JGR VI 1.40
Περὶ σκύλων, ἐν ᾧ καὶ περὶ ἐκκλήτου ἱερωμένων, μοναχῶν, κοσμικῶν, καὶ περὶ τῶν πεπονθότων ἀπόφανσιν καὶ ἀποκαθισταμένων, καὶ περὶ αἱρετῶν δικαστῶν, ἔτι τε περὶ δικαιοσύνης νόμου καὶ μακρᾶς συνηθείας καὶ περὶ ἀγνοίας νόμου ἢ φάκτου καὶ τίνες βοηθοῦνται ἐξ αὐτῆς. περὶ τῶν ἀπράκτων ἡμερῶν. περὶ δικαιοσύνης νόμων καὶ περὶ ῥημάτων σημασίας καὶ περὶ διαφόρων κανόνων.· περὶ συνηγόρων καὶ περὶ ἐντολῆς.
Abrir no leitor do IusCommune →1
pr.Περὶ σκύλων. Οἱ κατὰ πολεμίων τρόπαιον στήσαντες, σκύλων τινῶν ὡς εἰκὸς εὑρισκομένων, τοῦ ἕκτου μέρους μόνου ἀφαιρουμένου τῶ δημοσίῳ, ἐξ ἴσης μοίρας οἵ τε ἄρχοντες καὶ οἱ ἀρχόμενοι τὸ ὑπόλοιπον ἅπαν τῶν ἐκεῖσε εὑρισκομένων εἰδῶν καὶ πραγμάτων πάντες μεριζέτωσαν. ἀρκεῖ γὰρ τοῖς ἄρχουσιν ἡ προσθήκη τῶν ῥογῶν αὐτῶν. εἰ δὲ εὑρεθῶσί τινες ἐκ τῶν αὐτῶν ἀρχόντων διαφερόντως ἀνδρισάμενοι, ὁ στρατηγὸς ἐκ τοῦ εἰρημένου μέρους τοῦ δημοσίου ἄδειαν ἐχέτω φιλοτιμεῖσθαι αὐτούς. κατὰ δὲ τὴν μερίδα τοῦ ἐν τῷ πολέμῳ εὑρισκομένου καὶ ὁ ἐν τοῖς τούλδοις φύλαξ καταλειπόμενος λήψεται.
2
pr.Περὶ ἐκκλήτου ἱερωμένων μοναχῶν κοσμικῶν, περί τε τῶν πεπονθότων ἀπόφανσιν καὶ ἀποκαθισταμένων καὶ περὶ αἱρετῶν δικαστῶν. Τὴν ἀδικίαν τοῦ ἄρχοντος ἐπανορθοῦται ἡ ἔκκλητος. δίδοται δὲ ἡ ἔκκλητος, ὅταν εἷς τῶν δικασαμένων ὑπολαμβάνῃ ἀδικεῖσθαι. καὶ τὸ μὲν παλαιὸν ὁ τοιοῦτος εἶχεν ἄδειαν ἐν αὐτῷ τῷ δικαστηρίῳ λέγειν, ὅτι ἐκκαλοῦμαι, καὶ τηνικαῦτα ἐπεῖχεν ὁ δικαστὴς τὴν ἐκβίβασὶν ἄχρις ἡμερῶν δέκα. καὶ εἰ μὲν ἐξήγαγεν ἔκκλητον τῶν δέκα ἡμερῶν ἔσωθεν, ἀνεψηλαφᾶτο ἡ ἀπόφανσις. καὶ εἰ μὲν εὑρέθη δικαία, μᾶλλον ἐβεβαιοῦτο εἰ δὲ ἄδικος, ἐπηνορθοῦτο. εἰ δὲ ἔσωθεν τῶν δέκα ἡμερῶν οὐκ ἐξήνεγκε τὴν ἔκκλητον, ἐγίνετο μὲν ἡ ἐκβίβασις τῆς ὑπο θέσεως, εἶτα πάλιν ἐνεκκλητεύετο, καὶ ἐκαλεῖτο οὐχὶ ἔκκλητος, ἀλλ᾽ ἔφεσις ἤτοι ἀναψηλάφησις. διὰ γὰρ τοῦτο οὐδὲ κατὰ ἐπάρχου πραιτωρίων, ὡς ὑπεροχὴν ἔχοντος μεγάλην ἐδίδοτο ἔκκλητος· οἷον, οὐκ ἠδύνατό τις λέγειν ἐπὶ δικαστηρίου, ὅτι ἐκκαλοῦμαι κατὰ τῆς ἀποφάνσεώς σου, διὰ τὸ ὑπερέχον τῆς ἀξίας αὐτοῦ· ἀλλ᾽ ἐδέετο τοῦ βασιλέως καὶ ἀνεψηλαφᾶτο ἡ κρίσις αὐτοῦ παρὰ τῶν ὁρισθέντων δικαστῶν. γίνεται δὲ καὶ νῦν οὕτως ἐπὶ τῶν λοιπῶν δικαστῶν. καὶ ὁ οἰόμενος βεβλάφθαι ἐξ ἀποφάνσεως δικαστοῦ, κἂν [μὴ] εἴπῃ ἐκκαλοῦμαι, προσέρχεται τῷ βασιλεῖ καὶ ἀναδιδάσκει τὴν ὑπόθεσιν διὰ δεητικοῦ· καὶ προστάττει ὁ βασιλεὺς δικασταῖς ἑτέροις, καὶ ζητοῦσιν ἐφετικῶς, ἤγουν διερευνῶσι καὶ ψηλαφῶσι τὴν κρίσιν τοῦ δικαστοῦ. καὶ εἰ μὲν εὕρωσιν αὐτὴν δικαίαν, ἐπικυροῦσιν· εἰ δὲ ἄδικον, ἐπανορθοῦσιν αὐτήν· τοῦτο δὲ ἐντὸς διετίας ἄρχεται καὶ τελειοῦται τὴν σήμερον. μετὰ δὲ τὴν διετίαν οὐκέτι γίνεται ἀναψηλάφησις, εἰ μὴ ἔσωθεν αὐτοῦ ἐκκλητεύσαντος τοῦ βλαπτομένου, δώσει τὴν αἰτίαν τῆς ὑπερθέσεως ὁ δικαστὴς καὶ ὁ δικαιωθεὶς ἀντίδικος '.
3
pr.Οὐ δεῖ τοὺς δικαστὰς ἢ κωλύειν ἢ ὑβρίζειν τοὺς ἐκκαλουμένους, εἰ γάρ τι τοιοῦτον γένηται, προσέρχονται τῷ βασιλεῖ.
4
pr.Σημείωσαι ὅτι τῷ περὶ βίας δημοσίῳ ἐγκλήματι ὑπόκεινται οἱ ὑβρίζοντες δικασταὶ τοὺς ἐκκαλουμένους καὶ ἀτιμοῦνται.
5
pr.Καὶ χωρὶς ἐκκλήτου άχρηστος ἡ ἀπόφανσις ἡ ἀπὸ πλασιῶν δικαιωμάτων γενομένη.
6
pr.Γίνωσκε δὲ ὅτι ἐστὶ νεαρὰ τῶν εὐσεβῶν βασιλέων ἡρακλείου καὶ κωνσταντίνου διοριζομένη, μήτε ἐπίσκοπον μήτε κληρικὸν μήτε μοναχὸν χρηματικῆς ἢ ἐγκληματικῆς χάριν αἰτίας παρὰ πολιτικῷ ἢ στρατιωτικῷ ἐνάγεσθαι ἄρχοντι, ἀλλὰ παρὰ μόνοις τοῖς ἰδίοις ἐπισκόκοις ἢ μητροπολίταις ἢ πατριάρχαις.
7
pr.Τὰ αὐτὰ διορίζεται καὶ τὸ κατὰ τὸν ἰούλιον μῆνα τῆς δ΄ ἐνδ. τοῦ ςφπθ ' ἔτους ἀπολυθὲν χρυσόβουλλον τοῦ ἀοιδίμου βασιλέως κυροῦ ἀλεξίου τοῦ κομνηνοῦ προστιθέμενον ταῦτα ῥητῶς· εἰ δὲ μερισμὸς ἐν τοῖς διαμαχομένοις ἐστὶ καὶ ὁ μὲν τῆς κοσμικῆς φαίνεται καταστάσεως, ὁ δὲ τῷ θείῳ κλήρῳ ἐγκατείλεκται, ὁ ἐνάγων τηνικαῦτα τῷ φόρῳ τοῦ ἐναγομένου ἐξ ἅπαντος ὑποκείσεται καὶ ἕκαστος εἰς τὸ πρόσφορον δικαστήριον ἐλεύσεται, εἰ μήπω πολλάκις τὶς τῶν ἀπαντώντων ' τὸ βασιλικὸν δικαστήριον ἐπιζητοίη. τότε γὰρ σχολαζόντων ἁπάντων ἡ βασιλικὴ μεγαλειότης διαιτήσει τῆ δίκῃ καὶ τεμεῖ τὸ ἀμφίβολον.
8
pr.Τοῦ δὲ τοιούτου χρυσοβούλλου ἡ περικοπὴ ἡ διοριζομένη, προσδέχεσθαι πάντας τοὺς ἑλκομένους εἰς δικαστήριον οἱονδηποτοῦν καὶ ζητοῦντας τοῦ βασιλικοῦ βήματος τὴν ἀκρόασιν, ἐσχόλασεν ἀπὸ μεταγενεστέρας προστάξεως τοῦ αὐτοῦ βασιλέως κυροῦ ἀλεξίου τοῦ κομνηνοῦ ἀπολυθείσης κατὰ μῆνα μάϊον τῆς γ ' ἐπινεμήσεως καὶ διοριζομένης ταῦτα ῥητῶς μετὰ τὸ προοίμιον· διορίζεται οὖν πᾶσιν ὑμῖν τοῖς τῶν δικαστηρίων προεστῶσιν ἡ βασιλεία μου, μηκέτι τὶ ἀπὸ τοῦδε προσέχειν οἱᾳδήτινι γραφῇ κωλυούσῃ τινὰ τῶν δικαστῶν τὴν ἐπ᾿ αὐτοῦ καταπεμφθεῖσαν δίκην γυμνάζειν, κἂν διὰ κινναβάρεως ὑποσεσημασμένη τυγχάνῃ κἂν τὴν κηρόβουλλον σφραγίδα φέρηται· ἀλλὰ μετὰ τὴν λιβέλλου δόσιν, εἰ μὲν ἐντὸς κ΄ ἡμερῶν τῆς διασκέψεως ὁ ἐπὶ τὸ δικαστήριον ἑλκόμενος λύσιν τῆς βασιλείας ἡμῶν πορίσεται καὶ ἕτερον δικαστὴν τῷ ἐφ᾽ ὃν πρότερον παρεπέμφθη ἡ δίκη παραζευγνύουσαν· συνιέναι τοὺς ὁρισθέντας κατὰ ταὐτὸν δικαστὰς καὶ τὴν τομὴν ἐπάγειν τοῖς ἀμφιβόλοις ἔννομον. εἰ δ᾽ ὁ τῶν κ ' ἡμερῶν παραδράμῃ χρόνος, μήτε συνδικαστὴν ἕτερον παραδέχεσθαι, ὅτι καὶ τῷ νόμῳ τοῦτο δοκεῖ, μήτε μὴν προφάσει τοῦ ἐπὶ τὸ τῆς βασιλείας μου βῆμα ὁρισθῆναι ἴσως ἐσύστερον τὴν δίκην γενέσθαι εἰσαγώγιμον ἐμποδίζεσθαι ὅλως εἰς τὴν διάγνωσιν, ἀλλὰ τέμνειν τὴν καταπεμφθεῖσαν τούτῳ ἀμφιβολίαν κατὰ τὴν τοῦ νόμου ἀκρίβειαν, μὴ ἀποκλειομένου πάντως τῷ δικαζομένῳ τοῦ τῆς ἐκκλήτου δικαστηρίου, εἴπερ βεβλάφθαι οἴεται. καὶ τοῦτο πάντες ὑμεῖς γινώσκοντες οἱ δικάζοντες σπεύδετε τὰς ἀνατεθειμένας ὑμῖν δίκας τηρεῖν, καὶ τέλος ταύταις ἐπάγειν ἔννομον. οὐ βούλεται γὰρ ἡ βασιλεία μου μετὰ τὸ παραπεμφθῆναι ὅλως τινὶ τῶν δικαστῶν ὑπόθεσιν κατὰ πρόσταξιν αὐτῆς ἐξ οἱασδήτινος μεταγενεστέρας γραφῆς, ἐπιτρεπούσης εἰς τὴν βασιλείαν μου εἰσαχθῆναι τὴν δίκην, τὴν διάγνωσιν ἐμποδίζεσθαι· ἀλλὰ προβαίνειν ταύτην ἕως τέλους ἀνυποστόλως παρὰ τῷ αὐτῷ δικαστῇ ἢ τοῖς (ὡς ἀνωτέρω εἴρηται) συνδιδομένοις τούτῳ συνδικασταῖς, ἐντὸς δηλαδὴ τῆς τῶν κ΄ ἡμερῶν διασκέψεως. μετὰ δὲ τὴν τῆς δίκης περαίωσιν τῷ ἀδικηθῆναι ἴσως οἰομένῳ ἐπ᾿ ἀδείας εἶναι, ἕτερον ἐπικαλέσασθαι κατ᾿ ἔκκλητον δικαστήριον ἢ τὴν τοῦ κράτους ἡμῶν ζητῆσαι ἀκρόασιν '.
9
pr.Ἡ προφανῶς γενομένη παράνομος ψῆφος ἤτοι ἀπόφανσις καὶ χωρὶς ἐκκλήτου ἄκυρός ἐστι, καὶ ἐντὸς τριακονταετίας οὕτως εὑρισκομένη ἀκυροῦται καὶ οὐ κρατεῖ.
10
pr.Ἡ τοῦ αἱρετοῦ δικαστοῦ ἀπόφανσις οὐκ ἔχει ἔκκλητον, εἴτε δικαία εἴτε ἄδικός ἐστιν, ἀλλ᾽ ἐμμένειν αὐτῇ δεῖ.
11
pr.Μὴ χρείαν ἐχέτω ἐκκλήτου ἡ τοῦ αἱρετοῦ δικαστοῦ ἀπόφανσις.
12
pr.Οἱ αἱρετὸς δικαστὴς τὸ δοκοῦν αὐτῷ ψηφίζεται καὶ οὐ πολυπραγμονεῖ τὴν ψῆφον ὁ πραίτωρ.
13
pr.Καὶ ἀνάγνωθι περὶ τούτου βι. ζ ' τί. β΄ κεφ. κζ ' θεμ. γ΄. Φανερᾶς ἔχθρας παραπεσούσης μεταξὺ τοῦ αἱρετοῦ δικαστοῦ καὶ τοῦ δικαζομένου καὶ διαμαρτυρηθεὶς μὴ ψηφίσασθαι μηδενὸς ἐναγκάζοντος ἐψηφίσατο. εἰ καὶ τὰ μάλιστα οι δυνατὸν ἐκκαλεῖσθαι, ὅμως ἐν τάξει ἐκκλήτου διὰ τῆς τοῦ δόλου παραγραφῆς ἀναψηλαφᾶται ἡ τοῦ αἱρετοῦ δικαστοῦ ψῆφος.
14
pr.Τὸ αἱρετὸν δικαστήριον ἐκκλήτῳ οὐχ ὑπόκειται, οὐδ᾽ ἀναψηλαφᾶται ὑφ᾽ ἑτέρου, οὐδ᾽ ἐπανακρίνεται ὑφ᾽ ἑαυτοῦ.
15
pr.Ἐὰν πλανηθῇ ὁ αἱρετὸς δικαστὴς ἐν τῷ ψηφίζεσθαι, οὐ διορθοῦται τὴν ψῆφον. ψηφισάμενος γὰρ πέπαυται τοῦ εἶναι δικαστής.
16
pr.Τὸ αἱρετὸν δικαστήριον ἔοικε προσφόρῳ δικαστηρίῳ καὶ ἀνήκει πρὸς τὸ περατοῦσθαι τὰς δίκας.
17
pr.Αἱρετὸς δικαστής ἐστιν ὁ δικαστοῦ τάξιν ἀναδεξάμενος καὶ ἐπαγγειλάμενος ψήφῳ τεμεῖν τὸ φιλονεικούμενον, οὐ μὴν ὁ παρεμβαλὼν ἐφ᾽ ᾧ συμβουλῇ τὴν δίκην ἀπαλλάξαι.
18
pr.Οὐκ ὀφείλουσι πειθαρχεῖν τῷ αἱρετῷ δικαστῇ οἱ δικαζόμενοι ἄσχημόν τι προστάσσοντι.
19
pr.Ἡ τοῦ αἱρετοῦ δικαστοῦ ἀπόφανσις οὐδὲ ἀπὸ θείας ἀντιγραφῆς ἀναιρεῖται.
20
pr.Ἐὰν ἐξ ἴσων δικαστῶν ἐναντίαι γένωνται ψῆφοι, οὐκ ἔῤῥωνται.
21
pr.Εἰ ἐκ τριῶν δικαστῶν ὁ εἰς ἄπεστιν, οἱ δύο οὐ δικάζουσιν, εἰ δὲ παρόντες διαφωνοῦσιν, ὀφείλουσιν ἕκαστος τὴν ἰδίαν γνώμην ἐγγράφως ποιεῖν. ἐντεῦθεν τοῦ νόμου θεσπίζοντος, ἵνα μὴ τῷ πλήθει ἀλλὰ τῷ δικαίως λέγοντι προσέχωμέν τε καὶ προστιθώμεθα.
