Epit. 1.9
Περὶ τῶν διοικούντων ἀλλότρια πράγματα, καὶ περὶ τῶν προστησάντων δούλους, καὶ περὶ ὑπεξουσίων καὶ πεκουλίων αὐτῶν, καὶ περὶ τῶν ἐπὶ προστασίᾳ διδομένων.
Abrir no leitor do IusCommune →1
pr.Ὁ χειρίζων τινὸς χρήματα καὶ τόκους δίδωσι καὶ τὸν κίνδυνον ὑπομένει ὧν ἐδάνεισεν, εἰ μὴ οἱ δανεισάμενοι τυχηρῶς ἠπόρησαν πρὸ τῆς προκατάρξεως.
2
pr.Ὁ διοικῶν τὰ τοῦ μὴ θέλοντος, ἀλλὰ κωλύοντος αὐτὸν πράγματα οὐκ ἔχει τὴν νεγοτιόρουμ, ἀφ᾽ οὗ μάθῃ δηλονότι διατ. κδ΄ 3. σημ. ἔξεστιν ἡμῖν κρείττονα τὴν αἵρεσιν ποιεῖν τοῦ ἀπόντος, οὐ μὴν δὲ χείρονα.
3
pr.Ὁ τὰ τοῦ ἀπόντος ἀγνοοῦντος πράγματα διοικῶν, δόλον καὶ ἀμέλειαν χρεωστεῖ. καὶ ὁ πλεῖον τοῦ δέοντος δαπανῶν, τὸ δεδοκιμασμένον λαμβάνει.
4
pr.Μήτηρ τροφὰς καὶ ἀναλώματα παρὰ τῶν παίδων οὐ δύναται ἀπαιτεῖν, κἂν ἐπ᾿ εὐσεβείᾳ τοῦτο ἐποίησε· μάμμη δὲ δύναται. καὶ μήτηρ ἐὰν πένεται, σώζεται αὐτῆς ἡ ἀπαίτησις.
5
pr.Ὁ ἐξεπίτηδες ἐπιτροπεύων ἀνήβῳ κόρῃ οὐκ ἔχει τὴν περὶ διοικήσεως ἀγωγήν.
6
pr.Οὐ δύναται ὁ ἀπελεύθερος τὰ ἀναλώματα λαβεῖν ἐπὶ τοῖς ἀνήβοις τοῦ πατρώνου ὡς αἰτήσας αὐτοῖς ἐπίτροπον. σημ. ἐπειδὴ ἔργον ἀπελευθέρου ζητοῦμεν οὐ μὴν [ἀλλὰ καὶ] ὑπηρεσίας λειτουργιῶν.
7
pr.Κουράτωρα ὁ πατὴρ οὐ δύναται καταλιπεῖν τοῖς αὐτοῦ παισίν. εἰ δὲ θεσμῷ φιλίας τοῦ πατρὸς δοθῇ καὶ διοικήσει τὰ πράγματα, ἁρμόζει κατὰ τοῦ περιόντος καὶ κατὰ τῶν κληρονόμων αὐτοῦ ἡ ἀπουσίᾳ τοῦ κουράτωρος κινουμένη ἀγωγὴ, ἡ περὶ τοῦ διοικοῦντος ἀλλότρια πράγματα.
8
pr.Ἐὰν υἱὸς ὑπὲρ ἰδίου πατρὸς χρέος καταβάλῃ, οὐδεμίαν ἀγωγὴν δ᾽ αὐτὴν ἔχει, κἄν τε ὑπεξούσιος ᾖ κἄν τε αὐτεξούσιος, ὅτι ψυχῇ δωρουμένου τὰ χρήματα δέδωκεν ὑπὲρ τοῦ πατρός. εἰ δὲ δ᾽ ἐντολῆς τοῦ πατρὸς γέγονεν, ἀπαιτεῖ αὐτὰ ἀπὸ τῶν συγκληρονόμων αὐτοῦ.
