IusCommune
IusCommune › Textos › Epitome legum › Epitome

Epit. 1.7

Περὶ μισθώσεως καὶ ἐκμισθώσεως, καὶ περὶ ἐμφυτεύσεως.

Abrir no leitor do IusCommune →

1

pr.Μίσθωσις καὶ ἡ ἐκμίσθωσις ἔοικε τῇ πράσει καὶ τῇ ἀγορασίᾳ καὶ διὰ τῶν αὐτῶν πρόεισι κανόνων. ὥσπερ γὰρ ἡ πρᾶσις τότε συνίσταται, ὅτε τὸ τίμημα ἑκατέρῳ μέρει ἀρέσει, οὕτω καὶ ἡ μίσθωσις συνίστασθαι νοεῖται, εἰ τὸ μίσθωμα τοῖς μέρεσιν ἤρεσεν.

2

pr.Ὁ μισθωσάμενος πάντα κατὰ τὸν ὅρον τῆς μισθώσεως ὀφείλει ποιεῖν, τουτέστι κατὰ τὸ δόξαν μεταξὺ τῶν συναλλαττόντων. εἰ δέ τι ἐν τοῖς συμφώνοις παροφθῇ, κατὰ τὸ κάλλιστον καὶ τὸ δίκαιον ὀφείλει τοῦτο τυποῦσθαι.

3

pr.Ἐὰν χρήσω τινὶ ἐσθῆτα ἢ ζῶον, εἶτα ὑπὲρ τῆς χρήσεως τούτου ῥητὸν χρυσίον λόγῳ μισθοῦ δοθῇ μοι ἢ ὁμολογηθῇ δίδοσθαι, ὁ λαβὼν τοσαύτην ἐπιμέλειαν περὶ τὴν φυλακὴν ποιεῖν ὀφείλει, ὅσην σφόδρα ἐπιμελέστατος περὶ τὰ οἰκεῖα παρέχει πράγματα.

4

pr.Ἐὰν γὰρ παράσχῃ, καὶ τυχηρῶς τὰ χρησθέντα ἀπολεῖται πράγματα, προφάσει τῆς τῶν πραγμάτων ἀποκαταστάσεως οὐ κρατεῖται.

5

pr.Ὁ ποιμὴν καὶ ὁ ῥάπτης καὶ ὁ κναφεὺς ἀπὸ ῥᾳθυμίας καὶ ἀθυμίας ἐνέχονται. ἐὰν μυόβρωτον γένηται τὸ δοθὲν τῷ κναφεῖ, ἐνέχεται. καὶ ἐὰν ἑτέρῳ τὸ ἑτέρου παράσχῃ, κἂν ἐν ἀγνοίᾳ, ἐνέχεται. ὁ δὲ μισθωσάμενος ἀγέλην τοῖς τυχηροῖς οὐχ ὑποπίπτει· ἀλλὰ καὶ τὸν μισθὸν αὐτῆς λαμβάνει, ἐὰν δειχθῇ, ὅτι χωρὶς ἀπάτης αὐτοῦ λῃσταὶ αὐτὴν ἀφείλοντο.

6

pr.Ὁ μισθωσάμενος ἄλογον ἐπὶ τῷ βαστάσαι τὶ δῆλον καὶ βαρύτερον ἐπιθεὶς, βλαπτομένου αὐτοῦ ἐνέχεται.

7

pr.Εἰ καὶ ἐν ἀγνοίᾳ μισθώσω πίθους κεκλασμένους καὶ ἐκχυθῇ ὁ οἶνος, εἰς τὸ διαφέρον ἐνέχομαι. ὁμοίως καὶ ὁ λαβὼν μισθὸν ἐπὶ παραφυλακῇ πράγματος κινδυνεύει περὶ τὴν αὐτοῦ φυλακήν.

8

pr.Ἐάν τις ἐπὶ τῷ μετακομίσαι μισθώσεται κίονα, καὶ κλασθῇ ἐν τῷ κουφίζεσθαι ἢ βαστάζεσθαι ἢ ἀποτίθεσθαι, οὐκ ἐνέχεται, εἰ μὴ ἀπὸ ῥαθυμίας οἰκείας καὶ τῶν ὑπουργούντων αὐτῷ.

