Epit. 1.8
Περὶ ἐκκλησιαστικῶν πραγμάτων, καὶ περὶ ἐπισκόπων καὶ μοναχῶν καὶ κληρικῶν.
Abrir no leitor do IusCommune →1
pr.Ὁ κατὰ δωρεὰν λαβὼν ἀκίνητον ἱερατικὸν πρᾶγμα διπλάσιον τὸ δωρηθὲν· ἀποδίδωσι μετὰ καὶ τῶν ἐν μέσῳ καρτ πῶν. ὁμοίως καὶ ὁ καταλλάξας. καὶ ὁ εἰς ὑποθήκην λαβὼν τοῦ χρέους. καὶ ὁ συντάξας παρὰ τὸν νόμον διηνεκῶς ἐξορίζεται.
2
pr.Ὁ ταβελλίων ὁ τοῖς εἰρημένοις ὑπουργήσας συναλλάγμασιν ἀειφυγίαν ἕξει, μηδὲ ἐκ θείου τύπου προσδοκῶν ἐπάνοδον.
3
pr.Οἱ ἄρχοντες τοιαῦτα ὑπογραφῆναι ἢ ὑπαγορευθῆναι ἢ πραχθῆναι παρ᾽ αὐτοῖς ἀνασχόμενοι συμβόλαια, ἀρχῆς καὶ ἀξίας ἐκπίπτουσιν.
4
pr.Τὰ ἱερὰ σκεύη ἐπὶ μόνῃ ἀναῤῥύσει αἰχμαλώτων ἐκποιείσθωσαν, τῶν παραβαινόντων ταῖς ποιναῖς ὑποβαλλομένων.
5
pr.Ἐὰν μοναστήριον εἰς ἰδιωτικὴν κατάστασιν ἐκποιηθῇ, τὸ ἀρχαῖον σχῆμα τῇ ἐκκλησίᾳ ἀποδιδόσθω.
6
pr.Τὰς ἀνωφελεῖς καὶ ἐπιβλαβεῖς κτήσεις τῶν εὐαγῶν οἴκων πραττομένων ὑπομνημάτων ἐκποιείτωσαν οἱ τούτων διοικηταί.
7
pr.Αἱ περιελθοῦσαι εἰς εὐαγεῖς οἴκους ἄποροι κτήσεις ἀναδιδόσθωσιν τοῖς δεδωκόσιν αὐτάς.
8
pr.Ὁ κατὰ πρᾶσιν ἢ δωρεάν ἢ τρόπον ἕτερον ἄπορον κτῆσιν εὐαγεῖ οἴκῳ ὅπου διακειμένῳ δεδωκὼς ἀναγκάζεται καὶ οἱ κληρονόμοι αὐτοῦ ἀναλαβεῖν αὐτὴν, ἀλλὰ καὶ πᾶν βάρος ἐπανέρχεται πρὸς τὸν δεδωκότα καὶ τοὺς κληρονόμους αὐτοῦ.
9
pr.Ἐὰν ἰδιώτης χρεωστεῖται παρά τινος ἐκκλησίας, ἀναγκάζεται λαβεῖν ἀντὶ τοῦ χρέους καὶ ἀκίνητον πρᾶγμα 12. νεαρὰ μζ καὶ ρκ.
10
pr.᾿Αντὶ πάσης χρονίας παραγραφῆς ἀντικείσθω ἡ τῶν μ ' ἐνιαυτῶν παραγραφή.
11
pr.Τὰ εἰς εὐαγεῖς οἴκους ἢ ἐκκλησίας καταλειφθέντα λεγάτα εἴσω μηνῶν ἓξ τῇ ἐμφανείᾳ τῆς διαθήκης καταβαλλέσθω. εἰ δὲ μήγε, ὁ τοιοῦτος βεβαρημένος καρποὺς καὶ τόκους αὐτῶν καὶ ἐπαυξήματα προσδώσει.