22
pr.Περὶ δικαιοσύνης νόμου καὶ μακρᾶς συνηθείας καὶ περὶ ἀγνοίας νόμου ἢ φάκτου καὶ τίνες βοηθοῦνται ἐξ αὐτῆς. Ὁ νόμος ἀπὸ τῆς δικαιοσύνης ὠνόμασται. ἐστὶ γὰρ νόμος τέχνη τοῦ καλοῦ καὶ τοῦ ἴσου. διαιρεῖται δὲ εἰς τὸ δημόσιον, ὅπερ πρὸς τὴν ῥωμαϊκὴν και τάστασιν βλέπει, καὶ ἰδιωτικὸν, ὅπερ πρὸς τὴν καθέκαστον ἀνήκει χρησιμότητα. καὶ τὸ μὲν δημόσιον τὴν πολιτείαν ὁρᾷ, καὶ συνίσταται ἐν ἱερεῦσι καὶ ἄρχουσι· τὸ δὲ ἰδιωτικὸν πρὸς τὸ ἑκάστου χρήσιμον. καὶ σύγκειται ἢ ἀπὸ φυσικοῦ νόμου ἢ ἐθνικοῦ ἢ πολιτικοῦ. φυσικὸς μέν ἐστι νόμος, ᾧτινι ζῶα πάντα καὶ οὐκ ἄνθρωποι μόνοι κέχρηνται· ὡς ἡ τοῦ ἄῤῥενος καὶ ἡ τοῦ θήλεος συνάφεια καὶ ὁ τοκετὸς καὶ ἡ ἀναγωγὴ τῶν παίδων. ἐθνικὸς δὲ νόμος ἐστὶν ἡ περὶ τὸ θεῖον θρησκεία καὶ τὸ πείθεσθαι γονεῦσι καὶ τιμᾶν πατρίδα, καὶ τὸ ἀπωθεῖσθαι τὴν ἐπιφερομένην βίαν ἢ ὕβριν. ὅσα γάρ τις εἰς φυλακὴν τοῦ ἰδίου σώματος ποιεῖ, νομίμως ποιεῖ. ἀλλὰ καὶ τὴν ἐλευθερίαν ὁ ἐθνικὸς εἰσηγήσατο νόμος· πάντας γὰρ ἐξ ἀρχῆς [ἡ φύσις] ἐλευθέρους προήγαγε. καὶ τὰ συναλλάγματα καὶ αἱ ἐνοχαὶ πάντα σχεδὸν τοῦ ἐθνικοῦ ἐστι· τινὰ δὲ καὶ ὁ πολιτικὸς ἐφεῦρεν, ὡς τὴν παραγωγὴν τὴν παρατιθεῖσαν παλαιὸν χρέος εἰς καινὸν καὶ τὴν περὶ ἐμφυτεύσεως. τὸ δὲ πολιτικὸν νόμιμον οὔτε τελείως ἀπᾴδει τοῦ φυσικοῦ καὶ ἐθνικοῦ, οὔτε τελείως αὐτοῖς ἕπεται. καὶ ἐστὶν ἢ ἐγγράφως ἢ ἀγράφως. εἰσήχθη ἀπὸ τῆς δυοδεκαδέλτου ἢ τῶν τοῦ δήμου δογμάτων ἢ βασιλικῶν δογμάτων ἢ τῆς σοφίας τῶν σοφῶν. ἐστὶ δὲ καὶ ἕτερον νόμιμον πολιτικὸν, ὅπερ ἑκάστη πόλις ἑαυτῇ ὁρίζει καὶ ἐστὶν αὐτῆς ἰδικόν. πᾶς γὰρ νόμος ἢ ἀπὸ συναινέσεως νόμου ἐτέθη ἢ ἀνάγκης, ἢ ἀπὸ συνηθείας ἐβεβαιώθη. πᾶς δε νόμος συνίσταται ἢ ἐπὶ τῷ κτᾶσθαι καὶ γίνεσθαι δεσπότην τινὰ ἢ ἐπὶ τῷ φυλάττειν τὸ ἤδη κτηθὲν ἢ ἐπὶ τῷ ἐκποιεῖν. σπουδάζεται μὲν γὰρ ἡμῖν εἰδέναι πῶς δύναταί τις τοῦ δέοντος πράγματος γενέσθαι δεσπότης ἢ πῶς αὖθις φυλάξει τὸ διαφέρον αὐτῷ πρᾶγμα ἢ δίκαιον '.
23
pr.Ἐρώτησις. Τί ἐστι δίκαιον; Απ΄κρισις. Δίκαιόν ἐστι σταθηρὰ καὶ διηνεκὴς βούλησις ἑκάστῳ τὸ ἴδιον ἀπονέμουσα δίκαιον. δίκαιον δὲ λέγεται τὸ ἀεὶ καλὸν καὶ δίκαιον, ὡς τὸ φυσικὸν νόμιμον λέγεται δίκαιον καὶ τὸ πᾶσι τοῖς ἐν πόλει ἢ τοῖς πλείοσι χρήσιμον ὂν, ὡς τὸ πολιτικὸν δίκαιον. λέγεται δίκαιον καὶ ἡ τοῦ ἄρχοντος ψῆφος, κἂν παράνομος εἴη, καὶ ὁ τόπος, ἐν ᾧ δικαιοδοτεῖ σωζομένης τῆς μεγαλειότητος τῆς ἀρχῆς καὶ τοῦ ἔθους τῶν πατρῴων. λέγεται δίκαιον καὶ ἐπὶ συγγενείας ἢ ἀγχιστείας. τοὺς νόμους ἀπὸ τῶν ὡς ἐπὶ τὸ πλεῖστον συμβαινόντων, οὐ μὴν τῶν σπανίως εἰσάγεσθαι δεῖ. οὐδὲ ἀπὸ τῶν δυναμένων ὡς ἑνὶ συμβῆναι θέματι. παρορῶσι γὰρ οἱ νομοθέται τὸ ἅπαξ ἢ δὶς συμβαῖνον καὶ οὐκ ἀξιοῦσι περὶ αὐτοῦ νομοθετῆσαι.
24
pr.Αρετὴ νόμου καὶ δύναμις τὸ κελεύειν τρέφεσθαι παρὰ τῶν πατέρων τοὺς παῖδας καὶ τοὺς πατέρας παρὰ τῶν παίδων· τὸ κωλύειν γίνεσθαι φόνους ἁρπαγὰς ἢ ἕτερόν τι πλημμέλημα· τὸ ἐπιτρέπειν τισὶ διατίθεσθαι καὶ συναλλάσσειν· τὸ τιμωρεῖσθαι τοὺς ἡμαρτηκότας.
25
pr.Οὐ περὶ τοῦ καθ᾽ ἕκαστον, ἀλλὰ κοινῶς οἱ νόμοι τίθενται.
26
pr.Καὶ ἡ σύγκλητος νομοθετεῖ.
27
pr.Ἐκ τῶν ὁμοίων τέμνεσθαι δεῖ τὰ περὶ ὧν οὐ κεῖται νόμος. τὸ δὲ παρὰ κανόνας εἰσδεχθὲν οὐχ ἕλκεται εἰς ὑπόδειγμα. οὔτε φυλάττομεν ἐπὶ τοῖς παρὰ κανόνας εἰσδεχθεῖσι τὸν λογισμὸν τοῦ νόμου.
28
pr.Τὰ ἐν πρώτοις νομοθετούμενα τὸν βασιλέα δεῖ ἑρμηνεύειν.
29
pr.Τὸ νόμιμον διαιρεῖται εἰς δύο, εἰς τὸ πούβλικον καὶ εἰς τὸ πριβάτον. πούβλικόν ἐστι νόμιμον τὸ εἰς σύστασιν τῆς πολιτείας συντεῖνον. ἐστὶ δὲ ἐν ἱερεῦσι καὶ ἄρχουσι. τὸ δὲ πριβάτον διαιρεῖται πάλιν εἰς ἐθνικὸν εἰς φυσικὸν καὶ εἰς πολιτικόν. καὶ ἐστὶ τὸ φυσικὸν νόμιμον τὸ πάντων ἀνθρώπων κοινόν, οἷον ὁ φυσικὸς λογισμὸς, ἡ περὶ θεοῦ θρησκεία, τὸ γονεῦσι καὶ πατρίδι πείθεσθαι.
30
pr.Οἱ προγενέστεροι νόμοι καὶ εἰς τοὺς μεταγενεστέρους ἕλκονται. ὅθεν κρατοῦσιν ἐπὶ τῶν ὁμοίων προσώπων τε καὶ πραγμάτων. καὶ οἱ μεταγενέστεροι ἕλκονται πρὸς τοὺς προγενεστέρους, εἰ μὴ ἐναντίοι ὦσιν '.
31
pr.Περὶ ὧν ἔγγραφος οὐ κεῖται νόμος, παραφυλάττειν δεῖ τὸ ἔθος καὶ τὴν συνήθειαν· εἰ δὲ καὶ τοῦτο ἐκλείπει, ἀκολουθεῖν τοῖς πλησιάζουσι καὶ ἐοικόσι τῷ ζητουμένῳ. εἰ δὲ μὴ εὑρίσκεται, τότε τὸ νόμιμον, ᾧτινι ἡ ῥώμη κέχρηται, φυλάττειν δεῖ.
32
pr.Ἡ μακρὰ συνήθεια ἀντὶ νόμου κρατεῖ, ἐν οἷς οὐκ ἐστιν ἔγγραφος.
33
pr.Ὥσπερ ἡ θέσις τοῦ νόμου ἢ ἔγγραφός ἐστιν ἢ ἄγραφος, οὕτω καὶ ἡ ἀναίρεσις αὐτοῦ ἢ δι᾽ ἐγγράφου γίνεται νόμου ἢ δι᾽ ἀγράφου, τουτέστι δι᾽ ἀχρησίας.
34
pr.Τότε κεχρήμεθα τῇ συνηθείᾳ τινὸς πόλεως ἢ ἐπαρχίας, ὅτε ἀμφισβητηθεῖσα ἐν δικαστηρίῳ ἐβεβαιώθη.
35
pr.Καὶ τὰ μακρᾷ συνηθείᾳ δοκιμασθέντα καὶ ἐπὶ πολλοὺς ἐνιαυτοὺς φυλαχθέντα οὐχ ἧττον τῶν ἐγγράφων κρατοῦσιν, ὡς τοσοῦτον δοκιμασθέντα ὥστε μὴ δεηθῆναι ἐγγράφου.
36
pr.Τὸ μὴ μετὰ λογισμοῦ εἰσενεχθὲν, ἀλλὰ κατὰ πλάνην καὶ συνήθειαν κρατῆσαν, οὐ δεῖ κρατεῖν ἐν τοῖς ὁμοίοις.
37
pr.Ἐν τῇ τῶν νόμων ἑρμηνεύσει τῇ συνηθείᾳ δεῖ προσέχειν τῆς πόλεως, καὶ ὅπως ἐπὶ τῶν ὁμοίων διὰ παντὸς ἐψηφίσθη.
38
pr.Ὁ ἄρχων ὃ εὕροι συχνάζον ἐν τῇ πόλει ἐπί τινος πράγματος, φυλάξει αὐτό. καὶ γὰρ ἡ συνήθεια ἡ προλαβοῦσα καὶ ὁ λογισμὸς ὁ εἰσάγων αὐτὴν φυλακτέα εἰσὶ, καὶ οὐκ ἐῶσί τι παρὰ τὴν μακρὰν συνήθειαν γίνεσθαι.
39
pr.Τῆς συνηθείας καὶ τῆς χρήσεως ἡ αὐθεντία οὐκ ἐπὶ τοσοῦτον ἰσχύει, ὡς καὶ τὸν νόμον καὶ τὸν λογισμὸν ὑπερνικᾷν.
40
pr.Ἡ μακρὰ συνήθεια καὶ δοκιμασθεῖσα τάξιν ἔχει νόμου. καὶ ὅτι τὰ δοθέντα ὀφφικίοις ἢ πόλεσιν ἢ πρωτεύουσιν ἢ συστήμασιν ἰσχυρά ἐστι καὶ βέβαια εἰς τὸ διηνεκὲς ἰσχύοντα.
41
pr.Ἡ διάταξις κελεύει μηκέτι τὸν δικαστὴν ἀκολουθεῖν ἑτέρᾳ ψήφῳ γεγενημένῃ, ἀλλὰ σκοπεῖν τί κατὰ νόμους ἀκόλουθον καὶ οὕτως ἀποφαίνεσθαι.
42
pr.[Ἔτι περὶ τῶν πεπονθότων ἀπόφανσιν, καὶ ἀποκαθισταμένων]. - Ἐὰν τῆς ποινῆς παραχωρηθείσης τοῦ περιορισμοῦ καὶ ἡ οὐσία τοῦ καταδικασθέντος μείνῃ παρὰ τῷ δημοσίῳ, οὐχ ὑπόκειται τοῖς πρὸ τοῦ ἁμαρτήματος δανεισταῖς· εἰ δὲ μετὰ τῆς ἀξίας καὶ τὴν οὐσίαν ἔλαβεν, ἰσχυρῶς ἐνάγεται.
43
pr.Ὁ κεφαλικῇ τιμωρίᾳ περιπεσὼν καὶ δημευθεὶς, καὶ μετὰ ταῦτα ἀποκατασταθεὶς, εἰ μὲν ἔλαβε πρᾶγμα ῥητὸν ἀπὸ τῆς οὐσίας αὐτοῦ, οὐκ ἐνάγεται παρὰ τῶν δανειστῶν· ἐὰν δὲ μέρος τῆς οὐσίας ἔλαβε, τυχὸν τρίτον ἢ τέταρτον ἢ ἥμισυ, πρὸς ἀναλογίαν τοῦ μέρους παρὰ τῶν ἰδίων δανειστῶν ἐνάγεται. ἐὰν δὲ ὡς χρεώστης δημοσίων πραγμάτων δημευθῇ, οὐκ ἀπό λλυνται αἱ ἀγωγαὶ τῶν δανειστῶν αὐτοῦ, ἀλλ᾽ ἐνέχεται καὶ αὐτὸς καὶ οἱ ἐγγυηταί.
44
pr.Ἐάν τις περιορισθεὶς καὶ ἀποκαταστὰς ὕστερον ἐπαναλαβὼν τὴν οὐσίαν αὐτοῦ μὴ βούληται ἐναχθῆναι παρὰ τῶν δανειστῶν, παρὰ τοὺς νόμους ποιεῖ.
45
pr.Περὶ ἀγνοίας νόμου ἢ φάκτου καὶτίνες βοηθοῦνται ἐξ αὐτῆς. -Ἡ ἄγνοια νόμου ἢ φάκτου ἐστὶν. ἐὰν γὰρ ἀγνοήσῃ τελευτῆσαι τὸν συγγενῇ αὐτοῦ, οὐ τρέχει ὁ χρόνος τῆς διακατοχῆς· εἰ δὲ γινώσκει μὲν αὐτὸν τελευτῆσαι, ἢ καὶ τυχὸν διαθέσθαι εἰς αὐτὸν, ἀγνοεῖ δὲ ἐξ ἀδιαθέτου ἁρμόζειν αὐτῷ τὴν ἐκ διαθήκης διακατοχὴν, τρέχει ὁ χρόνος· περὶ γὰρ τὸν νόμον πλανᾶται. ταὐτόν ἐστι, κἂν ὁμοπάτριος ἀδελφὸς νομίζῃ προτιμᾶσθαι αὐτοῦ τὴν μητέρα.
46
pr.Ἐπὶ παντὸς πράγματος προτιμάσθω τῆς ἀκριβείας τὸ δίκαιον.
47
pr.Τῆς ἀκριβείας τῶν νόμων ὁ δικαστής φροντιζέτω μὴ τοῖς παρανόμως ῥηθεῖσι παρὰ βασιλέως προσέχων.
48
pr.Πάντες οἱ ἄρχοντες καὶ οἱ θεῖοι δικασταὶ συντόμως τὰς δίκας τεμνέτωσαν.