9

pr.Ἐὰν λάβῃ τὶς ἐπὶ τῷ ἐγγλύψαι ἢ ἐγκλεῖσαι λιθέαν καὶ κλασθῇ, εἰ μὲν ἐξ ἀπειρίας τοῦ τεχνίτου, ἐνέχεται· εἰ δὲ ἀπὸ αἰτίας τῆς ὕλης, οὐκ ἐνέχεται, εἰ μὴ τὸν κίνδυνον ἀνεδέξατο.

10

pr.Ὁ ἐπὶ χρήμασι μισθωσάμενος τὴν συμβᾶσαν τοῖς καρποῖς ἄμετρον βλάβην ἐκ τῆς γενομένης θεομηνίας οὐκ ἐπιγινώσκει ὁ μισθωσάμενος, ἀλλὰ τὴν μετρίαν. ὁ δὲ τοὺς καρποὺς μεριζόμενος μετὰ τοῦ μισθωσαμένου ὡσανεὶ δικαίῳ κοινωνίας, καὶ τὸ κέρδος καὶ τὴν ζημίαν συμμερίζεται τῷ δεσπότη.

11

pr.Ἐφ᾿ ὅσον ὁ τῆς μισθώσεως παρεκτείνεται χρόνος, οὐ δύναται ὁ δεσπότης αὐξῆσαι τὸν κανόνα ἢ ἐκβάλλειν τὸν μισθωσάμενον. βι. δ τί. ξε διάτ. [ις΄].

12

pr.Ὁ τὸ ἴδιον πρᾶγμα ἐν ἀγνοίᾳ μισθωσάμενος μίσθωσιν ἀνυπόστατον συναλλάσσει.

13

pr.Ἐὰν πενταετίαν μισθώσω τὸν ἐμὸν ἀγρόν τινι, ἐν δὲ τῷ δευτέρῳ τυχὸν ἢ τρίτῳ ἐνιαυτῷ τελευτήσῃ ὁ μισθωσά-μενος, ὁ κληρονόμος αὐτοῦ ὑπεισελεύσεται τὴν μίσθωσιν μέχρι τῆς πενταετίας.

14

pr.Ὁ μετὰ τὴν συμπλήρωσιν τῆς μισθώσεως μὴ ἀποκαθιστῶν τὸ πρᾶγμα, ἀλλὰ μένων ἄχρι αὐτοτελοῦς ἀποφάσεως [μὴ] ἀποκαθιστῶν, καὶ τὸ πρᾶγμα ἀποδιδότω καὶ τὴν διατίμησιν αὐτοῦ.

15

pr.Ἐὰν χωρὶς αἰτίας καταλίπῃ τὸν ἀγρὸν ὁ μισθωσάμενος πρὸ τῆς συμπληρώσεως τοῦ χρόνου, δίδωσιν ὅλου τοῦ χρονου τὸ μίσθωμα. ις ' 20. Πᾶσαν βίαν, ᾗ οὐ δύναται ἀντιστῆναι ὁ μισθωτὸς, ὁ δεσπότης ἐπιγινώσκει. τὰ δὲ ἀπὸ αἰτίας τοῦ πράγματος συμβαίνοντα πρὸς ζημίαν εἰσὶ τοῦ μισθωτοῦ, ἐὰν τυχὸν ὁ οἶνος ὀξίσῃ ἢ ἄλογον μετακοιτήσῃ φοβηθέν 2. τὰ δὲ ἀπὸ συμφώνου, ἐὰν συμφωνηθῇ μὴ ἔχειν πῦρ καὶ σχῇ, ἐνέχεται, εἰ καὶ κατὰ τύχην ὁ ἐμπρησμὸς γένηται. τὸ αὐτὸ καὶ ὁ συμφωνῶν μὴ ἔχειν ἐν τῷ οἴκῳ χόρτον καὶ σχῇ.

17

pr.Ἐὰν κατὰ πλάνην τὶς μισθώσηται τὸ ἴδιον, οὐκ ἔρῥωται ἡ μίσθωσις, οὐδὲ στερεῖται τοῦ οἰκείου. ὡς δηλοῖ ἡ λδ΄ διάτ. τοῦ κώδ. ὅτι παρ᾽ ὃν ὀφείλει τὴν νομὴν αὐτοῦ ἀποκαταστῆσαι τὸν μισθώσαντα καὶ οὕτως κινῆσαι περὶ τῆς δεσποτείας τοῦ πράγματος πρὸ καταδίκης· ἐπεὶ καὶ τὴν διατίμησιν αὐτοῦ ἀπαιτεῖ σὺν τῇ ἀποκαταστάσει. βι. δ΄ τί. ξε διάτ. κ ' τοῦ κώδ.

