ εἰς μέταλλον ἔχει τὴν τιμωρίαν, ἀλλὰ σήμερον εἰς τὸ διπλάσιον ἔχει τὴν ποινήν.
78
pr.Ἐὰν τὸ ἐλεύθερον σῶμα ἀνδραποδισθῇ καὶ πραθῇ, οὐ γίνεται δοῦλον· ἀλλ᾽ ὁ τὸν ἐλεύθερον ἐν εἰδήσει μὴ βουλόμενον πιπράσκων ἀνδραποδιστής ἐστι. καὶ εἰ μὲν δοῦλός ἐστιν ἢ ἀπελεύθερος, τυπτόμενος καὶ κουρευόμενος χειροκοπείσθω. ὁμοίως χειροκοπείσθω καὶ ὁ τὸν ἐλεύθερον εἰδὼς ἢ ἀγοράσας ἢ δωρησάμενος, ἢ εἰς προῖκα δοὺς, ἢ καταλλάξας.
79
pr.Καὶ ἡ ξς΄ νεαρὰ τοῦ φιλοσόφου βασιλέως κυροῦ λέοντος ὁρίζει τὸν ἀνδραποδιστὴν μὴ κεφαλικὴν τιμωρίαν ὑφίστασθαι κατὰ τὸν παλαιὸν νόμον, ἀλλὰ σὺν τῇ ἀντιστροφῇ τοῦ δούλου διδόναι χάριν ποινῆς εἰς τὸ διπλάσιον τὴν διατίμησιν τῶν κλαπέντων παρὰ τοῦ δούλου, ἴσως καὶ παντὸς διαφέροντος τῷ δεσπότῃ, ἀλλὰ μὴν καὶ τὸν δοῦλον καὶ τὴν ἀποτίμησιν.
80
pr.Ἐὰν ἐξενεχθῇ ἀπόφανσις κατὰ ἀπόντος τινὸς, ὁ δὲ γνοὺς μὴ ἐκκαλέσηται, οὐκέτι δύναται προφάσει τῆς ἰδίας ἀπουσίας τὴν ἀπόφανσιν ἀνατρέπειν.
81
pr.Ἐάν τις ἐξ ἀνάγκης ἀπολειφθῇ, ἡ γενομένη κατ᾿ αὐτοῦ ἀπόφανσις οὐκ ἰσχύει.
82
pr.Απών τις οὐ καταδικάζεται μεγάλῳ ἐγκλήματι, ἀλλὰ γίνεται ἀναζητούμενος διὰ προγραμμάτων ἢ γραμμάτων γενομένων πρὸς τὸν ἄρχοντα τῆς ἐπαρχίας, ἐν ᾗ διάγει. ἀφ᾽ οὗ δὲ γνῷ, τὸν ἐνιαυτὸν ἔχει πρὸς τὸ ἑαυτὸν καθᾶραι. καὶ ἐὰν εἴσω τοῦ ἐνιαυτοῦ ἔλθῃ καὶ ἀσφαλίσηται ἢ ἀποθάνῃ, οὐ δημεύεται ἡ οὐσία αὐτοῦ.
83
pr.Ἐὰν ἐπὶ εἴκοσι ἔτη μὴ κατάσχῃ ὁ δημόσιος τὰ ἀναζητούμενα πράγματα, ἐκβάλλεται τῇ παραγραφῇ. πᾶσα γὰρ δημοσία κίνησις τῇ εἰκοσαετίᾳ σβέννυται, εἰ μή τίς ἐστι ἰδικὴ παραγραφὴ, ὥσπερ τὸ μοιχικόν. ἐκεῖνο γὰρ διὰ πενταετίας σβέννυται.
84
pr.Κατὰ τοῦ ἁρπάσαντος πρᾶγμα ἀπὸ ἐμπρησμοῦ ἢ καταπτώσεως οἰκίας ἢ ναυαγίου, ἢ κατὰ τοῦ ὑποδεξαμένου κατὰ δόλον τὰ τοιαῦτα πράγματα, ἐντὸς ἐνιαυτοῦ εἰς τὸ τετραπλάσιον δίδοται ἡ ἀγωγὴ, μετὰ δὲ τὸν ἐνιαυτὸν ἢ εἰς διπλοῦν ἢ εἰς τὸ ἁπλοῦν.
85
pr.Ὁ ἅρπαξ οὐκ ἀπαλλάττεται τῆς ποινῆς πρὸ τῆς δίκης προσάγων τὸ πρᾶγμα.
86
pr.Εἴσω ἐνιαυτοῦ τὸ ἀληθὲς τοῦ πράγματος τίμημα τετραπλασιάζεται, οὐ μὴν τὸ διαφέρον.
87
pr.Οἱ μὲν γὰρ ἅρπαγες σὺν τῇ ἀποδόσει τοῦ τετραπλοῦ καὶ ἀτιμοῦνται.
88
pr.Ἔξεστι βίᾳ τὴν βίαν ἀπωθεῖσθαι. ὅθεν ἐὰν κατὰ φόβον ἐπερωτήσῃς τινὰ, καὶ ἀναγκάσω σὲ παραχρῆμα ποιῆσαι αὐτῷ ἀποχὴν, οὐκ ἐνέχομαί σοι.
89
pr.Ὁ τὸ ἀλλότριον πρᾶγμα ἐῤῥιμένον λαμβάνων ἐπὶ τῷ κερδᾶναι, κἂν ἀγνοῇ τίνος ἐστὶν, ὑπόκειται τῇ περὶ κλοπῆς ἀγωγῇ, εἰ μὴ ἄρα ἀπρονόητον ὁ δεσπότης εἴασεν αὐτό· τότε γὰρ κἂν ὡς κλέπτων αὐτὸ ἔλαβεν, ἐπειδὴ ἐπαύσατο αὐτοῦ εἶναι, οὐχ ὑπόκειται. κλοπὴ γὰρ οὐ γίνεται μὴ ὄντος τοῦ κλοπὴν ὑφισταμένου. εἰ δὲ τὸ μὴ ὂν ἀπρονόητον ἐνόμισεν, οὔκ ἐστι κλέπτης. εἰ δὲ μὴ ἦν ἀπρονόητον μήτε ἐνόμισεν, ἔλαβε δὲ ἐπὶ τῷ δοῦναι τῷ εὑρισκομένῳ δεσπότῃ, οὐχ ὑπόκειται τῇ περὶ κλοπῆς ἀγωγῇ, κἂν εὕρετρα λάβη.
90
pr.Ἐάν τις ἀπόντος πρᾶγμα κατέσχε σχολάζων, οὐκ ἐνήγετο τὸ παλαιὸν ἢ τῷ περὶ βίας παραγγέλματι, ἢ τῷ ὅπερ βίᾳ ἢ λάθρα, τῇ τὰ ἴδια ἐκδικούσῃ ἀγωγῇ, ἐν ᾧ δεσπότης ἦν ὁ ἀπών. ἡμεῖς οὖν ὡς νόμον ὄντα βουλόμεθα κρατεῖσθαι τῷ περὶ βίας γενικῶς παραγγέλματι. γελοῖον γάρ ἐστι τὸ λέγειν, ὅτι ἐνόμιζεν ἴδιον τὸ ἀλλότριον. ὥσπερ οὖν καὶ ἐπὶ τῆς περὶ κλοπῆς εἰς τὸ διπλάσιον ἀγωγῆς εἴπομεν, ὅτι παρὰ γνώμην τοῦ δεσπότου ψηλαφῶν κλοπὴν ἁμαρτάνει. ταῦτα δὲ φαμεν, ἐὰν μὴ λ ' ἔτη παρῆλθον ἐξ οὗ τῆς νομῆς ἐπελάβετο.
91
pr.Τὰ δι᾽ ἀνάγκην παρὰ κανόνα νόμου δεχθέντα οὐχ ἕλκεται εἰς ὑπόδειγμα.
92
pr.Ἐὰν κατὰ δόλον ἐν θορύβῳ ζημιώσῃ μέ τις, εἴσω ἐνιαυτοῦ εἰς τὸ διπλοῦν ἐνέχεται, μετὰ δὲ τὸν ἐνιαυτὸν εἰς τὸ ἁπλοῦν. γίνεται θόρυβος ἀπὸ δέκα ἀνθρώπων ἢ καὶ πλειόνων. ἐνέχεται δὲ καὶ ὁ αἰτίαν παρασχὼν τοῦ θορύβου. καὶ διαφέρει τοῦτο πρὸς τὸ προλαβὸν διάταγμα, ὅτι ἐκεῖ μὲν κινεῖται περὶ ζημίας καὶ ἁρπαγῆς γενομένης παρὰ τῶν ἀθροισθέντων κατὰ δόλον ἀνθρώπων, ἢ μὴ ἀθροισθέντων, ἀλλ᾽ ἁπλῶς διακεχωρισμένως ἁρπασάντων· ἐνταῦθα δὲ περὶ τῆς ἐν θορύβῳ κατὰ δόλον συμβάσης ζημίας, ἤτοι συγκεχυμένης ζημίας ἢ ἀπωλείας, κἂν μὴ ἡ ἁρπαγὴ παρὰ προσώπων ὡρισμένων γέγονεν. ὅθεν ἐκεῖνο μὲν διὰ τὸ τραχὺ τῆς ἀναισχύντου ἁρπαγῆς εἰς τὸ τετραπλοῦν, τοῦτο δὲ εἰς τὸ διπλοῦν δίδοται '.
93
pr.Τὸ κατὰ βίαν ἢ φόβον γινόμενον οὐχ ἡγήσομαι κύριον.
94
pr.Τὸ βίᾳ νεμόμενον καὶ τὸ ἁρπαγὲν οὐ δεσπόζεται, εἰ μὴ εἰς τὴν ἐξουσίαν τοῦ δεσπότου ἢ τοῦ κληρονόμου αὐτοῦ ὑποστρέψει. καὶ σημείωσαι θαυμαστὸν νόμιμον, ὅτι ὁ ἁρπάσας πρᾶγμα ἢ βίᾳ ἀφελόμενος, ἐὰν μὴ ἀποκαταστήσῃ τοῦτο, ἀνισχύρως αὐτὸ ἀγοράζει ἢ κατὰ δωρεάν λαμβάνει ἀπὸ τοῦ δεσπότου ἢ διαλύσει παρακατέχει. δοκεῖ γὰρ ὁ δεσπότης τούτου ἔτι βιάζεσθαι, καὶ ἐξ ἀποτυχίας τοῦ ἰδίου πράγματος ἀτονῶν πρὸς τὸ συνάλλαγμα ἔρχεσθαι.
95
pr.Τὸ κατ᾿ ὀργὴν ἢ θερμότητα λεγόμενον ἢ γινόμενον οὔκ ἐστι βίαιον, εἰ μὴ τοῖς αὐτοῖς ἐπιμείνῃ. ὅθεν ἡ μετ᾿ ὀλίγον ἐπιστρέψασα ἄνδρα οὔτε διαζευχθῆναι δοκεῖ.
96
pr.Ὁ ἁρπάζων ἀλλοτρίαν δούλην πόρνην οὖσαν οὐκ ἐνέχεται ὡς ἀνδραποδιστὴς, ἤγουν μεταλλίζεται, ὡς ἐν τῷ βασιλικῷ κεῖται. ὁ γὰρ ἁρπάζων δούλην μὴ οὖσαν πόρνην μεταλλίζεται.
97
pr.Τὸ διδόμενον πόρνῃ οὐκ ἀναδίδοται. ἐπειδὴ γάρ ἐστι πόρνη, οὐκ ἐστιν αἰσχρὸν τὸ λαβεῖν αὐτὴν, εἰ καὶ αἰσχρόν ἐστι τὸ εἶναι αὐτὴν πόρνην.
98
pr.Ὁ ἁρπάζων ἢ ἀποκρύπτων ἀλλοτρίαν δούλην πόρνην οὖσαν οὔτε ὡς ἀνδραποδιστὴς οὔτε ὡς κλέπτης κατέχεται· οὐ γὰρ κλοπῆς, ἀλλ᾽ ἡδονῆς χάριν ἐποίησε τοῦτο· εἰ γὰρ θυρίδας τὶς κλάσει τῆς πόρνης, καὶ εἰσελθόντες ἕτεροι μὴ παρ᾽ αὐτοῦ εἰσαχθέντες κλέψουσι τὰ πράγματα αὐτῆς, οὐκ ἐνέχεται ὡς κλέπτης.
99
pr.Ἡ ἁρπαγὴ μείζων ἐστὶ τῆς μοιχείας, καὶ ὁ ἁρπάσας γεγαμημένην ἢ μὴ γεγαμημένην ἐσχάτως τιμωρεῖται '.
100
pr.Ὁ φθείρας διακόνισσαν ὑπεύθυνός ἐστι τῷ ξίφει, καὶ τὴν οὐσίαν αὐτοῦ λαμβάνει τὸ δημόσιον.
101
pr.Οἱ ἁρπάσαντες γυναῖκα ἢ μεμνηστευμένην ἢ ἀμνήστευτον ἢ χήραν, εἴτε εὐγενής ἐστιν ἢ δούλη ἢ ἀπελευθέρα, καὶ μάλιστα εἰ τῷ θεῷ εἰσι γυναῖκες καθιερωμέναι, κἂν τὴν ἰδίαν τὶς μνηστὴν ἥρπασεν, εἰ μὲν μεθ᾽ ὅπλων ἤτοι ξιφῶν ἢ ῥοπάλων τὴν ἁρπαγὴν ἐποιήσαντο, οἱ τοιοῦτοι ξίφει τιμωρείσθωσαν, οἱ δὲ συνυπουργήσαντες αὐτοῖς ἢ συνειδότες ἢ ἑκόντες ὑποδεξάμενοι [ἢ] οἱανδήποτε σπουδὴν εἰσενεγκόντες τυπτόμενοι σφοδρῶς καὶ κουρευόμενοι ῥινοκοπείσθωσαν. εἰ δὲ χωρὶς οἱωνδήποτε ὅπλων τὴν ἁρπαγὴν ἐποιήσαντο, ὁ μὲν τὴν ἁρπαγὴν ποιήσας χειροκοπείσθω, οἱ δὲ βοηθήσαντες τοῖς τοιούτοις ἐν τῇ ἁρπαγῇ ἢ συνειδότες καὶ ὑπηρετήσαντες ἢ ἑκόντες ὑποδεξάμενοι ἢ οἱανδήτινα σπουδὴν εἰσενεγκόντες τυπτόμενοι καὶ κουρευόμενοι ἐξοριζέσθωσαν, εἰ καὶ αὐτὴ ἡ γυνὴ ἐπὶ τῇ ἁρπαγῇ συναινέσει. ζήτει καὶ λε΄ νεαρὰν τοῦ βασιλέως κυροῦ λέοντος τοῦ φιλοσόφου τιμωροῦσαν τὸν μετὰ ἁρπαγῆς βιασάμενον κόρην μὴ μόνον διὰ δημεύσεως, ἀλλὰ καὶ διὰ σωματικῆς ποινῆς, ὡσαύτως καὶ τοὺς συναραμένους αὐτῷ, καὶ διαλαμβάνουσαν ἄλλως τιμωρεῖσθαι τοὺς ἔνοπλον ἁρπαγὴν ποιησαμένους, καὶ ἄλλως τοὺς μὴ οὕτως ἀτακτήσαντας, τιμωρεῖσθαι δὲ καὶ τὸν πατέρα, ἐὰν καταδέξηται τὸ γεγονός.
102
pr.Μὴ γαμείσθω τοίνυν ἡ ἁρπαγεῖσα τῷ ἁρπάσαντι αὐτὴν, ἀλλ᾽ εἰ καὶ συναινέσουσι τῷ τοιούτῳ συνοικεσίῳ οἱ γονεῖς αὐτῶν, περιορίζονται.
103
pr.Ἡ ἁρπαγεῖσα κερδαίνει· τοῦ ἁρπάσαντος πράγματα μὴ θελήσασα συζευχθῆναι αὐτῷ νομίμως. ἐπείτοιγε εἰ θελήσει τοῦτο, δημεύεται ἥ τε περιουσία ταύτης καὶ τοῦ ἅρπαγος καὶ τῶν συναιρομένων ἐπὶ τῷ κακῷ, εἴτε ἀλλότριοι εἴτε γονεῖς εἰσι τούτων.
104
pr.Ἐάν τις οἰκειακὸς ἢ δοῦλος ἐγκληματικῶς κατηγορῇ τοῦ ἔχοντος αὐτὸν, ἀποτεμνέσθω, ἐξῃρημένου τοῦ ἐπὶ καθοσιώσει κατηγοροῦντος. καὶ ὁ᾽ ἀπελεύθερος ἔγκλημα ἐπιφέρων τῷ πάτρωνι ἢ τῷ κληρονόμῳ αὐτοῦ, τὴν αὐτὴν ὑποφερέτω τιμωρίαν τοῖς δούλοις καὶ τοῖς οἰκειακοῖς.