49
pr.Περὶ τῶν ἀπράκτων ἡμερῶν. – Ἡ [ε΄] διάταξις τοῦ ιβ΄ τί. τοῦ γ΄ βι. τοῦ κώδ. φησὶν, ὅτι ἐν ταῖς προλαβούσαις τοῦ πάσχα μ ' ἡμέραις πᾶσα ζήτησις τῶν ἐγκληματικῶν βασάνων σχολάζει. καὶ ἡ ς΄ διάτ. ὅτι ἄπρακτοί εἰσιν αἱ πρὸ τοῦ πάσχα ζ΄ ἡμέραι, καὶ αἱ μετὰ τὸ πάσχα ζ΄, καὶ ἡ τοῦ χριστοῦ γέννων, καὶ τῶν θεοφανίων, καὶ ἡ τοῦ πάθους τῶν ἀποστόλων, καὶ ἡ κυριακή. καὶ ἐν ταῖς τοιαύταις ἡμέραις τοῦ πάσχα οὔτε χρέος ἰδιωτικὸν ἢ δημόσιον ἀπαιτεῖται. ἡ δὲ ζ΄ διάτ. ἐπιτρέπει ἐν ταῖς αὐταῖς ιε΄ ἡμέραις ἐλευθερίας καὶ ἐμαγκιπατίωνας πράττεσθαι καὶ τὰ ἐπ᾿ αὐταῖς ὑπομνήματα συνίστασθαι. ἡ δὲ η΄ διάτ. φησὶν, ὅτι καὶ ἐν τῇ μ ' καὶ ἐν ταῖς ἡμέραις τοῦ πάσχα βασανίζονται οἱ λῃσταὶ, ἐφ᾽ ᾧ καὶ τοὺς συνίστορας ἐξειπεῖν· καὶ διαφερόντως οἱ ἴσαυροι. ἡ δὲ γ΄ διάτ. τοῦ δ΄ τί. τοῦ α΄ βι. τοῦ κώδ. φησὶν, ὅτι ἐν ταῖς ἡμέραις τοῦ πάσχα οὐδεὶς ἐγκλείεται ἢ δεσμεῖται, πλὴν μοιχοῦ καὶ αἰσχρουργοῦ καὶ ἅρπαγος καὶ τυμβωρύχου καὶ γόητος καὶ παραχαράκτου καὶ φονέως καὶ πατροκτόνου καὶ τυράννου. πάντες οὗτοι πάντοτε ἀπολαμβάνουσιν. ἅπαξ δὲ μόνον οἱ λοιποὶ συγγινώσκονται. ἀνάγν. καὶ τὴν κατὰ τὸν μάρτιον μῆνα τῆς ιδ΄ ἰνδ. τοῦ σχοδ΄ ἔτους ἀπολυθεῖσαν νεαρὰν τοῦ βασιλέως κυροῦ μανουὴλ τοῦ κομνηνοῦ τάδε κατὰ ῥῆμα μετὰ τὸ προοίμιον διαλαμβάνουσαν·
50
pr.Θεσπίζομεν οὖν ἐκείνας εἶναι τῶν ἡμερῶν ἀπράκτους, ἃς ἐν τῇ παρούσῃ διατάξει ῥητῶς ἀπαριθμησόμεθα. καί τινας μὲν αὐτῶν τὸ πάντη ἄπρακτον ἔχειν, ὡς μηδαμῶς δι᾽ ὅλου τοῦ αὐτῶν διαστήματος συνίστασθαι δικαστήριον, εἰ μὴ βασιλεὺς ἴσως οἰκονομίας τρόπῳ ἢ ἀνάγκῃ (ὁποῖα πολλάκις τὸ περιπετὲς τῶν πραγμάτων νεανιεύεται) θελήσει καθίσαι καὶ ἐν αὐταῖς δικαστήριον. τινὰς δὲ ἀπὸ μέρους ἄγειν τῶν δικαστηρίων σχολὴν, ὡς οἷον ἕωθεν μέχρι καὶ εἰς αὐτὸν τὸν τῆς λειτουργίας καιρὸν, ἵνα τοῖς δικασταῖς ἐξείη προσανέχειν εὐχῇ καὶ τῇ περὶ τὸ θεῖον δοξολογίᾳ, καὶ μετὰ τὴν θείαν δοξολογίαν ἤγουν ἱεροτελεστίαν ἐπιμελεῖσθαι καὶ τῆς δικαιοσύνης, καὶ τοῖς ἄδικα πεπονθόσιν ἐπαρήγειν κατὰ τὴν τῶν νόμων ἰσχύν. οἱ μέντοι οὕτω μετὰ τὴν θείαν λειτουργίαν ἐπιτετραμμένοι δικάζειν ἐν τοῖς γινομένοις παρ᾿ αὐτῶν σημειώμασι μεμνήσονται τοῦ καιροῦ, καθ᾽ ὃν τὰ σημειώματα πράττονται. καὶ δὴ πρῶτον περὶ τῶν τελείως ἀπράκτων διαληπτέον. τοίνυν ἡ κατὰ τὴν η΄ τοῦ σεπτεμβρίου μηνός γενέθλιος ἡμέρα τῆς παναχράντου δεσποίνης καὶ θεομήτορος ἄπρακτός ἐστιν. ὡσαύτως καὶ ἡ ιδ΄, τῇ ὑψώσει τετιμημένη τοῦ ζωοφόρου σταυροῦ. καὶ ἡ κς'΄, διὰ τὴν τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ ἰωάνννου τοῦ θεολόγου μετάστασιν. ἡ ς΄ τοῦ ὀκτωβρίου, διὰ τὸ τὴν μνήμην ἐν αὐτῇ τελεῖσθαι τοῦ ἁγίου ἀποστόλου θωμᾶ. ἡ θ΄, διὰ τὸν τοῦ ἀλφαίου ἰάκωβον τὸν ἀπόστολον. καὶ ἡ ιη΄ διὰ τὸν ἀπόστολον καὶ εὐαγγελιστὴν λουκᾶν. καὶ ἡ ιγ΄ τοῦ νοεμβρίου μηνὸς, ὅτι ἐν αὐτῇ ἡ μνήμη τοῦ χρυσοστόμου πατρὸς τελεῖται. ἡ ιδ΄, ὅτι ἐν αὐτῇ ὁ ἀπόστολος φίλιππος ἑορτάζεται. ἡ ις'΄, ὅτι ὁ εὐαγγελιστὴς καὶ ἀπόστολος ματθαῖος τιμᾶται. ἡ κα΄, ὅτι τὰ εἰς τὸν ναὸν εἰσόδια τῆς θεομήτορος ἐν ταύτῃ πανηγυρίζεται. καὶ ἡ λ΄, ὅτι ὁ ἀπόστολος ἀνδρέας ἐν αὐτῇ ἑορτάζεται. ἡ θ ' τοῦ δεκεμβρίου, ὡς τῆς συλλήψεως ἐν αὐτῇ τελουμένης τῆς ὑπεραγίας μητρὸς τοῦ θεοῦ ἡμῶν. ἡ κ μέχρι καὶ αὐτῆς τῆς ς ' τοῦ ἰανουαρίου, ὡς ἐν αὐταῖς ἑορταζομένων τῶν γενεθλίων καὶ τοῦ βαπτίσματος τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν ἰησοῦ χριστοῦ. ἡ ιη΄ τοῦ ἰανουαρίου, διὰ τοὺς θείους πατέρας καὶ διδασκάλους ἀθανάσιον καὶ κύριλλον. ἡ κε΄ διὰ τὴν μνήμην τοῦ μεγάλου πατρὸς γρηγορίου τοῦ θεολόγου. ἡ β΄ τοῦ φεβρουαρίου, διὰ τὴν τοῦ σωτῆρος ὑπαντήν. καὶ ἡ γ΄, διὰ τὴν τῆς μνήμης τοῦ θεοδόχου συμεὼν τελετήν. ἡ κε΄ τοῦ μαρτίου, διὰ τὸν τῆς θεομήτορος εὐαγγελισμόν. αἱ πασχάλιοι τῶν ἡμερῶν, ἀπ᾿ αὐτῆς τῆς τοῦ λαζάρου ἐγέρσεως μέχρι καὶ ἐς αὐτὴν τὴν μετὰ τὸ ἅγιον πάσχα ὀγδόην. ἡ κε τοῦ ἀπριλλίου, διὰ τὸν ἀπόστολον καὶ εὐαγγελιστὴν μάρκον. καὶ ἡ λ΄, διὰ τὸν ἀπόστολον ἰάκωβον, τὸν τοῦ θεολόγου καὶ εὐαγγελιστοῦ ἀδελφόν. ἡ ἡ τοῦ μαΐου, διὰ τὴν μνήμην τοῦ εὐαγγελιστοῦ ἰωάννου τοῦ θεολόγου. ἡ ι΄, διὰ τὴν τοῦ ἀποστόλου σίμωνος τοῦ ζηλωτοῦ. ἡ κα΄, διὰ τὴν μνήμην τῶν ἁγίων καὶ ἰσαποστόλων μεγάλων βασιλέων κωνσταντίνου καὶ ἑλένης. ἡ ια΄ τοῦ ἰουνίου, διὰ τὸν ἀπόστολον βαρθολομαῖον. ἡ ιθ ', διὰ τὸν ἀπόστολον ἰούδαν, τὸν ἀδελφὸν τοῦ κυρίου. ἡ κδ΄, διὰ τὸ τοῦ προδρόμου γενέθλιον. ἡ κθ΄, διὰ τὴν ἐπὶ τοῖς κορυφαίοις τῶν ἀποστόλων πέτρῳ καὶ παύλῳ πανήγυριν. καὶ ἡ λ΄, διὰ τὴν ἐπὶ τοῖς δώδεκα. ἡ κε΄ τοῦ ἰουλίου, διὰ τὴν τῆς ἁγίας ἄννης τῆς μητρὸς τῆς θεοτόκου κοίμησιν. ἡ ς ' τοῦ αὐγούστου, διὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἰησοῦ χριστοῦ μεταμόρφωσιν. ἡ θ΄, διὰ τὴν μνήμην τοῦ ἁγίου ἀποστόλου ματθίου. ἡ ιε΄, διὰ τὴν ὑπερένδοξον τῆς ἁγίας θεοτόκου μετάστασιν. ἡ κ΄, διὰ τὴν μνήμην τοῦ ἁγίου ἀποστόλου Θαδδαίου. ἡ κδ΄, διὰ τὴν τοῦ ἀποστόλου βαρθολομαίου. καὶ ἡ κθ΄, διὰ τὴν τοῦ τιμίου προδρόμου ἀποτομήν. ταύταις ὡς τέλεον ἀπράκτοι συνεξετασθήσονται καὶ αἱ μεσότητες τῆς τεσσαρακονθημέρου νηστείας, καὶ τῆς πεντηκοστῆς, καὶ ἡ τοῦ σωτῆρος ἀνάληψις, καὶ ἡ πᾶσαι τῶν ἐν τῷ ἐνιαυτῷ ἡμερῶν κυριώνυμαι· ὡς ἐν αὐταῖς ἀποκεκλεῖσθαι πᾶσαν πάροδον εἰς τὸ δικαστήριον, καὶ μηδέν τι μηδένα τῶν δικάζειν λαχόντων δικαστικὸν διαπράττεσθαι. αἵ γε μὴν τῶν δικαστηρίων ἀπὸ μέρους σχολάζουσαι, καὶ μὴ καθ᾽ ὁλόκληρον (ὡς προειλήφαμεν) ἀπρακτήσουσαι, εἶεν ἂν αὗται. ἡ ς ' τοῦ σεπτεμβρίου μηνός, ὅτι ἐν αὐτῇ τὸ ἐν χώναις τοῦ ἀρχιστρατήγου μιχαὴλ θαῦμα τερατουργεῖται. ἡ κγ ' τοῦ ὀκτωβρίου, ὅτι τὴν μνήμην τοῦ ἀδελφοθέου ἰακώβου τελοῦμεν. ἡ κς'΄, ὅτι τὸν μέγαν μάρτυρα καὶ μυροβλύτην δημήτριον ἑορτάζομεν. ἡ α΄ τοῦ νοεμβρίου, διὰ τὸ τοὺς θαυματουργοὺς καὶ ἀναργύρους κοσμᾶν καὶ δαμιανὸν ἑορτάζεσθαι. ἡ ἡ΄, διὰ τὸ τὴν σύναξιν τῶν ἀσωμάτων τελεῖσθαι. καὶ ἡ κη΄, διὰ τὸ τὸν ὁσιομάρτυρα στέφανον τὸν νέον πανηγυρίζεσθαι. ἡ δ΄ τοῦ δεκεμβρίου, διὰ τὴν καλλιμάρτυρα βαρβάρην. ἡ ς ', διὰ τὸν ἐν θαύμασι περιώνυμον καὶ μυροβλύτην νικόλαον. ἡ ι ' τοῦ ἰανουαρίου, διὰ τὸν νύσσης θεῖον γρηγόριον. ἡ ις΄, διὰ τὴν προσκύνησιν τῆς τιμίας τοῦ κορυφαίου τῶν ἀποστόλων πέτρου ἁλύσεως. ἡ ιθ΄, διὰ τὴν ἀνακομιδὴν τοῦ τιμίου νεκροῦ τοῦ θεολόγου γρηγορίου. καὶ ἡ κζ ', διὰ τὴν ἀνακομιδὴν τοῦ σεβασμίου λειψάνου τοῦ χρυσοστόμου. ἡ ἡ΄ τοῦ φεβρουαρίου, διὰ τὸν μεγαλομάρτυρα στρατηλάτην θεόδωρον. καὶ ἡ ιζ΄, διὰ τὸν ἀθλοφόρον θεόδωρον τὸν τήρωνα. ἡ θ΄ τοῦ μαρτίου, ὡς τῆς μνήμης τελουμένης τῶν ἁγίων μαρτύρων τοῦ χριστοῦ μ΄. ἡ κγ΄ τοῦ ἀπριλλίου, ὡς τοῦ μεγαλομάρτυρος γεωργίου τιμωμένου. ἡ β΄ τοῦ μαΐου, διὰ τὸν μέγαν ἀθανάσιον. ἡ ἡ΄ τοῦ ἰουνίου, διὰ τὸν μεγαλομάρτυρα θεόδωρον τὸν στρατηλάτην. ἡ θ΄, διὰ τὸν ὅσιον πατέρα ἡμῶν κύριλλον ἀλεξανδρείας. καὶ ἡ κζ ', διὰ τὸν ὅσιον καὶ θαυματουργὸν σαμψών. ἡ α΄ τοῦ ἰουλίου, ὅτι ἐν αὐτῇ τῶν ἁγίων καὶ θαυματουργῶν ἀναργύρων τὴν μνήμην τελοῦμεν. ἡ ἡ΄, ὅτι τὸν μεγαλομάρτυρα προκόπιον ἑορτάζομεν. ἡ ια΄, ὅτι τὴν καλλιμάρτυρα εὐφημίαν πανηγυρίζομεν. ἡ κ΄, ὅτι τὸν προφήτην ἠλιοὺ τιμῶμεν. ἡ κζ ', ὅτι τὸν θαυματουργὸν καὶ ἀθλοφόρον παντελεήμονα ἑορτάζομεν. καὶ ἡ λα΄ τοῦ αὐγούστου διὰ τὴν τῆς τιμίας ζώνης τῆς ἀχράντου θεοτόκου κατάθεσιν. αὗται δὲ πῶς μὲν ἄπρακτοι, πῶς δὲ ἔμπρακτοι, εἴρηται. τὰς μέντοι διὰ γέννησιν βασιλικὴν ἢ ἀναγόρευσιν τῶν ἡμερῶν σχολαζούσας, καὶ ταύτας τῆς ἐμπράκτοις ἐγκρίνει ἡ βασιλεία μου, ἀφ᾽ ἑαυτῆς ἀρχομένη τοῦ παρόντος θεσμοθετήματος, καὶ ἐν οἷς αὐτὴ διαπράξοιτο διδάσκουσα τοὺς λοιπούς. οὐχ οὕτως γὰρ ὁ τῆς παρούσης διατάξεως λόγος πείσει τοὺς αὐτῷ προσανέχοντας, ὡς ἡ παρὰ τῆς βασιλείας μου πρᾶξις· αὐτὰς γὰρ τὰς ἡμέρας, ἐν αἷς ἡ βασιλεία μου καὶ εἰς τὸν τῇδε βίον προῆκται, καὶ εἰς βασιλείαν θεοῦ προνοίᾳ ἀνῆκται, ἐμπράκτους εἶναι θεσπίζει, καὶ μηδεμίαν ἐκεχειρίαν ἐν ταύταις ἄγειν τὰ δικαστήρια. πᾶσαι μέντοι αἱ παρὰ τὰς ἄνω καταγραφείσας ἡμέρας τοῦ χρόνου καὶ ἔμπρακτοι ἔσονται, καὶ δικαστήρια ἐν αὐταῖς γενήσονται, καὶ ἐκβιβασμοὶ ἀκολούθως ταῖς δικαστικαῖς ἀποφάνσεσι. πέπεισμαι δὲ, ὅτι καὶ θεῷ φίλον ἔσται τὸ παρὸν τῆς βασιλείας μου θεσμοθέτημα· ταλανίζων γὰρ τοὺς φαρισαίους ὁ κύ· ριος καὶ αὐτοῦ τοῦ ἐλέους τὴν κρίσιν προέταξεν.
51
pr.Ἐν τῷ καιρῷ τοῦ θέρους καὶ τῆς τρύγης οὐδεὶς ἀναγκάζεται δικάζεσθαι '.
52
pr.Ἐν ταῖς ἀφωρισμέναις ἡμέραις εἰς τὴν τοῦ θεοῦ τιμὴν οὐ χρὴ θέαν ἐπιτελεῖσθαι· οὐδὲ ἀπαιτήσεις ἐν αὐταῖς προβαίνειν· ὅθεν καὶ ἡ κυριακὴ οὕτω τιμάσθω, ὥστε μηδένα προβαίνειν ἐκβιβασμὸν ἐν αὐτῇ, μηδὲ ὑπόμνησιν, μηδὲ ἐγγύων ἀπαίτησιν· σιωπᾷν δὲ καὶ τοὺς ταξεώτας καὶ τοὺς δικολόγους, μηδὲ τοὺς κήρυκας κεχρῆσθαι τῇ συνήθει φωνῇ, μήτε δικάζεσθαί τινα· σύμφωνα δὲ καὶ διαλύσεις ἐν κυριακῇ ποιεῖν ἔξεστι· μηδὲ ἱππικὸν ἢ κυνήγιον ἐπιτελείσθω ἐν κυριακῇ, κἂν εἰ συμβῇ τὴν γενεθλιακὴν ἡμέραν τοῦ βασιλέως ἢ καθ᾽ ἣν ἀνηγορεύθη εἰς κυριακὴν ἀπαντῆσαι· ὁ δὲ ταῦτα παραβαίνων ἄρχων ἢ ταξεώτης τῆς ζώνης ἐκπιπτέτω καὶ δημενέσθω.