18

pr.Ἐὰν ὁ μισθώσας ὁμολογήσει ποινὴν τῷ μισθωσαμένῳ, εἴπερ αὐτὸν ἐξεώσεται πρὸ τῆς συμπληρώσεως τῆς πενταετίας, ἀζημίως αὐτὸν ἐξεοῦται μὴ καταβάλλοντα τὸν μισθὸν ἢ μὴ γεωργοῦντα.

19

pr.Ὁ ἔνοικος ἐφ᾽ ὅσον δίδωσι τὸ μίσθωμα, οὐκ ἐκβάλλεται παρὰ τοῦ δεσπότου, εἰ μὴ ἄρα εἰς ἰδίαν χρείαν ἀναγκαίαν δέεται τοῦ οἴκου, ἢ ἐπισκευάσαι βούλεται, ἢ ὁ ἔνοικος κακῶς αὐτῷ κέχρηται 29. τῶν ἐνοίκων ἐπὶ πολὺν χρόνον τούτεστιν ἐπὶ διετίαν μὴ φαινομένων μήτε τὸ στεγονόμιον κατατιθέντων, ἔξεστι, οἷς διαφέρει, ἀνοίγειν, καὶ παρόντων δημοσίων προσώπων ἀπογράφεσθαι τὰ ἐκεῖ ὄντα.

20

pr.Ἐὰν μετὰ τὸ πληρωθῆναι τὸν χρόνον τῆς μισθώσεως συναινοῦντος ἑκατέρου μέρους ὁ μισθωτὸς ἐπιμείνοι, ἀνανεοῦται εἰς ἐκεῖνον μόνον τὸν ἐνιαυτὸν ἡ μίσθωσις, οὐ μὴν καὶ εἰς ὅλον τὸν λειπόμενον χρόνον, εἴγε εἰς πενταετίαν ἦν τυχὸν ἡ προτέρα μίσθωσις· ὅπερ καὶ ἐπὶ τῶν πολιτικῶν ἐστι μισθώσεων. εἰ δὲ καὶ τὸν δεύτερον ἐπιμείνοι, ἐνέχεται εἰς αὐτὸν, καὶ ἐπὶ τῶν ἑξῆς ὁμοίως.

21

pr.Ἐξεῖναι ἐντὸς ἐνιαυτοῦ λύειν τὴν μίσθωσιν ἐν πάσαις ταῖς ἐπαρχίαις, καὶ μηδὲν διδόναι πρόστιμον ὡς ἐκ παραβασίας, εἰ μὴ ἄρα ἐν ἀρχῇ τοῦ συναλλάγματος ἀπετάξατο τούτῳ ἰδικῶς.

22

pr.Ἐὰν δίαιταν εἰς ἐνιαυτὸν μισθωσάμενος ὅλον παράσχω τὸν μισθὸν, καὶ πέσῃ ἢ καυθῇ τῷ ἕκτῳ μηνὶ, ἀναλαμβάνω τὸ λοιπόν.

23

pr.Ἐάν τις ἑνὶ ἐνιαυτῷ συγχωρήσει τῷ μισθωσαμένῳ διὰ τὴν ἀφορίαν, καὶ εὐφορία ἐν τοῖς ἑξῆς ἐνιαυτοῖς γένηται, λαμβάνει τὸ συγχωρηθέν. εἰ δὲ ἐν ὑστέρῳ ἐνιαυτῷ γένηται ἡ ἀφορία καὶ ἡ συγχώρησις τῶν πρώτων εὐφορησάντων, ἐὰν οἶδεν ὁ μισθωτός, [οὐ] συλλογίζεται.

24

pr.Ἐὰν ἀερικὴ ἀφορία γένηται, οὐχ ὁρᾷ τὸν γεωργὸν ἡ ζημία, εἰ μὴ ἄρα τοῦτο ἔδοξεν, ἢ ἔθος ἐν τῷ κλίματι, ἢ ἐκ τῆς μετὰ ταῦτα εὐφορίας ἀνεσώθη ἡ συμβᾶσα ἀφορία.