9
pr.Ὁ ποιῶν νεκεσάρια δαπανήματα, τουτέστιν ἀναγκαῖα, περὶ τὸ χρησθὲν αὐτῷ πρᾶγμα, παρακρατεῖν αὐτὸ δύναται ὡς ἐνέχυρον, ἕως ὅτε λάβῃ τὰ δαπανήματα, ὁμοίως καὶ διὰ τῆς μανδάτη, τουτέστι τῆς ἐντολῆς, ἀπαιτεῖ ὁ προκουράτωρ μετὰ τῶν τόκων ὅσα ἐδαπάνησε, εἴπερ καλῇ πίστει δεδαπάνηκεν εἰς τὴν δίκην, κἂν εἰργολάβησεν αὐτὴν εἰς τὰ πράγματα τοῦ προβαλλομένου αὐτόν. ὡς βι. [δ΄] τοῦ κώδ. [τί.] λέ διατ. δ΄. σημ. καὶ δι ἐπιστολῆς μανδατίων συνίσταται. ἀνάγν. βι. δ΄ τί. λέ τοῦ κώδ. περὶ τοῦ ἀναλώσαντος οἴκοθεν εἰς ἀλλότρια πράγματα ὁ κανὼν λέγει, τῶν γενομένων ἀναλωμάτων ἐπὶ διοικήσει πραγμάτων ἀλλοτρίων τόκον παρέχεσθαι, εἰ καλῇ πίστει συνεβούλευσεν.
10
pr.Οὐ λαμβάνει ὁ ἀνὴρ, εἴ τι ἀνάλωσεν εἰς τὴν νόσον τῆς γυναικὸς αὐτοῦ. εἰς δὲ τὴν ταφὴν, ἀναλαμβάνει ἐκ τῆς ἀπαιτηθείσης αὐτῆς προικός.
11
pr.᾿Απὸ τῆς συνημμένης διοικήσεως οἱ δοῦλοι καὶ μετὰ ἐλευθερίαν ἐνάγονται, ἐὰν ἐπέμειναν ἐν ταῖς αὐταῖς διοικήσεσι.
12
pr.Πᾶσαι γὰρ ἀπὸ τῆς διοικήσεως τικτόμεναι ἀγωγαὶ τέσσαρες μὲν εἰσὶν αἱ κατὰ τάξιν· ἡ περὶ ἐντολῆς, ἡ κατὰ ἐπιτρόπων, ἡ περὶ διοικήσεως πραγμάτων ἀλλοτρίων, καὶ ἡ περὶ πραγμάτων διοικηθέντων πρὸ τῆς ἐπιτροπῆς. πᾶσαι δὲ αὗται προσωπικαί εἰσι, καὶ οὐδεμία αὐτῶν ὑπὸ τὴν ἐκδικοῦσαν ἴδια πράγματα ἀναφέρεται 18. σημ. πᾶσα προσωπικὴ ἀγωγὴ τῇ πενταετία κλείεσθαι δοκεῖ.
13
pr.Προεστὼς γάρ ἐστιν ὁ ἐμπορίας χάριν προεστὼς εἴτε ἐργαστηρίῳ, εἴτε οἱᾳδήποτε πραγματείᾳ. καὶ ὁ δοῦλον προστήσας τραπέζῃ ἐνέχεται. καὶ ὁ δεδωκὼς ἐνέχυρον ἐπὶ τιμήματι καὶ ὁ τὸν προεστῶτα ἐγγυησάμενος ἔχει κατὰ τοῦ προστήσαντος ἀγωγήν 21. καὶ ὁ προβληθείς μου δοῦλος, ἐὰν ἐλευθερωθεὶς ἐπιμείνῃ τῇ πραγματείᾳ, ἐνέχομαι.