105
pr.Τὴν ἁρπαγὴν τῆς βιασθείσης ἐκδικοῦσι γονεῖς καὶ ἀδελφοὶ καὶ ἐπίτροποι καὶ κουράτορες αὐτῆς, καὶ μάλιστα εἰ γεγάμηται ἢ μεμνήστευται. τότε γὰρ οὐχ ἁρπαγὴ, ἀλλὰ καὶ μοιχεία πλημμελεῖται.
106
pr.Ἡ παροῦσα διάταξις βεβαιοῖ τὰς προειρημένας ποινὰς ἐν τῇ πρὸ αὐτῆς διατάξει. κελεύει γὰρ, ἵνα μὴ ἡ ἁρπαγεῖσα κόρη γαμηθῇ τῷ ταύτην ἁρπάσαντι, κἂν χήρα ἐστὶν ἢ κἂν ὁ πατὴρ αὐτῆς συναινῶν συγχωρῇ τὸ ἔγκλημα. εἰ δὲ τοῦτο ποιήσει, οὐ διαδέχεται αὐτὸν, κἂν οἱασδήποτε αἱρέσεως ἢ ἡλικίας ᾖ. ἐὰν γὰρ μὴ συναφθῇ αὐτῷ, τὴν οὐσίαν αὐτοῦ λήψεται.
107
pr.Οἱ διδάσκοντες τὰ ἀσεβῆ δόγματα ἐσχάτῃ τιμωρίᾳ ὑπόκεινται.
108
pr.Οἱ μανιχαῖοι χριστιανοὶ γενόμενοι, μετὰ ταῦτα τὰ τῶν μανιχαίων διαπραττόμενοι, καὶ οἱ τοῖς τοιούτοις ἐντυγχάνοντες καὶ μὴ παραδιδόντες τοῖς ἄρχουσιν, ἐσχάτῃ τιμωρίᾳ ὑπόκεινται. καὶ οἱ ἐν ἀξίαις ἢ στρατείαις ἢ συστήμασιν ὄντες ὀφείλουσιν φροντίζειν, μήτις αὐτῶν ἐστι τοιοῦτος· ἐπείτοιγε εἰ ἴσασιν αὐτὸν καὶ μὴ παραδιδοῦσι, κἂν ὀρθόδοξοι ὦσιν, ἐσχάτῃ τιμωρίᾳ ὑπόκεινται.
109
pr.Οἱ μανιχαῖοι καὶ μετὰ θάνατον ἐλέγχονται, καὶ ὅτι οὐδεὶς αὐτοὺς κληρονομεῖ ἐκ διαθήκης ἢ ἐξ ἀδιαθέτου, κἂν συγγενεῖς ὦσιν ὀρθόδοξοι, πλὴν παιδίων, ἀλλ᾽ εἰσκομίζονται τὰ πράγματα αὐτῶν. παῖδες γὰρ μόνοι ὀρθόδοξοι ὄντες κληρονομοῦσιν αὐτούς.
110
pr.Ἐὰν ἰουδαῖος χριστιανὸν ἀνδράποδον κτήσηται καὶ περιτέμῃ, κεφαλικῶς τιμωρεῖται.
111
pr.Ἐὰν ἰουδαῖος τολμήσῃ διαστρέψαι χριστιανικὸν λογισμὸν ἢ περιτέμῃ χριστιανὸν, ὑπόκειται κεφαλικῇ τιμωρίᾳ.
112
pr.Οἱ ἀξιωθέντες τοὺ ἁγίου βαπτίσματος, καὶ πάλιν ἑλληνίζοντες, ἐσχάτην τιμωρίαν ὀφείλουσι παθεῖν.
113
pr.Οἱ ἀποστάντες ἐκ τῆς τῶν ὀρθοδόξων πίστεως καὶ αἱρετικοὶ γενόμενοι, ἢ θύσαντες ἢ θῦσαί τινι ἐπαγγειλάμενοι, οὐ δύνανται διαθέσθαι ἢ δωρεῖσθαι· οὔτε ἐκ διαθήκης οὔτε ἐξ ἀδιαθέτου λαμβάνειν τὶ δύνανται, ἀλλὰ πάντα τοῦ δημοσίου εἰσίν '.
114
pr.Ὁ ἀνελὼν ἀνιόντα ἢ κατιόντα ἢ συγγενῆ πυρὶ παραδιδόσθω.
115
pr.Δοῦλος συνειδὼς καὶ συμπράττων τῇ ἁρπαγῇ τῆς ἰδίας δεσποίνης καιέσθω.
116
pr.Πυρὶ παραδίδονται οἱ δοῦλοι, οἵτινες τῆ σωτηρίᾳ τῶν οἰκείων δεσποτῶν ἐπεβούλευσαν. κἀκεῖνοι τιμωρείσθωσαν τῶν οἰκετῶν ἀναιρεθέντος τοῦ δεσπότου, ὅσοι τῆς φωνῆς αὐτοῖ ἢ τῆς κατ᾿ αὐτοῦ ἐπιβουλῆς αἰσθόμενοι μὴ συνέδραμον, εἴτε ἐν οἴκῳ εἴτε ἐν ὁδῷ ἢ ἐν ἀγρῷ τοῦτο συνέβη.
117
pr.Ὁ διδάσκων τοὺς βαρβάρους ναῦς κατασκευάζειν κεφαλικῇ τιμωρίᾳ ὑπόκειται.
118
pr.Ἰστέον δὲ, ὅτι ἡ κεφαλικὴ τιμωρία αὕτη ἐστίν· ὁ περιορισμὸς, ἡ τύφλωσις, ἡ ἐκτομὴ τῆς χειρὸς καὶ τὰ λοιπὰ, ὅσα καὶ ἐπιστροφῆς καιρὸν διδόασι τῷ τιμωρουμένῳ καὶ τοῦ ἐπταισμένου ἀπόστασιν διὰ τὸ ἐπὶ πολὺ τιμωρεῖσθαι, καὶ οὐχὶ τὸ ἀποτέμνεσθαι καὶ ἀποκεφαλίζεσθαι.
119
pr.Ὁ τὸν μοιχὸν μετὰ τῆς ἰδίας γυναικὸς ἐν συμπλοκῇ καταλαβὼν, ἂν συμβῇ αὐτὸν ἀνελεῖν, οὐκ εὐθύνεται ὡς ἀνδροφόνος. εἰ δέ τις ὡς εἰκὸς ὑποπτεύσει τινὰ βούλεσθαι τῇ τῆς ἰδίας γυναικὸς ἐμπαῖξαι σωφροσύνῃ, καὶ παραγγελίας αὐτῷ ἐγγράφους τρεῖς ἐκπέμψοι ἐχούσας μαρτυρίαν ἀνδρῶν ἀξιοπίστων, καὶ μετὰ ταύτας τὰς τρεῖς ἐγγράφους διαμαρτυρίας εὕροι αὐτὸν ἐντυγχάνοντα τῇ αὐτοῦ γαμετῇ, εἰ μὲν εἰς τὸν ἴδιον οἶκον ἢ τοῦ μοιχοῦ ἦν μετὰ τῆς αὐτοῦ γυναικὸς ἢ ἐν προπίναις ἢ ἐν προαστείοις, ἐξεῖναι τῷ ἀνδρὶ ταῖς οἰκείαις χερσὶ τὸν τοιοῦτον ἀνελεῖν, οὐδένα κίνδυνον ἐντεῦθεν εὐλαβουμένῳ. εἰ δὲ ἐν ἄλλῳ τόπῳ τὸν τοιοῦτον εὕροι μετὰ τῆς ἑαυτοῦ γαμετῆς διαλεγόμενον, ἢ ἐν ἐκκλησίαις, οὐκ ἐλάττους τριῶν μαρτύρων συγκαλούμενον ἀξιοπίστων, δι᾽ ὧν ἀποδεῖξαι δύναται, ὅτιπερ αὐτὸν μετὰ τῆς αὐτοῦ γαμετῆς εὗρε, τῷ ἄρχοντι παραδιδόναι τῷ τὰ ἐγκλήματα ἐξετάζοντι· ἐκεῖνον δὲ ταῖς ἀληθείαις γινώσκοντα μετὰ τὰς τρεῖς ἐγγράφους διαμαρτυρίας τῇ γυναικὶ τὸν τοιοῦτον συνευρεθέντα, τὸν μὲν τοιοῦτον ὡς ἐκ μόνου τούτου τῷ τῆς μοιχείας ἐγκλήματι ὑποπεσόντα, μηδεμιᾶς ἄλλης ζητουμένης ἀποδείξεως, τιμωρεῖσθαι· ἄδειαν δὲ εἶναι τῷ ἀνδρὶ, ὡς ἂν βούληται, τῆς ἰδίας γυναικος κατηγορεῖν, καὶ κατὰ τοὺς νόμους τῷ ἐγκλήματι ἐπεξιέναι '.
120
pr.Τῇ πενταετίᾳ σβέννυται τὸ ἔγκλημα τῆς μοιχείας. ἀλλὰ τοῦτο λέγομεν περὶ τῶν εἰς ἑκοῦσαν ἡμαρτηκότων. ἐὰν δέ τις βιασάμενος ἢ ἄῤῥενα ἢ γυναῖκα ἁμάρτῃ ἀκαθαρσίαν καὶ μίασμα, ἀπροσδιορίστως δύναται κατηγορεῖσθαι· οὗτος γὰρ καὶ φανερὰν βίαν ἥμαρτεν.
121
pr.Μηδεὶς λαϊκὸς καὶ μάλιστα οἱ σκηνικοὶ καὶ αἱ πόρναι τὸ μοναχικὸν ἐμπαιζέτω σχῆμα· ἐπεὶ σωματικῶς τιμωρεῖται καὶ ἐξορίζεται.
122
pr.Χριστιανὸς λαβὼν ἰουδαίαν γυναῖκα ἢ χριστιανὴν ἰουδαῖος ἐπὶ μοιχείᾳ κατηγορεῖται.
123
pr.Ὁ γυναῖκα σεμνὴν καὶ εὐγενῆ παλλακευόμενος καὶ μὴ ποιῶν ἐκμαρτυρίᾳ τοῦτο κατάδηλον, ἢ γαμετὴν αὐτὴν ἔχει, ἢ παραιτούμενος ἀσέλγειαν πρὸς αὐτὴν πλημμελεῖ, οὐ μὴν καὶ μοιχείαν· δηλονότι ἐν ᾧ πόρον. τοῦ ἰδίου σώματος οὐκ ἐποίησεν.
124
pr.Ὁ λαβών τι ὑπὲρ μοιχείας τῆς αὐτοῦ γυναικὸς ἐνέχεται τῷ περὶ μοιχείας νόμῳ. καὶ ὁ διδοὺς ἐν εἰδήσει τὸν οἶκον αὐτοῦ ἐπὶ τῷ γενέσθαι ἐκεῖ μοιχείαν ἢ φθορὰν πρὸς ἄνδρα ἢ γυναῖκα πρὸς πορνείαν ὡς μοιχὸς τιμωρεῖται.
125
pr.Λέγεται μὲν μοιχεία καὶ ἡ πρὸς παρθένον καὶ χήραν φθορά. κυρίως δὲ μοιχεία ἡ τῆς ὑπάνδρου ἐστὶν· φθορὰ δὲ τῆς παρθένου καὶ τῆς χήρας.
126
pr.Ἐφεῖται τῷ πατρὶ οὐ μὴν τῷ ἀνδρὶ, πάντα μοιχὸν φονεύειν· πολλῷ δὲ μᾶλλον καὶ ἐνυβρίζειν. φονεύειν δὲ καὶ ἐν τῷ οἴκῳ, ἐν ᾧ μένει, κἂν μὴ συνοικῇ αὐτῷ ἡ θυγάτηρ, καὶ ἐν τῷ οἴκῳ τοῦ γαμβροῦ, ἐὰν ἐν αὐτῷ τῷ ἔργῳ τῆς μοιχείας καταλάβοι αὐτόν. ἀλλαχοῦ δὲ μὴ φονεύειν, εἰ μὴ ἔνθα μένει, καὶ ἐν τῷ τοῦ γαμβροῦ, οὐ δύνανται δὲ καὶ ἐν τῷ ἰδίῳ οἴκῳ, ἔνθα μὴ μένει. ἅμα δὲ τοὺς δύο ὀφείλει φονεύειν, οὐ μὴν τὸν μὲν νῦν, τὴν δὲ μεθ᾽ ἡμέρας. εἰ δὲ ἐν ὅσῳ φονεύει τὸν μοιχὸν, ἔφυγεν ἡ θυγάτηρ αὐτοῦ μὴ προσποιησαμένου, καὶ ἐπιδιώξας ἐκράτησε μετά τινας ἡμέρας, παραχρῆμα δοκεῖ φονεύειν. τῷ δὲ ἀνδρὶ ἔξεστιν ἐν μόνῳ τῷ ἰδίῳ οἴκῳ φονεύειν τὸν μοιχὸν, ἀλλ᾽ οὐ πάντα· ἀλλὰ τὸν προαγωγὸν, καὶ τὸν ἐπιδειξόμενον πρώην παιγνικὴν τέχνην, ἢ τὸν ἐν σκηνῇ προσελ θόντα ἐπὶ τῷ ᾄσαι ἢ ὀρχήσασθαι καὶ τὸν ἐν δημοσίῳ δικαστηρίῳ καταδικασθέντα καὶ μὴ ἀποκαταστάντα, καὶ τὸν ἀπελεύθερον αὐτοῦ ἢ τῆς γυναικὸς ἢ τῶν γονέων ἢ παίδων αὐτῶν, καὶ δοῦλον '.
127
pr.Ἐὰν ὁ ἐπίτροπος τὴν παρ᾽ αὐτοῦ ἐπιτροπευομένην φθείρῃ, περιορίζεται, κἂν τὰ μάλιστα ἐκείνην τὴν τιμωρίαν ὀφείλῃ ἐπενεγκεῖν, ἥντινα τῷ ἁρπάσαντι οἱ νόμοι ἐπιτιθέασιν, ἤγουν εἰς ὁλόκληρον δημεύεσθαι τὴν περιουσίαν αὐτοῦ καὶ κατὰ τὴν προειρημένην τάξιν διαιρεῖσθαι, κινδύνῳ καθὼς προείπομεν τοῦ τε κόμητος τῆς ἰδικῆς περιουσίας καὶ τῶν κατὰ τόπον ἀρχόντων.
128
pr.Ὁ ἐπίτροπος ἢ ὁ κουράτωρ ἀγαγόμενος τὴν νέαν πρὸ τοῦ κε΄ ἐνιαυτοῦ, μὴ παρὰ τοῦ πατρὸς αὐτῆς μνηστευθεῖσαν αὐτῷ ἢ ἀφορισθεῖσαν ἢ ἐν διαθήκῃ ὀνομασθεῖσαν, οὔτε γάμον ποιεῖ, καὶ ὑπόκειται μοιχείᾳ.
129
pr.Συνεστῶτος τοῦ γάμου κατηγορεῖν ἕτερος οὐ δύναται τῆς γυναικὸς, εἰ μὴ πρότερον τοῦ ἀνδρὸς ὡς προαγωγοῦ κατηγορήσει. τὴν μέντοι παρὰ τοῦ ἀνδρὸς καταλειφθεῖσαν κατηγορίαν ἀνανεοῦν ἕτερος οὐ δύναται.
130
pr.Ἐπὶ τῇ τοιαύτῃ ἐξετάσει οὐ μόνον ἀλλότριοι δοῦλοι βασανίζονται διδομένου διπλοῦ τοῦ τιμήματος αὐτῶν, ἀλλὰ καὶ δοῦλοι τῶν κατηγορούντων καὶ κατηγορουμένων, ὅπως ἂν πανταχόθεν φανερωθῇ ἡ ἀλήθεια. καὶ γίνονται δημόσιοι οἱ [ἐξ] - ετασθέντες τῶν κατηγορουμένων καὶ τῶν κατηγορούντων, οὐ μὴν οἱ ἐξωτικοί.
131
pr.Δύναται τὸ μοιχικὸν ἐν τῇ πενταετίᾳ κινεῖσθαι. μετὰ δὲ ταύτην ἐκβάλλεται τῇ παραγραφῇ. ψηφίζεται δὲ ἡ πενταετία ἀπὸ τοῦ καιροῦ τοῦ ἁμαρτήματος ἕως αἰτιάσεως.