25

pr.Ὁ ἐγγυητὴς τοῦ μισθωσαμένου πρᾶγμα ἐπὶ χρόνον τινὰ οὐκ ἐνέχεται μετὰ τὴν συμπλήρωσιν τοῦ ὡρισμένου χρόνου, κἂν ἐπιμείνῃ τῇ μισθώσει ὁ μισθωσάμενος, εἰ μὴ ἄρα καὶ ἐπὶ τῇ δευτέρᾳ μισθώσει ἐγγυήσατο αὐτὸν, ἀλλ᾽ ἐκεῖνος μόνος ἐνέχεται ὑπὲρ τοῦ μετὰ ταῦτα χρόνου. ὁ ἐπιμείνας τῇ προτέρᾳ αὐτοῦ μισθώσει μετὰ τὸν ὡρισμένον χρόνον οὐ μόνον αὐτὸς εὐθύνεται, ἀλλὰ καὶ τὰ ἐνέχυρα, ἃ δέδωκε τῷ πρώτῳ, ποιεῖ ἐνέχεσθαι διὰ σιωπηρᾶς συναινέσεως ἐπὶ τῷ μετὰ ταῦτα χρόνῳ. ὡς βι. δ΄ τί. ξέ διατ. ζ΄ τοῦ κώδ.

26

pr.Οὐ δύναται ἐκβάλλειν ἄκοντα τὸν μισθωσάμενον ὁ μισθώσας, κἂν ἄλλος αὐτῷ εἰσάγει πλεῖον μίσθωμα, δηλονότι πρὸ τοῦ ὡρισμένου χρόνου, καὶ ἐὰν εὐγνωμονῇ ἐκεῖνος περὶ ὧν ὡμολόγησεν.

27

pr.Ὁ μισθωσάμενος πρᾶγμα δύναται αὐτὸ ἑτέρῳ μεταμισθοῦν, εἰ μὴ ἄρα τὸ ἐναντίον ἔδοξεν, ὡς δηλοῖ ἡ γ ' διάτ. τοῦ ί τί. τοῦ δ΄ βι. τοῦ κώδ. ὅτι οὐδὲ κατέχεται ὁ μισθωσάμενος παρὰ τοῦ ἔχοντος τὸ πρᾶγμα ἐν μισθώσει, ὑπὲρ αὐτοῦ τοῦ μισθώσαντος αὐτῷ χρεωστοῦντος τῷ δεσπότῃ τοῦ πράγματος. διάτ. ς΄.

28

pr.Ὁ στρατιώτης μισθωσάμενος παρά τινος πρᾶγμα ἐκπίπτει τῆς ἰδίας στρατείας καὶ οὐ κατέχεται εἰς τὸ αὐτὸ πρᾶγμα τῷ μισθώσαντι. βι. β΄ τί. ιβ΄ διατ. ζ. σημ. τὴν λέγουσαν, μὴ δύνασθαι στρατιώτην εἶναι ἐξωτικοῦ προκουράτορα οὔτε ἐπίτροπον. ὡς βι. δ΄΄τί. ξέ διατ. λέ τοῦ κώδ.

29

pr.Ὁ κλέπτων τὸν μισθωθέντα αὐτοῦ δοῦλον ὡς κλέπτης ἐνέχεται 40. εἰ δὲ τόπον εἰς βοσκὴν μισθώσω καὶ ἐκ τῶν αὐτοῦ κακῶν βοτανῶν βλαβῶσιν ἢ φθαρῶσι τὰ θρέμματα, εἰ μὲν ᾔδειν, εἰς τὸ διαφέρον ἐνέχομαι· εἰ δὲ ἠγνόουν, οὐκ ἀπαιτῶ τὸν μισθόν.

30

pr.᾿Ανὴρ ἀγαθὸς οὐ μισθοῖ τὴν ἰδίαν ἐσθῆτα, εἰ μὴ ἐστι πένθιμος ἢ σκηνική 42. καλῶς δὲ μισθοῖ τὰς ἰδίας ὀπέρας, τουτέστι ἔργα δούλου πρὸς πορισμὸν τοῦ εἰς χρῆσιν αὐτὸν ἔχοντος 44. Ὁ μισθώσας τὰς ἰδίας ὑπηρεσίας καὶ μὴ ἐμποδίσας C καταδέχ. Dig. XIX,,. Proch. XVII,. Dig. XIX,, §. 1. Proch. XVII,. Dig. VII,, §. 4.. Cod. IV,,. ἐργάζεσθαι, τοῦ χρόνου παντὸς λαμβάνει τὸν μισθόν. ὁμοίως· καὶ ὁ συνηγορήσας.