53
pr.Περὶ δικαιοσύνης νόμων καὶ περὶ ῥημάτων σημασίας καὶ περὶ διαφόρων κανόνων. – Νόμος ἐστὶ τέχνη τοῦ καλοῦ καὶ τοῦ ἴσου. καὶ ἕτερος ὅρος· κοινὸν παράγγελμα, φρονίμων ἀνδρῶν δόγμα, ἑκουσίων ἁμαρτημάτων καὶ ἀκουσίων ἐπιστροφὴ καὶ σωφρονισμὸς, πόλεως συνθήκη κοινή· ἐστὶ δὲ καὶ θεῖον εὕρημα καὶ εὐεργέτημα.
54
pr.Παράγγελμα τοῦ νόμου τὸ κοσμίως καὶ εὐσχημόνως ζῆν, ἄλλον μὴ βλάπτειν, ἑκάστῳ τὸ ἴδιον ἀπονέμειν.
55
pr.Αρετὴ νόμου τὸ κελεύειν, τὸ ἐπιτρέπειν, τὸ τιμωρεῖσθαι ἐν ἐξουσίᾳ ἰδίᾳ.
56
pr.Σοφία δὲ νόμου τὸ εἰδέναι τὰ θεῖα καὶ τὰ ἀνθρώπινα πράγματα, τὸ δίκαιον καὶ τὸ ἄδικον.
57
pr.Εἰδέναι δὲ νόμους ἐστὶν, οὐ τὸ γινώσκειν τὰ ῥήματα, ἀλλὰ τὴν δύναμιν αὐτῶν '.
58
pr.Φιλαγάθως δεῖ τοὺς νόμους ἑρμηνεύειν τοῦ βασιλέως. ἐν γὰρ τοῖς ἀμφιβόλοις τὴν φιλόκαλον ἀγάπην προσιέμεθα.
59
pr.Μεῖζον μέρος τῆς ἡμέρας ἐστὶν αἱ πρῶται ς ' ὥραι, οὐ μὴν αἱ ὕστεραι.
60
pr.Δικαιοσύνη ἐστὶ σταθηρὰ καὶ διηνεκής βούλησις ἑκάστῳ τὸ ἴδιον ἀπονέμουσα δίκαιον.
61
pr.Σοφία δικαιοσύνης τὸ εἰδέναι τὰ θεῖα καὶ ἀνθρώπινα.
62
pr.Δύο εἴδη τεράτων εἰσίν· ἓν μὲν, ὁσάκις τὶς παρὰ φύσιν τίκτεται τρισὶ χερσὶ τυχὸν ἢ ποσὶν ἢ ἄλλῳ τινὶ μέρει τοῦ σώματος ἐναντίως τῇ φύσει πεπλασμένῳ. ἕτερον δὲ, ὅταν τὶ τερατῶδές ἐστι, ἅπερ οἱ ἔλληνες φάσματα καλοῦσι.
63
pr.Τῷ ὀνόματι των χρημάτων οὐ μόνα τὰ χρήματα, ἀλλὰ πάντα κινητὰ καὶ ἀκίνητα καὶ σωματικὰ καὶ δίκαια δηλοῦνται.
64
pr.Αἱ γυναῖκες πάντων τῶν πολιτικῶν καὶ τῶν δημοσίων ὀφφικίων κωλύονται, καὶ διὰ τοῦτο οὐ δικάζουσιν, οὐκ ἄρχουσιν, οὐ συνηγοροῦσιν, οὐ παρεμβάλλουσιν ὑπὲρ ἄλλων, οὐ γίνονται φροντισταί. ἀλλὰ καὶ οἱ ἄνηβοι πάντων τῶν πολιτικῶν [καὶ] δημοσίων κωλύονται.
65
pr.Ἐκείνου ἐστὶ τὸ μὴ θέλειν, τοῦ δυναμένου ἐθέλειν.
66
pr.Πλέον παντὸς πράγματος θάλπομεν τὴν ἐλευθερίαν.
67
pr.Ἐν τοῖς ἀμφιβόλοις νικάτω τὸ φιλάνθρωπον.
68
pr.Ἐν ἴσῃ αἰτίᾳ κρείττων ἐστὶν ὁ νεμόμενος.
69
pr.Οὐ δοκεῖ ἄπαις τελευτᾷν ὁ καταλιπὼν ἔγκυον γαμετήν.
70
pr.Κανονικῶς ἡ τοῦ φάκτου ἄγνοια οὐδένα βλάπτει, [ἡ δὲ τοῦ νόμου πάντας βλάπτει], πλὴν τῶν ἀφηλίκων, καὶ ἔν τισι τῶν γυναικῶν, ἔνθα ἐστὶν ἁμάρτημα. ἀλλὰ νόμου ἄγνοια. ἡ φάκτου καὶ ἀνδράσι καὶ γυναιξὶ βοηθεῖ ἐπὶ κέρδους καὶ ζημίας, ἡ δὲ τοῦ νόμου ἐπὶ μὲν κέρδους οὐδὲ γυναιξὶ βοηθεῖ, ἐπὶ δὲ ζημίας οὐδένα βλάπτει θέλοντα τὸ ἴδιον ἀπαιτῆσαι.
71
pr.Ἄκοντι εὐεργεσία οὐ δίδοται.
72
pr.Ἐὰν ἐξ ἰσων δικαστῶν ἐναντίαι γίνονται ψῆφοι, ἐπὶ μὲν ἐλευθερίας τὰ ὑπὲρ αὐτῆς κρατεῖ· ἐπὶ δὲ τῶν ἄλλων, κἂν ἐγκλήματα ὦσι, τὰ ὑπὲρ τοῦ φεύγοντος· εἰς δὲ εἰ διαφόρους ποσότητας κατεδίκασαν, ἡ ἐλάττων κρατεῖ '.
73
pr.Εἰ ἐκ τριῶν δικαστῶν ὁ εἷς ἄπεστιν, οὐ δικάζουσιν οἱ δύο· εἰ δὲ παρόντες διαφωνοῦσιν, ἡ τῶν δύο ψῆφος νικᾷ. νόμος δὲ νεώτερος ἐθέσπισεν, ἵνα ἐὰν διαφωνήσωσιν οἱ δικασταί, ἕκαστος τὴν ἰδίαν γνώμην ἐγγράφως ποιῇ· ἐντεῦθεν διορισάμενος, ἵνα μὴ τῷ πλήθει, ἀλλὰ τῷ δικαίως λέγοντι προσέχωμεν καὶ προστιθώμεθα.
74
pr.Οἱ στρατιωτικοὶ ἄρχοντες δικαζέτωσαν τοῖς στρατιώταις ἐπὶ στρατιωτικαῖς καὶ μόναις αἰτίαις.
75
pr.Οὐ δίδοται δικαστὴς, ὃν ὀνομαστὶ τὸ ἓν μέρος αἰτήσει, εἰ μὴ βασιλεὺς ἰδικῶς ἐπιτρέψει.
76
pr.Ἡ διάταξις κελεύει ἐξουσίαν ἔχειν τὸν δικαστὴν ἕνεκεν συμβολαίων ἢ προσώπων συμβαλλομένων τῆ δίκῃ παρέχειν δικαζομένοις προθεσμίαν· εἰ μὲν ἐν αὐτῇ τῇ ἐπαρχίᾳ, καθ ' ἣν ἡ δίκη λέγεται, φασὶ ταῦτα τυγχάνειν, μὴ περαιτέρω τριῶν μηνῶν προθεσμίαν παρεχέτω· εἰ δὲ ἐν ἑτέρᾳ ὑπάρχει, ἓξ μῆνες λόγῳ προθεσμίας παρασχεθήσονται· εἰ δὲ ἀπὼν εἴη, ἐννέα μηνῶν ἐκχωρείσθω διάστημα.
77
pr.Μόνας διηνεκεῖς ποιείτω τὰς ἀγωγὰς ἡ τοῦ βασιλέως ἀντιγραφή.
78
pr.Ἀργείτω πᾶσα οἱαδήποτε πρὸς τὸν τυχόντα δικαστὴν ἀντιγραφὴ γενικῷ παλαιουμένη νόμῳ ἢ τὸν δημόσιον καταβλάπτουσα.
79
pr.Ὁ βασιλεὺς τοῖς νόμοις οὐχ ὑπόκειται, τουτέστιν ἐὰν ἁμαρτήσῃ, οἰ κολάζεται. ἡ αὐγούστα δὲ ὑπόκειται· δίδωσι δὲ [αὐτῇ] ὁ βασιλεὺς τὰ ἑαυτοῦ προνόμια. οὐ δεῖ δὲ δικάζειν ἢ ἀποκρίνεσθαι ἀπὸ προκομιδῆς μέρους νόμου.
80
pr.Αἱ μεταγενέστεραι διατάξεις ἰσχυρότεραί εἰσι τῶν προτέρων. καὶ κατὰ βασιλέως οἱ γενικοὶ κρατείτωσαν νόμοι· καὶ πᾶσα παράνομος ἐκβαλλέσθω ἀντιγραφή. τὰ δὲ παρὰ βασιλέως διὰ κρίσεως παρισταμένων τῶν δύο μερῶν ἀποφανθέντα οὐ δέεται ὅλως τῆς ἑτέρων ἀναψηλαφήσεως ἢ ἐξετάσεως.
81
pr.Βασιλέως ἀκροωμένου οὐκ ἔξεστιν αἰτεῖν προθεσμίαν, ἐπειδὴ ἐμπαράσκευοι ὀφείλουσιν εἶναι οἱ παρὰ τῷ βασιλεῖ διαγινωσκόμενοι '.
82
pr.Περὶ συνηγόρων. – Ὁ δι᾽ ἀπληστίαν τῷ οἰκείῳ συνθέμενος πρόσφυγι, ὥστε φανερὰν τῆς δίκης μοῖραν μετὰ νίκην λαβεῖν, καὶ ἐπιμείνας, τοῦ συνηγορεῖν ἐκβαλλέσθω.
83
pr.Ἡ διάταξίς φησι, μηδέποτε τὸν αὐτὸν καὶ δικολογεῖν καὶ δικάζειν· μηδὲ ἐξεῖναι τῷ δικολόγῳ τὸν αὐτοῦ διάδικον ἢ φανερῶς ἢ λαθραίως ἱβρίσαι. ἐὰν δὲ ὑβρίσῃ, ἀτιμούσθω.
84
pr.Ἀλλὰ μηδὲ σύμφωνον ἢ συνάλλαγμα περὶ τῆς δίκης ἢ τοῦ μισθοῦ ποιεῖσθαι.
85
pr.Τοὺς δὲ δικολόγους τοὺς δυναμένους λαμβάνειν μισθὸν μετ᾿ εὐχαριστίας δέχεσθαι τοὺς ἑκουσίως καὶ μόνους φερομένους μισθούς.
86
pr.Αξιωματικοὺς δὲ μὴ κατά τινα τρόπον ἐπὶ μισθῷ συνηγορεῖν. εἰ δὲ βούλονται συνηγορεῖν, ἐπὶ αὐξήσει καὶ μόνῃ τῶν ἰδίων ἐπαίνων τοῦτο ποιείτωσαν. συνήγοροι δὲ καθ᾽ ἕκαστον δικαστήριον ὑπῆρχον ἀφωρισμένοι τὸ παλαιὸν, ἵνα προσεδρευόντων αὐτῶν αἱ δίκαι παρέρχωνται. ἑκατὸν πεντήκοντα παρηκολούθουν τῷ ἐπάρχῳ τῶν πραιτωρίων· ὡσαύτως καὶ τῷ ἐπάρχῳ τῆς πόλεως.
87
pr.Ὅσα παρὰ τῶν δικαζομένων ἢ τῶν συνηγόρων παραλιμπάνεται, παρὰ τῶν δικαζόντων ταῦτα ἀναπληρούσθωσαν.
88
pr.Ἐντολή ἐστιν, ὅταν τὶς ἀξιώσῃ τινὰ ἀγοράσαι πρᾶγμα εἰς πρόσωπον αὐτοῦ ἢ μισθώσασθαι ἢ ἄλλο τὶ ποιῆσαι. καὶ ὁ καταδεξάμενος τὴν ἐντολὴν, εἰ μὴ τελειώσῃ αὐτὴν ἢ παρὰ τὴν ἐντολὴν πράξῃ, ἐνάγεται εἰς τὸ διαφέρον.
89
pr.Θέσπισμα τοῦ ἀοιδίμου βασιλέως κυροῦ λέοντος τοῦ σοφοῦ περὶ τῶν κτιζόντων ἐν ἀγρωτικοῖς τόποις, ἵνα ὁ κτίζων πλησίον γυμνοῦ τόπου γείτονος, εἰ μὲν ἀφθονία ἐστὶ τοῦ τόπου, ἀποφεύγῃ δύο τόξων βολήν· εἰ δὲ ἔνδεια, ἑνὸς τόξου βολήν.
90
pr.Ἀλλὰ καὶ περὶ τῶν ἐποχῶν νενομοθέτηται, ἵνα ὁ νεμηθεὶς ἀλλότριον πρόθυρον δι᾽ ἐποχῆς, ἐπὶ δέκα ἐνιαυτοὺς παρόντος καὶ τοῦ δεσπότου τοῦ τόπου, εἴκοσι δὲ ἀπόντος, μὴ ἐκδιώκηται. πλὴν μηδὲ τὸν δεσπότην στερεῖσθαι τοῦ προ θύρου κέρδους, ἀλλὰ λαμβάνειν τὸ ἐπιλαγχάνον αὐτῷ τοπιατικόν.
91
pr.Καὶ ὅτε νέα ἐποχὴ μέλλει στῆναι, ὀφείλει ἔχειν διάστημα ἐν μέσῳ ἀπὸ τρανέας ἕως τρανέας ὀργυιῶν τξε΄. καὶτὸ δὴ θαυμασιώτερον, ἵνα ὅταν τὶς ἔχῃ πρόθυρον θαλάσσιον, μὴ ἐξαρκῇ δὲ τοῦτο εἰς τὴν περίληψιν τοῦ τῆς ἐποχῆς κατέργου, καταναγκάζει τὸν γείτονα καὶ ἄκοντα ἐφιέναι αὐτῷ ἐξαπλοῦν καὶ εἰς τὸ πρόθυρον ἐκείνου τὴν ἐποχὴν, καὶ κοινωνὸν προσλαμβάνεσθαι τοῦ ἐκ τῆς ἄγρας κέρδους. καὶ ἡ διασκευή ὡραιοτάτη. φιλάνθρωπον γὰρ ἴσμεν καὶ ἄκοντά τινα μετασχεῖν εὐεργεσίας. ἐνταῦθα δὲ πολὺ μείζων ἡ φιλανθρωπία, μὴ μόνον ἄκοντος εὐεργετουμένου τοῦ μὴ συνιέντος τῆς εὐεργεσίας, ἀλλὰ καὶ τοῦ παραλόγως αὐτῆς ἀποστερουμένου μὴ τὴν ἀποστέρησιν ὑπομένοντος.
92
pr.' Νεαρὰ τοῦ βασιλέως κυροῦ ῥωμανοῦ τοῦ πρεσβύτου περὶ προτιμήσεως. Ὁ δὲ κῦρις ῥωμανὸς ἐκεῖνος ὁ πρεσβύτης ἐνομοθέτησεν, ὡς εἴπερ περὶ προτιμήσεως κινηθῇ δικαστήριον, τυχὸν ἀπὸ ἴσου προσώπου πρὸς ἴσον τῆς πράξεως γενομένης, ἐθέσπισεν, ἵνα πρῶτοι κληθῶσιν οἱ ἀναμὶξ συγκείμενοι συγγενεῖς· εἶτα οἱ οὕτως συμπεπλεγμένοι κοινωνοί· καὶ μετὰ τούτους οἱ μόνον ἀναμεμιγμένοι εἰ καὶ ξένοι τυγχάνοιεν· ἔπειτα οἱ συμπαρακείμενοι ὁμοτελεῖς· μετέπειτα οἱ ἁπλῶς ἔν τινι μέρει συναπτῶς ἡνωμένοι. ὁμοτελεῖς δὲ ἐκάλεσε τοὺς ὑπὸ τὸν αὐτὸν ὑποτεταγμένον ἀναγραφομένους. κατὰ πρόφασιν δὲ προικὸς καὶ προγαμιαίας δωρεᾶς ἢ ἁπλῆς ἢ θανάτου αἰτίᾳ δωρεᾶς ἢ ἐκ διαθήκης ἢ ἀνταλλαγῆς ἢ διαλύσεως ἄδειαν δέδωκε τὴν ἐκποίησιν γίνεσθαι καὶ μὴ προτίμησιν κινεῖσθαι κατ᾿ αὐτῶν. εἰ δὲ ὑπολαμβάνει τὶς προσποίησιν τούτων τινὰ ἐν τῷ φανερῷ, λαθραίως [δὲ πρᾶξιν γενέσθαι ἢ μίσθωσιν, ἔξεστί, φησι, τῷ ἀνακοίνωσιν ἔχοντι ὅρκῳ καθυποβάλλειν τοὺς συναλλάσσοντας.