132
pr.Ἐὰν ὁ ἀνὴρ συσχῇ μοιχὸν, ὃν οὐκ ἐφεῖται φονεύειν ἢ οὐ θέλει, δύναται παρακρατεῖν αὐτὸν ἕως εἴκοσιν ὡρῶν συναπτῶν, καὶ μάρτυρας εἰσάγειν τοὺς ὀφείλοντας ἐν τῇ κατηγορίᾳ μαρτυρῆσαι ὡς ἐν τῇ μοιχείᾳ κατεσχέθη. τὰ αὐτὰ δύναται καὶ ὁ πατὴρ ποιεῖν.
133
pr.Ὁ αὐθαιρέτως ὁμολογήσας περὶ ἁμαρτήματος οὐκ εὐχερῶς πιστεύεται. πολλάκις γὰρ ἢ φόβῳ ἢ ἑτέρᾳ αἰτίᾳ καθ ' ἑαυτοῦ πλάττεται.
134
pr.Τὸν νόμον τὸν περὶ μοιχείας γυνὴ οὐ δύναται κινεῖν, οὐδὲ ἐὰν αὐτὴ λέγηται ἡ γυνὴ ἡμαρτῆσθαι, ὀφείλει πιστεύεσθαι· ὅπερ ἐστὶ καινόν. περὶ δὲ τοῦ ἐγκλήματος τῆς μοιχείας συμφωνεῖν οὐκ ἔξεστιν, οὔτε διαλύεσθαι. εἰ δὲ ἁμαρτήσει τὶς πρὸς ἐκείνην, πρὸς ἣν ἤδη πολλοὶ ἐπόρνευσαν, οὐ κατηγορεῖται περὶ μοιχείας. ἡ δὲ ἅπαξ ἁμαρτήσασα μοιχείαν, ἐὰν μετὰ ταῦτα γένηται γαμετὴ τοῦ μοιχεύσαντος αὐτὴν, οὐ σβέννυται τῷ προσχήματι τοῦ γάμου τοῦ μετὰ τὴν μοιχείαν γενομένου. εἰ καὶ τὰ μάλιστα τὸ τῆς μοιχείας ἔγκλημα μεταξὺ τῶν δημοσίων ἐκφέρεται, ὧν ἡ κατηγορία εἰς τὸ κοινὸν παρακεχώρηται· ἀλλ᾽ οὖν ἵνα μὴ τοῖς βουλομένοις ἐξείη χραίνειν τοὺς γάμους, τοῖς ἐγγίζουσι καὶ ἀναγκαίοις προσώποις μόνον ἀρέσκει προσφέρεσθαι τοῦ κατηγορεῖν τὴν εὐχέρειαν, ἤγουν πατρὶ, ἀδελφῷ, θείῳ πρὸς πατρὸς, καὶ· θείῳ πρὸς μητρός· ἐξαιρέτως δὲ τῷ ἀνδρί '.
135
pr.Ἐπὶ τῷ τῆς μοιχείας ἐγκλήματι κατηγορουμένη γυνὴ οὐ δύναται εἰπεῖν τῷ ἀνδρὶ, τέως δός μοι τὴν προῖκα, ἀλλὰ ἀνακρίνεται τὸ ἔγκλημα τὸ περὶ τῆς μοιχείας, ὥστε μετὰ ταῦτα ζήτησιν γενέσθαι τῇ περὶ τῆς προικὸς ἀπαιτήσεις.
136
pr.Αἱ αἰσχραὶ ἐπερωτήσεις ἀνίσχυροί εἰσιν, ὡς ὅταν τὶς ὁμολογῇ φόνον ποιῆσαι ἢ ἱεροσυλίαν, οὔτε ἀγὼν ἐκ τῶν τοιούτων ἁρμόζεις.
137
pr.Ἐπερώτησις τῆς προαιρέσεως ἠρτημένη τοῦ ὁμολογοῦντος οὐκ ἔῤῥωται.
138
pr.Γυνὴ ὑπανδρος τῷ ἰδίῳ δούλῳ μοιχευθεῖσα αὐτὴ μὲν τυπτομένη καὶ κουρευομένη ῥινοκοπείσθω, ἀπελαυνομένη δὲ καὶ τῆς πολιτείας, ἐν ᾗ κατοικεῖ, ἐκ πάσης τῆς οἰκείας περιουσίας ἐκπιπτέτω. ὁ μέντοι μοιχεύσας δοῦλος ξίφει τιμωρείσθως.
139
pr.Γυνὴ μὴ ἔχουσα ἄνδρα τῷ ἰδίῳ δούλῳ μιγεῖσα, εἰ μὲν μὴ ἔχουσα παῖδας τοῦτο διαπράξηται, τυπτέσθω καὶ κουρευέσθω, καὶ ὁ τοιοῦτος δοῦλος ὁμοίως, καὶ εἶθ᾽ οὕτως πιπρασκέσθω, καὶ ἡ τιμὴ αὐτοῦ εἰσκομιζέσθω. εἰ δὲ ἐπὶ παισὶ τοῦτο διαπραχθείη, καὶ ἡ ὑπόστασις αὐτῆς πᾶσα κατὰ δεσποτείας τρόπον παραυτίκα τοῖς παισὶν ἀνεκποιήτως παραφυλαττέσθω, τῆς χρήσεως μόνης παρ᾿ αὐτῇ μενούσης, καὶ ἡ τιμὴ δὲ τοῦ διαπραθέντος δούλου τοῖς παισὶ διδόσθω.
140
pr.Οἱ μοιχοὶ τυπτόμενοι καὶ κουρευόμενοι ῥινοκοπείσθωσαν, οἱ δὲ μέσοι καὶ ὑπουργοὶ τῷ τοιούτῳ ἐγκλήματι γεγονότες τυπτόμενοι καὶ κουρευόμενοι διηνεκῶς ἐξοριζέσθωσαν '.
141
pr.Ἐὰν ἐπὶ μοιχείᾳ γυναικὸς καταδικασθεὶς ἀγάγωμαι αὐτὴν, εἰ καὶ μὴ αὕτη κατεδικάσθη, οὔτε ὁ γάμος ἔῤῥωται, ἀλλ᾽ εἰ καὶ κληρονόμον αὐτὴν γράψω ἢ ἐμὲ ἐκείνη, δημεύεται ἡ κληρονομία. οὐδὲ στρατιωτικῶς τις διαθέμενος δύναται κληρονόμον γράψαι τὴν ἀπὸ φθορᾶς γνωσθεῖσαν καὶ σύγκοιτον αὐτοῦ γενομένην ἀλλὰ τοιούτου τινὸς συμβαίνοντος τῷ δημοσίῳ..
142
pr.Εἴ τις ἐπὶ μοιχείᾳ γυναικὸς κατηγορηθεὶς προδοσίᾳ τῶν δικαστῶν ἢ ἄλλῳ οἱῳδήποτε τρόπῳ τὰς ἀπὸ τοῦ νόμου ποινὰς ἀποφύγοι, καὶ μετὰ ταῦτα εὑρεθείη τῇ γυναικὶ, περὶ ἧς κατηγορήθη, αἰσχρῶς συναναστρεφόμενος, ἢ εἰς γάμον λαμβάνων αὐτὴν, καὶ τοῦτο γένηται ζῶντος τοῦ ἀνδρὸς εἴτε μετὰ τὴν αὐτοῦ τελευτήν, οὐδὲ τὸν γάμον ἐῤῥῶσθαι κελεύομεν, ἀλλὰ καὶ τὸν τοιοῦτο πλημμελῆσαι τολμήσαντα, εἰ καὶ πρότερον διέφυγεν, ὅμως ἄδειαν διδόαμεν παντὶ δικαστῇ καὶ συνέχειν αὐτὸν καὶ μετὰ βασάνων ταῖς νομίμοις τιμωρίαις ὑποτιθέναι μηδὲ ἄλλης κατηγορίας ἢ ἀποδείξεως δεομένῳ. καὶ τὴν γυναῖκα σωφρονισθεῖσαν καὶ καρεῖσαν μοναστηρίῳ ἐμβληθῆναι κελεύομεν, κἀκεῖ μένειν ἐπὶ ὅλον τὸν χρόνον τῆς οἰκείας ζωῆς, τὴν ἑκατέρου δὲ περιουσίαν κατὰ τὴν προειρημένην τάξιν διαιρεῖσθαι, κινδύνῳ, καθὼς προείπομεν, τοῦ τε κόμητος τῆς ἰδικῆς περιουσίας καὶ τῶν κατὰ τόπον ἀρχόντων.
143
pr.Οἱ τὰ ὁροθέσια τῶν ἀγρῶν ἀνατρέποντες ἢ τὰ ὁροθέσια τῶν χωρῶν ἀφανίζοντες τυπτόμενοι διηνεκῶς ἐξοριζέσθωσαν ἐξστραορδίνως τιμωρούμενοι.
144
pr.Ἐάν τις ἐν ἀλλοτρίῳ ἐδάφει οἰκείαις ὕλαις κατασκεύασῃ οἶκον, ὁ τοῦ ἐδάφους κύριος καὶ τοῦ οἰκήματος ἔστω δεσπότης, ὥστε οὖν καὶ τὴς ὕλης ἀπολαῦσαι καὶ τῆς δεσποτείας διηνεκῶς τοῦ ἐδάφους κύριον, μὴ δυναμένου κινεῖν περὶ τῆς τῶν ὑλῶν διατιμήσεως.
145
pr.Ὁ ἐν ἀλλοτρίῳ ἐδάφει κτίζων ἢ σπείρων ἢ φυτεύων ἢ ἄλλο τὶ ἐργαζόμενος ἐκπιπτέτω τῆς δεσποτείας μηδὲ τὰ δαπανήματα λαμβάνων.
146
pr.Ὁ ἐκ δικαστικῆς ψήφου ἢ ἐξ αἰτήσεως τοῦ ἀντιδί κου ὅρκον ὑπέχων ἐπ᾿ ἐκκλησίας τῶν ἀχράντων ἐφαπτόμενος εὐαγγελίων, ἐπιορκεῖν μετὰ ταῦτα ἐλεγχθεὶς, γλωσσοκοπείσθω. τὸ αὐτὸ καὶ ἐπὶ τῶν μαρτύρων '.
147
pr.Αδελφὸς κατὰ ἀδελφοῦ μέγα ἔγκλημα κινεῖν οὐ δύναται· ἐπείτοιγε καὶ οὐκ ἀκουσθήσεται, καὶ ἐξορίᾳ ὑποβληθήσεται.
148
pr.Ὁ ἁρπάζων γῆν ἢ μετατιθεὶς ὅρια, διπλὴν τὴν ἁρπαγὴν ἀποδίδωσι.
149
pr.Ἐὰν χωρὶς δικαστικῆς ἀποφάνσεως ἀφέληταί τις πρᾶγμα, εἰ μὲν ἴδιον αὐτοῦ, ἐκπίπτει τῆς αὐτοῦ δεσποτείας· εἰ δὲ ἀλλότριον, παρεχέτω αὐτὸς τὸ πρᾶγμα καὶ τὴν διατίμησιν αὐτοῦ.
150
pr.Ἐὰν χρήσηταί τις ἵππῳ ἕως ὡρισμένου τόπου, ὑπὲρ δὲ τὸν ὁρισθέντα τόπον τοῦτον ἀπενέγκῃ καὶ πέμψῃ, τὴν ὡς εἰκὸς γενομένην ἐπ᾿ αὐτῷ βλάβην ἢ θάνατον τὸν χρησάμενον ὁρᾷν, καὶ τὸ ἀζήμιον ποιεῖσθαι τῷ κυρίῳ τοῦ ἵππου.
151
pr.Ὁ κεχρημένος ἵππῳ ἕως ὡρισμένου τόπου τινὸς, τὸν δὲ ὁρισθέντα τόπον τοῦτον ὑπερβιβάσας, τῆς ὡς εἰκὸς γενομένης αὐτῷ βλάβης ἢ τοῦ θανάτου αὐτὸς τὸν λόγον ὑπέχει, καὶ τὸ ἀζήμιον τῷ κυρίῳ τοῦ ἵππου περιποιεῖται. ἐὰν μέντοιγε ἐντὸς τοῦ ὁρισθέντος τόπου βλάβη ἐπιγένηται τῷ ἵππῳ ἢ θάνατος, ἀζήμιος ὁ κεχρημένος διατηρεῖται, εἰ μὴ ἄρα ἐξ ἀμελείας ἢ ἐξ ἐπιβουλῆς τὸ περὶ τὸν ἵππον εἰργάσατο πάθος.
152
pr.Ὁ ἐναποκλείσας ἀλλότρια θρέμματα, καὶ τροφῆς ἐνδείᾳ διαφθείρας ἢ ἄλλως πως ἀνελὼν, εἰς τὸ διπλάσιον καταδικάζεται.
153
pr.Κριῶν ἢ βοῶν ἢ ἵππων ἢ χοίρων ἢ ἄλλων τινῶν θρεμμάτων συνεληλυθότων, εἰ μὲν ὁ πρῶτος ἐπελθὼν τοῖς ἄλλοις ἀναιρεθῇ, ἀνεύθυνός ἐστιν ὁ τοῦ ἀνελόντος δεσπότης· εἰ δὲ ἀνέλῃ ὁ ἐπελθὼν, ὑπεύθυνος γίνεται ὁ δεσπότης τοῦ ἀνελόντος, καὶ ἢ ἐκδίδωσι τὸ ζῶον τῷ δεσπότῃ τοῦ ἀναιρεθέντος ἢ τὸ ἀζήμιον αὐτῷ περιποιεῖται.
154
pr.Τοὺς ἐν φωσσάτῳ κλέπτοντας, εἰ μὲν ὅπλα, σφοδρῶς προστάττομεν τίπτεσθαι· εἰ δέ τι τῶν ὑποζυγίων ἢ ἡμιόνων, χειροκοπεῖσθαι.
155
pr.Τοὺς ἐν οἱᾳδήποτε πολιτείᾳ κλέπτοντας, ἅπαξ μὲν τοῦτο ποιοῦντας, θεσπίζομεν, εὐπόρους μὲν καὶ ἐλευθέρους ὑπάρχοντας, πρὸς τῇ ἀποκαταστάσει τοῦ κλαπέντος καὶ διπλὴν ποσότητα καταβαλεῖν τῷ τὴν κλοπὴν ὑπομείναντι· εἰ δὲ ἄποροι εἶεν οἱ τοῦτο διαπεπραχότες, τυπτόμενοι ἐξοριζέσθωσαν. ἐὰν δὲ οὐχ ἅπαξ ἀλλὰ καὶ πολλάκις ἐπὶ κλοπῇ ἁλῶσι, χειροκοπείσθωσαν '.
156
pr.Ἐάν τις ἀνάρχως δίκην ἔχων μετά τινος κόψῃ ἄμπελον ἢ ἄλλο τὸ οἱονοῦν δένδρον, χειροκοπείσθω.
157
pr.Ἐὰν δοῦλος ἢ δούλη ἀγνοίᾳ τοῦ δεσπότου ἀλλότριον ὅρον δόλῳ ἀποκινήσῃ, κεφαλικῶς τιμωρείσθω.
158
pr.Ὁ τοῦ κλέπτου δούλου δεσπότης ἢ τὸ ἀζήμιον τῷ τὴν κλοπὴν ὑποστάντι περιποιεῖται, ἢ εἰ μὴ βούλοιτο τοῦτο ποιεῖν, τὸν δοῦλον εἰς τελείαν δεσποτείαν παραδίδωσι τῷ τὴν κλοπὴν ὑποστάντι.
159
pr.Τὰς ἀλλοτρίας ἀγέλας οἱ ἀπελαύνοντες, ἅπαξ μὲν τοῦτο ποιοῦντες, τυπτέσθωσαν· ἐκ δευτέρου δὲ διαπραττόμενοι, ἐξοριζέσθωσαν· εἰ δὲ καὶ τρίτον φωραθεῖεν τὸ τοιοῦτο κατατολμῶντες, χειροκοπείσθωσαν· τῆς ἀγέλης δηλονότι τῆς ἀπελαθείσης τῇ ἰδίᾳ δεσποτείᾳ παρ᾽ αὐτῶν ἀποκαθισταμένης.
160
pr.Στρατιώτης ἁλοὺς ἐπὶ μοιχείᾳ καὶ καταδικασθεὶς ἀτιμοῦται τοσοῦτον, ὅτι ἡ περὶ μοιχείας ἀπόφανσις παύει αὐτὸν παραχρῆμα τῆς στρατείας.
161
pr.Ὁ τῷ περὶ μοιχείας ἐγκλήματι ἢ ἑτέρῳ καταδικασθεὶς οὐ δύναται εἶναι στρατιώτης. 152. Οἱ παραχαράκται χειροκοπείσθωσαν.