31

pr.Πᾶς ἐργολάβος ἢ τεχνίτης ὁ ἁψάμενος ἔργου καὶ μὴ πληρῶν αὐτὸ, διδότω τὴν συμβᾶσαν η ζημίαν, δηλονότι λαμβάνων τὸν μισθὸν αὐτοῦ. εἰ δὲ πένης ἐστὶν ὁ τεχνίτης ἢ ὁ ἐργολάβος καὶ μὴ ἀρκεῖ πρὸς καταβολὴν τῶν χρημάτων, τυπτέσθω καὶ τῆς πολιτείας ἐξιέτω.

32

pr.Ἐὰν πρὸ δοκιμασίας πέσῃ τὸ ῥεῖθρον, εἰ μὲν ἀπὸ αἰτίας τοῦ ἐδάφους ἢ τοῦ σεισμοῦ, ὁ μισθώσας ζημιοῦται· εἰ δὲ ἐξ ἐλαττώματος τοῦ ἔργου, ὁ μισθωσάμενος.

33

pr.Περὶ ἐμφυτεύσεως. ἀνάγν. βι. δ΄ τί. ξς ' τοῦ κώδ. – Ἐπειδὴ μεταξὺ τῶν παλαιῶν ἄδηλον ἦν τὸ τῆς ἐμφυτεύσεως ὄνομα, ἀμφιβάλλετο ὑπό τινων μὲν μίσθωσις εἶναι, ὑπό τινων δὲ πρᾶσις ἐνομίζετο· πρᾶσις μὲν, ἐπειδὴ διέβαινεν ἐπὶ κληρονόμοις, καὶ ἐξεποιεῖτο διαφόρως· μίσθωσις δὲ ἐνομίζετο διὰ τὸ καθ᾽ ἕκαστον ἔτος διδόμενον· διάταξις γέγονε ζήνωνος τοῦ θειοτάτου, ἥτις ἐμφύτευσιν τοῦτο ἐκάλεσεν, ἰδιάζουσαν καὶ αὐτῷ φύσιν ἐπινοήσασα, οὔτε πρὸς μίσθωσιν καθόλου οὔτε πρὸς πρᾶσιν ὁρῶσαν, ἀλλ᾿ ἰδίοις ὅροις συνισταμένην· καὶ εἰ μὲν πακτευθῇ, τουτέστι συμφωνηθῇ, μεταξὺ τῶν συναλλασσόντων, οὕτως ἰσχυρόν ἐστι τὸ σύμφωνον, ὡς ἂν φύσεως τοιαύτης προσούσης τῷ συναλλάγματι· εἰ δὲ ἐν τοῖς συμφώνοις παροφθῇ τι, κατὰ τὸ κάλλιστον καὶ τὸ δίκαιον ὀφείλει τυποῦσθαι. ὡς βι. γ΄ ἰνστιτ. κδ΄.

34

pr.Εἰ μὲν παντελής φθορὰ τοῦ ἐμφυτευθέντος πράγματος γένηται, τὸν δεσπότην, τουτέστι τὸν ἐμφυτεύσαντα, δράτω ἡ ζημία. εἰ δὲ μερικὴ, ὁ ἐμφυτευσάμενος ταύτην ἐπιγινωσκέτω τὴν βλάβην 56. ὡς βι. δ΄ τί. ξς΄ διατ. α΄ τοῦ κώδ.

35

pr.Ὁ δὲ ἐμφυτευτὴς καὶ ὁ μισθωτὸς ἐπὶ διετίαν ἢ καὶ τριετίαν ἀγνωμονῶν τὸ ἐτήσιον πάκτον ἢ χεῖρον ποιῶν τὸ πρᾶγμα ἐκβαλλέσθω τῆς ἐμφυτεύσεως μὴ δυνάμενος περὶ ἐμπονημάτων κινεῖν 57. ὁμοίως καὶ ὁ διηνεκῶς ἐμφυτευσάμενος ἐκπίπτων τοῦ πράγματος μένει τῷ κανόνι τῆς ἐμφυτεύσεως διηνεκῶς ὑποκείμενος. διάτ. β΄.