12
pr.Περιελθόντα εἰς βασιλέα ἐξ εὐαγῶν οἴκων ἐξαμείψεως τρόπῳ, ἐὰν πρὸς ἕτερον ἐπανέλθωσι πρόσωπον, ὑπὸ τῶν κατὰ καιρὸν οἰκονόμων ἐκδικείσθω.
13
pr.Ἐὰν ἐπιτρέψῃ τις ἐν τελευταίᾳ βουλήσει οἰκοδομηθῆναι σεπτὸν οἶκον, τὰ μὲν εὐκτήρια ἐντὸς ἐ ἐνιαυτῶν, ὁ δὲ ξενῶν καὶ τὰ τοιαῦτα ἐν τῷ α΄ ἔτει γενέσθω, ἢ ἐν ἑτέρῳ οἴκῳ πληρούσθω ἡ βούλησις.
14
pr.Ὁ βουλόμενος εἰς χρῆσιν λαβεῖν ἱερατικὸν, εὔπορος ἔστω καὶ ἕτερον ὅμοιον προσδωρείσθω τῷ εὐαγεῖ οἴκῳ.
15
pr.Τόπος ἀσυλίας μὴ ἔστω φονεῦσιν, μήτε μοιχοῖς, μήτε παρθένων, ἅρπαξι, μήτε τοῖς χρεωστοῦσιν δημόσια· ἀλλὰ καὶ εἰ ἀντείπωσι [τοῖς] μεθοδεύουσι τοὺς τοιούτους οἱ ἐκκλησιέκδικοι, τῷ γὰρ ἀδικουμένῳ οὐ τοῖς ἀδικοῦσιν ἔχειν δοκεῖ τὸν ὅρον.
16
pr.Μηδεὶς τὸν ἔνδον τοῦ ἁγίου νάου καθεζόμενον ἀποσπάσθω· ὁ δὲ ἀποσπῶν ὡς ἱερόσυλος κρίνεται.
17
pr.Οἱ προσφεύγοντες ταῖς ἁγίαις ἐκκλησίαις τὴν ἀσφάλειαν παντόθενει ἔχουσι, καὶ ἐν μεσαύλοις καὶ ἐπὶ ἐσχάτων ἄχρις τῶν θυρίδων· ὁ δὲ μεθ᾽ ὅπλων προσφεύγων ἐξωθεῖται τοῦ προσφυγίου, εἰ μὴ ἄρα τὰ ὅπλα ἀπωθεῖται.
18
pr.Ὁ ἐν προσφυγίῳ φαινόμενος οὐ δοκεῖ κρύπτεσθαι, ἀλλὰ δοκεῖ αὐτὸς παρεστᾶναι.
19
pr.Περὶ ἐπισκόπων, - Χρὴ τὸν ἐπίσκοπον ἅμα τοῖς κτήτορσι τὰς ἀδικίας τῶν ἀρχόντων τῷ βασιλεῖ προσαναφέρειν.
20
pr.Ὅσα ἔσχεν ὁ ἐπίσκοπος πρὸ τῆς ἐπισκοπῆς, δωρεῖται καὶ ἐκποιεῖται ὡς θέλει, οὐ μὴν ἀλλὰ καὶ διατίθεται εἰς αὐτά. ὅσα δὲ ἐκτήσατο μετὰ τὴν ἐπισκοπὴν, διαφέρει αὐτοῦ τῇ ἐκκλησίᾳ, καὶ οὐδὲ διατίθεται εἰς αὐτὰ, εἰ μὴ ἄρα ἀπὸ γονέων ἢ θείου ἢ ἀδελφοῦ αὐτοῦ εἰς αὐτὸν περιῆλθεν.