163
pr.Τοῖς ἀποκινηθεῖσιν ἐπὶ ἀτιμίᾳ στρατιώταις οὐκ ἔξεστι διάγειν οὔτε ἐν ῥώμῃ οὔτε ἔνθα ὁ βασιλεὺς διατρίβει. ὑποψία γάρ ἐστι περὶ αὐτοῦ, ἐπειδὴ στρατιώτης ἐστὶ, μήποτε διάγων ἐν ῥώμῃ βουλεύσηταί τι κατὰ βασιλέως, ἢ πολλάκις μακρόθεν ἱστάμενος καὶ τρώσας θανάτῳ παραδώσει τὸν βασιλέα τὸν ἀποστρατεύσαντα αὐτόν.
164
pr.Τὸ τῆς τυμβωρυχίας ἔγκλημα ἀτιμίαν ἐπιφέρει. οἱ τυμβωρυχοῦντες καὶ γυμνοῦντες τὰ τῶν τελευτώντων σώματα, εἰ μὲν μεθ᾽ ὅπλων, κεφαλικῶς τιμωροῦνται· εἰ δὲ χωρὶς ὅπλων, μέχρι μετάλλων.
165
pr.Ἐὰν ἀπὸ τάφου τὶς ἀφέληται λίθους ἢ κίονας ἢ μάρ- μαρα ἢ ἄλλην οἱανδήποτε ὕλην, εἴκοσι λίτρας χρυσίου τῷ δημοσίῳ καταβαλλέτω. ἡ δὲ τιμωρία προστίθεται τῇ παλαιᾷ κολάσει. κατέχονται δὲ αὐτῇ καὶ οἱ τὰ σώματα ψηλαφῶντες. οὐ μόνον δὲ οἱ ἀπὸ τῶν τάφων, τουτέστιν ἐν ᾧ τὸ σῶμα ὑπόκειται, ἀλλὰ καὶ οἱ ἀπὸ σωροῦ ἤγουν ἀπὸ οἰκοδομήματος τοῦ ἐπικειμένου τῷ τάφῳ καὶ τοὺς κόσμους τοὺς τῷ τρικλίνῳ ἀφορισθέντας ἀφαιροῦντες ὑποκείσθωσαν τῷ τῆς ἱεροσυλίας ἐγκλήματι.
166
pr.Ἐὰν ὁ τοῦ τόπου δεσπότης παρὰ κέλευσιν ἀρχιερέως ἢ βασιλέως ἐκβάλῃ τὸν ἐξ ἄλλου ταφέντα ἢ τὰ τεθέντα ὀστέα, τῇ περὶ ὕβρεως ἀγωγῇ ἐνάγεται.
167
pr.Ἔξεστιν ἐξ εὐλόγου αἰτίας προσιέναι τῷ ἄρχοντι, καὶ μεταφέρειν ἐκεῖθεν εἰς ἕτερον τόπον τὸ ἀποκείμενον λείψανον παρενοχλούμενον.
168
pr.Μηδεὶς ἀνθρώπινον σῶμα χωρὶς κελεύσεως βασιλικῆς μεταφερέτω εἰς ἕτερον τόπον.
169
pr.Ἡ ποινὴ τοῦ δεπεκουλάτους περιορισμός ἐστι, καὶ ἐπάγει πάσης τῆς προτέρας καταστάσεως ἐναλλαγὴν, καὶ ἀπώλειαν τῆς οὐσίας.
170
pr.Ὁ ἔχων γυναῖκα καὶ πορνεύων διὰ ιβ΄ ἀλλακτῶν σωφρονιζέσθω· καὶ ὁ μὴ ἔχων, τῇ αὐτῇ δὲ ὑποπίπτων ἁμαρτίᾳ, διὰ ρ ' ἀλλακτῶν σωφρονιζέσθω.
171
pr.Ὁ γυναῖκα ἔχων καὶ τῇ ἰδίᾳ δούλῃ μιγνύμενος, διαγινωσκομένης τῆς πράξεως, οὗτος μὲν τυπτόμενος σωφρονιζέσθω, ὁ δὲ κατὰ τὸν τόπον ἄρχων ἀναλαμβάνων τὴν δούλην ὑπὲρ τὴν ἐπαρχίαν αὐτὴν πιπρασκέτω, τῆς τιμῆς αὐτῆς τῷ μέρει τοῦ δημοσίου εἰσκομιζομένης. ὁ δὲ εἰς ἀλλοτρίαν πορνεύων δούλην, τῶν μὲν εὐπόρων ὑπάρχων, παρεχέτω ὑπὲρ τοῦ πταίσματος τῷ δεσπότῃ τῆς δούλης ὑπέρπυρα λς΄. εἰ δὲ εὐτελὴς εἴη, τυπτέσθω, καὶ καθόσον εὐπορεῖ, κατὰ ἀναλογίαν τῶν λς΄ ὑπερπύρων παρεχέτω.
172
pr.Οἱ ταῖς μοναζούσαις ἢ ταῖς διακονίσσαις ἢ ταῖς ἀσκητρίαις ἐνασελγαίνοντες, ὡς εἰς τὴν νύμφην χριστοῦ ἐκκλησίαν ἐνυβρίζοντες, ῥινοκοπείσθωσαν σὺν αὐταῖς.
173
pr.Ὁ τὴν ἰδίαν σύντεκνον ἢ ὀνόματι γάμου ἀγαγόμενος ἢ καὶ ἄλλως σαρκικῶς συμπλεκόμενος, ἅμα αὐτῇ ῥινοκοπεί σθω, δηλονότι πρότερον ἀπ᾿ ἀλλήλων διϊστάμενοι. εἰ μέντοι εἰς ὕπανδρον σύντεκνον τοῦτο διαπράττοιτο, ἡ μὲν ποινὴ ὡσαύτως προβήσεται, πρὸς τούτοις δὲ καὶ τυπτέσθωσαν.
174
pr.Ὁ μοιχείαν τῇ ἰδίᾳ συνειδὼς γυναικὶ, καὶ παραχωρῶν, τυπτόμενος ἐξοριζέσθω. ὁ δὲ μοιχὸς καὶ ἡ μοιχαλὶς ῥινοκοπείσθωσαν.
175
pr.Ὁ παρθένῳ κόρῃ μιγνύμενος, ἐκείνης μὲν προαιρέσει, ἀγνοούντων δὲ τῶν γονέων, τῆς πράξεως διαγινωσκομένης, εἰ μὲν θέλει λαβεῖν αὐτὴν εἰς γυναῖκα καὶ συναινοῦσι καὶ οἱ γονεῖς, γινέσθω τὸ συνάλλαγμα· εἰ δὲ ἓν μέρος τῶν γονέων, ἢ ἑκατέρου προσώπου, οὐ θελήσει, εἰ μὲν εὔπορός ἐστιν ὁ φθο ρεὺς, τῇ φθαρείσῃ κόρῃ διδότω χρυσίου λίτραν μίαν· εἰ δὲ ἐνδεέστερος εἴη, τὸ ἥμισυ τῆς ὑποστάσεως αὐτοῦ· εἰ δὲ παντελῶς εἴη ἄπορος, τυπτόμενος καὶ κουρευόμενος ἐξοριζέσθω.
176
pr.Ὁ βιαζόμενος κόρην καὶ φθείρων αὐτὴν ῥινοκοπείσθω, διδοὺς αὐτῇ καὶ τὸ τρίτον τῆς ὑποστάσεως αὐτοῦ.
177
pr.Ὁ φθείρων κόρην πρὸ τῆς ἥβης ἢ πρὸ τοῦ ιγ΄ ἔτους ῥινοκοπείσθω, καὶ τὸ ἥμισυ τῆς ὑποστάσεως αὐτοῦ παρεχέτω τῇ φθαρείσῃ κόρῃς.
178
pr.Ὁ τὴν ἀλλοτρίαν μνηστὴν φθείρων, εἰ μὲν προαιρέσει τῆς κόρης, ῥινοκοπείσθω· εἰ δὲ ἀπροαιρέτως, μετὰ ταύτην τὴν ποτνὴν καὶ τὸ τρίτον τῆς ὑποστάσεως αὐτοῦ παρεχέτω τῇ φθαρείσῃ.
179
pr.Δύο γαμετὰς οὐδεὶς δύναται ἔχειν. διὸ ὁ τοῦτο τολμῶν ποιεῖν τυπτέσθω, ἐκδιωκομένης τῆς ἐπεισάκτου μετὰ τῶν ὡς εἰκὸς ἐξ αὐτῆς τεχθέντων παίδων.
180
pr.Οἱ αἱμομίκται εἴτε γονεῖς πρὸς τέκνα εἴτε τέκνα πρὸς γονεῖς ἢ ἀδελφοὶ πρὸς ἀδελφὰς ξίφει τιμωρείσθωσαν. οἱ δὲ κατ᾿ ἄλλην συγγένειαν πρὸς ἀλλήλους συμφθειρόμενοι, τουτέστι πατὴρ εἰς γυναῖκα υἱοῦξἢ υἱὸς εἰς μητρυιὰν ἢ πατρωὸς εἰς προγονὴν ἢ ἀδελφὸς εἰς γυναῖκα ἀδελφοῦ ἢ θεῖος εἰς ἀνεψιὰν ἢ ἀνεψιὸς εἰς θείαν ἢ εἰς δύο ἀδελφὰς ἢ [εἰς] μητέρα ξένην καὶ τὴν αὐτῆς θυγατέρα, οἱ τοιοῦτοι τυπτόμενοι ῥινοκοπείσθωσαν αὐτοί τε καὶ αἷς αὐτοὶ συνεφθάρησαν.
181
pr.Ὁ δύο γυναῖκας ἔχειν πειραθεὶς, οὐ νόμῳ ἀλλὰ φάκτῳ προαιρέσεως, καλῶς ὑποστήσεται τὸ τῆς μοιχείας ἔγκλημα. ἡ δὲ ὕστερον αὐτῷ γαμηθεῖσα, εἰ ἠγνόει αὐτὸν ἔχειν γαμετὴν, συγγνωσθήσεται· γινώσκουσα δὲ ὡς μοιχαλὶς τιμωρεῖται.
182
pr.Ἐὰν γυνὴ ἔγκυος γένηται, καὶ ἐπιβουλεύσῃ τῇ ἰδίᾳ γαστρὶ πρὸς τὸ ἐκτρῶσαι, τυπτομένη ἐξοριζέσθω.
183
pr.Οἱ διδόντες ποτὸν διὰ τὸ ἐκτρῶσαι ἢ διὰ φίλτρον, εἰ καὶ μὴ διά τινα δόλον παράσχωσιν, ἐπειδὴ ὅλως κακοῦ παραδείγματός ἐστι τὸ γεγονὸς, εἰ μὲν εὐτελεῖς ὦσι, μεταλλίζονται· εἰ δὲ τιμιώτεροι, μετὰ μερικῆς δημεύσεως ῥελεγατεύονται. εἰ μέντοι ἐκ τοῦ διδομένου ποτοῦ τελευτήσει ὁ ἀνὴρ ἢ ἡ γυνὴ, τότε τῇ ἐσχάτῃ καθυποβάλλονται τιμωρίᾳ οἱ τὸν ποτὸν δεδωκότες.
184
pr.Ἀπὸ δόγματος συγκλήτου ἐκελεύσθη γυνή τις ῥελεγατευθῆναι, ἥτις οὐκ ἐπὶ κακῷ μὲν, παράδειγμα δὲ κακὸν ὑποτιθεμένη δέδωκε γυναικί τινι φάρμακον ἐπὶ τὸ συλλαβεῖν, ἐξ οὗ φαρμάκου ἐτελεύτησεν ἡ γυνή.
185
pr.Τὴν ἐπιβαλοῦσαν χεῖρα τῇ γαστρὶ καὶ ἀμβλώσασαν ὀφείλει μετὰ τοὺς ἐλέγχους ἐξορίζειν ὁ τῆς ἐπαρχίας ἡγούμενος.
186
pr.Καὶ ἡ ἐπὶ χρήμασιν ἐκτρώσασα κεφαλικῶς τιμωρεῖται· ἡ δὲ μετὰ [διαζύγιον πρὸς μῖσος τοῦ ἀνδρὸς τοῦτο ποιήσασα προσκαίρως ἐξορίζεται.
187
pr.Ὁ ἀνὴρ καὶ μετὰ τὴν διάλυσιν τῆς ἑαυτοῦ γυναικὸς ἐχθρὸς αὐτῆς ἐστιν.
188
pr.Ὁ πόμα δεδωκὼς πρὸς φίλτρον ἢ ἀμβλωθρίδιον εὐτελὴς μὲν ὢν μεταλλίζεται, τίμιος δὲ ἐξορίζεται μετὰ μερικῆς δημεύσεως· ἐσχάτη δὲ τιμωρία ἐπάγεται, ἐάν τις ἐκ τοίτου τελευτήσῃ, κἂν χωρὶς δόλου τὸ ἀμβλωθρίδιον δέδωκεν.
189
pr.Οἱ πρὸς γάμον συναπτόμενοι ἢ ἄλλως σαρκικῶς συμπλεκόμενοι ἐξάδελφοι καὶ οἱ ἐξ αὐτῶν τικτόμενοι παῖδες καὶ μόνον ἢ καὶ πατὴρ καὶ υἱὸς πρὸς μητέρα καὶ θυγατέρα ἢ δύο ἀδελφοὶ εἰς δύο ἀδελφὰς ἢ ἀνεψιὸς εἰς τὴν τοῦ θείου γυναῖκα ἢ δύο ἀδελφοὶ εἰς μητέρα καὶ θυγατέρα ἢ θεῖος εἰς τὴν τοῦ ἀνεψιοῦ γυναῖκα πρὸς τῷ χωρισμῷ καὶ τυπτέσθωσαν.
190
pr.Οἱ ἀσελγεῖς, ὅ τε ποιῶν καὶ ὁ πάσχων, ξίφει τιμωρείσθωσαν· εἰ μὴ ἄρα ὁ πεπονθὼς ἔλαττον ᾖ τῶν ιβ΄ χρόνων. τότε γὰρ τὸ ἐνδεὲς τῆς ἡλικίας αὐτοῦ τοιαύτης αὐτὸν ἀπαλλάττει ποινῆς.
191
pr.Οἱ ἀλογευόμενοι ἤγουν οἱ κτηνοβάται καυλοκοπείσθωσαν.
192
pr.Ὁ τὴν καλάμην τοῦ ἰδίου χωραφίου βουλόμενος καῦσαι ἐνέβαλε κατ᾿ αὐτῆς πῦρ, τὸ δὲ πῦρ ἀχθὲν τὰ ἀλλότρια κατέκαυσε χωράφια ἢ τὸν ἀλλότριον ἀμπελῶνα. δεῖ τὸν ἀκροατὴν ἐξετάζειν, καὶ εἰ μὲν ῥαθυμίᾳ ἢ ἀπειρίᾳ τοῦ ἀνάψαντος τὸ πῦρ ἀνῆψεν, εἰ μὴ παρεφυλάξατο δυνάμει τοῦ προελθεῖν τὴν φλόγα περαιτέρω, ὡς ἀμελήσας ὁ τοιοῦτος καὶ ῥᾳθυμήσας καταδικάζεται. εἰ δὲ πάντα μὲν ἐκεῖνος παρεφυλάξατο, ἀθρόον δὲ πνεῦμα προσπεσὸν τὴν τοῦ πυρὸς φλόγα ἐπὶ τὸν βλαβέντα μετενώμησε τόπον, ἀνυπεύθυνος ὁ τὸ πῦρ ἀνάψας διατελεῖ, ὡς παρὰ γνώμην αὐτοῦ γενόμενον.
193
pr.Ἐὰν ἀπό τινος τύχης οἶκος ἐμπρησθῇ, κἀκεῖθεν τὸ πῦρ ἐκδραμὸν τὰ συμπαρακείμενα ἐμπρήσῃ, οὐδὲν ὑπόκειται ὁ καταρχὰς ἐμπρησθείς. ὁ δὲ κατὰ δόλον καύσας οἶκόν τινος κεφαλικῶς τιμωρεῖται.
194
pr.Ὁ οἰκίαν ἢ σωρὸν σίτου πλησιάζουσαν οἴκῳ καύσας ἐν εἰδήσει πυρίκαυστος γίνεται. εἰ δὲ ἔξω πόλεως τοῦτο διαπράξεται, χειροκοπείσθω. εἰ δὲ κατὰ ῥᾳθυμίαν συνέβη, εἰ μὲν ἰσχύει, τὴν ζημίαν ἀποθεραπεύει· εἰ δὲ μὴ, σωφρονίζεται μετρίως. οἰκία δὲ νοεῖται πᾶν εἶδος οἰκοδομήματος.
195
pr.Οἱ ἐπίτηδες ἐν πόλει ποιοῦντες ἐμπρησμὸν, εὐτελεῖς μὲν ὄντες, θηριομαχοῦσιν· ἔν τινι δὲ βαθμῷ ὄντες ἀποκεφαλίζονται.