36

pr.Ἐὰν προσαγάγῃ ὁ ἐμφυτευτὴς τὸν κανόνα, καὶ μὴ δέξηται αὐτὸν εἴσω τριῶν ἐτῶν ὁ ἐμφυτεύσας, διαμαρτυρείσθω αὐτὸν, ἐν μὲν κωνσταντίνου πόλει παρὰ τοῖς ἐπάρχοις, ἐν δὲ ταῖς ἐπαρχίαις παρὰ τῷ ἄρχοντι ἢ τῷ ἐπισκόπῳ, καὶ τότε κερδαινέτω αὐτὰ καὶ μήτε τοῦ μέλλοντος χρόνου ἀπαι. ὅτε διαμαρτύρεται αὐτὸν ὁ τείσθω. ὡς εἰ μὴ ἀγνωμονήσει ἐμφυτεύσας. σημ. ὁ ἐμφυτευτὴς ἀπαλλάττεται τῆς ἐμφυτεύσεως. τοῦτο γὰρ λίαν ἐστὶν ἀδιαίρετον. ἀλλὰ τότε νόει τὸ λεχθὲν ἐνταῦθα προβαῖνον, ὅτε θέλει ὁ ἐμφυτεύσας. ὑπὲρ γὰρ αὐτοῦ εἰσηνέχθη τὸ νόμιμον καὶ κεκανόνισται. ὡς τὰ ὑπὲρ ἡμῶν εἰσαχθέντα οὐ βλάπτουσιν ἡμᾶς ἐκ περιστάσεως οὐδὲ τὰ ὑπέρ τινος εἰσαχθέντα ἕλκεται κατὰ αὐτοῦ. ὡς βι. λζ΄ τί. ν ' διγ. ιγ΄ 65. οὐδὲ τὰ ὑπὲρ ἡμῶν νομοθετηθέντα δύναται καθ'᾽ ἡμῶν γενέσθαι.

37

pr.Τὰς δὲ ἐμφυτεύσεις τὰς γινομένας παρὰ τῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας τῆς βασιλίδος τῶν πόλεων καὶ τοῦ ὀρφανοτροφείου καὶ τῶν ξενώνων καὶ τῶν νοσοκομείων καὶ τῶν πτωχείων γίνεσθαι κελεύουσιν αἱ διατάξεις ἐπί τε τοῦ προσώπου αὐτοῦ τοῦ λαμβάνοντος καὶ ἄλλων δύο ἐφεξῆς κατὰ διαδοχὴν θνητῶν κληρονόμων, ἢ μέχρι τοῦ τῆς ζωῆς χρόνου τοῦ ἐμφυτευσαμένου, ὡς ἂν τοῖς συναλλάττουσι συναρέσειεν· μὴ ὑπερβαινούσας δηλαδὴ τὸν λ'ετῆ χρόνον.

38

pr.Τὰ δὲ ἐρείπια τῆς ἐκκλησίας κωνσταντινουπόλεως καὶ τῶν ἐναστείων μοναστηρίων διηνεκῶς ἐμφυτευέσθωσαν ἐπὶ τῇ τρίτῃ ἢ ἡμισείᾳ μοίρᾳ τῶν αἰρομένων τῆς κτήσεως ἐνοικίων. ὡς νε. ρκ ' το.

39

pr.Ἐπὶ τῶν πολυτίμων προαστείων ὁ ἐμφυτευσάμενος ἐπὶ τρισὶ προσώποις οὐχ ὁ κανὼν σκοπεῖται οὐδὲ τὸ ἕκτον μέρος τῆς μειώσεως αὐτοῦ, ἀλλ᾽ ἡ διατίμησις, πόσην ποιοῦσι πρόσοδον εἰς κ΄ ἔτη. καὶ τότε ἡ πρόσκαιρος αὐτῶν ἐμφύτευσις γίνεται πρὸς τὴν ποσότητα τῆς διατιμήσεως τῆς προσόδου. σημ. ὅθεν καὶ δωρεῖται ἕκαστος ὃ ἔχει ἐν ἐμφυτεύσει κἂν παρὰ τοῦ φίσκου αὐτὸ ἔλαβεν.