14
pr.Προεστὼς ἔγραφεν οὕτως· ὁ δεῖνα πράττων πρᾶγμα τόδε ἔχεις ἐν τῇ τραπέζῃ τοῦ πατρώνου μου νομίσματα ρ΄, ἅτινα ὀφείλω τῇδε τῇ προθεσμίᾳ σοι ἀποδοῦναι. τελευτήσαντος ἀδιαδόχου τοῦ προστήσαντος οὔτε πολιτικῶς οὔτε παρακλητικῶς ἐνέχεται ὁ προεστώς. τοῦτο γὰρ δ᾽ ἀπόδειξιν μόνην ἐποίησεν 23. σημ. ὑπεξούσιοι δοῦλοι καὶ ἐλεύθεροι ἐν τῷ συναλλάγματι τῇ περὶ πεκουλίου ἀγωγῇ ἐνέχονται.
15
pr.Ὁ προκουράτωρ παρελθὼν τὸ μανδάτον μου οὐ νοεῖταί τι ποιεῖν. ὡς βι. ς ' τοῦ κώδ. τί. β΄ διατ. ιθ΄.
16
pr.Δαπανήματος γενομένου εἰς τὰ πράγματα τοῦ δεσπότου κατέχεται ὁ δεσπότης, κἂν μὴ κατὰ κέλευσιν αὐτοῦ τὸ δάνειον ἐγένετο, μηδὲ ὑπέγραψεν ἐν τῇ χειρογραφίᾳ 26. σημ. βέρσον ἦν τὸ δάνειον, τουτέστιν ἀναγκαῖον.
17
pr.Ὁ ὑπεξούσιος μείζων ὢν τῶν κέ ἐνιαυτῶν τινὰς ἐγγυησάμενος καλῶς ἐνάγεται, καὶ ποιεῖ κατὰ τοῦ ἰδίου πατρὸς τὴν περὶ πεκουλίου ἀγωγήν.
18
pr.Ὁ δανείζων οἰκέτῃ ἀλλοτρίῳ, ζῶντος μὲν τοῦ οἰκέτου, ἔχει τὴν ἀγωγὴν διηνεκῶς· μετὰ δὲ τὴν ἐκείνου τελευτὴν ἐντὸς ἐνιαυτοῦ ἔχει τὴν περὶ πεκουλίου ἀγωγήν.
19
pr.Ὁ ὑπεξούσιος θεμιτῶς δανεισάμενος, ἢ τὸν πατέρα ἐγγυησάμενος, κατέχεται εἰς ὁλόκληρον, καὶ μετὰ θάνατον τοῦ πατρὸς εἰς ὅσον εὐπορεῖ.
20
pr.Ὁ οἰκέτης ἔχων ἐλευθέραν πεκουλίου διοίκησιν δύναται πωλῆσαι πράγματα τοῦ πεκουλίου αὐτοῦ, οὐκ ἔτι δὲ ὁ μὴ ἔχων.
21
pr.Ὁ δεσπότης οἰκείῳ ὀνόματι ἔνοχος [οὐ] γίνεται τοῦ οἰκέτου συναλλάξαντος, κατέχεται δὲ τῇ περὶ πεκουλίου ἀγωγῇ καὶ τῇ περὶ ἀναλωθέντων εἰς τὰ πράγματα αὐτοῦ.
22
pr.Ὁ προϊστῶν τινα τῆς κατὰ γῆν ἢ θάλασσαν ἐμπορίας χάριν, δοκεῖ πᾶσιν παραγγέλλειν, ὥστε ἀδεῶς συναλλάττειν τῷ προστάντι. ὡς βι. δ ἰνστιτ. τί. ζ΄.
23
pr.Τότε κατέχεται ὁ δεσπότης τῇ ἐπὶ τῷ συναλλάγματι τοῦ οἰκέτου ἀγωγῇ, ὅτε ἰδικῶς ὁρίσει τὴν ποσότητα τὴν ὀφείλουσαν δανεισθῆναι ἢ τῷ δούλῳ ἢ τῷ μισθωτῷ ἢ τῷ διοικητῇ τοῦ ἀγροῦ. ἐπείτοιγε οὐκ ἐστὶ κατ᾿ αὐτοῦ ἡ ἀγωγὴ, κἂν δι ἐπιστολῆς παρέθετο.