93
pr.Ἑτέρα νεαρὰ τοῦ βασιλέως κυροῦ κωνσταντίνου περὶ τοῦ αὐτοῦ. – Παλαιὸς νόμος ἐστὶ μηδένα κωλίεσθαι μήτε παρὰ συγγενῶν μήτε παρὰ κοινωνῶν τὸ ἴδιον ὅπου βούλεται πωλεῖν καὶ διῃρημένως καὶ ἐξ ἀδιαιρέτου, εἰ καὶ ἕτερος νόμος τουναντίον ἀπαγορεύει, μὴ ἐξεῖναι πιπράσκειν ἑτέρῳ ἢ μόνοις τοῖς τῆς ἰδίας μητροκωμίας οἰκήτορσιν. ἡμεῖς δὲ πολλὴν τιθέμενοι πρόνοιαν τῶν ἡμετέρων ὑπηκόων σαφῆ καὶ σύντομον λόγον θεσπίζομεν, ἐν πάσῃ πόλει καὶ χώρᾳ καὶ ἐπαρχίᾳ, ἵνα εἴ τινες λοιπὸν ὡς ἀπὸ συγγενείας διῃρημένως ἢ ἀδιαιρέτως, ἢ ὡς ἐκ κοινῆς ἀγορασίας ἢ ἄλλης τοιουτοτρόπου δεσποτείας ἢ κτήσεως, ἢ οἱ μὲν ἐκ συγγενείας ἢ ἐξ ἐπικτήσεως, ἐπίκοινον οἰκίαν ἢ ἀγρὸν ἢ ἀμπελῶνα ἢ ἕτερον οἱονοῦν ἀκίνητον ἔχοντες, ἢ ἄλλως καὶ οὐχ ὡς ἐξ ἐπικοίνου τοῖς ἐγγίζουσι κτήμασι κατά τι μέρος ἀναμεμιγμένοι ἢ συμπαρακείμενοι ὁμοτελεῖς, βουληθεῖεν ἐκποιεῖσθαι τὰ ἴδια κατὰ πρᾶσιν ἢ ἐμφύτευσιν ἢ μίσθωσιν, μὴ πρότερον ἑτέρῳ τινὶ ἐκποιείτωσαν εἰ μὴ πρὸς ἐκείνους διαμαρτύρωνται, οὓς καλοῦμεν κατὰ τάξιν εἰς τὴν προτίμησιν· ἵνα πρῶτοι κληθῶσιν οἱ ἀναμὶξ συγκείμενοι συγγενεῖς, εἶθ᾽ οὕτως οἱ συμπεπλεγμένοι κοινωνοὶ, μεθ᾽ οὓς οἱ μόνον ἀναμεμιγμένοι καὶ μὴ ὄντες συγγενεῖς, εἰ καὶ ξένοι πάντη τῷ ἐκχωροῦντι τυγχάνοιεν· ἔπειτα οἱ συμπαρακείμενοι ὁμοτελεῖς· μετέπειτα οἱ ἁπλῶς ἔν τινι μέρει συνηνωμένοι. ὁμοτελεῖς δὲ φαμεν πάντας τοὺς ὑπὸ τὸν αὐτὸν ὑποτεταγμένον ἀναγραφομένους, κἂν ἐν διαφόροις τόποις τὰ ἴδια τελέσματα καταβάλλωνται. πέριξ δὲ πολλῶν τοῦ πιπρασκομένου παρακειμένων ἢ τοῦ ἐκχωρουμένου κτήματος ὁμορούντων, πᾶσι κατὰ τὴν αὐτὴν τάξιν ἡ περὶ προτιμήσεως διαμαρτυρία ἐκτελείσθω, ἵνα τῶν πρωτιμωμένων ἴσως παραιτουμένων οἱ ἐφεξῆς καλοίμενοι, εἴγε βούλοιντο, συναλλάξαιεν. εἰ μέντοι πάντες ἐκ τῶν ἴσων ἔρχονται προνομίων, ὡς κατὰ μηδὲν ἀλλήλων προκεκρίσθαι ἐπὶ τῇ τοιαύτῃ προκλήσει, ἡ αὐτὴ πᾶσιν ὁμοίως γινέσθω προσφώνησις, ἵνα ἐντὸς λ΄ ἡμερῶν τὸ ἄξιον τίμημα, ὅπερ ἀῤῥαδιουργήτως ἕτερος ἀγοραστὴς χωρὶς λόγου δίδωσιν, ἀνυπερθέτως καταβάλωνται καὶ ἀναλόγως ἀφ᾽ ἑαυτῶν ἢ ἐκ τινος ἀρχῆς τοῦτο μερίσωνται. ἕσοι δὲ μὴ ἐκπροθέσμως τὴν ἐπιβάλλουσαν αὐτοῖς παράσχοιεν ἀποτίμησιν, οὐκέτι δίκαιον ἕξουσι προτιμήσεως, πλὴν εἰ μή τις αὐτῶν αἰχμάλωτός ἐστιν ἢ περιωρισμένος ἢ ἐξόριστος, ἢ ἐν δημοσίαις ἢ καὶ ἰδίαις χρείαις ἀδόλως ἀπολιμπάνεται, ἢ οὔπω τὸν κε΄ χρόνον τῆς ἰδίας διήνυσεν ἡλικίας. τούτων γὰρ οἱ τὴν διοίκησιν τῶν προσόντων ἀναδεδεγμένοι ἐντὸς δ΄ μηνῶν μετὰ τῶν συμπαρακειμένων νέων ἀγοραστῶν πρὸς τὸ ἀναλογοῦν συνεισέρχονται, ἀναπληροῦντες αὐτοῖς τὸ ἀνῆκον τίμημα μετὰ τοῦ νομίμου τόκου καὶ τῶν ἀναγκαίων ἀναλωμάτων· τοὺς δὲ ξένους ἀγοραστὰς ἀπωθοῦνται τελείως, τὸ τίμημα μετὰ τῶν τόκων καὶ τὰς ὡς εἰκὸς δαπάνας ἀναδιδόντες αὐτοῖς. εἰ δὲ οἱ τῶν εἰρημένων προσώπων διοικηταὶ ὑφορῶνται, μήπως τὸ παρ᾽ αὐτῶν πραχθὲν ἐκεῖνοι δεκτὸν οὐχ ἡγήσωνται, μετ᾿ ἐγγράφου νομικῆς διαγνώσεως ἢ ἀποβαλλέσθωσαν ἢ καταδεχέσθωσαν τὸ συνάλλαγμα. εἰ δὲ καὶ πρὸς τοῦτο ῥᾳθυμήσουσιν, οἴκοθεν αὐτοῖς παρεχέτωσαν πᾶν κέρδος καὶ πᾶσαν ὠφέλειαν, ἣν ἔμελλον ἕξειν ἐκεῖνοι, εἴπερ ἔσπευσαν οὗτοι πρὸς τὸ συνάλλαγμα. ταῦτα μὲν ἐπὶ συγγενῶν καὶ κοινωνῶν καὶ συμπαρακειμένων ὁμοτελῶν. ἀλλὰ καὶ ἐπὶ τῆς ὁμάδος τῶν καλουμένων χωρίων ἢ ἀγριδίων πολλῷ μᾶλλον κρατείτω, ἵνα καὶ οἱ οἰκήτορες αὐτῶν πρὸς ἀλλήλους ἔχωσι τὴν προτίμησιν. εἰ δὲ πάντες παραιτήσονται οἷς δίδοται ἡ προτίμησις, ἢ δείκνυνται ὅτι αἴτιοι χρηματικῆς ζημίας ἢ σωματικῆς ἐπιβουλῆς τε καὶ ἀτιμίας τραχείας τῷ ἐκποιοῦντι καὶ τῇ αὐτοῦ φαμιλίᾳ, οὐ κατὰ τύχην ἀλλ᾽ ἐκ προνοίας, δι᾽ ἑαυτῶν ἢ διὰ τῶν προσηκόντων αὐτοῖς αἴτιοί εἰσι γεγονότες, τοὺς τοιούτους ἄκοντος τοῦ πεπονθότος κατ᾿ οὐδένα τρόπον εἰς τὴν ἐκείνου κτῆσιν κελευόμεθα εἰσενεχθῆναι. κατὰ πρόφασιν μέντοι προικὸς ἢ προγαμιαίας δωρεᾶς ἢ ἁπλῆς ἢ θανάτου αἰτίᾳ δωρεᾶς ἢ διαθήκης ἢ ἀνταλλαγῆς ἢ διαλύσε ως καὶ οἰκεῖοι καὶ ἐξωτικοὶ ἐκποιείτωσαν ἅπαντες· μόνον ἵνα μή τις κατὰ σκῆψιν λάθρα πωλήσας ἢ μισθώσας τοῖς μὴ προτιμωμένοις, ἐν τῷ φανερῷ δωρεῖσθαι ἢ λεγατεύειν ἤ τι τῶν εἰρημένων προσποιήσηται. διὰ ταῦτα γὰρ καὶ ὅρκον τοῦ τε διδόντος καὶ τοῦ λαμβάνοντος οἱ τὸ δίκαιον τῆς προτιμήσεως ἔχοντες δύνανται ἀπαιτεῖν. εἰ δὲ οἱ ἐκποιοῦντες πρὸς περιγραφὴν τῆς ἡμετέρας νομοθεσίας ἄλλο τὶ πρᾶξαι τολ μήσουσι, καὶ ἄλλο τὶ ἐκ τοῦ φανεροῦ προσποιήσονται, εἰ μὲν μετὰ τὸν ὅρκον ἐλεγχθῶσιν, αὐτοί τε καὶ οἱ οὕτω αὐτοῖς δολερῶς συναλλάξαντες τὰς τῆς ἐπιορκίας ποινὰς ὑφέξουσι, καὶ ὁ μὲν τοῦ κτήματος, ὁ δὲ τοῦ λάθρα καταβληθέντος τιμήματος ἐκπεσεῖται, καὶ ἀμφότερα τῷ δημοσίῳ εἰσκομισθήσονται, ἵνα ὑπὸ τοῦ δημοσίου εἰς τοὺς πλησιάζοντας διαπραθῶσιν. εἰ δὲ πρὸ τοῦ ὅρκου φωραθεῖεν τοιοῦτόν τι διαπραξάμενοι, καὶ τὸ πραχθὲν ἄκυρον ἔσται, καὶ τὸ κτῆμα ὁ ἅπαξ πειραθεὶς ἐκποιῆσαι καὶ ἄκων ἀπεμπολῆσαι ἀναγκασθήσεται εἰς ἐκείνους, οἷς δεδώκαμεν τὴν προτίμησιν. τοῖς δυνατοῖς ἀπαγορεύομεν τοῦ λοιποῦ υἱοθεσίας τρόπῳ ἢ ἀπὸ δωρεᾶς ἁπλῆς ἢ θανάτου αἰτίᾳ ἢ ἐκ διαθήκης ἢ κατὰ μόνην χρῆσιν ἢ ὡς ἐπί τινι προστασίᾳ καὶ συνδρομῇ λαμβάνειν τὶ παρὰ τῶν εὐτελεστέρων, εἰ μὴ ἄρα συγγενεῖς αὐτῶν εἶεν. ἀλλὰ μηδὲ νέας ἀγορασίας ποιεῖσθαι ἢ μισθώσεις ἢ ἀνταλλαγὰς ἔν τισι χωρίοις ἢ ἀγριδίος, ἐν οἷς οὐκ ἔχουσιν ἴδια κτήματα. ἐκεῖνοι δὲ νοείσθωσαν δυνατοὶ, οἵτινες κἂν μὴ δι᾽ ἑαυτῶν, ἀλλ᾽ οὖν καὶ διὰ τῆς ἑτέρων δυναστείας, πρὸς οὓς πεπαῤῥησιασμένως ὠκείωνται, ἱκανοί εἰσιν ἐκφοβῆσαι τοὺς ἐκποιητὰς, ἢ πρὸς εὐεργεσίας ὑπόσχεσιν τὴν πληροφορίαν αὐτοῖς παρασχεῖν. εἰ δὲ τῶν εἰρημένων δυνατῶν προσώπων τὶς τοιοῦτόν τι ἐγχειρήσει διαπράξασθαι, καὶ τοῦ κτήματος στερηθήσεται καὶ τὴν ἀποτίμησιν αὐτοῦ τῷ δημοσίῳ εἰσπραχθήσεται '.
94
pr.Ἡ γεγενημένη νομοθεσία περὶ προτιμήσεως ἀπαγο-- ρεύει δυνατοῖς προσώποις υἱοθεσίας τρόπῳ ἢ ἀπὸ δωρεᾶς ἁπλῆς ἢ θανάτου αἰτίας ἢ ἐκ διαθήκης ἢ κατὰ μόνην χρῆσιν ἢ ὡς ἐπί τινι προσταστίᾳ καὶ συνδρομῇς λαμβάνειν τὶ τῶν εὐτελεστέρων, εἰ μὴ ἄρα συγγενεῖς αὐτῶν εἶεν· ἀλλὰ μηδὲ νέας ἀγορασίας ποιεῖν ἢ μισθώσεις ἢ ἀνταλλαγὰς ἐν χωρίοις ἢ ἀγριδίοις, ἐν οἷς οὐκ ἔχουσιν ἴδια κτήματα. λέγει δὲ τὸν πωλοῦντα μὴ πρότερον πωλεῖν ἑτέρῳ τινὶ τὸ πιπρασκόμενον, εἰ μὴ τοῖς προτιμωμένοις διαμαρτύρηται.
95
pr.Πρόσταξις τοῦ ἀοιδίμου βασιλέως κυροῦ ἀλεξίου χάριν τοῦ μὴ ἁρπάζεσθαι τὰ τοῖς τελευτῶσιν ἐπισκόποις ἀνήκοντα παρὰ τῶν πρακτόρων, τάδε κατὰ ῥῆμα διεξιοῦσα· Πρᾶγμα καὶ εἰς θεοῦ τολμώμενον περιφρόνησιν καὶ εἰς ἀθέτησιν θεσμῶν φυσικῶν παρὰ τῶν (ὅ φασι) μήτε θεοῦ ὄπιν μήτ᾿ ἀνθρώπων νέμεσιν ὑφορωμένων ὡς ἔοικεν οὐκ ἀνεκτὸν ὅλως ἐλογίσθη τῇ βασιλείᾳ μου εἰς ἀκοὰς αὐτῇ πεπτωκός. ἔνθεν τοι καὶ ὡς πάντη τοῦ τῶν χριστωνύμων ἀνάξιον ἐπαγγέλματος διορθοῖται τοῦτο ἡ βασιλεία μου. ἀνηνέχθη γὰρ αὐτῇ, ὡς ἐν ταῖς ἀπὸ τοῦ ζῆν ἐκδημίαις τῶν ὁπουδήποτε ἀρχιερατευόντων ἐν ταῖς ἁγιωτάταις τοῦ θεοῦ ἐκκλησίαις, πῆ μὲν καὶ πρὸ τῆς αὐτῶν ἐκφορᾶς, πῆ δὲ καὶ μετὰ τὴν ἐκφορὰν, οἱ κατὰ χώραν ἐνεργοῦντες προφάσει τῆς αὐτῶν τελευτῆς τῶν τε κελλίων αὐτῶν ἀπανθρώπως κατεπεμβαίνουσι καὶ τῶν ὑπὸ τὰς λαχούσας αὐτοὺς ἐκκλησίας ἀκινήτων· καὶ ἀφαιροῦνται μὲν ἅπαντα τὰ ἐν τούτοις παρευρεθέντα τῶν ὑπαρχόντων αὐτοῖς, καθολικὴν δὲ ποιοῦνται τῶν τοιούτων ἀκινήτων ἀπαίτησιν, καὶ παντοίως ἑτέρως ταῦτα συντρίβουσιν. ἡ γοῦν βασιλεία μου μηδὲ μέχρι καὶ εἰς ἄκουσμα μόνον ἀνασχετὴν ἡγησαμένη τὴν ταιαύτην τόλμαν αὐτῶν, ἵνα μὴ καὶ τῆς ἐπὶ τοῖς θανάτοις τῶν ἀρχιερέων ἐπιούσης ταῖς κατ᾿ αὐτοὺς ἐκκλησίαις ζημίας καὶ συμφορᾶς οὗτοι βαρυσυμφορώτατοι γίνοιντο καὶ τῆς ἐπ᾿ αὐτοῖς ἀνίας ἀνιαρώτεροι, διορίζεται διὰ τῆς παρούσης προστάξεως, μηκέτι παρὰ τῶν κατὰ χώραν τὰς δουκικὰς ἀρχὰς διεπόντων ἢ ἀναγραφὰς ἢ ἕτερ᾽ ἄττα δικαίῳ τοῦ δημοσίου ἐνεργούντων τοιοῦτόν τι κατὰ τῶν ἁγιωτάτων ἐκκλησιῶν ἢ τῶν ὑπ᾿ αὐτὰς ἀκινήτων ἢ τῶν κελλίων τῶν ἀρχιερέων ἐν ταῖς αὐτῶν τελευταῖς τοῦ λοιποῦ νεωτερισθῆναι. ἀλλ᾽ εἰ μὲν ἐνδιαθήκως οἱ ἀρχιερεῖς τελευτῷεν, κατὰ τὰς αὐτῶν βουλάς τε καὶ διατάξεις ἅπαντα γίνεσθαι, ὅσον ἐν τοῖς παρευρισκομένοις ἐν τοῖς κελλίοις αὐτῶν· εἰ δ᾽ ἴσως καὶ ἀδιάθετοι ἀπαλλάττοιντο, πάντα καὶ οὕτω συντελεῖσθαι κατὰ τὸ τοῖς ἱεροῖς κανόσι καὶ τοῖς νόμοις δοκοῦν. τοῖς ἀκινήτοις μέντοι τῶν χηρευουσῶν ἐκκλησιῶν οὐδὲ πόδα ὅλως ἐπιβαλεῖ τις τῶν κατὰ χώραν δουκῶν ἤ τινων ἑτέρων, ὡς εἴρηται, οὐδὲ τὸ οἱονοῦν ἐκεῖθεν ὁπωσοῦν ἀναλήψεται· ἀλλὰ πάντα παρὰ τῶν μερῶν τῶν τοιούτων ἐκκλησιῶν ἐν αὐτοῖς οἰκονομηθήσεται, καθὼς ἄρα καὶ περὶ τούτου νομίμως καὶ κανονικῶς διηγόρευται, μέχρις ἂν δηλαδὴ οἱ μετὰ τοὺς τεθνηκότας ἀρχιερεῖς εἰς ἐκκλησίας ἐπικηρυττόμενοι κατὰ χώραν γεγονότες αὐτοὶ τῆς τούτων οἰκονομίας ἀνθέξονται. εἰδέναι ὀφείλοντος τοῦ εἰς ἀθέτησίν τινος τῶν ἐν τῇ παρούσῃ προστάξει τῆς βασιλείας μου διωρισμένων χωρήσοντος, ὡς εἰ καὶ θεὸς ἐπὶ τῷ τοιούτῳ αὐτοῦ τολμήματι πρός γε τὸ παρὸν παρασιωπήσεται, πάντως εἰς τὸ μέλλον αὐτῷ τὴν ἀξίαν δίκην ταμιευόμενος, ἀλλ᾽ ἡ βασιλεία μου καὶ εἰς τὸ παρὸν πικρότερον αὐτὸν μετελεύσεται, σωματικαῖς ποιναῖς αὐτὸν καθυποβαλοῦσα, μελῶν τε οἰκείων ἀκρωτηριασμοῖς καὶ τῶν ὑπαρχόντων δημεύσει καὶ ὑπερορίᾳ μακρᾷ. οὐ μόνον γὰρ εἰς τὸ ἁπλοῦν ἀπεντεῦθεν ἀποδώσει ὁ τοιοῦτος τῇ· ἐκκλησίᾳ τὸ ἐξ αὐτῆς τοιουτοτρόπως παρ᾽ αὐτοῦ ἀφαιρεθησόμενον, ἀλλὰ καὶ πρὸς τοῦ δημοσίου εἰς τὸ διπλοῦν ἀσυμπαθῶς ἀπαιτηθήσεται τὴν τοιαύτην ποσότητα· εἰδήσεως ἀκριβεστάτης διδομένης περὶ τούτου παρὰ τοῦ τηνικαῦτα ἀρχιερέως τῷ κατὰ τὴν ἡμέραν μυστικῷ, ὃς καὶ ὀφείλει καὶ ἄμφω οἰκονομεῖν, πρόφασιν δὲ πάντως οὐχ ἕξει περὶ τῆς ἁμαρτίας αὐτοῦ. ἦλθε γὰρ ἡ βασιλεία εὐαγγελικῶς καὶ ἐλάλησεν αὐτοῖς διὰ τῆς παρούσης προστάξεως, ἥτις καταστρωθήσεται καὶ τῷ ἱερῷ χαρτοφυλακίῳ ἐναποτεθήσεται, ἀρκέσουσα ταῖς ἁγιωτάταις ἐκκλησίαις, κἂν ἰσότυπα καὶ μόνα ταύτης πεπιστωμένα παρὰ τῶν μερῶν αὐτῶν ἐμφα νίζηται. ἕξουσι γὰρ πρωτοτύπων ἰσχὺν ταῦτα, καὶ τοῖς πορισαμένοις προσέσονται εἰς ἀσφάλειαν αἰωνίζουσαν.