21
pr.Ὁ χειροτονούμενος ἐπίσκοπος λίβελλον πρῶτον διδότω τῆς ἰδίας πίστεως, καὶ ἀπαγγελλέτω τὰς εὐχὰς, καὶ ὀμνύτω μηδὲν δοῦναι, μήτε μὴν ἐπαγγέλλεσθαι παρασχεῖν τινι ὑπὲρ τῆς χειροτονίας. εἰ δέ τι παρὰ τὰ εἰρημένα γένηται, καὶ ὁ γενόμενος καὶ ὁ χειροτονῶν αὐτὸν τῆς ἐκκλησίας ἐκβάλλονται 26. σημ. τὸ αὐτὸ καὶ ἐπὶ πρεσβυτέρων.
22
pr.Οἱ κληρικοὶ καὶ οἱ πρῶτοι τῆς πόλεως προκειμένων τῶν θείων εὐαγγελίων ἐπὶ τριῶν προσώπων τὸ ψήφισμα ποιείτωσαν τοῦ ἐπισκόπου, ὀμνύοντες, ὡς οὐ διὰ δόσιν οὐδὲ δι ἄλλην τινὰ προσπάθειαν ἐπελέξαντο αὐτὸν, ἀλλ᾽ ὡς εἰδότες αὐτὸν ὄντα τῆς καθολικῆς ἐκκλησίας καὶ σεμνοῦ βίου καὶ ὑπὲρ τὰ λ ' ἔτη, καὶ ὡς [οὔτε γαμετὴν οὔτε παῖδας ἔσχεν, ἀλλ᾽ ὅτι καὶ εἰ ἔσχεν] γαμετὴν, μίαν μόνην ἐκ παρθενίας οἶδε καὶ οὐ χήραν οὐδὲ διαζευχθεῖσαν ἀνδρὸς, ἀλλὰ καὶ τοῖς κανόσιν ἤτοι τοῖς νόμοις μὴ ἀπηγορευμένην, καὶ οὐ ταξεωτικῆς οὔτε βουλευτικῆς τύχης ἐστὶν, εἰ μὴ ἄρα τὰ ιε΄ ἔτη ἀνελλιπῶς ἐποίησεν εἰς μοναστήριον.
23
pr.Ἐὰν κατηγορηθῇ ὁ μέλλων χειροτονεῖσθαι ὡς ἀνεπιτήδειος, ἀναβαλλέσθω τέως ἡ χειροτονία. καὶ εἰ εὑρεθῇ ὁ χειροτονούμενος ὑπεύθυνος κατὰ τοὺς νόμους [ἢ] κανόνας, κωλυέσθω· εἰ δὲ ἀνεύθυνος ᾖ, χειροτονείσθω.
24
pr.Ἐὰν δὲ ὁ κατήγορος παρὼν μὴ δείξει, ἃ διεβεβαιώσατο, ἢ ἀπολειφθῇ, εἰ μὲν κληρικός ἐστι, τῆς ἐκκλησίας ἐκβάλλεται, εἰ δὲ λαϊκὸς ᾖ, δεόντως σωφρονίζεται, καὶ ἐπὶ τρεῖς μῆνας ἐξορίζεται.
25
pr.Ἐὰν ἐπὶ τρεῖς μῆνας γένηται τὸ τοῦ ἐπισκόπου ψήφισμα ὑπὸ τῶν κληρικῶν, οὓς θέλει ποιεῖ ὁ ὀφείλων χειροτονεῖν κινδύνῳ τῆς ψυχῆς αὐτοῦ.
26
pr.Χωρὶς θείας κελεύσεως οὐ παρίσταται οὐδὲ διάγεται ἐπίσκοπος, κἂν χρηματικὴ κἂν ἐγκληματικὴ εἴη ἡ αἰτία· ἀπὸ δὲ κελεύσεως τοῦ ἰδίου πατριάρχου ἢ τοῦ ἰδίου μητροπολίτου ἀποδημεῖ. σημ. ὅτι ἐὰν ἄρχων τοῦτο ποιήσει, ἐκπίπτει τῆς ζώνης αὐτοῦ καὶ κ΄ λίτρας χρυσίου παρέχει, εἰς ὃ ὁ ἐπίσκοπος.