24
pr.Ὁ δανείζων ὑπεξουσίῳ χρήματα οὔτε μετὰ τὴν τελευτὴν τοῦ πατρὸς αὐτοῦ ἔχει ἀπαίτησιν. σημ. δανείζεται γὰρ μέχρι τοῦ ποσοῦ τοῦ ἰδιοκτήτου αὐτοῦ πεκουλίου 34. ἀνάγν. βι. δ΄ τί. κς ' τοῦ κώδ.
25
pr.Ἐὰν λαβὼν δωρεὰν ὁ ὑπεξούσιος καταβάλῃ τῷ δανείσαντι, παντὶ τρόπῳ ἀπαιτεῖ αὐτὸ ὁ πατήρ 36. σημ. ἐὰν εἶχεν ἀπὸ πατρὸς αὐτὴν, τότε ἐκδικεῖ αὐτὴν ὁ πατήρ. εἰ δὲ ἀπὸ ἀδελφοῦ ἢ θείου, ἐπ᾿ αὐτῶν ὁ πατὴρ χρῆσιν οὐκ ἔχει κατὰ τὴν ρκ νεαράν.
26
pr.Ἐὰν υἱὸς δανεισάμενος ἐπιδῷ προῖκα ὑπὲρ τῆς αὐτοῦ ἀδελφῆς, ἐνάγεται ὁ πατὴρ, ὅτι αὐτὸς ἔχει τὴν ἀνάληψιν τῆς προικός 38. ἐπὶ δὲ δανείου μόνου χώρα τῷ δόγματι. ἐὰν δὲ ἐξ ἀγορασίας χρεωστῇ ὁ ὑπεξούσιος, ἀργεῖ τὸ δόγμα τὸ μακεδόνιον.
27
pr.Ὑπεξούσιος υἱὸς καταβαλὼν ὑπὲρ τοῦ ἰδίου πατρὸς, οὐκ ἔχει κατ᾿ αὐτοῦ ἀγωγήν. εἰ δὲ αὐτεξούσιος καταβάλῃ, ἔχει τὴν νεγοτιογεστόρουμ, εἰ μὴ ἄρα ὡς δωρούμενος τοῦτο ἐποίησεν. ὡς βι. β΄ τοῦ κώδ. τί. ιή διατ. ιβ΄.
28
pr.Ὁ συναλλάσσων μετὰ δούλου ἢ δούλης ἔχει τὴν περὶ πεκουλίου ἀγωγήν. εἰ δὲ ἄνηβός ἐστιν ὁ συναλλάξας υἱὸς ἢ δοῦλος, τότε ἁρμόζει, ὅτε τὸ πεκούλιον γέγονεν εὐπορώτερον.
29
pr.Οὐ μόνον ὀνόματι τῶν ἰδίων καὶ τῶν κοινῶν δούλων ἐναγόμεθα, ἀλλὰ καὶ τῶν καλῇ πίστει δουλευόντων ἡμῖν ἐλευθέρων τε καὶ δούλων ἀλλοτρίων. καὶ ὧν τὴν χρῆσιν μόνην ἔχομεν, ἐξ ὧν ἡμῖν προσπορίζουσιν, ἐναγόμεθα. ἀπὸ γὰρ τῶν λοιπῶν οἱ τὴν δεσποτείαν ἔχοντες ἐνάγονται τῇ ἀγωγῇ.