40

pr.Τὰ κατὰ τοῦ βυζαντίου καὶ τῶν περιοικίδων αὐτοῦ cuna est. V ἐμφυτευτὴς, ἐξωθεῖται. ἡ ἐξην. V addit ὡς βι. ε΄ τί. ζ΄ τοῦ κώδ. Α ἕπεται τὰ. F τί. η΄ διγ. γ '. Est Dig. XXXVII,, §. 5. Α ὀρφανείου. Excidisse quaedam videntur. Cf. Proch. μοναστήρια καὶ διηνεκῶς ἐμφυτεύουσιν ἀκίνητον· εἰ μὲν εὐκτήριοι οἶκοι, κατὰ γνώμην τοῦ πλείονος μέρους τῶν αὐτοῦ κληρικῶν· εἰ δὲ πτωχεῖα ἢ νοσοκομεῖα ἢ ἕτερος σεβάσμιος οἶκος, ὁ προεστὼς ποιεῖ τὸ συνάλλαγμα, ὀμνυόντων τῶν αὐτῶν διοικητῶν παρουσίᾳ τῶν ἐκεῖσε ὄντων χαρτουλαρίων, ὡς οὐ περιγράφεται ἢ βλάπτεται ὁ οἶκος. ἐπὶ δὲ τῶν μοναστηρίων ὁ ἡγούμενος μετὰ τοῦ πλείονος μέρους τῶν ἐκεῖ λειτουργούντων μοναχῶν ποιεῖ τὸ συνάλλαγμα. καὶ ἐπὶ πάντων τῶν εἰρημένων ὁ προλεχθεὶς ὅρκος ἐντάσσεται τῷ συμβολαίῳ, καὶ οὐ πλέον κουφιζέτω τοῦ ἕκτου μέρους τῆς προσόδου, ἣν ἔχει τὸ ἐμφυτευόμενον.

41

pr.Τοῖς δὲ οἰκονόμοις καὶ χαρτουλαρίοις καὶ ὀρφανοτρόφοις καὶ τῶν λοιπῶν εὐαγῶν διοικηταῖς, ἔτι γε μὴν καὶ γονεῦσι καὶ παισὶν αὐτῶν καὶ συγγενέσιν καθάπαξ ἀπαγορεύουσιν αἱ διατάξεις τοῦ ἐμφυτεύεσθαι ἐν οἷς οἰκονομοῦσιν. τοὺς δὲ τὴν αὐτὴν ἐμφύτευσιν διαπραξαμένους οἰκονόμους καὶ χαρτουλαρίους καὶ διοικητὰς, εἰ διὰ παρενθέτου τὶ ποιήσουσι, τοσοῦτον ἅμα ζημιοῦσθαι καὶ προσκυροῦσθαι τῷ οἴκῳ, ὅσην καὶ ὁ ἐμφυτευσάμενος τῆς καταβληθείσης τιμῆς ὑπέστη ζημίαν.

42

pr.Ὁ ἐμφυτεύων λαμβάνει τοῦ ἐκποιηθέντος ἐμφυτεύματος τὸ ν ' μέρος παρὰ τοῦ ἐμφυτευτοῦ ὑπὲρ το οὗ συναινεῖ καὶ ὑπογράφει τῷ ἐκποιουμένῳ παρ᾽ αὐτοῦ 80. καὶ ταῦτα μὲν οὕτως. ἔξωθεν νόει ὅτι ἐκποίησίς ἐστιν ἡ ἐμφύτευσις. ὅθεν καὶ δωρεῖται ἕκαστος, ὃ ἔχει ἐν ἐμφυτεύσει, ὅτι δεσπότης νοεῖται ὁ ἐμφυτευτὴς ἐφ᾽ ὅσον δίδωσι τὸν δόξαντα κανόνα. ὡς βι. ιά τί. ξέ διατ. α΄ τοῦ κώδ. Τὰς δὲ ἀνακάμψεις κατὰ τὴν διάταξιν τοῦ ἀεισεβάστου ἡμῶν βασιλέως λέοντος ἀναδιπλασιάζεσθαι τὸ τέλος τοῦ ἐμφυτευσαμένου ἢ μισθωσαμένου, κάντε πρώτου προσώπου ᾖ κάντε δευτέρου.