27
pr.Ἐπίσκοπος ἢ κληρικὸς εὑρισκόμενος ἐν τῷ βυζαντίῳ παρὰ μόνῳ τῷ ἀρχιεπισκόπῳ ἢ τοῖς θείοις δικασταῖς ἐνάγεται, εἰ μὴ ἄρα προκάταρξις γέγονε κατ᾿ αὐτοῦ ἐν τῇ ἰδίᾳ πόλει. σημ. ὅπου γὰρ ἡ προκάταρξις γέγονεν, ἐκεῖ καὶ τὸ πέρας τῆς δίκης γυμνάζεται.
28
pr.Ἐπίσκοπος μὴ συνοικείτω οἱᾳδήποτε γυναικὶ, μηδὲ γυνὴ διακόνισσα συνοικείτω ἀνδρί.
29
pr.Οἱ ἐπίσκοποι καλῶς μαρτυροῦσιν ἐν τῷ ἰδίῳ ἐπισκοπείῳ παρόντων τῶν δημοσίων προσώπων καὶ προκειμένων τῶν θείων λογίων 36. ἴσθι δὲ, ὅτι καινοτομεῖ τὴν παροῦσαν διάτ. ἡ λς΄ διάτ. τοῦ γ΄ τί. τοῦ α΄ βι. τοῦ κώδ. λέγουσα, ὅτι ἀναγκάζονται οἱ ἐπίσκοποι καὶ οἱ κληρικοὶ καὶ οἱ μοναχοὶ τοῖς ἄρχουσιν ὑπείκειν καὶ καταλαβεῖν τῶν δικαστηρίων.
30
pr.Ἐπίσκοπος, εἰ συκοφαντήσει τινὰ ἐν πουβλίκῳ δικαστηρίῳ, λ ' λίτρας χρυσίου δίδωσι.
31
pr.Ὁ καθαιρεθεὶς μὴ ἐπιβαινέτω τῇ πόλει, ἧς ἐξέπεσεν.
32
pr.Μηδεὶς ἀκοινώνητος γινέσθω ἐπίσκοπος· εἰ γὰρ γινόμενος [γνωσθῇ], ὑποβάλλεται ποινῇ αὐτὸς καὶ ὁ χειροτονῶν αὐτόν
33
pr.Τὰ εἰς λύτρωσιν αἰχμαλώτων ἢ ἀποτροφὴν πενήτων καταλιμπανόμενα, οὐ περιγράφονται, ἀλλ᾽ ὁ ἐπίσκοπος ἀπαιτείτω καὶ διδότω αὐτὰ, ἐὰν ὁ καταλείπων οὐκ εἶπε τὸν ὀφείλοντα διακονεῖν τῇ τοιαύτῃ χρείᾳ.
34
pr.Ὁ ἀρξάμενος κτίζειν σεπτὸν οἶκον ἢ τὸν σαθρωθέντα ἐποικοδομεῖν ἑαυτῷ καὶ τῷ ἰδίῳ κληρονόμῳ ὑποβάλλει τὴν πλήρωσιν τοῦ ἔργου, πρότερον τοῦ τιμίου πηγνυμένου σταυροῦ ὑπὸ τοῦ ἐπισκόπου ἐν τῷ μέλλοντι κτίζεσθαι οἴκῳ.
35
pr.Περὶ μοναχῶν. – Ὁ μέλλων εἰσιέναι ἐν μοναστηρίῳ διατιθέσθω τὰ καθ᾽ ἑαυτὸν πρὸ τῆς εἰσόδου αὐτοῦ, ἐπεὶ προσκυροῦται τῷ μοναστηρίῳ πάντα, κἂν μὴ ῥητῶς φήσειεν εἰσαγαγεῖν αὐτά.