30
pr.Καὶ ὁ συναλλάξας κληρονομιαίῳ δούλῳ πρὸ ὑπεισελεύσεως τῆς κληρονομίας ἔχει τὴν περὶ πεκουλίου ἀγωγήν. ἐπὶ γὰρ τῶν συναλλαγμάτων τοῦ ἀνήβου ζητοῦμεν τὴν αὐθεντίαν τοῦ ἐπιτρόπου. σημ. οὔτε σὺν αὐθεντίᾳ τοῦ ἐπιτρόπου δύναται ὁ ἄνηβος συστήσασθαι τῷ δούλῳ πεκούλιον.
31
pr.Ἐὰν ἐλευθεριάζων δοῦλος δικάσηται παρὰ αἱρετῷ δικαστῇ ἢ ἐμπράκτῳ οὔτε περὶ τῶν ψηφισθέντων οὔτε περὶ τῆς ποινῆς δίδοται περὶ τοῦ πεκουλίου ἀγωγή. ἁρμόζει δὲ ἐπὶ τοῖς διαποντίοις χρήμασιν. ἐπὶ δὲ τοῦ ὑπεξουσίου, ἐὰν δικάσηται ἢ ἐγγυήσηται, χώρα τῇ ἀγωγῇ 16. περιέχεται καὶ τὸ πεκούλιον τοῦ δούλου· ἐν ᾧ γὰρ ὁ δεσπότης συνίστησι τὸ πεκούλιον τοῦ πρώτου δούλου, πιστεύεται καὶ τοῦ δούλου τῷ δούλῳ συνίστασθαι.
32
pr.Ἐὰν ἑαυτὸν ἀνέλῃ ἢ τραυματίσῃ δοῦλος, οὐχ ὑπεξαιρεῖ τὴν ζημίαν ὁ δεσπότης. φυσικῶς γὰρ ἔξεστι τοῖς δούλοις ἁμαρτάνειν εἰς τὸ ἴδιον σῶμα. τὴν δὲ γενομένην δαπάνην εἰς ἐπιμέλειαν τοῦ ἑαυτὸν τραυματίσαντος ὑπεξαιρεῖ. καὶ εἴ τι παρέσχεν ὀνόματι τοῦ δούλου 48. ἐπὶ δὲ τοῦ πράτου καὶ τοῦ ἀγοραστοῦ καὶ τοῦ τὴν χρῆσιν τῶν καρπῶν ἔχοντος καὶ δεσπότου καὶ καλῇ πίστει νομέως καὶ τῶν ἄλλων τῶν μὴ ὄντων κοινωνῶν 49. εἰς ὁλόκληρον ἐνάγονται, καὶ ὑπεξαιρεῖται τὸ κεχρεωστημένον ἑκατέρῳ.
33
pr.Ἐὰν ὁ χρεωστούμενος παρὰ δούλου ἀγοράσῃ αὐτὸν, ὑπεξαιρεῖ παρ᾽ ἑτέρων· ἐναγόμενος 52. οὐκ ἔχουσιν οἱ δανεισταὶ κατὰ τοῦ πεκουλίου τοῦ δούλου, κατὰ δὲ τοῦ πράτου ἔχουσι τὴν περὶ πεκουλίου ἀγωγήν. ἐὰν ἄρα ὁ δοῦλος τοῦ δούλου καὶ τὸ πεκούλιον αὐτοῦ πεκούλιόν ἐστι τοῦ πρώτου δούλου. ὑπεξαιρεῖται ἐκ τοῦ πεκουλίου τοῦ πρώτου δούλου. εἰ δὲ χρεωστεῖται παρὰ τοῦ δούλου τοῦ δούλου, οὐχ ὑπεξαιρεῖ ὁ δεσπότης ἐκ τοῦ πεκουλίου τοῦ πρώτου δούλου, ἀλλὰ ἀπὸ μόνου τοῦ δούλου τοῦ δούλου.
34
pr.Καὶ ὁ ἐν ἀγνοίᾳ νεμηθεὶς δούλην οὐσουκαπιτεύει τὸν τοκετὸν αὐτῆς, κἂν, πρὶν τέκῃ, γνῷ, ὅτι ἀλλοτρία ἦν. ὡς βι. μα τί. γ ' διγ. μα΄.