196
pr.Εἴ τις ἐλεύθερος ἢ δοῦλος ἐπὶ οἱᾳδήποτε αἰτίᾳ δώσει ποτὸν, [εἴτε γυνὴ ἀνδρὶ] εἴτε ἀνὴρ γυναικὶ εἴτε δούλη δεσποίνῃ ἢ καὶ δούλη δεσπότῃ, καὶ διὰ τῆς τοιαύτης προφάσεως. ἀσθενείᾳ περιπέσῃ ὁ τὸν ποτὸν ἐκπιὼν, καὶ συμβῇ ἐκ τούτου αὐτὸν καταῤῥεῦσαι καὶ ἀποθανεῖν, ξίφει τιμωρείσθω.
197
pr.Οἱ τὰ λεγόμενα ποιοῦντες φυλακτὰ ἐπὶ φιλίᾳ τῷ δοκεῖν ἀνθρώπων δημευόμενοι ἐξοριζέσθωσαν.
198
pr.Οὔτε ἑπταέτης οὔτε μαινόμενος φονεύων ὑπόκειται τῷ θανάτῳ.
199
pr.Ὁ μετὰ ξίφους πλήττων τινὰ, ἐὰν φονεύσῃ, ξίφει τιμωρείσθω· εἰ δὲ ὁ πληγεὶς οὐ τελευτήσει, ὁ τὴν πληγὴν δεδωκὼς χειροκοπείσθω, ὅτι ὅλως δοῦναι μετὰ ξίφους ἐτόλμησεν.
200
pr.Μάχης μεταξύ τινων γενομένης, ἐὰν συμβῇ θάνατον προελθεῖν, τηρείτωσαν τὰ ὄργανα οἱ ἀκροαταὶ, δι᾽ ὧν ἐπράχθη ὁ θάνατος· καὶ εἰ εὕρωσι διὰ ξύλων τελείων ἢ λίθων μεγάλων ἢ λακτισμάτων τὸν φόνον γεγενημένον, χειροκοπείσθωσαν· εἰ δὲ δι᾽ ἐλαφροτέρων τινῶν συμβῇ γενέσθαι τὸν θάνατον, τυπτέτωσαν τοῦτον καὶ ἐξοριζέτωσαν '.
201
pr.Ἐὰν ἐν μάχῃ μετὰ χειρὸς μόνης τύψῃ τὶς καὶ φονεύσῃ, τυπτόμενος ἐξοριζέσθω.
202
pr.Ἐάν τις τὸν ἴδιον οἰκέτην λώροις ἢ ῥάβδοις τύψῃ, καὶ ἐκ τούτου συμβῇ ἐκεῖνον τελευτῆσαι, οὐ κατακρίνεται ὡς ἀνδροφόνος· εἰ δὲ ἀμέτρως αὐτὸν ἐβασάνισεν ἢ φαρμάκῳ ἀνεῖλειν ἢ προσέκαυσεν, ὡς φόνον πεποιηκὼς τιμωρεῖται.
203
pr.Ἐὰν πατὴρ κατηγορήσῃ τινὸς περὶ φόνου τοῦ παιδὸς αὐτοῦ καὶ ἀποφανθῇ κατὰ συκοφαντίαν κινήσας, οὐκ ἀτιμοῦται.
205
pr.Ὥσπερ οἱ πατέρες δύνανται τοὺς ἑαυτῶν παῖδας πταίοντάς τι καὶ τὸν ἑαυτῶν βίον οὐκ ὀρθῶς μετιόντας ἐπιστρέφειν, οὕτω καὶ τοῖς συγγενέσιν ἐπιτρέπομεν σωφρονίζειν μεμετρημένως τὸν ἀφήλικα ἀτακτοῦντα καὶ διαβεβλημένως βιοῦντα. εἰ δὲ τραχύτερα εἴη τὰ πταίσματα καὶ αὐστηροτέρας δέονται διορθώσεως, τηνικαῦτα ἀρχικῆς ἀγανακτήσεως χώραν ἔχει τὸ πρᾶγμα. 205. Ὁ φόνον ἑκουσίως ποιήσας, οἵας ἂν εἴη ἡλικίας, ξίφει τιμωρείσθω. ὁ δὲ ἀκουσίως φονεύσας ἐξοριζέσθω.
206
pr.Ὁ ῥίψας ἑαυτὸν ἐκ τοῦ τείχους καὶ φονεύσας τὸν εὑρεθέντα κάτωθεν οὐ κρίνεται φονεύς.
207
pr.Ὁ φόνος ἀπὸ τῆς διαθέσεως σκοπεῖται, εἰ σκοπὸν ἔσχε φονεῦσαι. ὅθεν ἔστιν εὑρεῖν, ὅτι ὁ πλήξας μὲν, μὴ φονεύσας δὲ, ὡς φονεὺς τιμωρεῖται· καὶ ὁ φονεύσας οὐ τιμωρεῖται ὡς φονεὺς, εἰ μόνον ἠθέλησεν πλῆξαι.
208
pr.Ἡ δὲ τοιαύτη διάθεσις σκοπεῖται ἀπὸ τοῦ πλήξαντος ὀργάνου. καὶ ἐστὶν ἐπὶ μὲν ἑκουσίου φόνου ἤγουν τοῦ ἐντίμου φονεύσαντος δεπορτάτον καὶ τελεία δήμευσις· ἐπὶ δὲ τῶν εὐτελῶν τὸ ξίφει καὶ θηρίοις παραδοθῆναι· ἐπὶ δὲ τοῦ κατὰ βλακείαν ἤγουν ἀμέλειαν φονεύοντος πενταετὴς ἐξορία. καὶ τὸ παρασχεῖν αἰτίαν φόνου οὐδὲν διαφέρει τοῦ φονεῖσαι. καὶ ὁ ἐντειλάμενός τινι φονεῦσαι ὡς φονεὺς κρίνεται.
209
pr.Ὁ τὸ νήπιον φονεύσας τιμωρίᾳ φόνου ὑπόκειται '.
210
pr.Φονεύει τὸ τικτόμενον οὐ μόνον ὁ πνίγων, ἀλλὰ καὶ ὁ ῥίπτων, καὶ ὁ μὴ τρέφων, καὶ ὁ ἐν δημοσίοις τόποις ἐκτιθέμενος ἐπὶ ἐλεημοσύνῃ, ἣν αὐτὸς οὐκ ἔσχεν.
211
pr.᾿Αλλὰ καὶ οἱ ῥίπτοντες τὰ βρέφη εἰς τὰ πρόθυρα τῶν ἐκκλησιῶν ὡς φονεῖς λογίζονται, κἂν παρ᾿ ἄλλων ζωογονῶνται.
212
pr.Ακινδύνως τὶς φονεύει τὸν βιαζόμενου αὐτὸν, ἢ τοὺς αὐτῷ πρὸς ἀσέλγειαν ἐπιβουλεύοντας.
213
pr.Ὁ ποιῶν θυσίας ἀπηγορευμένας τῷ περὶ φονέων νόμῳ ὑπόκειται.
214
pr.Ἐάν τις εἰς ἄῤῥενα ἁμάρτῃ, καὶ ὁ ἁμαρτήσας καὶ ὁ ἁμαρτηθεὶς ξίφει ἀποτεμνέσθωσαν.
215
pr.Οἱ φαρμακοὶ ἀξιωματικοὶ ὄντες δεπορτατεύονται· οἱ δὲ λοιποὶ εἰς κεφαλὴν τιμωροῦνται.
216
pr.Ὁ ποιῶν φάρμακον διὰ τὸ φονεῦσαι ἄνθρωπον ἢ πιπράσκων ἢ ἔχων ὑπόκειται τῷ περὶ ἀνδροφόνων νόμῳ. καὶ οἱ τὰ φίλτρα ποιοῦντες δημεύονται καὶ ἐξορίζονται. εἰ δὲ καί τις μὴ κακῷ λογισμῷ δώσει γυναικὶ συλληπτικὸν καὶ ἀποθάνῃ ἡ λαβοῦσα, ἐξορίζεται.
217
pr.Ὁ τὸν ἐπελθόντα φονεύσας, ἐν ᾧ περὶ τὴν ἰδίαν ζωὴν ἐκινδύνευεν, ἀνεύθυνός ἐστιν.
218
pr.Ἡ ποινὴ ἡ κατὰ τῶν ἀνδροφόνων ἐπὶ μὲν τῶν ἐντίμων περιορισμός ἐστι καὶ τελεία δήμευσις· ἐπὶ δὲ τῶν εὐτελῶν ξίφει καὶ θηρίοις ὑποβληθῆναι.
219
pr.Τῷ περὶ ἀνδροφόνων νόμῳ ὑπόκειται καὶ ὁ διὰ φόνον ἢ κλοπὴν μεθ᾽ ὅπλων περιϊὼν, καὶ ὁ ἀρχῆς ἢ δημοσίου δικαστηρίου προεστὼς καὶ σπουδάσας πλαστῶς κατηγορηθῆναί τινα καὶ ἀναιτίως καταδικασθῆναι. καὶ ἡ τὰ ἀμβλωθρίδια διδοῦσα φάρμακα καὶ ἡ δεχομένη τὰ ἐμβρυοκτόνα δηλητήρια καὶ ὁ πημέντα προπετῶς διδοὺς φάρμακον ἢ σαλαμάνδραν ἢ ἀκόνιτον ἢ πιτυοκάμπην ἢ βούβρωστιν ἢ μανδραγόραν ἢ κανθαρίδα.
220
pr.Ἡ δὲ νεαρὰ τοῦ βασιλέως κυροῦ βασιλείου πάντας τοὺς φόνον ποιήσαντας ἐκ μελέτης καὶ προβουλίου, ὁποίας ἂν καὶ εἶεν ἀξίας, ἀποθνήσκειν ἐθέσπισεν.
221
pr.Ἡ δὲ νεαρὰ τοῦ πορφυρογεννήτου βασιλέως κυροῦ κωνσταντίνου φησὶ περὶ τῶν φονευόντων καὶ προσφευγόντων τῇ τοῦ θεοῦ μεγάλῃ ἐκκλησίᾳ, ἵνα ὁ ἑκουσίως φόνον ποιήσας κατὰ τὸ αὐτόματον καὶ θερμότητα καὶ ὀργὴν καὶ προσφυγὼν, μετὰ τὴν ἐπιτίμησιν τὴν ἐκκλησιαστικὴν καὶ τῆς οἰκείας ἔκπτωσιν [περιουσίας] ὑπομείνῃ, οὐ τῷ δημοσίῳ προσκυρουμένης, ἀλλ᾽ εἰ μὲν ὑπεστι γαμετὴ τήν τε προῖκα καὶ κέρδη πάντα τὰ οἰκεῖα λαμβάνειν [παίδων μὴ ὄντων] εἰ δὲ ὕπεισι καὶ παῖδες τὴν χρῆσιν ἔχειν τῶν γαμικῶν κερδῶν, τῶν παίδων ἐκ τῆς ἄλλης περιουσίας τὸ τρίτον κληροδοτουμένων τοῦ ἀνδρός. καὶ ὁ φονεὺς εἰ βούλεται μονάσαι, λαμβάνει τὸ μοναστήριον τὸ τρίτον μέρος τῆς ἐκείνου περιουσίας, τῇ γυναικὶ καὶ τοῖς τέκνοις τοῦ τελευτήσαντος φυλαττομένου τοῦ λοιποῦ τρίτου μέρους· εἰ δὲ μὴ ὑπεισι παῖδες τῇ γυναικὶ, καὶ τοῖς ἀνιοῦσι τὸ τρίτον διαιρεῖται. γυναικὸς δὲ τὸν βίον προεξελθούσης καὶ παίδων ὄντων, τούτους φησὶ προτιμᾶσθαι τῶν ἀνιόντων. εἰ δὲ μήτε γυνή, μήτε παῖδες μήτε ἀνιόντες εἰσὶ τῷ ἀναιρεθέντι, τὸ τρίτον λαμβάνειν τοὺς ἄλλους ἐκ νόμων καλουμένους. εἰ δὲ [μὴ] προσέλθῃ πρὸς τὸν μονήρη βίον ὁ φονεὺς, οὐ τὸ τρίτον ἀλλὰ τὸ δίμοιρον τῆς ἐλευθέρας περιουσίας αὐτοῦ κατὰ τὴν εἰρημένην διάταξιν τὸ τοῦ πεφονευμένου κληροδοτεῖσθαι μέρος, πρὸς τούτοις εἶναι αὐτὸν ἄτιμον καὶ μηδέποτε τὴν οἱανοῦν ἀρχὴν ἢ πολιτικὴν ἢ στρατιωτικὴν μεταχειρίζεσθαι, ἀλλ᾽ ἀειφυγίᾳ καταδικάζεσθαι. εἰ δὲ ὁ φόνος ἐκ μελέτης καὶ προβουλίας γέγονε, πάντως αὐτὸν πρὸς τοῖς ἄλλοις ἐπιτιμίοις καὶ εἰς τὸν μονήρη [βίον] καταναγκάζεσθαι. οἱ δὲ τῆς στρατείας αὐτοῦ τόποι ἀλλαχοῦ, φησι, μὴ παραπεμπέσθωσαν, εἰ μὴ εἰς τοὺς αὐτοῦ κληρονόμους. εἰ δὲ μὴ ὑπεισιν οὗτοι, ὁ τοὺς τόπους ἀπολαμβάνων ὀφείλει καὶ τῇ στρατείᾳ ὑπηρετεῖσθαι '.