36
pr.Ὁ ἐπὶ παισὶ μονάσας δύναται καὶ μετὰ τὸ μονάσαι διελεῖν τὴν οὐσίαν αὐτοῦ τοῖς ἰδίοις παισὶν, φυλάττων ἑαυτῷ ἓν μέρος, ὃ καὶ τῷ μοναστηρίῳ ἁρμόζει· ἐὰν δὲ ἀδιάθετος τελευτήσει, τότε οἱ παῖδες αὐτοῦ λήψονται τὸ ἐξ ἀδιαθέτου, τουτἐστι τὸν φαλκίδιον, καὶ τὸ λοιπὸν δίδοται τῷ μοναστηρίῳ 46. -
37
pr.Ὁ δ᾽ ἄσκησιν λύων τὸν ἴδιον γάμον τῷ ἀπὸ τελευτῆς ὑπόκειται κάσσῳ.
38
pr.Ὁ ἀπὸ μοναστηρίου μετιὼν εἰς ἄλλο μοναστήριον ἐκπίπτει τῶν ἰδίων πραγμάτων μηδὲ προσδεχθείς..
39
pr.Ὡς βι. α΄ τί. γ΄ διατ. λή τοῦ κώδ. ὅτι ὁ γενόμενος μοναχὸς οὐκ ἀναλαμβάνει ἐξερχόμενος τοῦ μοναστηρίου, ὅσα ἐδωρήσατο κινητὰ πράγματα τῷ μοναστηρίῳ, κἂν ὑπερβαίνουσιν τὰ φ ' νομίσματα καὶ πρᾶξις ὑπομνημάτων ἐν αὐτοῖς οὐ προῆλθε.
40
pr.Εἴτε δὲ ἀνὴρ εἴτε γυνὴ καταλίπῃ τὸν σύζυγον καὶ ἀσκῆσαι βουληθῇ, μὴ ζημιούσθω ἐντεῦθεν· ἀλλ᾽ ἕκαστος τὸ οἰκεῖον λαμβάνει, τοσοῦτον μόνον κερδαίνων τοῦ ἑτέρου προσώπου, ὅσον ἀπὸ τελευτῆς συμπεφώνηται, ἐπειδὴ ὡς ἐπὶ τὸ πλεῖστον ὁ μονάζων δοκεῖ τεθνᾶναι· τοῦτο γὰρ καὶ νεαρὰ εἰρημένη 49. μὴ γαμεῖν δὲ τὴν γυναῖκα πρὸ ἐνιαυσιαίου χρόνου διὰ τοῦ τοκετοῦ τὸ ἄδηλον. τὸ κερδαινόμενον, κἂν μὴ δευτερογαμήσει, τοῖς παισὶ φυλάξῃ.
41
pr.Ἐάν τις πατὴρ ἢ μήτηρ ἐξ ἀπαιδίας ἀποκατάστασιν ἢ ὑποκατάστασιν ἐπαγάγοι τισὶν, τουτέστι ἐπὶ αἱρέσει γάμου ἢ παιδοποιΐας, εἶτα μὴ γαμήσει δι ἄσκησιν καὶ μονάσῃ, ἄδειαν αὐτὸν ἔχειν ὡς βούλεται τὰ αὐτοῦ διοικεῖν, εὐσεβῶς μέντοι. τὰ αὐτὰ καὶ ἐπὶ γυναικός φαμεν.
42
pr.Εἴτε μονάσει εἴτε κληρωθῇ υἱός τινος, οὐχ ἕλκεται ἀπὸ τῆς μονήρου ζωῆς οὔτε ἀπὸ τῆς χειροτονίας ὑπὸ τοῦ ἰδίου πατρός. οὐ μὴν ἀλλ᾽ οὐδὲ νοεῖται ἀχάριστος, ὡς ἐκ διαθήκης ὀφείλει μὲν λαβεῖν τὸ νόμιμον, ἐξ ἀδιαθέτου δὲ καλεῖται εἰς τὰ τοῦ πατρὸς αὐτοῦ πράγματα.