35
pr.Ὁ ἀγοραστὴς οὐκ ἐνέχεται ἀπὸ δόλου τοῦ πράτου· εἴσω ἐνιαυτοῦ ἀριθμουμένου ἀπὸ τῆς πράσεως, ὑπολογιζομένου τοῦ ὄντος παρὰ τῷ ἀγοραστῇ πεκουλίου 58. σημ. ἐὰν συνεφώνησε λαβεῖν τὸ πεκούλιὸν καὶ οὐκ ἔλαβεν ὁ ἀγοραστής.
36
pr.Ὁ πωλήσας μετὰ πεκουλίου τὸν δοῦλον καὶ παραδοὺς τὸ πεκούλιον [οὔτε] ἐντὸς ἐνιαυτοῦ ἐνάγεται τῇ περὶ πεκουλίου ἀγωγῇ 59. εἰ δὲ συνεφώνησε λαβεῖν ὑπὲρ τοῦ πεκουλίου τίμημα, αὐτὸς δοκεῖ διὰ τοῦ δοθέντος αὐτῷ τιμήματος ἔχειν τὸ πεκούλιον, οὐ μὴν ὁ ἔχων αὐτό.
37
pr.᾿Απὸ τῆς ἐγγύης τοῦ δούλου οὐκ ἐνάγεται ὁ δεσπότης, εἰ μὴ εἰς πράγματα τοῦ δεσπότου ἢ τοῦ πεκουλίου ἐγγυήσατο.
38
pr.᾿Απὸ τῶν πεκουλίων ὅσα πρὸ τῆς πράσεως ἐκτήσατο ὁ δοῦλος, τῷ πράτῃ ἁρμόζει· τὰ δὲ μετὰ τὴν πρᾶσιν τῷ ἀγοραστῇ, κἂν παρὰ τῷ πράτῃ ἦν ὁ δοῦλος.
39
pr.Οὐ μόνον τὸ συγχωρηθὲν παρὰ τοῦ δεσπότου πεκούλιόν ἐστιν, ἀλλὰ καὶ τὸ κτηθὲν ἀγνοοῦντος αὐτοῦ 65. ἀνάγν. τί. ιζ ' κεφ. ξα.
40
pr.Δουλεύων μοι καλῇ πίστει δοῦλος ἀλλότριος ἐδανείσατο καὶ δέδωκέ μοι νομίσματα ἐπὶ τῷ ἐλευθερῶσαι αὐτόν. εἰ καὶ τὰ μάλιστα ἐξουσίαν ἔχει ὁ δανειστὴς καθ ' ὅτου βούλεται χωρεῖν, ὅμως ἐπὶ τοῦ παρόντος θέματος μόνος ὁ δεσπότης ἐνάγεται τῇ περὶ πεκουλίου ἀγωγῇ, εἰ καὶ ἔχει κατ᾿ ἐμοῦ τὴν περὶ νομισμάτων ἢ τὴν περὶ ἀποκρυβῆς πραγμάτων ἀγω Α αὐτοῦ ὁ. Haec a verbis οὐκ ἔχουσιν epitomando corrupta sunt. Desunt nonnulla. Cf. Basil. XVIII,, 17. A μόνον τὸν δοῦλον. Dig. XV,,. dig. §.. Dig. XV,, §. et §.. Faciunt haec ad supplenda Basil. XVIII,,. Α ἀγοράν. Dig. XV,, §.. γήν· αὐτῷ γὰρ προσεπορίσθησαν· καὶ ἀδιάφορον, εἰ ἠλευθέρωσα εἴτε μή 67. σημ. εἰ μὲν ἔλαβεν αὐτὰ ὁ δεσπότης ἐκ τοῦ· πεκουλίου τοῦ δούλου, τὰ ἴδια ἔλαβεν, καὶ οὐ βούλεται ἡ διάτ. λαβεῖν τὴν τιμὴν αὐτοῦ. εἰ δὲ τῶν ἀλλοτρίων, καλῶς αὐτὸν ἠλευθέρωσε μετὰ τῆς ἱκανοδοσίας τοῦ δανειστοῦτο. ἀνάγν. τί. ις ' κεφ. ιε.