222
pr.Νεαρὰ τοῦ βασιλέως κυροῦ μανουήλ. – Περὶ δὲ φόνων. ἑκουσίων ἐξεφωνήθη νεαρὰ κατὰ τὸν ἀπρίλιον μῆνα τῆς ιδ΄ ἐπινεμήσεως τοῦ κρατίστου ἁγίου αὐτοκράτορος κυροῦ μανουὴλ τοῦ κομνηνοῦ καὶ ἔχε ταύτην ἐπὶ μνήμης οὕτω μετὰ τὸ προοίμιον διαλαμβάνουσαν· παρακελεύεται οὖν ἅπασι τοῖς ἐν θέμασι διαιτηταῖς, καὶ ταῖς ἐν αὐτοῖς οὔσαις στρατιωτικαῖς δυνάμεσι καὶ τοῖς τούτων στρατηγοῖς, ἔνθαπερ ἂν ἑκού σιος φόνος γένηται καὶ τολμηθῇ τοιοῦτόν τι παράνομον, αὐτίκα πάντας διεγείρεσθαι πρὸς τὴν τοῦ φονέως κατάσχεσιν, καὶ δέσμιον αὐτὸν ἀποστέλλειν πρὸς τὴν βασίλειον περιωπὴν, ἢ ταύτης ἀπούσης πρὸς τὸν ἔπαρχον τῆς θεοφυλάκτου μεγαλοπόλεως, ὥστε εἰς δημοσίαν φυλακὴν εἰσάγεσθαι, καὶ τὰς. σωματικὰς καὶ οὐσιακὰς κατά τε τοὺς νόμους καὶ τὴν τῶν νεαρῶν θεσπισμάτων δύναμιν καὶ ἑτέρας ὑποστῆναι κολάσεις· εἰδότων τούτων ἁπάντων, ὡς εἴ τις φωραθείη δυνάμενος κατασχεῖν τὸν φονέα καὶ μὴ τοῦτο ποιήσας, οὕτω μέλλει κατακριθῆναι ὡς κατὰ βασιλέως βουλευσάμενος. εἰ δ᾽ ἴσως διαλάθῃ τὶς καὶ προσφύγῃ τῇ ἁγιωτάτῃ τοῦ θεοῦ μεγάλῃ ἐκκλησίᾳ, μετὰ τὸ προβῆναι τὰ ἐκκλησιαστικὰ ἐπ᾿ αὐτῷ ἐπιτίμια, κατὰ τὴν νομικὴν παρατήρησιν ἐνδημοῦντος μὲν τοῦ κρατοῦντος τῇ βασιλευούσῃ τῶν πόλεων, παρ᾽ αὐτοῦ ἀποσταλήσεται εἰς τὸ θέμα ὃ ἂν ἐπικρίνῃ, ὥστε τὸν χρόνον τῆς ὅλης αὐτοῦ ζωῆς ἐκεῖσε διαβιβάζειν, καὶ μὴ ἐκεῖθεν ἀποδιδράσκειν, ὥστε ἐπανατρέχειν ἔνθα τὸ τοῦ φόνου μῦσος εἰργάσατο· ἀποδημοῦντος δὲ ἴσως τοῦ βασιλέως παρὰ τοῦ ἐπάρχου (ὡς εἴρηται) εἴς τινα τῶν ποῤῥωτέρω χωρῶν ἐξορισθήσεται καὶ τὸν τῆς ζωῆς αὐτοῦ χρόνον ἐκεῖσε διανύσει. ἐὰν δέ γε μὴ μόνον ἑκουσίως, ἀλλὰ καὶ ἐκ μελέτης τὸν φόνον εἰργάσατο, οὐκ ἀναγκασθήσεται κατὰ τὴν προτέραν βασιλικὴν διάταξιν ἀποκαρῆναι. εἰ γὰρ τὸν ἑκουσίως τῇ ἀποκάρσει προστρέχοντα οὐκ ἀπεντεῦθεν ἡ κανονικὴ ἀκρίβεια εἰς εὐχὴν παραδέχεται, ἀλλὰ καιρὸν αὐτῷ τὸν ἀρκοῦντα ἐπιμετρήσασα καὶ δι᾽ αὐτοῦ τὸ τῆς γνώμης ἐκείνου βέβαιον εἴτε ἀπαγὲς βασανίσασα, εἴπερ εὑρήσει τὸν ἄνθρωπον τῇ ἐξ ἀρχῆς προσθέσει στοιχοῦντα καὶ τῷ μοναχικῷ πολιτεύματι καὶ τῇ νεκρώσει τοῦ σώματος ἀόκνως ἑαυτὸν παρασκευάζοντα, ἔκτοτε καὶ τὴν τοῦ ἀγαθοῦ ἔργου αὐτῷ προσεπιφέρει συμπλήρωσιν εἰς τὴν μοναχικὴν παραδεξαμένη πολιτείαν τε καὶ κατάστασιν· πῶς οὐκ ἂν εἴη ἄλογον καὶ τοῖς πνευματικοῖς νόμοις ἀπᾷδον, ἀναγκαστικῶς ἀποκείρεσθαί τινα, καὶ ταῦτα φονέα, ὃν μέχρι τοσούτου θεὸς ἐγκατέλιπεν, ὥστε καὶ ἀδελφικῷ χρανθῆναι τὰς χεῖρας αἵματι; δέος γὰρ, μήπως ἀκουσίῳ προαιρέσει τὸν ἀγγελικὸν βίον ὑπελθὼν καὶ βίᾳ τοῦτον καταδεξάμενος, εἰς ἐμπαιγμὸν τῷ φρικώδει χρήσηται σχήματι· πεφύκασι γὰρ οἱ τῶν ἀνθρώπων κουφότεροι εἰς ἀπόνοιαν ἐμπεσόντες, καὶ ταῖς χειρίσταις καὶ παραβολωτέραις ἐπιτολμᾷν πράξεσιν. ἀντὶ τοίνυν τῆς ἀποκάρσεως νομοθετεῖ ἡ βασιλεία μου, τὸν πεπλημμεληκότα φόνον μεμελετημένον ἑκούσιον ἐν φυλακῇ παρ᾿ ὅλον τὸν χρόνον τῆς ζωῆς αὐτοῦ διάγειν, καὶ μηδέποτε ἐκεῖθεν ἐξάγεσθαι, μηδ᾽ ἀπὸ βασιλικῆς ἴσως προστάξεως κατὰ λήθην ποριζομένης· ἐπὶ δὲ ταῖς περιουσίαις αὐτῶν γίνεσθαι, καθὼς ὁ προμνημονευθεὶς διετάξατο. ἐπεὶ δὲ οἱ πλείους τῶν φονέων ἐκ μελέτης καὶ διασκέψεως τοὺς φόνους κατεργαζόμενοι, ἔπειτα τῇ ἁγιωτάτῃ τοῦ θεοῦ μεγάλῃ ἐκκλησίᾳ προσελθόντες, οὐχ ὡς γέγονε παρ᾽ αὐτῶν ὁ φόνος, ἀλλὰ πρὸς τὸ οἰκεῖον συμφέρον ποιοῦνται τὴν ἐξομολόγησιν τὴν ἀλήθειαν παρακρύπτοντες· παρακελεύεται ἡ βασιλεία μου γραφὴν γίνεσθαι τοῦ κατὰ καιροὺς ἁγιωτάτου πατριάρχου μετ᾿ ἐπιτιμίου πρὸς τὸν κατὰ τὴν χώραν ἀρχιερέα καὶ τὸν ὑπ᾿ αὐτὸν κλῆρον, ἀλλὰ μὴν καὶ τὸν τοῦ θέματος διαιτητὴν, καὶ καθὼς ἂν μάθοι γενέσθαι τὸν φόνον ἀπὸ τῆς ἐκείνων ἀντιγραφῆς, οὕτω ποιεῖσθαι καὶ τὴν ἐπεξέλευσιν· καὶ μὴ τὸν ἐκ μελέτης φονεύοντα διὰ τὴν ψευδῆ αὐτοῦ ἐξαγορείαν τὰς τοῦ κατὰ τύχην καὶ ἀπροόπτως τῷ τοιούτῳ περιπεσόντος ἐγκλήματι δέχεσθαι ποινὰς καὶ τὰ ἐπιτίμια. εἴ τις μέντοι τῶν φονέων τῇ ἁγιωτάτῃ ἐκκλησίᾳ προσφυγὼν, καὶ ἢ τῇ ἀειφυγίᾳ κατακριθεὶς ἢ δέσμιος εἶναι καὶ ἐν φυλακῇ ἐγκεκλεῖσθαι παρ᾽ ὅλην αὐτοῦ τὴν ζωὴν, εὑρέθη ἀναιτίως ἐμπεριπατῶν ἔνθα τὸν φόνον ἐτόλμησε, δέσμιος παρὰ τοῦ κατὰ χώραν πράκτορος ἀποσταλήσεται εἰς τὴν βασιλείαν μου· καὶ ὅσα δὲ τότε παρευρεθῶσιν αὐτοῦ πράγματα, εἰς κέρδος ἔσται τῷ πράκτορι καὶ τῷ τὸν φονέα καταμηνύσαντι ὡς παρ᾽ αὐτῶν μεριζόμενα. μελήσει δὲ πάντως καὶ τοῖς ἐν τῇ ἁγιωτάτῃ μεγάλῃ ἐκκλησίᾳ τῶν τοιούτων διαιτηταῖς, μετὰ τῆς προσηκούσης κανονικῆς αὐστηρίας τὰ φονικὰ κολάζειν ἐγκλήματα, καὶ μὴ τοὺς χρόνους ὡς ἔτυχε συντέμνειν, μηδὲ ἐφ᾽ οἷς οὐ χρὴ πλέον τοῦ εἰκότος φιλανθρωπεύεσθαι. ἶσα μέντοι τοῦ παρόντος διατάγματος τῆς βασιλείας μου, ὑπογραφέντα παρὰ τῶν προϊσταμένων τῶν δικαστηρίων, ἀποσταλέντα ταῖς κατὰ χώραν ἐκκλησίαις ἀποτεθήσεται· ὥστε πάντας εἴδησιν ἔχειν τῶν διωρισμένων, ὡς ἂν ποιῶσι κατὰ τὴν τούτων περίληψιν. εἴπερ μέντοι ὁ τὸν μεμελετημένον φόνον ἐργασάμενος ἑκουσίως ἕλοιτο τὴν ἀπόκαρσιν, οὐκ ἀδοκιμάστως τοῖς μοναχοῖς ἐγκαταλεγήσεται, ἀλλὰ μετὰ πολλῆς τῆς ἀκριβείας καὶ ἐξετάσεως, τὸν ἀρκοῦντα χρόνον κατὰ τὰς κανονικὰς διατάξεις βασανιζόμενος. τῷ μέντοι μοναστηρίῳ καὶ ἄκων προσμένειν ἀναγκασθήσεται παρ᾿ ὅλον τὸν τῆς ζωῆς αὐτοῦ χρόνον, μηδέποτε τούτου ἐξέρχεσθαι συγχωρούμενος. πάντως δὲ τὸ μοναστήριον ἐν ἑτέρᾳ ἔσται ἐπαρ χία, καὶ οὐκ ἐν ἐκείνῃ τῇ γῇ, ἢ τὸ τοῦ θανόντος αἷμα χανοῦσα κακῶς ὑπεδέξατο.
223
pr.Τοῦ φιλοσοφωτάτου βασιλέως κυροῦ λέοντος. Εἴ τις ζημιώσει τινὰ ἐν τοῖς ὀφθαλμοῖς, εἰ μὲν τὸν ἕνα, καὶ αὐτὸς ζημιωθήτω τῷ ἑνὶ, τὴν ἴσην δίκην ὑπέχων· εἰ δὲ τοὺς δύο, ἐπεὶ οὐδὲν ὄφελος ἐὰν καὶ ὁ κακοῦργος τῶν δύο ὀφθαλμῶν στερηθῇ, κελεύομεν ἵνα τοῦ μὲν ἑνὸς ὀφθαλμοῦ στέρησιν ὑπομείνῃ ὁ κακοῦργος, ὡς ἂν εἰς σημεῖον ὑπάρχῃ τοῦ οἰκείου δράματος, ἀφαιρῇται δὲ καὶ δίμοιρον τῆς οὐσίας, διδόμενον εἰς παραμυθίαν τῷ ἐκτυφλωθέντι.
224
pr.Οἱ τὰς ἐφόδους ποιοῦντες διὰ τὸ πραιδεῦσαι ἐοίκασι τοῖς λῃσταῖς· καὶ ἐὰν τοῦτο ποιῶσι μετὰ σιδήρου, καὶ πολλάκις καὶ ἐν ταῖς ὁδοῖς, εἰς κεφαλὴν τιμωροῦνται. οἱ δὲ λοιποὶ ἐξορίζονται ἢ περιορίζονται ἢ φουλκίζονται.
225
pr.Οὐ χρὴ τὸν ἄρχοντα πείθεσθαι ταῖς τῶν δημοτῶν βοαῖς, ὅτε βούλονται ἢ τὸν ὑπεύθυνον ἀπολυθῆναι ἢ τὸν ἀνεύθυνον τιμωρηθῆναι. ἀλλὰ μηδὲ προχείρως ὁ ἄρχων τιμωρίαν κεφαλικὴν ἐκφερέτω, εἰ μὴ πρῶτον ὁ ἐναγόμενος διὰ τῆς οἰκείας ὁμολογίας ἢ διὰ τῆς τῶν μαρτύρων ἐρωτήσεως οὕτως ἐλεγχθῇ, ὥστε σχεδὸν μηδὲ ἑαυτῷ δύνασθαι ἐναντιοῦσθαι.
226
pr.Περὶ πορνοβοσκῶν. Κεφ. α΄ τί. λη ' τοῦ ξ΄ βι. τῶν βασιλικῶν λέγον· ἐὰν πατὴρ θυγατέρα ἢ δεσπότης δούλην πορνοβοσκῇ, ἀπολυέτωσαν τὴν ἐπ᾿ αὐταῖς ἐξουσίαν. προστίθησι δὲ τὸ κεφ. διὰ ἐπισκόπου καὶ τοῦ ἄρχοντος αὐτὰς βοηθεῖσθαι. καὶ ὅτι ἐὰν ἀνθίστανται πρὸς τοῦτο ὁ πατὴρ ἢ ὁ δεσπότης, δημεύονται καὶ ἐξορίζονται.
227
pr.Καὶ τὸ β΄ κεφ. τοὺς μὲν εὐτελεῖς πορνοβοσκοὺς ὁμοίως τιμωρεῖ, τοὺς δὲ στρατείαν ἔχοντας δημεύεσθαι. τὸ μέντοι ιγ΄ κεφ. τοῦ αὐτοῦ τί. καὶ βι. ὅπερ ἐστὶ νεαρὰ ἰουστινιάνειος, μεγάλως κολάζεται τοὺς σὺν τέχνῃ καὶ δόλῳ καὶ ἀνάγκῃ τινὰς εἰς τὴν τοιαύτην ἀσέλγειαν ἔχοντας καὶ ἐμπορευομένους ταῦτα. ζήτει καὶ τὴν σα νεαρὰν τοῦ φιλο-· σόφου βασιλέως.
228
pr.Περὶ τοῦ μὴ εἶναι ἰδιωτικὴν φυλακήν. Κελεύομεν μὴ εἶναι ἰδιωτικὰς φυλακὰς, τοὺς δὲ τοῦτο πράττοντας ὑποκεῖσθαι καὶ ἐπιτιμίῳ καὶ ἐν τῇ δημοσίᾳ διάγειν φυλακῇ τοσαύτας ἡμέρας, ὁσασδήποτ᾽ ἂν γέγονεν ὁ ἐγκλεισθεὶς ἐν τῇ γενομένῃ παρ᾽ αὐτοῦ φυλακῇ, ὁποίας ἂν εἴη τύχης ἢ ἀξίας. ἐκπίπτειν δὲ καὶ τῆς δίκης τῆς ἁρμοζούσης αὐτῷ κατὰ τῶν ἐγκλεισθέντων προνοίᾳ τοῦ ἄρχοντος καὶ τοῦ ἐπισκόπου. εἰ δὲ ῥᾳθυμήσει ὁ ἄρχων, ὑφίσταται κίνδυνον καὶ περὶ τὴν οὐσίαν καὶ περὶ τὴν σωτηρίαν.
229
pr.Γυνὴ μήτε ὑπὲρ χρηματικῆς αἰτίας μήτε ὑπὲρ δημοσίων χρεῶν εἰς φυλακὴν ἐμβαλλέσθω, ἢ ἀνδράσι παραδιδόσθω· ἀλλὰ κατὰ νόμους κρινέσθω ἐπὶ τῇ κινουμένῃ κατ᾿ αὐτῆς ὑποθέσει. εἰ ἐναπόκλειστος γένηται, ὁ ἄρχων, εἰ μὲν μείζων ἐστὶν, εἴκοσι χρυσίου λίτρας· εἰ δὲ ἥττων, δέκα ἀπαιτείσθω· καὶ οἱ ὑπουργήσαντες ταξεῶται ἐμβασάνως τιμωρείσθωσαν καὶ ἐξοριζέσθωσαν. εἰ δὲ βαρύ ἐστιν ἔγκλημα τὸ κατ᾿ αὐτῆς κινούμενον, εἰς μοναστήριον γυναικεῖον ἢ ἀσκητήριον παραδιδόσθω, καὶ ἀνδράσι μὴ καταπιστευέσθω, ἵνα μὴ ἐκ τῆς τοιαύτης αἰτίας ἡ σωφροσύνη αὐτῆς ἐνυβρίζηται.
230
pr.Οἱ ἀποφυγόντες τὴν φυλακὴν εἴτε κλάσαντες αὐτὴν, ἢ τοῖς λοιποῖς συμπνεύσαντες, κεφαλικῶς κολάζονται. εἰ δὲ κατὰ ῥαθυμίαν τῶν φυλάκων ἀπέφυγον, μετριώτερον τιμωροῦνται.
231
pr.Ἐὰν συμπνεύσαντες οἱ δέσμιοι ῥήξωσι τὰ δεσμὰ καὶ τὴν φυλακὴν καὶ ἀποφύγωσιν, εἴτε ἀνεύθυνοι ἦσαν, τιμωροῦνται· εἴτε ὑπεύθυνοι, πλέον κολάζονται, εἰ καὶ μὴ τὸ ἔγκλημα ἀπῄτει, ἐφ᾽ ᾧ συνεσχέθησαν. οἱ δὲ τὴν συσκευὴν διελέγξαντες ἀπολύονται.
232
pr.Ὁ κατασχεθεὶς μὴ ἐπὶ πολὺν χρόνον μενέτω ἐν τῇ φυλακῇ. χρὴ γὰρ αὐτὸν ἢ συντόμως ἀπολυθῆναι ἢ συντόμως τιμωρηθῆναι. κελεύομεν οὖν τὸν ὑπομνηματογράφον, ἀφ᾽ οὗ ἐμβληθῇ τις ἐν τῇ φυλακῇ, καθ᾽ ἑκάστην ἡμέραν ἕως λ΄ ἡμερῶν προσφέρειν τῷ ἄρχοντι τὴν γνῶσιν τῶν ἐγκεκλεισμένων, ἐν ᾗ δεῖ περιέχεσθαι καὶ τὴν ποιότητα τῶν ἁμαρτημάτων. εἰ· δὲ μὴ ταῦτα γένηται, ἡ μὲν τάξις κ΄ λίτραις χρυσίου προστιμηθήσεται, ὁ δὲ ἄρχων ἐκπίπτων τῆς ἀξίας ι ' χρυσίου λίτρας τοῖς ἡμετέροις εἰσάξει θησαυροῖς.