96
pr.Περὶ τῶν νομίμων ἐπιφωνημάτων. – Ανάγν. καὶ τὴν νεαρὰν τοῦ ἀοιδίμου βασιλέως κυροῦ μανουὴλ τοῦ κομνηνοῦ λέγουσαν οὕτως ἐν μέρει᾽ ἅπας ἐναγόμενος καὶ μετακαλούμενος εἰς τὸ δικαστήριον καὶ μετὰ τρία μηνύματα διὰ τριῶν ἐπιφωνημάτων ἐγγράφων ἐλθεῖν παρεγγυώμενος καὶ μὴ ἐρχόμενος, καταδικάζεται καὶ μονομερῶς. εἰ γοῦν καὶ ἐπίσκοπος μετὰ δόσιν λιβέλλου καὶ ἐγγράφων νομίμων κατηγορηθῇ, καὶ μετακληθῇ πρῶτον μὲν διὰ μηνυμάτων, εἶτα καὶ διὰ τριῶν ἐγγράφων ἐπιφωνημάτων, καὶ οὐκ ἀπαντήσῃ εἰς τὸ δικαστήριον, καταδικασθήσεται καὶ μονομερῶς καὶ καθαιρεθήσεται. τὸ γὰρ καλεῖσθαι ἐνταῦθα κατὰ νόμους νοεῖται ἤγουν δι ' ἐπιφωνημάτων τριακονθημέρων, καὶ μὴ, ὡς τινες εἶπον, διὰ μηνυμάτων ἐγγράφων ὀλιγοημέρων. τοῦτο δὲ ἐλαλήθη διαφόρως ἐπὶ βήματι βασιλικῷ καὶ ἐκρίθη, διὰ τριῶν νομίμων ἐπιφωνημάτων ὀφείλειν μετακαλεῖσθαι τὸν ἐναγόμενον ἐπίσκοπον καὶ οὕτως ἐξ ἀπειθείας καταδικάζεσθαι.
97
pr.Ζήτει καὶ βι. ξ ' τί. λγ ' κεφ. παρατελευταῖον καὶ τί. λδ ' κεφ. κε΄, ἐξ ὧν μαθήσῃ, ὅτι ἄλλως οὐκ ἀναγκάζεται παραστῆναι ὁ κατηγορούμενος ἐπὶ ἐγκλήμασιν, εἰ μὴ πρότερον ἐγγραφαὶ δοθῶσι παρὰ τοῦ κατηγόρου. ζήτει καὶ τὸν ς ' κανόνα τῆς δευτέρας συνόδου περὶ τὸ τέλος.
98
pr.Γίνωσκε καὶ τοῦτο. ἐπὶ δ ' ἢ γ΄ μαρτύρων σταθήσεται πᾶν ῥῆμα. πλὴν τοῦτο μὴ ἀδιστάκτως νοήσεις. ἀλλ᾽ εἰπὲ κατὰ νομικὴν ἀκρίβειαν, ὡς εἰ μὲν χρηματική ἐστιν αἰτίασις καὶ μέχρι λίτρας μιᾶς, δύο μάρτυρες πιστοὶ ἔντιμοι κατὰ τοῦ ἐπισκόπου ἐνωμότως μαρτυροῦντες ἀρκέσουσιν. εἰ δὲ μέχρι ν ' λιτρῶν, τρεῖς. εἰ δὲ τούτων ἐπέκεινα, ε΄. εἰ δὲ οὔκ ἐστι χρηματικὴ αἰτίασις, ἀλλ᾽ ἐγκληματικὴ, διὰ πέντε μα τύρων πιστῶν καὶ ἐντίμων ὀμνυόντων ἡ κατὰ τοῦ ἐπισκόπου αἰτίασις ἀποδείκνυται. καὶ ἀνάγν. τὸν α΄ τί. τοῦ κα΄ βι. τῶν βασιλικῶν πολλάκις τοιαῦτα διδάσκοντα.
99
pr.Περὶ τοῦ μὴ ἀποκινεῖσθαι τὸν δικαστὴν ἀπὸ τοῦ ὀφφικίου αὐτοῦ, εἴπερ συμβῇ ἀσθενῆσαι, φησὶν ὁ νόμος ἐν βι. η΄ τί. α΄ κεφ. δ΄ θέμ. δ΄. ὁ τυφλὸς δὲ καὶ δικάζειν δύναται καὶ οὐκ ἀποκινεῖται τῆς συγκλήτου. ἀρχὴν δὲ νέαν οὐκ ἐγα χειρίζεται· ἣν μέντοι πρὸ τοῦ πάθους εἶχε, μένει ἔχων.
100
pr.Παρακελεύεται ὁ νόμος ἐπὶ ἐγγράφων νομισμάτων λς ' δέχεσθαι ἀριθμὸν μαρτύρων β΄. ἐπὶ δὲ πλείονι ποσότητι νομισμάτων μὴ μετὰ μαρτύρων ἀρκεῖσθαι δύο, ἀλλὰ καὶ τεσσάρων καὶ πέντε '.
101
pr.Εἰσὶν᾽ ἐν συνόψει αἱ ἀγωγαὶ καὶ αἱ ῥοπαί. τί ἐστιν ἀγωγή; ἀγωγή ἐστι δίκαιον τοῦ ἀπαιτεῖν ἐν δικαστηρίῳ τὸ ὁθενδήποτε χρεωστούμενον. – ἡ περὶ ὕβρεως ἀγωγή ἐνεργεῖ μέχρις ἐνιαυτοῦ. – ἡ περὶ δόλου ἀγωγὴ ἐνεργεῖ μέχρι διετίας. ἡ περὶ δόλου ἀγωγὴ ἐνεργεῖ μέχρι τριακονταετίας, σχεδὸν δὲ ἐπεκτείνεται καὶ εἰς τεσσαρακονταετίαν, δηλονότι κινουμένη ἔνδον διετίας. ἡ τοῦ ὑπερθεματισμοῦ ἀγωγὴ ἐνεργεῖ μέχρι τετραετίας. ἡ ἔκκλητος ἀγωγὴ ἐνεργεῖ μέχρι τετραετίας. – ἡ ἐπὶ τῶν παρόντων ἀγωγὴ ἐνεργεῖ μέχρι δεκαετίας. – ἡ τῆς μετενέξεως ἀγωγὴ ἐνεργεῖ μέχρι τετραετίας. – ἐπὶ τῶν ἐν ἐξορίᾳ ἀγωγὴ ἐνεργεῖ μέχρι εἰκοσαετίας. ἡ ἐπὶ τῶν ἐν αἰχμαλωσίᾳ ἀγωγὴ ἐνεργεῖ μέχρι τριακονταετίας. – ἡ ἐπὶ τῆς ἀναργυρίας ἀγωγὴ ἐνεργεῖ μέχρι διετίας. ἡ ἐπὶ τῶν ὀρφανῶν ἀγωγὴ ἐνεργεῖ μέχρι κε ' καὶ ἑτέρων τεσσάρων ἐνιαυτῶν, οἵτινες λέγονται οἱ τῆς ἀποκαταστάσεως, καὶ πληρουμένου τοῦ λ ' ἐνιαυτοῦ ἀποκλείονται. – ἡ ἐπὶ τῶν ἐκκλησιαστικῶν ἀγωγὴ, ἤγουν μοναστηρίων, γηροκομείων, νοσοκομείων, ἐκκλησιῶν, ἐνεργεῖ μέχρι τεσσαρακονταετίας. ὡσαύτως καὶ ἐπὶ τῶν στρατιωτῶν κατὰ τὴν νεαράν. – ἡ ἐπὶ τῶν κινητῶν ἀγωγὴ ἐνεργεῖ μέχρι τριετίας. εἰδέναι δεῖ, ὅτι αἱ χρηματικαὶ ὀφείλουσι τέμνεσθαι μέχρι τριετίας. – εἰδέναι δεῖ, ὅτι τὸ μοιχικὸν, ἀφ᾽ οὗ ἀπάρξεταί τις κατηγρορεῖν, καὶ ἔκτοτε διέλθωσιν ἑξήκοντα ἡμέραι, παύεται δικαίῳ κατηγορίας. – ἡ ἀγωγὴ τῆς μοιχείας ἀπὸ τοῦ ἁμαρτήματος ἐνεργεῖ μέχρι πενταετίας, ἐὰν κινήσῃ τὶς τὸ ἔγκλημα ἀπὸ τῶν ε΄ προσώπων, ἤγουν τοῦ ἀνδρὸς, τοῦ πατρὸς αὐτοῦ, τοῦ ἀδελφοῦ, τοῦ ἀνεψιοῦ, καὶ τοῦ θείου αὐτοῦ. – ἡ περὶ φθορᾶς ἀγωγὴ καὶ τοῦ ἀνδραποδιστοῦ ἐνεργεῖ ὡς προσωπικὰ μέχρι τριακονταετίας. – ἡ τοῦ φόνου ἀγωγὴ ἐνεργεῖ μέχρι εἰκοσαετίας, καὶ κινεῖ αὐτὴν καὶ ὁ τυχὼν ἄνθρωπος καὶ ἡ τάξις καὶ ὁ εὐτελής. – ἡ περὶ πράσεως ἀγωγὴ, οἷον ἀνθρώπου, δούλου, ἵππου ἢ βοὸς, ἐνεργεῖ εἰ εὑρίσκεταί τις ἔχων, μέχρι μηνῶν ἓξ καὶ ἀναστρέφεται. ἡ δὲ μειοῦσα τὸ τίμημα μετὰ τὸ διελθεῖν τὸ ἑξάμηνον μέχρι μηνῶν δώδεκα. εἰδέναι δεῖ ὅτι ἀπὸ τοῦ καιροῦ τοῦ γάμου ἡ ὑποσχεθεῖσα προὶξ, εἰ διέλθη διετὴς χρόνος καὶ οὐκ ἐπιδοθῇ, ἀπαιτεῖται ἔκτοτε ὁ τόκος τῆς προικός. ἡ δὲ ἀγωγὴ ὑποσχεθείσης προικὸς ἐνεργεῖ μέχρι δεκαετίας τοῦ ἀπαιτηθῆναι παρὰ τοῦ ἀνδρὸς καὶ τῶν κληρονόμων αὐτοῦ. ἡ ἀγωγὴ τῆς ἐχούσης προῖκα μετὰ θάνατον τοῦ ἀνδρὸς ἔχει προνόμων ποιεῖν ἀπογραφὴν, εἴ ἐστιν ἔσωθεν τῆς πόλεως, μέχρι τριμηνιαίου ἐνιαυτοῦ, καὶ παραγράφεται τοῖς δανεισταῖς λαμβάνουσα τὴν ἰδίαν προῖκα καὶ τὰ βοηθοῦντα αὐτῇ· εἰ δὲ ἐστιν ἔξωθεν τῆς πόλεως ἐπὶ θεμάτων, ἔχει ἐξουσίαν ποιεῖν ἴμβεντον ἤγουν ἀπογραφὴν μέχρι δωδεκάμηνιαίου ἐνιαυτοῦ. εἰ δὲ ἐμπροθέσμως τὸ ἴμβεντον οὐ ποιήσεται, τότε βοηθοῦνται οἱ δανεισταί. εἰδέναι δὲ δεῖ, ὅτι εἰσὶ πρόσωπα ἁμαρτάνοντα καὶ οὐκ εὐθύνονται, οἷον ὁ μοιχεύων τὴν γυναῖκα τοῦ ἀποδούλου αὐτοῦ, καὶ ὁ μοιχεύων προϊσταμένην καὶ δουλεύουσαν εἰς καπηλεῖον. οἱ γὰρ νόμοι περὶ τῶν εὐϋπολήπτων γυναικῶν σωφροσύνην προενοήσαντο, οὐδένα λόγον θέμενοι τῶν οἰκτρῶν καὶ εὐτελῶν γυναικῶν. καὶ ὁ μοιχεύων πολύφθορον καὶ πολύκοινον ὕπανδρον τῷ τῆς μοιχείας ἐγκλήματι οὐχ ὑπόκειται, εἰ μὴ τῷ τῆς πορνείας. — εἰδέναι δεῖ, ὅτι ὁ ἀνὴρ τιμωρεῖται ὡς μοιχὸς, ἡ δὲ γυνὴ οὐκ εὐθύνεται, ὅταν ἄκουσαν αὐτὴν καὶ βεβιασμένῃ χειρὶ κρατήσῃ, κἂν αὐτὴ ἐρυθριῶσα τὸ γεγονὸς εὐθὺς οὐκ ἀνήγγειλε τῷ ἀνδρὶ παραχρῆμα.
102
pr.Περὶ χρόνων προθεσμίας ἀπὸ ῥοπῆς ἕως ρ ' ἐνιαυτῶν. – Ἠλευθερώθη δούλη..