41
pr.Τὰ ἐπαγγελθέντα χάριν τινὸς προστασίας καλῶς μεθοδεύεται, καὶ τὰ δωρηθέντα γὰρ τοῖς εὐεργέταις οὐκ ἀνατρέτοῦτο δὲ νόει, εἰ μὴ ἄρα πρὸς περιγραφὴν τοῦ δημοπεται. σίου ἐδόθη, καὶ ἐὰν ἀδίκως τὰ τοιαῦτα ἐδωρήθησαν. ὡς βι. δ΄ τοῦ κώδ. τί. γ΄ διατ. α΄.
42
pr.Ὁ ἐλπίσας τυχεῖν πράγματος καὶ δεδωκώς τι, κἂν μὴ τῆς ἐλπίδος τύχῃ, οὐ δύναται λέγειν, ὡς φόβον ἢ βίαν ἔπαθον· πλὴν ὅτι ἔχει ἐπὶ τοῖς δοθεῖσιν τὸν causa data κονδικτίκιον, τουτέστι τὴν ἀνάληψιν, ἐὰν δηλονότι ἐπὶ προστασίᾳ ἐδόθησαν, καὶ οὐ δωρεᾶς λόγῳ. σημ. ὅτι ὁ ἀποτυχὼν προσδοκίας ἀναλαμβάνει ὃ δέδωκεν. ὡς βι. δ΄ τ τοῦ κώδ. τί. ιθ ' διατ. ή΄.
43
pr.Ὁ διοικῶν τινος πράγματα ἀναγκάζεται δεφενδεύειν αὐτὰ ἢ ἀφίστασθαι τῆς διοικήσεως. ὡς βι. β΄ τοῦ κώδ. τί. ιβ΄ διατ. γ΄. ὁ μὴ δεφενδεύων ἀπόντα τὸν αὐτῷ ἐντειλάμενον, οὐδὲ κινεῖ κατ᾿ αὐτοῦ ἣν ἐνετάλθη ἀγωγήν. ἴσθι δὲ ὅτι δεφενσίων οὐ νοεῖται ἐκτὸς ἀσφαλείας.
44
pr.Αλλοτρίαν δίκην μηδεὶς ἀγοραζέτω 5. σημ. ὅτι ὁ ἀγοράζων ἀλλοτρίαν δίκην οὐδὲ τὰ δόξαντα μεθοδεύει, ὡς βι. δ΄ τοῦ κώδ. τί. λέ διατ. ιθ΄ 16. σημ. ἰστέον δὲ, ὅτι ἀγωγὴν μήπω προκαταρχθεῖσαν δυνατὸν ἀγοράσαι, μὴ δυναμένου πλέον ὧν δέδωκεν ὁ ἐκχωρῶν ἀπαιτεῖν. μὴ δοθέντος δέ τίνος οὐ γίνε ται ἐκχώρησις. ὡς διάτ. κβ΄.
45
pr.Ὁ εἰς προῖκα γραμματεῖον λαβὼν καὶ χωρὶς delegatioνος ἢ προκατάρξεως κινεῖ τὴν οὐτιλίαν ἀγωγὴν, ὥσπερ καὶ ὁ ἀγοραστής. ὅτι γὰρ καλῶς ἕκαστος πωλεῖ τὸ τοῦ οἰκείου χρεώστου γραμματεῖον, εἰ μὴ ἄρα ὑπὸ ἄλλων δανειστῶν προλαμβάνηται. ἀνάγν. βι. δ΄ τοῦ κώδ. τί. ι.