233
pr.Οὐδένα χρὴ ἐμβάλλεσθαι ἐν φυλακῇ χωρὶς κελεύσεως τῶν μεγάλων ἀρχόντων τῆς βασιλίδος πόλεως, ἐν δὲ ταῖς ἐπαρχίαις χωρὶς τῆς ταύτας ἰθυνόντων ἢ τῶν κατὰ τόπους ἐκδίκων. χρὴ δὲ τὸν ἐπίσκοπον κατὰ τετράδα καὶ παρασκευὴν ἐπισκέπτεσθαι διατί ἐνεβλήθησαν. καὶ εἰ μὲν δοῦλοί εἰσιν, εἰσω κ ' ἡμερῶν ἐκβάλλεσθαι αὐτοὺς ἢ σωφρονιζομένους ἢ τοῖς δεσπόταις παραδιδομένους, ἢ ἐὰν μὴ φαίνηται ὁ δεσπότης ἀπολύειν αὐτούς. εἰ δὲ ἐλεύθεροί εἰσιν ἐπὶ ἀταξίᾳ κατεχόμενοι, παραχρῆμα κρίνειν αὐτοὺς, ἢ ἐὰν περὶ ἀλλοίας δήποτε αἰτίας, παρασχεῖν αὐτοὺς ἐγγύας. εἰ δὲ μὴ ἔχουσιν ἐγγυητὰς, εἰ μὲν ἐγκλήματι κατέχονται χωρὶς φόνου, ἐν τάχει αὐτοὺς κρίνεσθαι· εἰ δὲ κεφαλικόν ἐστι τὸ ἔγκλημα, εἴσω λ΄ ἡμερῶν· ἐὰν δὲ χρεία πλείονος ὑπερθέσεως, μηδαμοῦ παρέχοντος αἰτίαν τοῦ ἐγκεκλεισμένου, δοθῆναι αὐτὸν ἐπὶ ἐξωμοσίᾳ, ἵνα ἡ ψῆφος γένηται κατ᾿ αὐτοῦ ἐὰν ἀπολειφθῇ. εἰ δὲ φόνου ἐστὶν, εἰ μὲν ἀπὸ ἀναφορᾶς ' δημοσιευόντων, εἴσω ς ' μηνῶν κρίνεσθαι, εἰδότων τῶν δημοσιευόντων, ὅτι ἐὰν ψεύσωνται τῇ αὐτῇ ὑποκείσονται τιμωρίᾳ. εἰ δέ τις ἐγγραψάμενος αἴτιος ἐγένετο τῆς ἐνοχῆς, δίδοσθαι αὐτὸν ὑπὸ ἐγγύας, ἢ ἐὰν μὴ εὐπορῇ ἐγγυητῶν μεῖναι μὲν ἐν τῷ δεσμωτηρίῳ, τέμνεσθαι δὲ τὴν δίκην ἐντὸς ἐνιαυτοῦ. προλήψεως δὲ περὶ αὐτοῦ γενομένης ὡς ὑπευθύνου, εἶναι αὐτὸν ἐν τῇ φρουρᾷ, ἕως ὅτε περαιωθῇ ἡ δίκη. εἰ δὲ ἤδη ψῆφος γέγονε περὶ τῶν ἐγκεκλεισμένων, ἐκβιβάζεσθαι αὐτὴν, εἴτε σωματική ἐστιν εἴτε χρηματικής.
234
pr.Μὴ ἐν οἱᾳδήποτε πόλει μήτε ἐν ἀγροῖς ἔστωσαν ἰδιωτικαὶ φυλακαὶ ἢ ἐν οἴκοις. ἀλλὰ φροντιζέτωσαν τούτου καὶ οἱ τῶν ἐπαρχιῶν ἄρχοντες. ἐὰν δὲ ῥᾳθυμήσωσιν, ὑποκείσθωσαν τῷ τῆς ἱεροσυλίας ἐγκλήματι. καὶ οἱ πρῶτοι δὲ τῆς τάξεως τῷ αὐτῷ ἐγκλήματι ἐνεχέσθωσαν, εἰ μὴ εὐθέως ἅμα ἔγνωσαν ἀνήγαγον τῷ ἄρχοντι. καὶ αὐτοὶ δὲ οἱ ἡμαρτηκότες ὑποκείσθωσαν τῷ περὶ καθοσιώσεως δικαστηρίῳ.
235
pr.Περὶ εὐνουχιζόντων. — Ὁ πολιτικὸς νόμος τοὺς ἑαυτοὺς ἢ ἑτέρους εὐνουχίζοντας διαφόρως τιμωρεῖται, ποτὲ μὲν κεφαλικῶς ποτὲ δὲ δημεύσει καὶ ἐξορίᾳ ποτὲ δὲ ταυτοπαθείᾳ. καθόλου γὰρ ἐν τῇ πολιτείᾳ ἡμῶν οὐδένα συγχωρεῖ εὐνουχίζεσθαι, ἀλλὰ παρὰ βαρβάροις μένους βαρβάρους. εἰ δέ τις παρ᾽ ἡμῖν εὐνουχισθῇ, ἐλευθεροῦται εἴπερ ἦν δοῦλος, κἂν διὰ νόσον εὐνουχισθῇ. ὡς βι. δ΄ τοῦ κῶδ. τί. μβ΄ διατ. β΄ καὶ βι. μή τί. ή΄ διατ. γ '. ε΄. ς΄. ια΄ καὶ ἐν τῷ περὶ τῶν εὐνουχιζόντων τῆς ρμβ΄ νεαρᾶς θεσπίσματι.
236
pr.Ἡ α΄ βαὶ β΄ διάτ. τοῦ μβ΄ τοῦ δ΄ βι. τοῦ κώδ. ἐτέθησαν ἐν βι. τῶν βασιλικῶν ιθ ' τί. α΄ κεφ. πζ΄, ὃ καὶ ἔχει οὕτως· ἡ διάταξις κελεύει ὥστε μηδένα ῥωμαῖον εὐνουχίζεσθαι, μηδὲ ἔξω τοῦ ῥωμαϊκοῦ ἐδάφους ἀγοράζειν μηδένα τῶν εὐνουχισθέντων ῥωμαίων. ἀλλὰ καὶ τὸν εὐνουχίσαντα καὶ αὐτὸν τὸν ἀγοράσαντα καὶ τὸν συμβολαιογράφον τὸν συγγράψαντα αὐτοῦ τὸ συμβόλαιον καὶ τὸν τελώνην τὸν κομισάμενον τέλος τὶ ὑπὲρ τούτου τιμωρεῖσθαι. τὰ δὲ βάρβαρα ἀνδράποδα τὰ εὐνουχιζόμενα ἔξωθεν τοῦ ῥωμαϊκοῦ ἐδάφους ἔξεστι πᾶσι τοῖς ἐμπόροις καὶ ἀγοράζειν καὶ πιπράσκειν. ἀνάγνωθι καὶ νεαρὰν μβ΄ τοῦ ἰουστινιανοῦ, ἥτις καὶ ἔχει οὕτως· θεσπίζομεν τοὺς ἐν οἱῳδήποτε τόπῳ τῆς ἡμετέρας πολιτείας εὐνουχίζειν τολμῶντας ἢ τολμήσοντας οἱονδήποτε πρόσωπον, εἰ μὲν ἄνδρες εἶεν οἱ τοῦτο τολμήσαντες ἢ καὶ τολμῶντες, ταὐτὸ τοῦτο παθεῖν, ὃ πεποιήκασι, καὶ εἰ περισωθεῖεν, τὰ πράγματα αὐτῶν τῷ δημοσίῳ προσκυροῖσθαι διὰ τοῦ κατὰ καιρὸν τὴν ἐνδοξοτάτην ἀνύοντος ἀρχὴν, κἀκείνους ἐν γύψῳ πέμπεσθαι, ὀφείλοντας τὸν ἅπαντα τῆς ζωῆς χρόνον ἐκεῖ εἶναι. εἰ δὲ γυναῖκες εἶεν αἱ τοῦτο ποήσασαι, καὶ ταύτας τιμωρεῖσθαι, καὶ τὰ πράγματα αὐτῶν διὰ τοῦ κατὰ καιρὸν τὴν αὐτὴν ἀνύοντος ἀρχὴν τῷ δημοσίῳ προσκυροῦσθαι, καὶ εἰς ἐξορίαν πέμπεσθαι· ἵνα ἐξ ἧς ἐνόμισαν ἢ ἐνόησαν ἀσεβείας κέρδος ἑαυταῖς περιποιεῖν, ἐξ αὐτῆς τιμωρίαν καὶ ἔκπτωσιν τῶν ἰδίων πραγμάτων ὑποστῶσι. τοὺς μέντοι ἐπιτάξαντας καὶ ἐπὶ τούτῳ πρόσωπα παραδεδωκότας, ἢ καὶ οἴκους ἢ τόπον τινὰ ἐπὶ τούτῳ παρασχομένους εἴτε παρέχοντας, εἴτε ἄνδρες εἶεν εἴτε γυναῖκες, τὰς αὐτὰς κελεύομεν ὑποστῆναι τιμωρίας, ὡς συνίστορας γενομένους τῆς ἀδίκου ταύτης πράξεως. αὐτοὺς δὲ τοὺς εὐνουχισθέντας ἐχρῆν μὲν ἀπὸ παλαιοτέρων χρόνων· πλὴν κελεύομεν, τοὺς ἀπὸ τῆς δεκάτης ἐπινεμήσεως τοῦ νῦν ἐπελθόντος κύκλου εὐνουχισθέντας παρ᾽ οὗτινοσοῦν ἐν τόποις τῆς ἡμετέρας πολιτείας ἐλευθέρους εἶναι, καὶ κατὰ μηδένα τρόπον ἢ οἱονδήποτε εἶδος συναλλάγματος εἰς δουλείαν καθέλκεσθαι, μηδὲ συμβόλαιον ἐπ᾿ αὐτοῖς ἀγοραῖον ἢ ἰδιόχειρον καθ᾽ οἱονδήποτε τρόπον ἢ κατὰ περίνοιαν γινόμενον ἢ γενησόμενον κρατεῖν. ἀλλὰ καὶ πάντας τοὺς τοιούτοις συναλλάγμασι τὸ λοιπὸν ὑπουργοῦντας τὰς ἀνωτέρω εἰρημένας ὑποστῆναι κελεύομεν ποινάς. εἰ μέντοι διὰ πάθος συμβῇ δοῦλον εὐνουχισθῆναι, κἀκεῖνον κελεύομεν τῆς ἐλευθερίας τυγχάνειν. οἱ γὰρ ἐξ ἀρχῆς ὄντες ἐλεύθεροι, πάθει ὡς εἰκὸς τοιούτῳ περιπίπτοντες, ἑαυτῶν ἔχουσιν ἐξουσίαν, ἣν ἂν θέλωσι θεραπείαν ἑαυτοῖς προσάγειν. τοὺς εὐνουχισθέντας τοίνυν ἀπὸ τοῦ μνημονευθέντος χρόνου ἐν τῇ ἡμετέρᾳ πολιτείᾳ παρ᾽ οἱῳδήποτε προσώπῳ ὄντας κελεύομεν ἀναζητηθῆναι καὶ ἐλευθέρους εἶναι, καὶ μηδέποτε εἰς δουλείαν τούτους καθέλκεσθαι. εἰ μέντοι θαῤῥήσουσί τινες ἐξ αὐτῶν τῶν εὐνουχισθέντων τινὰς μετὰ τὸν παρόντα ἡμῶν ἐπισχεῖν νόμον, δι δόαμεν ἄδειαν καὶ τοῖς εὐνουχισθεῖσιν αὐτοῖς, ὡς ἅπαξ ἐλευθερίας ἐκ τοῦ παρόντος ἡμῶν τυχοῦσι νόμου, ἐνταῦθα μὲν τῇ τε βασιλείᾳ προσιέναι, τῷ τε κατὰ καιροὺς ἁγιωτάτῳ πατριάρχῃ, καὶ τοῖς ἐνδοξοτάτοις ἄρχουσιν, ἐφ᾽ ᾧ προνοίᾳ πάντως τῶν ἡμετέρων ἀρχόντων, καὶ κινδύνῳ τῶν πειθομένων αὐτοῖς τάξεων, εἴτε ἐν κωνσταντινουπόλει εἴτε ἐν ἑτέρῳ οἱῳδήποτε τόπῳ τῆς ἡμετέρας πολιτείας τούτους ἐκδικεῖσθαι, καὶ φυλάττεσθαι τὴν ἐκ τοῦ παρόντος ἡμῶν νόμου δεδομένην αὐτοῖς ἐλευθερίαν. παριδεῖν γὰρ φόνους τοσούτους γινομένους κατὰ πρόφασιν τῶν τοιαῦτα τολμώντων ἐν τῇ ἡμετέρᾳ πολιτείᾳ οὐδαμῶς ἀνεχόμεθα. εἰ γὰρ βάρβαροι ἀκούσαντες τῶν ἡμετέρων περὶ τούτων παραγγελμάτων ταῦτα ἐφύλαξαν, πῶς ἂν ἡμεῖς συγχωρήσωμεν μετὰ τοσαύτας τῶν πρὸ ἡμῶν βεβασιλευκότων νομοθεσίας τοιοῦτόν τι ἁμαρτάνεσθαι, ἢ καὶ ἀνεκδίκητον τῇ ἡμετέρᾳ πολιτείᾳ καταλιμπάνεσθαι ';
237
pr.Περὶ ἀρνήσεως ὑπογραφῆς. – Ανάγνωθι κεφ. οε΄ τοῦ α΄ τί. τοῦ κβ΄ βι. τῶν βασιλικῶν καὶ κεφ. α΄ τοῦ γ ' τί. τοῦ αὐτοῦ βι. καὶ τὸ ξ΄ κεφ. τοῦ α΄ τί. τοῦ κγ ' βι. καὶ μαθήσῃ, ὅπως ποτὲ μὲν δι᾽ ἀντιγράφων ποτὲ δὲ διὰ μαρτύρων ὀμνυόντων ἐλέγχεται ὁ ἀρνούμενος τὴν οἰκείαν ὑπογραφὴν, καὶ ὅτι μετὰ ἔλεγχον ὁ κατακριθεὶς ἀναγκάζεται ποιῆσαι τῷ ἀντιδίκῳ μὴ μόνον τὸ ἱκανὸν τοῦ περιεχομένου ποσοῦ ἐν τῷ ἐγγράφῳ, ἀλλὰ καὶ ἕτερον τοσοῦτον. ἡ δὲ β΄ νεαρὰ τουῦ βασιλέως κυροῦ λέοντος τοῦ σοφοῦ διορίζεται, πᾶν ἔγγραφον, ἐν ᾧ ἐπιγέγραπται ὁ τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ τύπος διὰ χειρὸς τοῦ συνθεμένου αὐτὸ, ἔχειν τὸ ἰσχυρὸν καὶ ἀμετάπτωτον, καὶ εἰ μή ἐστι κατησφαλισμένον διὰ προστίμου. καὶ ἀνάγνωθι τὴν τοιαύτην νεαράν. τοῦτο δὲ καὶ εἰς ἐπισκόπους καὶ λοιποὺς ἱερωμένους κρατήσει εἰς χρηματικὰς ὑποθέσεις.
238
pr.Περὶ δωροδοκηθέντος δικαστοῦ. Φησὶ τὸ γ ' κεφ. τοῦ μγ ' τί. τοῦ ξ ' βι. ταῦτα· ὁ ἄρχων λαμβάνων χρήματα ἐπὶ τῷ δικάσαι ἢ ψηφίσασθαι ἢ ἐπὶ τῷ ποιῆσαί τι πλέον ἢ ἧττον τοῦ ἰδίου ὀφφικίου καὶ οἱ σύνεδροι τῶν ἀρχόντων ὑπόκεινται τῷ νόμῳ '.
239
pr.Καὶ τὸ γ ' θέμα τοῦ ζ ' κεφ. τοῦ δ΄τί. τοῦ ζ΄ βι. ὅπερ ἐστὶ μέρος τῆς ρκδ΄ ἰουστινιανείου νεαρᾶς λέγον οὕτως· εἰ δέ τις ἐκ τῶν δικαζομένων εἴποι δεδωκέναι τὶ ἢ ὑποσχέσθαι, καὶ τὸ πρόσωπον ἐξείποι, καὶ τοῦτο ἀποδείξοι, αὐτὸς μὲν ἐπὶ τῇ τῆς δίκης ἐκβάσει συγγνώμης ἀξιούσθω, ὁ δὲ δόσιν ἢ ὑπόσχεσιν καταδέξασθαι δεικνύμενος, εἰ μὲν χρηματικὴ εἴη ἡ ὑπόθεσις, τὸ μὲν δεδομένον τριπλοῦν, τὸ δὲ ὑποσχεθὲν διπλοῦν παρὰ τοῦ κόμητος τῆς ἰδικῆς ἡμῶν περιουσίας εἰσπραττέσθω, καὶ τὴν ἀξίαν ἤτοι τὴν ἀρχὴν ἣν ἔχει ἐφ᾽ ἑκατέρου τοῦ θέματος ἀπολλύτω. εἰ δὲ ἐγκληματικὴ εἴη ἡ κατηγορία, δήμευσιν τῆς οἰκείας ὑπομενέτω περιουσίας, καὶ εἰς ἐξορίαν πεμπέσθω, ὅστις διὰ λῆψιν ἀλλότριον ἔγκλημα εἰς ἑαυτὸν ἐσπούδασε μετενεγκεῖν. εἰ δὲ τὴν δόσιν ἢ τὴν ὑπόσχεσιν ὁ διάδικος μὴ δυνηθῇ δεῖξαι, ὀμνύτω τὸ πρόσωπον τὸ τὴν δόσιν ἢ τὴν ὑπόσχεσιν λεγόμενον καταδέξασθαι, ὅτι οὐδὲ δι αὐτοῦ, οὐδὲ δι᾽ ἄλλου προσώπου ἢ ἐλαβέ τι ἢ ὑπόσχεσιν ἔσχε, καὶ τοῦ τοιούτου ὅρκου παρεχομένου αὐτὸς μὲν ἐλεύθερος ἔστω, ὁ δὲ διάδικος ὁ μὴ δυνηθεὶς δεῖξαι ἐπὶ μὲν ταῖς χρηματικαῖς αἰτίαις τὴν ἀποτίμησιν τῆς δίκης ὑπὸ τοῦ κόμητος τῆς ἰδικῆς ἡμῶν περιουσίας εἰσπραττέσθω, τῆς δίκης δηλονότι τὴν ἰδίαν ἔκβασιν ἀναμενούσης, ἐπὶ δὲ ταῖς ἐγκληματικαῖς δήμευσιν τῆς ἰδίας περιουσίας ὑπομενέτω, καὶ τὸ πρᾶγμα παρὰ τοῖς ἁρμοδίοις δικασταῖς κατὰ τὴν τῶν νόμων τάξιν περαινείσθω. εἰ δὲ [τὸ] παρὰ τοῦ δικαζομένου φανερωθὲν πρόσωπον τὸν μνημονευθέντα παραιτήσεται ὅρκον, τοῦτο μὲν ἐπὶ ταῖς ἐγκληματικαῖς, τοῦτο δὲ ἐπὶ ταῖς χρηματικαῖς αἰτίαις, ταῖς μνημονευθείσαις ὑποκείσθω ποιναῖς. εἰ δέ τις τῶν δικαζομένων ὀμόσει μὴ δεδωκέναι ἢ ἐπαγγείλασθαι, εἰ ἐντὸς τεσσάρων μηνῶν μετὰ τὸ προενεχθῆναι τὴν ψῆφον ἀριθμουμένων δειχθῇ δοθέν τι ἢ ὑποσχεθὲν, αἱ εἰρημέναι ποιναὶ κατά τε τῶν διδόντων, κατά τε τῶν λαμβανόντων χώραν ἕξουσι. καὶ ταῦτα μὲν ὅταν κατὰ χρῆσιν ἤγουν διὰ λῆψιν νομισμάτων ἢ προσπάθειαν ἢ ἔχθραν ἡ ψῆφος ἐνεχθῇ· τῆς γὰρ αὐτῆς δυνάμεώς εἰσι τὰ τρία. ἐὰν δὲ μὴ διὰ τοιαύτην αἰτίαν, ἀλλὰ κατὰ ἀπειρίαν ἀποφαίνηται, τί γενήσεται;
240
pr.Οἱ ἄρχοντες ἤτοι οἱ προκαθέμενοι τῶν δικαστηρίων οὐκ ἀναγκάζονται ἀκριβῶς εἰδέναι τοὺς νόμους, ὡς ἐφ᾽ ἑτέραις μεγάλαις δουλείαις ἐνασχολούμενοι· καὶ διὰ τοῦτο ἐξ ἀπειρίας ἀποφαινόμενοι συγγινώσκονται. οἱ δὲ σύνεδροι τούτων παρανόμως ἀποφαινόμενοι κολάζονται. φησὶ γὰρ ὁ νόμος ἐν βι. ζ΄ τί. γ΄. κεφ. κδ· τὸν δόλον ἐπιζητοῦμεν τοῦ ἄρχοντος· ἐὰν γὰρ ἀπειρίᾳ τοῦ συνέδρου ἄλλως ψηφισθῇ, ὁ ἄρχων οὐκ ἀδικεῖται, ἀλλ᾽ ὁ σύμπονος. καὶ ὁ λογισμὸς εὔλογος. οἱ μὲν γὰρ ἄρχοντες δι᾽ ἣν εἴρηται αἰτίαν οὐκ αἰτιῶνται, οἱ δὲ κριταὶ, τοῦ δικάζειν καὶ μόνον ἔργον ἔχοντες, ἐὰν παρανομήσωσιν, ἐλέγχονται ὡς δόλον ποιήσαντες κατὰ τὸν νόμον τὸν λέγοντα· ἡ ἀπειρία ἔοικε τῇ ἀμελείᾳ. δόλον τὶς ποιεῖ μὲ εἰδὼς ἀκριβῶς ὃ ἐπαγγέλλεται εἰδέναι. καὶ ταῦτα περὶ τῶν πολιτικῶν δικαστῶν.
241
pr.Περὶ τῶν προσφευγόντωντῇ ἁγιωτάτῃ τοῦ θεοῦ ἐκκλησίᾳ. – Ανάγνωθι κεφ. ιγ ' τοῦ α΄ τί. τοῦ ε΄ βι. λέγον· Θεσπίζομεν, μὴ ἐξέστω τινὶ τοὺς πρόσφυγας τῆς οἱασδήποτε τύχης ὄντας ἐκ τῆς ἁγίας ἐκκλησίας τῆς ὀρθοδόξου πίστεως ἐκτὸς ταύτης τῆς βασιλίδος πόλεως ἐξεοῦν. εἴ τινες δὲ τοιοῦτόν τι μηχανήσασθαι τολμήσουσι ποιῆσαι, τῷ τῆς ἱεροσυλίας ἐγκλήματι ὑποβαλλέσθωσαν. ἀλλὰ μηδὲ τούτους οὕτω κατέχεσθαι ἐν ταῖς σεβασμίαις ἐκκλησίαις ἢ συσφίγγεσθαι, ἵνα αὐτόθεν ἢ τροφίμων ἢ πραγμάτων ἢ ἐνδυμάτων ἢ ἡσυχίας ἢ ὕπνου κωλύωνται.
242
pr.Καὶ τὸ ια΄ κεφ. λέγει· Μέχρι τῶν πρὸ τῆς δημοσίας ἀγορᾶς τῆς ἐκκλησίας ὅρων τὸ ἀσφαλὲς ἐχέτωσαν οἱ πρόσφυγες, τοῖς ἐνδοτέροις λουτροῖς ἢ κήποις ἢ οἰκήμασιν ἢ αὐλαῖς ἢ στοαῖς χρώμενοι, καὶ κωλυέσθωσαν ἐντὸς τοῦ ναοῦ ὑπνοῦν ἢ ἐσθίειν. ὅπλοις δὲ μὴ ἀσφαλιζέσθωσαν ἑαυτοὺς, ἀλλὰ ἀποτιθέτωσαν ταῦτα, ἐκβαλλόμενοι κατὰ κέλευσιν τοῦ ἐπισκόπου καὶ τῶν δικαστῶν.
243
pr.Μηδεὶς τὸν ἐν ἐκκλησίᾳ προσφυγόντα ἀφαιρείσθω, ἀλλὰ τὴν αἰτίαν τοῦ πρόσφυγος δηλοποιείτω τῷ ἱερεῖ, καὶ παρ᾿ αὐτοῦ μετ᾿ ἀσφαλειῶν λαμβανέτω τὸν προσφυγόντα τοῦ νομίμως ζητηθῆναι καὶ ἐκδικηθῆναι τὰ κατ᾿ αὐτόν.
244
pr.Εἰ δέ τις δοκιμάσει χειρὶ ἀπ᾿ ἐκκλησίας ἐπαρεῖν τὸν οἱονδήποτε πρόσφυγα, ὁ τοιοῦτος διὰ ιβ΄ ἀλλακτῶν σωφρονιζέσθω, καὶ τότε κατὰ τὸ πρέπον τὸ τοῦ αὐτοῦ πρόσφυγος ζητείσθω κεφάλαιον '.
245
pr.Καὶ κεφ. ιβ΄. Μεθ᾽ ὅπλων ὁ οἰκέτης προσφυγών εὐ θὺςἐκβαλλέσθω· ἀνθιστάμενος δὲ μείζονι βιαζέσθω δυνάμει· κἂν μαχόμενος ἀποθάνῃ, ἀνεύθυνος ὁ ἐπελθὼν ἔσται δεσπότης.
246
pr.Ανάγνωθι καὶ τὸ γ ' θέμα τοῦ ιγ ' κεφ. τοῦ αὐτοῦ τί. λέγον παρὰ τοῖς προσφόροις δικάζεσθαι δικασταῖς τοὺς πρόσφυγας, οὐχὶ παρὰ τῇ ἐκκλησίᾳ τοὺς ἀντιδίκους αὐτῶν μετακαλεῖσθαι.
247
pr.Καὶ τὸ τελευταῖον θέμα τοῦ αὐτοῦ κεφ. Μεταξὺ δὲ τούτων τοῖς θεοσεβεστάτοις οἰκονόμοις εἴτε τοῖς ἐκδίκοις τῆς ἐκκλησίας φροντίδα καὶ σπουδὴν προσήκει ἔχειν, ὅπως ἑκάστου τῶν ἔνδον τῆς ἐκκλησίας προσφευγόντων τὰ ὀνόματα καὶ τὰς αἰτίας ἀνυπερθέτως ἐκζητῶσιν. ἔπειτα δὲ οἱ ἄρχοντες ἢ ἐκεῖνοι, πρὸς οὓς τὰ πράγματα καὶ τὰ πρόσωπα ἀνήκουσι, ταῦτα μανθάνοντες τῇ ἐπιτηδείᾳ εὐθύτητι ἐπιμελέστερον ἑαυτοῖς τὰ ἁρμόζοντα διατυπούτωσαν.
248
pr.Ὁ τὸν προσφεύγοντα εἰς τὴν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν ἰδίᾳ χρώμενος αὐθεντίᾳ ἀποσπάσας τυπτόμενος καὶ κουρευόμενος ἐξοριζέσθω διηνεκῶς.
249
pr.Νομοθεσία τοῦ ἰουστινιανοῦ περὶ τῶν προσφύγων. – Εἴ τις τῶν ἐκ θεοῦ τετιμημένων τῇ μεγάλῃ τῆς ἀρχιερωσύνης τιμῇ προδῷ τινα τῶν προσφύγων τῇ κατ᾿ αὐτὸν ἐκκλησίᾳ, κἂν τῶν ἀλλοτρίων ὑπάρχῃ, ἢ αὐτὸς δι᾽ ἑαυτοῦ προδήλως ἢ τῇ τούτου ὑποβολῇ ἄλλος ἀντ᾿ αὐτοῦ, ὁ τοιοῦτος οἷος ἂν καὶ εἴη κακώσεσιν ὑποβαλλέσθω, αἷς καὶ ὁ πρόσφυξ ὑπεβλήθη παρὰ τοῦ λαβόντος αὐτὸν, τῆς ἰδίας πρότερον στερούμενος ἀρχιερωσύνης. καὶ εἴ τις δὲ τῶν μεγάλων δυνάμεων καὶ ἀρχικὴν ὑπενδυομένων ἐξουσίαν τολμήσειεν ἀποσπάσαι βίᾳ ἀπὸ τῆς ἀρχιερατικῆς χειρὸς τὸν αὐτὸν πρόσφυγα καὶ τῶν ἀδύτων ἐξελκῦσαι τῆς ἐκκλησίας, ἐν ᾗ προσέφυγεν, ἢ αὐτὸς δι᾽ ἐαυτοῦ ἢ διὰ τοὺς ὑπὸ χεῖρα, καὶ οὗτος τὴν ζώνην τῆς ἰδίας ἀρχῆς ἀφαιρούμενος καὶ μαστιγούσθω καὶ κακούσθω, καὶ δημενέσθω ἅπασα ἡ οὐσία αὐτοῦ. οὐ γὰρ ἀνεχόμεθα τοιοῦτόν τι κατατολμᾶσθαι τὸ σύνολον ἐν πάσῃ τῇ ὑπὸ ῥωμαίους ἀρχῇ καὶ τῇ χριστιανικωτάτῃ καταστάσει. τοῦτο γὰρ τῶν ἐθνῶν μόνον ἐστὶ καὶ τῶν ἔξω νόμου ὄντων, καὶ μηδὲ τῶν τὴν οἰκείαν φύσιν αἰδουμένων, ἀλλὰ καὶ αὐτῶν δὴ τῶν αἱμοβόρων θηρίων θηριωδεστέρων πάντως καὶ ἀτιθασσεστέρων τυγχανόντων, χαιρόντων καταφαγεῖν τὸ ὁμόφυλον σῶμα τῆς θείας διαπλάσεως, καὶ βεβηλοτέρων ἀποδεικνυμένων καὶ αὐτοῦ δὴ τοῦ μισητοῦ ἰούδα τοῦ προδότου καὶ βδελυκτοῦ.
250
pr.Περὶ δαιμονιζομένων. — Ἐὰν ἄνηβος ἢ νέος μανῇ, εἰ μὲν ἔχει κηδεμόνα, μένει ὑπ᾿ αὐτῷ. εἰ δὲ μὴ, λαμβάνει ὡς ἄνηβος ἢ νέος, οὐ μὴν ὡς μεμηνώς, κουράτορα, ἕως οὗ ἐστιν ἀφήλιξ '.
251
pr.Εἴρηται ἐν βι. ε΄ τοῦ κώδ. τί. ο΄ διατ. δ΄ ὅτι ἐὰν γυνὴ μαίνηται αὐτεξουσία οὖσα, μόνος ὁ ἀνὴρ δύναται πέμπειν ῥεπούδιον τουτέστι διαζύγιον. ἐν δὲ τῇ κβ ' διατ. τοῦ γ ' τί. τοῦ κδ΄ βι. φησὶν, ὅτι ἐὰν εἷς τῶν συνοικούντων μανῇ, αὐτὸς μὲν οὐ δύναται στέλλειν διαίσιον· εἰ δὲ φορητή ἐστιν ἡ μανία, εἴτε διηνεκὴς εἴτε ἐκ διαλειμμάτων, οὐκ ὀφείλει ὁ νήφων τῷ μαινομένῳ στέλλειν ῥεπούδιον. εἰ δὲ στείλῃ, ὑποπίπτει τοῖς ἐπιτιμίοις τῆς ἀλόγου διαζεύξεως. εἰ δὲ ἀνύποιστός ἐστιν ἡ μανία, καὶ οὐκ ἐστιν ἐλπὶς ἀνανήψεως, ἔξεστι διὰ τὸν ἐντεῦθεν φόβον καὶ τὴν ἐπιθυμίαν τοῦ παιδοποιεῖν ῥεπουδίῳ λύειν τὸν γάμον μηδετέρου ζημιουμένου. εἰ μέντοι μὴ λύῃ τὸν γάμον, ἀλλὰ περιφρονῇ αὐτὴν, ἀναγκάζεται παρὰ τοῦ ἄρχοντος τρέφειν αὐτὴν καὶ φροντίζειν τῆς ἰατρείας αὐτῆς καὶ μηδὲν παραλείπειν τῶν ἀνδρὶ πρεπόντων πρὸς τὸ ποσὸν τῆς προικός. εἰ δὲ σκορπίζει τὴν προῖκα, μεσεγγυᾶται ἐφ᾽ ᾧ τὴν γυναῖκα καὶ τὴν φαμιλίαν αὐτῆς ἀξίαν σχεῖν ἐντεῦθεν παραμυθίαν φυλαττομένων τῶν ἐξ ἀρχῆς συμφώνων.
252
pr.Καὶ βι. κη΄ τί. β΄ κεφ. κβ ' οὕτως ἔχον ἀπαραλλάκτως.
253
pr.Αἱ μέντοι ρ ' καὶ ρα΄ νεαραὶ τοῦ φιλοσόφου βασιλέως κυροῦ λέοντος διορίζονται, τὸν μὲν ἄνδρα καρτερεῖν ἐπὶ τριετίᾳ καὶ ἐντὸς ταύτης μὴ διαλύειν τὴν μετὰ τῆς μανείσης γυναικὸς αὐτοῦ συζυγίαν, τὴν δὲ γυναῖκα μὴ διαζεύγνυσθαι τοῦ μανέντος ἀνδρὸς αὐτῆς, εἰ μὴ πενταετία παρέλθῃ. ἀνάγνωθι καὶ τὴν νεαρὰν τοῦ βασιλέως κυροῦ νικηφόρου τοῦ βοτανειάτου περὶ μανέντων ὁμοζύγων τὰ αὐτὰ διαλεγομένην.