103
pr.Νομοθεσία παλαιὰ τοῦ βασιλέως ῥωμανοῦ τοῦ γέροντος συντεθεῖσα παρὰ κοσμᾶ μαγίστρου τῷ καιρῷ τοῦ λιμοῦ τῆς α΄ ἰνδ. Νέον νόμον τίθησι ῥωμανὸς ἄναξὃν καὶ πέπομφε λύτρον ἠδικημένοις. Ανθρώποις ἐστὶ ζηλωτὸν καὶ περισπούδαστον, οἷς μέγα καὶ σεβάσμιον τὸ τῆς παντουργοῦ χειρὸς νομίζεσθαί τε καὶ ὀνομάζεσθαι φιλοτέχνημα, τὸ πρὸς τὸν τοῦ παράγοντος μίμησιν τὴν ψυχικὴν παρασκευάζειν διάθεσιν. οἷς δὲ μὴ μέγα τοῦτο καὶ μακάριον λελόγισται, τούτοις ἄρα μετὰ τῆς πλάσεως καὶ ὁ τῆς κρίσεως ἐξαρνεῖσθαι πρόκειται λόγος, καὶ ὑπολέλειπται ὡς ἐν γῇ τὸ πᾶν ἀποδεξαμένοις τῆς βιώσεως, καὶ μόνοις ἐπὶ τῆς γῆς βιοτεύειν αἱρουμένοις, τὸ τῆς οἰκείας ἐπιδείκνυσθαι προαιρέσεως. ἐντεῦθεν ἡ πολλὴ τῶν πραγμάτων ἐπιφορὰ, ἐντεῦθεν ἡ μεγάλη καὶ μακρὰ τῶν πτωχῶν ταλαιπωρία, καὶ ὁ πολὺς στεναγμὸς τῶν πενήτων, δι᾽ οὓς ἀνίσταται κύριος· ἕνεκα γάρ φησι τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι, λέγει κύριος. εἰ θεὸς εἰς ἐκδίκησιν διανίσταται, ὁ καὶ πλάσας ἡμᾶς καὶ σώσας καὶβασιλεύσας, πῶς ἡμῖν ὑπεροφθήσεται, καὶ εἰς τέλος ἐπιλησθήσεται μόνους τοὺς τῆς βασιλείας ὀφθαλμοὺς εἰς παράκλησιν ὁ πένης προσδεχόμενος; διὰ ταῦτα εἰς τὴν τούτων ἐκδίκησιν, οὐ τὰ πρὸς αὐτοὺς ἔναγχος τελεσθέντα τε ἢ τολμώμενα ἐξιᾶσθαι διασκοπήσαντες, ἀλλὰ καὶ κοινῆ διαμένουσαν τῷ πράγματι θεραπείαν ἐπιτιθέμενοι, τὸν παροντα νόμον ἐξεθέμεθα, οἱονεί τινα ἐκβολὴν καὶ καθαρμὸν τῆς ἀπλήστου γνώμης τοῦτον ἐπισκευάσαντες, ὡς μηκέτι τινὰ τῶν οἰκείων ἀλλοτριοῦν, ὡς μὴ καταδυναστεύεσθαι πένητα, ὡς κοινὴν καὶ λυσιτελοῦσαν καὶ θεῷ εὐαπόδεκτον, καὶ τῷ δημοσίῳ πρόσφορον καὶ τῇ πολιτείᾳ χρήσιμον τὴν χρείαν ἔχειν διασκεψάμενοι. οὐδὲ πάλαι μὲν λαθούσης ἡμῖν τῆς προσηκούσης τυχεῖν ἐπιμελείας τῆς τοιαύτης ὑποθέσεως, δι᾽ ἣν καὶ ψῆφοι καὶ κρίσεις τὸ κακοῦργον τῆς γνώμης ἀναστέλλουσαι ἐν πάσαις ταῖς ὑφ᾽ ἡμῶν τεταγμέναις ἀρχαῖς καταπεφοιτήκασι κατὰ τῆς κακίας ἀλλ᾽ ἐπεὶ πολύτροπον ἡ κακία καὶ πολυποικιλώτατον, καὶ ἅπασα μὲν, οὐχ ἥκιστα δὲ πλεονεξία, εἰ μή γε καὶ μᾶλλον, ὡς νόμου καὶ θεσπίσματος λαβὰς διαδιδράσκειν μηχανᾶσθαι, καὶ τὸν ἀλάθητον παρ᾽ οὐδὲν τῆς θείας δίκης τίθεσθαι ὀφθαλμόν· διὰ ταῦτα τοίνυν ἀσφαλεστέρας καὶ ἐπιμελεστέρας ἀναγραφῆς ἠξίωται ταῦτα, τῆς τῶν κακουργούντων βουλήσεως τὰ σοφίσματα ἐκτέμνοντά τε καὶ ἀποῤῥίπτοντα. θεσπίζομεν τοιγαροῦν τοὺς ἐν πάσῃ χώρᾳ καὶ πολιτείᾳ, ἣν μετὰ θεὸν ἡ ὑφ᾽ ἡμῶν διέπει ἀρχὴ, διάγοντας ἐλευθέραν καὶ ἀνενόχλητον τὴν λαχοῦσαν ἔχειν κατοίκησιν. ἀλλ᾽ εἰ μὲν τοῦτο μένει φυλάττων ὁ χρόνος, ἔστω τῆς τῶν τέκνων ἢ συγγενῶν κληροδο σίας τὸ ἐπίκτημα, ἢ τῆς τοῦ κατέχοντος προαιρέσεως τὸ βούλημα συμπληρούμενον. εἰ δὲ, οἷα τῆς ἀνθρωπίνης βιώσεως καὶ τῆς τοῦ χρόνου παλιῤῥοίας, ἀνάγκης ἐπικειμένης ἢ καὶ θελήσεως τυχὸν μόνης ὑποτιθεμένης, τὴν τῶν οἰκείων τόπων ἐπεισάγει ἢ μερικῶς ἢ καθόλου ἐκποίησιν· τοῖς τῶν αὐτῶν ἢ καὶ τῶν ὁμορούντων χωρίων ἢ ἀγρῶν οἰκήτορσιν ἡ ἐξώνησις προσκείσθω, οὐ μίσει καὶ φθόνῳ τῶν ἰσχυροτέρων τοῦτο νομοθετοῦμεν, ἀλλ᾽ εὐνοίᾳ καὶ προστασίᾳ τῶν πενήτων καὶ κοινῇ σωτηρίᾳ διοριζόμενοι. ἀνθ᾽ ὧν γὰρ ἐχρῆν τοὺς ἄρχειν ἐκ θεοῦ λαχόντας, τοὺς δόξῃ καὶ πλούτῳ τῶν λοιπῶν ὑπερανεστηκότας περὶ πολλοῦ τὴν τῶν πενήτων ποιεῖσθαι προμήθειαν, οὗτοι κατάβρωμα τούτους ἔχοντες, ὅτι εἰ μὴ τάχιον ταῦτα κατέχουσι, δυσχεραίνουσιν. εἰ δὲ καὶ μὴ πάντων τὸ τοιοῦτον ἀνοσιούργημα, ἀλλ᾽ ἔστω κοινὸν πᾶσι ἐπὶ τὸ τοῦ νόμου συντήρημα· ὡς ἂν μὴ λάθῃ τῷ σίτῳ συνεισφερόμενον τὸ ζιζάνιον. μηδεὶς οὖν μηκέτι μήτε τῶν περιφανῶν μαγίστρων ἢ πατρικίων, μήτε τῶν ταῖς ἀρχαῖς ἢ στρατηγίαις ἢ πολιτικοῖς ἢ στρατιωτικοῖς ἀξιώμασι τετιμημένων, μήτε μὴν ὅλως τῶς εἰς συγκλήτου βουλὴν ἀπηριθμημένων, μήτε τῶν θεματικῶν ἀρχόντων ἢ ἀπαρχόντων, μήτε τῶν θεοφιλεστάτων μητροπολιτῶν ἢ ἀρχιεπισκόπων ἢ ἐπισκόπων ἢ ἡγουμένων ἢ ἐκκλησιαστικῶν ἀρχόντων, ἢ τῶν τὴν προστασίαν καὶ ἐπικράτειαν τῶν εὐαγῶν ἢ βασιλικῶν οἴκων ἐχόντων, ἢ εἰς οἰκεῖον ἢ εἰς πρόσωπον τῆς βασιλικῆς περιουσίας, ἢ τῆς ἐκκλησίας, ἢ δι᾽ ἑαυτῶν ἢ διὰ παρενθέτου προσώπου τολμήσει μηκέτι εἴτε εἰς χωρίον ἢ ἀγρὸν ἢ καθόλου ἢ μερικῶς ἐπεισελθεῖν, ἢ ἀγορᾶς ἢ δωρεᾶς ἢ κληροδοσίας ἢ ἄλλης οἱασοῦν προφάσεως αἰτίᾳ· ὡς ἀνισχύρου διορισθείσης τῆς τοιαύτης κτήσεως, ἀναργύρως τῶν ἐπικτωμένων μετὰ τῆς προσγινομένης καλλιεργίας πρὸς τοὺς κατέχοντας, ἢ τούτων ἢ συγγενῶν αὐτῶν μὴ προσόντων, πρὸς τοὺς τῶν χωρίων ἢ ἀγρῶν οἰκήτορας χωρεῖν δικαιωθέντων. ἡ γὰρ τῶν τοιούτων ἐπικράτεια προσώπων καὶ τῶν πενήτων τὴν πολλὴν ἐπηύξησε ταλαιπωρίαν, τῷ πλήθει τῶν οἰκετῶν, τῶν μισθαρνούντων, τῶν ἄλλως ἐπιτρεχόντων καὶ συνόντων, τὰς ἐπαναστάσεις, τὰς διώξεις, τὰς ἀγγαρείας ἐπάγουσα, τὰς ἄλλως ἐπακολουθούσας θλίψεις καὶ στενοχωρίας, καὶ τὴν τοῦ κοινοῦ διαφθορὰν τοῖς συνορᾷν δυναμένοις οὐ μακρὰν, εἰ μὴ προφθάσας ὁ παρὼν ἀναστείλῃ νόμος, προυξένησεν. ἡ γὰρ τῶν πολλῶν κατοίκησις πολλὴν δείκνυσι τῆς χρείας τὴν ὠφέλειαν, τὴν τῶν δημοσίων συνεισφορὰν, τὴν τῶν στρατιωτικῶν λειτουργημάτων συντέλειαν. ἃ πάντως ἀπολείψει, τοῦ πλήθους ἐκλελοιπότος. καὶ χρὴ τοὺς τῆς πολιτικῆς ἀσφαλείας ἐχομένους καὶ τὸ ταρακτικὸν ἀποτρίβεσθαι καὶ τὸ βλαβερὸν ἀπωθεῖσθαι, καὶ τὴν τοῦ κοινοῦ συνιστᾶν ὠφέλειαν. καὶ ταῦτα μὲν ὁ μετὰ ταῦτα ἐχέτω καιρὸς, ὑπερ κοινῆς ὠφελείας καὶ καταστάσεως τῶν ἡμετέρων ὑπηκόων. δεῖ δὲ οὐκ ἐπὶ τοῖς μέλλουσι μόνον, ἀλλὰ καὶ ἐπὶ τοῖς φθάσασι τὴν ἐνδεχομένην ἐπεισάγειν θεραπείαν. πολλοὶ γὰρ ἀφορμὴν εὐπορίας τὴν τῶν πενήτων λαβόμενοι ἀπορίαν, ἣν ὁ πάντα φέρων χρόνος ἤνεγκε, μᾶλλον δὲ ἡ τῶν ἡμετέρων πληθὺς ἁμαρτημάτων τὴν θείαν ἐκβιαζομένη φιλανθρωπίαν προυξένησεν, ἀντὶ φιλανθρωπίας, ἀντὶ οἴκτου, ἀντὶ χρηστότητος, λιμῷ πιεζομένους ὁρῶντες τοὺς πένητας, οἱ μὲν ἀργυρίῳ, οἱ δὲ χρυσίῳ, οἱ δὲ σίτῳ, ἢ ἄλλαις τισὶν ἐπιδόσεσιν εὐώνως τὰς τῶν ἀτυχούντων πενήτων ἐξωνήσαντο κτήσεις, βιαιότεροι τῆς προκειμένης ἀνάγκης, καὶ αὐτοῖς τῷ μετὰ ταῦτα χρόνῳ τοῖς ἀθλίοις τῶν χωρίων οἰκήτορσι γινόμενοι ὥσπερ τὶς λοιμικὴ νοσημάτων ἐπιφορὰ ἢ γαγγραίνης δίκην τῷ τῶν χωρίων ἐπεισφρήσασα σώματι καὶ τὴν πανωλεθρίαν ἐπισκευαζομένη. ὅσοι τοίνυν ἀπὸ τῆς παρελθούσης πρώτης ἰνδικτιῶνος, ἤτοι τοῦ λιμοῦ καταλαβόντος ἢ καὶ παρελθόντος, ἀγρῶν ἢ χωρίων ἐγκρατεῖς γεγόνασιν ἢ μερικὰς ἢ καθόλου ἐν αὐτοῖς κτήσεις προσελάβοντο τῶν περιφανῶν, οὓς ἄνωθεν κωλύεσθαι ἡ παροῦσα συγγραφὴ γράφει, τούτους ἀπολαμβάνοντας τὸ παρ᾽ αὐτῶν καταβληθὲν τίμημα ἐκεῖθεν ἐξεοῦσθαι ἢ παρὰ τῶν πρωτοτύπων δεσποτῶν ἢ παρὰ τῶν κληρονόμων αὐτῶν ἢ συγγενῶν· ἢ τούτων ἀπορούντων, παρὰ τῶν ἄλλως συντελούντων ἢ παρὰ τῆς ὁμάδος, τῆς τοῦ τιμήματος ἐπιδόσεως προβαινούσης· ὑπὲρ δὲ τῶν ἐπ᾿ αὐτοῖς καλλιεργημάτων, εὐπορούντων μὲν καὶ βουλομένων τῶν εἰρημένων προσώπων, καταβαλλομένων τὸ ἀνῆκον· ἀπορούντων δὲ ἢ μὴ βουλομένων, τὰς ὕλας ἐπαναλαμβανομένους ἀναχωρεῖν, εἴπερ ἐξ οἰκείων ταύτας ἐξόδων προσέθεντο, καὶ μὴ καὶ ταῦτα τῆς τῶν πενήτων περιουσίας καὶ ἐργασίας ἐπιδείκνυνται. ἀλλὰ ταῦτα μὲν περὶ τῆς ὡς εἰκὸς δοκούσης δικαίας κτήσεως ἐξ ἀγορασίας. δωρεὰς δὲ ἢ κληρονομίας ἢ ἄλλας τοιουτοτρόπους σεσοφισμένας ἐπικτήσεις ἢ ἁρπαγὰς ἀνισχύρους εἶναι καὶ πάλαι καὶ νῦν· διοριζόμεθα, μηδὲν ὑπὲρ αὐτῶν τῶν κακομηχάνων ἐπιζητεῖν δυναμένων, ἀλλὰ προῖκα τοῖς ἰδίοις ἀναδίδοσθαι ταῦτα δεσπόταις, ἢ τυχὸν τούτων ἐξ ἀνθρώπων ἀφανισθέντων, τέ κνοις ἢ συγγενέσιν· ἢ καὶ τούτων ἀπολλυμένων, τοῖς συντελεσταῖς παρέχεσθαι. εἰ δὲ καί τινας εὐνοϊκώτερον τὰ τῆς θείας προνοίας ἐπεῖδεν, ἢ ἄλλοις τισὶν ἀκαταλήπτοις λόγοις πρὸς κρείττονα μετεσκευάσατο τῆς παρούσης ζωῆς κατάστασιν, τῆς ταπεινοτέρας ἀφαρπάσασα τύχης καὶ πρὸς ὑψηλοτέραν μετεωρίσασα· μένειν καὶ αὐτοὺς ἐφ᾿ ἧς ἐξαρχῆς ἔλαχον κληροδοσίας καὶ καταστάσεως δικαιοῦμεν, καὶ μὴ τῷ μέτρῳ τῆς οἰκείας παρεκτεινομένους τύχης ἀτυχεστέρους τοὺς πλησιοχώρους λεηλατοῦντας ἀπεργάζεσθαι. τοῦτο γὰρ τῶν ἐν ὕψει καὶ δόξῃ βιωτικῆς λαμπρότητος γαυρουμένων πρὸς τοὺς ταπεινοτέρους τῶν συναλλαγμάτων ἁρμοδιώτερον ἐπίκλημα τῆς τῶν προσώπων διαφορᾶς, ὡς μὴ κοινὴν καὶ συμφέρουσαν καὶ σύμφωνον τὴν πραγματείαν, οὐ λογισμῶν μόνον προσλήψει, ἀλλὰ γὰρ καὶ πραγμάτων ἀκολουθίᾳ, ἐν πολλοῖς ὁσημέραι ὑποτυπουμένης τε καὶ τρανολογούσης. οἷς πλέον ἐχρῆν ἀνασκοπουμένοις τὰ τῆς θείας πρὸς αὐτοὺς εὐμενείας, εὐνοϊκά - τερον πρὸς τὸ ὁμόχωρον συνδιατίθεσθαι καὶ τὸ ἄδηλον τῆς τύχης ὑπολογιζομένους καὶ τὸ τῆς κρίσεως ἄφυκτον μὴ ἅρπαγμα τίθεσθαι τὰς τῶν πλησίον περιουσίας, εἴπερ μὴ βούλοιντο καὶ αὐτοὶ τῷ προκειμένῳ δικαιοῦσθαι κρίματι. τοὺς δὲ πρὸ τῶν ὡρισμένων χρόνων ἐν κατασχέσει τοιούτων κτημάτων γεγονότας, εἴπερ ἐπὶ τῆς αὐτῆς ἐνορῶνται μένοντες καταστάσεως, μένειν καὶ αὐτοὺς συγχωροῦμεν, τῆς τοῦ πλησίον κτήσεως ἐπίσης τοῖς ἄλλοις τὴν κώλυσιν ἐπιφερομένους. εἰ δὲ φορτικοί τινες καὶ ἐπαχθεῖς πρὸς τοὺς πλησίον διαδείκνυνται, βαρείας τινὰς ἢ συνεχεῖς προξενοῦντες βλάβας τοῖς πένησιν, ἐξωθεῖσθαι τούτους καὶ ἀπελαύνεσθαι, μίσθωμα τῆς χαλεπῆς καὶ ἀπλήστου προαιρέσεως τὴν τῶν οἰκείων ἔκπτωσιν ἀπολαμβάνοντας. ἡ δὲ περὶ τῶν τιμημάτων ἀνάδοσις ἀνωτέρω εἰρημένη, ἐμμελεστέρας δεομένη καὶ λεπτοτέρας ζητήσεως, οὐ φαύλης καὶ ἀλογίστου ἔτυχε διακρίσεως. ἐλευθέρας γὰρ καὶ ἀβιάστου συντελεσθείσης τῆς πράσεως, καὶ δικαίας ἐνορωμένης τῆς καταβολῆς τοῦ τιμήματος, δικαίως καὶ ὁ τῆς ἀντιστροφῆς φυλαχθήσεται λόγος, μικρᾷ τινι παρενθήκῃ θεσπίσματος τὸ τῆς πενίας ἄπορον ἀνακτώμενος, τὸ παρευθὺ μὲν τὴν τῶν τόπων ἀναστροφὴν καὶ ἀπόδοσιν γίνεσθαι πρὸς τοὺς πεπρακότας, ἢ κληρονόμους αὐτῶν ἢ συγγενεῖς, τούτων δὲ μὴ ὄντων, πρὸς τοὺς συντελεστάς. καὶ εὐπόρων μὲν ὄντων αὐτῶν, ἀνταποδιδόναι τὸ ἐξαρχῆς καταβληθὲν τίμημα· ἀπορούντων δὲ, πρὸς τὸ ταχὺ τῆς ἀναδόσεως μὴ προσβιάζε σθαι, ὡς μὴ φορτικωτέραν αὐτοῖς ὀφθῆναι καὶ δυσαχθεστέραν τῆς πρὸς τὸ μέλλον ἐλπιζομένης ὠφελείας τὴν νῦν ἐπιβαρυνομένην εἴσπραξιν. ἄλλως τε δὲ καὶ τὸ περίεργον καὶ ἀνελεύθερον τῆς τῶν πολλῶν γνώμης διὰ τῆς ταχείας εἰσπράξεως οὐκ ἐρυθριάσει μὴ ἀπαράθραυστον μένειν τὴν τῶν τυπωθέντων ἔκβασιν διαμηχανήσασθαι. τοῖς γὰρ ἀπληστίας πάθει καὶ ψυχῆς πενίᾳ πρὸς τοσοῦτον πορισμὸν προστετηκόσι, καὶ μηδὲν αἰχρὸν τῶν εἰς χρηματισμὸν συντελούντων ὑπολογιζομένοις, οὐδὲν ἀτόλμητον οὐδὲ ἀνεπιχείρητον περιλειφθήσεται εἰς τὸν τῆς οἰκείας συμβαλλόμενον προθέσεως συντέλειαν. ἀλλ᾽ εἰς κώλυσιν τῶν καινῶν ἐφευρημάτων καὶ ἐκπλήρωσιν τῶν διορισθέντων ὁ τῆς τριετίας εἰς ἀναμονὴν προκείσθω χρόνος, καὶ τῷ ἀπόρῳ τὴν εὐπορίαν φέρειν δυνάμενος, καὶ τὴν ἀπόδοσιν παρέχειν ταμιευόμενος. δεῖ γὰρ μετὰ τοῦ δικαίου καὶ τοῦ συμφέροντος καὶ τὸ φιλάνθρωπον συνεξυφαίνεσθαι τοῖς θεσμοθετουμένοις καὶ συνεισφέρεσθαι, καὶ ἄλλως δὲ τῆς τοῦ χρόνου ὑπερθέσεως εἰσαχθείσης. ἅπαξ γὰρ τῆς περὶ τούτων ἀποφάσεως ἐξενεχθείσης, τοὺς παρακοῇ τῶν προστεταγμένων ἑαλωκότας οὐ ξένον οὐδὲ ἀλλότριον τῶν οἰκείων πόνων ἀπολαύειν τὰ ἐπίχειρα, καὶ τῶν προσόντων ἀλλοτριοῦσθαι δικαιωμάτων. ἀλλὰ γὰρ ἀεὶ φιλανθρώπῳ τὸ αὐστηρὸν τῆς ἀκριβείας κεραννύντες γνώμῃ, ἀντὶ τῆς προσηκούσης ἐκπτώσεως τὴν τῆς τριετίας ἀναβολὴν διωρισάμεθα, μετρίως μὲν τοὺς ἐξημαρτηκότας κολάζοντες, ἀξίως δὲ καὶ τοὺς ἀξίους ἐλέους τυχεῖν πένητας τῇ ἀναβολῇ ἀγαθύνοντές τε καὶ παρηγορούμενοι, καὶ σύμμετρον ἑκατέροις τὴν θεραπείαν προσφέροντές τε καὶ ἀφοσιούμενοι. ἐπεὶ δέ τινας καὶ πρὸς τοσαύτην χρηματισμῶν ἐληλακότας πρόθεσιν ἀκηκόαμεν, ὡς εὐώνως τὰς τῶν πενήτων, ἀλλὰ πῶς εἴπω; ἐξωνήσασθαι; καὶ μὴ χανδὸν καταπιεῖν κτήσεις; προελέσθαι· τὸ τῆς γνώμης καὶ τῆς πράξεως διάφορον, διάφορον δὲ οὐχ ὁμοίαν τῶν προλαβόντων τὴν διάκρισιν ἐξειργάσαντο. εἴπερ οὖν εὑρίσκεται ὑπὲρ τὸ διπλάσιον ἡ δικαία τῶν πεπραμένων ἀποτίμησις, ἀναργύρως τοὺς ἀγοράσαντας ἀπελαύνεσθαι. εἰ δὲ καὶ μὴ πρὸς τοσοῦτον, ὅμως εἰς παραγραφὴν καὶ βλάβην τῶν πεπρακότων, ἔφθασε δὲ τὴς ἐκεῖθεν προσόδου τὸ κέρδος ἐξισωθῆναι τῇ καταβολῇ τοῦ τιμήματος, μηδὲν αὐτοὺς ἕτερον ἐπιζητεῖν· ἐλαττουμένους δὲ τὸ λεῖπον ἀπολαμβάνειν παρὰ τῶν δικαιουμένων εἰς τὴν τῶν τόπων ἀπόληψιν. ἀλλὰ μηδὲ προφάσει μονάσαντός τινος, ἢ μονάσαι βουλομένου, καὶ τὴν ἰδίαν προσκυρώσαντος τῷ ἱερῷ φροντιστηρίῳ κτῆσιν τὰ καλῶς νῦν δόξαντα σύγχυσίν τινα δέχεσθαι· ἱκανὴν ἐκ τῆς παρούσης διακρίσεως εὐμοιροῦντας ὠφέλειαν τῷ τὴν δικαίαν τιμὴν τοῦ κτήματος ἀπολαμβάνειν, εἰ ἀληθῶς σωτηρίας ἕνεκα τοῦτο, καὶ μὴ δόλῳ καὶ περιεργίᾳ καὶ σεσοφισμένῃ διαπέπρακται περινοίᾳ. τοῦτο δὲ οὐχ ἧττον εἰς λυσιτέλειαν τῶν ἱερῶν οἴκων, ἢ τῶν πενήτων λογισθήσεται, ἀπαλλαττομένων μὲν ἔριδος καὶ φιλονεικιῶν καὶ ἀνελευθέρου κτήσεως, φευγόντων δὲ καὶ οὐκ ἐπιτρεχόντων πτωμάτων αἰτίους εὑρέσεις καὶ κατασχέσεις, ἀνθρώποις τε οὖσι καὶ ἔτι σαρκὶ συνδουλωμένοις, καὶ οὐκ ἀναλώτοις μένειν τοῖς ἀνθρώποις πεπιστευκόσιν ὀλισθήμασιν. ἀλλὰ ταῦτα μὲν φιλανθρωπότερον διωρίσθη, καὶ τὸ τῆς φιλοκτημοσύνης ἀκόρεστον μετριώτερον ἐπιτιμώμενα, καὶ τὸ κοινῇ λυσιτελοῦν εἰσηγούμενα, ὡς μηδένα μηκέτι μήτε τῶν περιβλέπτων μαγίστρων ἢ πατρικίων, μήτε τῶν ἐν ἀρχαῖς ἢ ἐξουσίαις ἢ ὅλως βασιλικοῖς ἀξιώμασι τετιμημένων, ἢ πολιτικῶν ἢ στρατιωτικῶν ἢ θεματικῶν ἀρχόντων ἢ ἀπαρχόντων, μήτε μητροπολιτῶν ἢ ἀρχιεπισκόπων ἢ ἐπισκόπων ἢ ἡγουμένων, ἢ τῶν εὐαγῶν οἴκων προεστώτων, ἢ τῶν ἄλλως κοσμικῆς δόξης τυχόντων, ἀγορᾶς ἢ δωρεᾶς ἢ ἄλλῳ τινὶ τρόπῳ ὑπεισέρχεσθαι εἰς χωρίων ἢ ἀγρῶν κτήσεις. τοὺς γὰρ μετὰ τὴν παροῦσαν διάταξιν τοιοῦτόν τι κατατολμῆσαι βουληθέντας καὶ ἀναργύρως ἐκεῖθεν ἐξελαύνεσθαι κελεύομεν, καὶ τῶν οἰκείων ἐμπονημάτων καὶ καλλιεργημάτων ἀποστερεῖσθαι, καὶ τῷ δημοσίῳ περιφανεῖς μὲν ὄντας τὴν τοῦ ἐπικτήματος τιμὴν καταβάλλεσθαι, οὐκ ὠφελείας ἢ συνεισφορᾶς ἕνεκεν τοῦ δημοσίου, (οἱ γὰρ τὸ τῶν ἄλλων ἀκόρεστον τῆς φιλοκτημοσύνης ἀναστέλλειν σπουδάζοντες πῶς ἂν εἰς οἰκεῖον κέρδος τοῦτο ἀνερυθριάστως διωρισάμεθα, οὐ κοινὴν ὠφέλειαν, ἀλλ᾿ ἰδίαν ποιεῖσθαι ἐλεγχόμενοι;) ἀλλὰ τῆς τῶν πενήτων ἕνεκα προμηθείας· τῶν εὐτελεστέρων καὶ ἀναργύρως διωκομένων καὶ διὰ τῆς προσηκούσης τιμωρίας σωφρονιζομένων. ταῦτα κρατεῖν ὑπὲρ τῆς τῶν ὑπηκόων σωτηρίας βουλόμεθα, ὑπὲρ ὧν πολλὴ καὶ διηνεκὴς ἡμῖν περίκειται πρόνοια. εἰ γὰρ τοσαύτην ἐθέμεθα τῶν ὑπὸ χεῖρα πρόνοιαν, ὡς μηδενὸς φείσασθαι τῶν συντελούντων εἰς ἐλευθερίαν, δι᾽ ἃ καὶ χῶραι καὶ κῶμαι καὶ πόλεις, θεοῦ συνεργοῦντος, ἡμῖν προσεγένοντο τῶν ὑπεναντίων, αἱ μὲν ἔργον πολέμου γενόμεναι, αἱ δὲ τῷ τούτων ὑποδείγματι, καὶ τῷ τῆς ἁλώσεως, καὶ πρὸ τῆς πολεμικῆς ἁλοῦσαι φόβῳ σάλπιγγος προσρυεῖσαι, καὶ τοσαύτην τοῖς ὑπηκόοις παρα σχεθῆναι τῆς πολεμικῆς ἐφόδου τὴν ἐλευθερίαν θεοῦ συνεργοῦντος διηγωνισάμεθα, εὐχῆς καὶ σπουδῆς ἔργον προθέμενοι· οἱ τοίνυν πρὸς τὴν τῶν ἔξωθεν ἐχθρῶν ἐπιφορὰν τοσαῦτα κατεργασάμενοι, τοὺς οἰκείους καὶ ἔνδοθεν ὄντας ἐχθροὺς τῆς φύσεως, τῆς πλάσεως, τῆς εὐνομίας, πῶς οὐκ ἀποτριψόμεθα τῷ δικαίῳ τῆς ἐλευθερίας βουλήματι; τῷ τμητικῷ τῆς παρούσης νομοθεσίας ξίφει δυσχεραίνοντες καὶ βαρυνόμενοι τὸ ἀκόρεστον, τὴν πλεονεκτικὴν ἀποτέμνοντες προαίρεσιν, καὶ τοῦ ζυγοῦ τῆς τυραννικῆς καὶ βαρείας καὶ χειρὸς καὶ γνώμης ἀπαυχενίζοντες τὸ ὑπήκοον. ταῦτα ἐπὶ τῆς αὐτῆς διηνεκῶς μένειν ἰσχύος ἕκαστος τῶν δικάζειν λαχόντων παρασκευαζέτω, εἰς θεοῦ θεραπείαν καὶ τῆς ἐξ αὐτοῦ βασιλείας ἡμῶν εἰς κοινὴν λυσιτέλειαν καὶ ὠφέλειαν.
104
pr.Νεαρὰ τοῦ εὐσεβεστάτου βασιλέως λέοντος περὶ τοῦ μονάζειν δεκαέτη παῖδα '. Τοιγαροῦν σύν τε τῷ ἁγιωτάτῳ πατριάρχῃ καὶ τοῖς θεοφιλεστάτοις μητροπολίταις ἅ τε ὁ μέγας καὶ θαυμαστὸς ἀποθεσπίζει βασίλειος (φημὶ δὴ τὰ κατὰ τὸ ἑκκαιδέκατον τῆς ἡλικίας ἔτος ἢ τὸ ἑπτακαιδέκατον ἀξιοῦσθαι τοῦ μονήρους σχήματος τοὺς ἀσπαζο μένους αὐτὸ), καὶ ἅπερ ἡ ἁγία ἕκτη ἐντέλλεται σύνοδος, δεκάτῳ ἔτει προτρεπομένη τὴν εἰς τὸν τοιοῦτον βίον τῶν προσιόντων παραδοχὴν, ταῦτα διασκοπήσαντες, οὐδετέρου τῶν ἱερῶν νόμων συνείδομεν κατολιγωρεῖν, ἀλλ᾽ ἀξιοῦσθαι μὲν τοῦ σεβασμίου προστάσσομεν σχήματος καθ᾽ ἑκάτερον τὸν χρόνον τοὺς βουλομένους αὐτὸ ἐπανῃρῆσθαι. ἕνεκα δὲ τῆς τῶν ὑπαρχόντων διοικήσεως γνώμην ἰδίαν ἀποφαινόμεθα, τῷ μὲν ἑκκαιδεκάτῳ ἀποκείρασθαί τινα βουληθέντα περὶ τῶν οἰκείων ὡς ἂν βούληται διατίθεσθαι (οἶμαι γὰρ διὰ τοῦτο καὶ τὸν μέγαν βασίλειον τοῦτον ἀποδοῦναι τὸν χρόνον τῇ τοιαύτῃ πράξει, ὡς κατ᾿ ἐκεῖνον τῆς νομίμου ἡλικίας μηδὲν ἐμποδὼν οὔσης εἰς τὸ περὶ τῶν οἰκείων βουλεύσασθαι)· τῷ δέ γε τῷ δεκάτῳ ἔτει πρὸς τὸ σεμνὸν τῆς μοναδικῆς πολιτείας μετατάξασθαι διανοηθέντι μηδὲ τούτῳ κωλύμην ἀπαντᾷν τοῦ σωτηρίου ἐπιχειρήματος (τοῦτο γὰρ ἔοικε συνιδοῦσα καὶ ἡ ἱερὰ σύνοδος συστεῖλαι τὸν χρόνον τῆς εἰς τὸν μονάζοντα βίον προσαγωγῆς), μὴ μέντοιγε λαμβάνειν αὐτὸν ὥσπερ τὴν εἰς τὸν τοιοῦτον βίον εἴσοδον, οὕτω καὶ τὴν ἐξουσίαν τοῦ περὶ τῶν οἰκείων διατίθεσθαι, ἀλλ᾽ ἐπέχεσθαι τοῦ τὰ ὑπάρχοντα διοικεῖν, μέχρις ἂν ἐκεῖνος ὁ καιρὸς ἐπιστῇ, καθ᾽ ὃν τὴν νομίμην συμπλήρωσιν ἡ ἡλικία λαμβάνει τοῦ διατίθεσθαι. εἰ δὲ (οἷα τὰ ἀνθρώπινα) πρὸ τῆς συμπληρώσεως ἐκείνου τοῦ χρόνου ἐξ ἀνθρώπων ἀπίοι, οἰκέται μὲν αὐτοῦ πάντες ἀφείσθωσαν τῆς δουλείας, ἡ δὲ λοιπὴ διχῆ διαιρείσθω περιουσία, διμοιρίᾳ τε καὶ τρίτῳ μέρει, καὶ τὴν μὲν ἡ μονὴ κομιζέσθω, τὸ δὲ τρίτον τοῖς συγγενέσι διδόσθω τοῦ τελευτήσαντος. εἰ δ᾽ οὗτοι μὴ πάρεισι, ἀπερχέσθω καὶ τοῦτο ἔνθα τὸ δίμοιρον προεχώρησεν.