43
pr.Ἐὰν μοναχὸς κοσμικὸς γένηται, μοναστηρίῳ ἐμβάλλεται καὶ προσκυροῦται ἐκείνῳ τῷ μοναστηρίῳ ἃ ἐπεκτήσατο. εἰ δὲ καὶ τοῦ δευτέρου μοναστηρίου ἐξέλθοι καὶ γένηται κοσμικὸς, ταξεώτης γίνεται.
44
pr.Αρχιμανδρίτου τελευτῶντος, μὴ πάντως ὁ τῷ χρόνῳ προλαμβάνων τὸν ἄλλον εἰς τὸν τούτου τόπον προβαλλέσθω, ἀλλ᾽ ἐκεῖνος ὁ ἐξ ἀγαθοῦ βίου καὶ σεμνοτάτου τρόπου καὶ ἀσκήσεως.
45
pr.Δοῦλος οὐ γίνεται κληρικὸς οὐδὲ μοναχὸς, κἂν συναινέσῃ ὁ δεσπότης αὐτοῦ ἢ σιωπήσῃ, μετὰ τριετίαν ἀναλαμβάνει αὐτόν. εἰ δὲ εἰδήσει καὶ γνώμῃ τοῦ οἰκείου δεσπότου γένηται μοναχὸς, μένει ἐν οἷς ἐτάχθη· εἰ δὲ ἐξέλθῃ ἐκ τοῦ μοναστηρίου, τῇ ἰδίᾳ τύχῃ ἀποδίδοται 57. νεαρὰ ρκγ '.
46
pr.Περὶ πρεσβυτέρων 59. – Πρεσβύτερος ἢ διάκονος γυναικὶ διαγόμενος μετὰ τὴν χειροτονίαν καθαιρείσθω, καὶ μήτε ἡ γυνὴ αὐτοῦ μήτε τὰ ἐξ αὐτῆς κερδανέτωσάν τι τῶν ὑπ᾿ αὐτοῦ καταλελειμμένων· ἀλλὰ τῇ ἐκκλησίᾳ αὐτοῦ ἁρμόζει.
47
pr.᾿Αναγνώστης δευτερογαμῶν μὴ προκοπτέτω· πειρώμενος δὲ ἰδιώτης ἔστω. μηδέποτε δὲ τριτογαμείτω.
48
pr.Διακόνισσα ἢ πορνεύσασα ἢ νομίμως γαμουμένη ἢ ἄλλον βίον μετερχομένη καὶ αὐτὴ ἅμα τῷ φθείραντι ἢ τῷ γήμαντι θανάτῳ ὑπόκειται· ἡ δὲ οὐσία τοῦ γήμαντος ἢ τοῦ φθείραντος τῷ δημοσίῳ ἔσται, ἡ αὐτῆς δὲ τῷ μοναστηρίῳ ἢ τῇ ἐκκλησίᾳ προσκυρούσθω.
49
pr.Δύναται ἐν συμβόλῳ ὁ κληρικὸς τῇ τοῦ φόρου αὐτοῦ παραγραφῇ ἀποτάξασθαι· ἑκάστῳ γὰρ ἀνθρώπῳ ἔξεστι τῶν οἰκείων δικαίων καταφρονεῖν, εἰ μὴ ἄρα παρανόμως και ταφρονεῖ τὴν οἴκησιν. βι. ν τί. κέ διατ. έ τοῦ κώδ.
50
pr.Κληρικὸς μὴ ταυλιζέτω μήτε κοινωνείτω ταυλιστῇ μήτε θεωρείτω τοὺς ταυλίζοντας μήτε μὴν ἄλλην θέαν· ἐπεὶ βάλλε ται ἐπὶ τριετίαν εἰς μοναστήριον.