Epit. 1.6
Περὶ νομῆς καὶ οὐσουφρούκτου ἤτοι χρήσεως νομῆς καὶ χρήσεως καρπῶν.
Abrir no leitor do IusCommune →1
pr.Εἴρηται ἐν βι. μα τί. β΄ τῶν διγ., ὅτι ἡ νομὴ φυσική ἐστι κατοχή. καὶ ἐκ ταύτης ἀρχὴν ἔλαβεν ἡ δεσποτεία, ὡς δείκνυσι τὰ ἐκ πολέμου λαμβανόμενα καὶ ἡ ἐν θαλάσσῃ νῆσος καὶ οἱ μαργαρῖται οἱ ἐν αἰγιαλῷ εὑρισκόμενοι. τούτων γὰρ πάντων ὁ πρῶτον τῆς νομῆς δραξάμενος δεσπόζει.
2
pr.Ἡ νομὴ ἐκ δύο σύγκειται, ἐξ ἀσωμάτων καὶ ἐκ σωμάτων. [καὶ ἐξ ἀσωμάτων μὲν], ὡς δουλεῖαι, χρήσεις· ἐκ δὲ σωμάτων, ἀγρὸς καὶ οἰκία. καὶ ψυχῇ δύναταί τις παρακατέχειν νομὴν, εἰ καὶ τὰ μάλιστα μήτε αὐτὸς μήτε ὀνόματι αὐτοῦ ἐστί τις ἐν κατοχῇ τοῦ πράγματος, ἀλλὰ κατέλιπε τὸ πρᾶγμα ψυχῇ καταφρονοῦντος.
3
pr.Τοῦτο δὲ γίνεται ἐπὶ ἀγρῶν καὶ προαστείων· καταλιμπάνομεν ταῦτα ἐλπίζοντες καιροῦ καλοῦντος τους αὐτους πάλιν καταλήψεσθαι τόπους.
4
pr.Τὰ δὲ τῶν σωμάτων καὶ δ᾽ ἡμῶν καὶ διὰ τοῦ ὑπεξουσίου υἱοῦ καὶ διὰ δούλων καὶ διὰ προκουράτωρος καὶ ἐντολέως καὶ θεραπαίνης κτώμεθα νομήν. ὁμοίως καὶ διὰ μισθώσεως καὶ δι ἑτέρων ὀνομάτων.
5
pr.Τὸ κελεύσει μου ἑτέρῳ παραδοθὲν ἢ ἀπὸ χρεώστου μου καταβληθὲν πρὸς ἐμὲ δοκεῖ πράττεσθαι.
6
pr.Οἱ πολῖται δι αὑτῶν οὐδὲν δύνανται νέμεσθαι. οὐδὲ γὰρ τὸν φόρον ἢ τὰς βασιλικὰς νέμονται, ἀλλ᾽ ἐπικοίνως κέχρηνται· διὰ δούλων νέμονται καὶ χρῆσιν ἔχουσιν.
7
pr.Τὰ κινητὰ ἢ αὐτοκίνητα χωρὶς ἀνθρώπων, ἕως ὅτε φυλάττει τὶς, νέμεται. εἰ γὰρ τούτων τὶ διαπέσῃ, ὡς μὴ εὑρίσκεσθαι, λέλυται ἡ νομή. καὶ διαθέσει ἀπόλλυται νομή. καὶ ψυχῇ γὰρ μόνῃ ἀπόλλυται νομή, οὐ μὴν καὶ κτώμεθα νομήν.
8
pr.Εἰ ὃ παρεθέμην σοι, ψηλαφήσεις ἐπὶ κλοπῇ, πέπαυμαι τῆς νομῆς. εἰ δὲ μὴ μετακινήσεις, κἂν ἀφαιρήσειν προήρησαι, ἐγὼ νέμομαι. κλοπὴ γὰρ μόνῳ λογισμῷ [οὐ] γίνεται.
9
pr.Εἴ τι ὁ υἱός μου κατάσχῃ, ἐγὼ νέμομαι, κἂν ἀγνοῶν ὑπεξούσιον αὐτὸν εἶναι, ἢ παρ᾽ ἑτέρου ὡς δοῦλος κατέχεται. τὸ αὐτὸ καὶ ἐπὶ δούλου μου τοῦ κελεύσει μου κληρονομοῦντος.
10
pr.Αλλο γάρ ἐστι τὸ νέμεσθαι καὶ ἄλλο τὸ εἶναι ἐν νομῇ. ὡς ἐπὶ τῆς λεγατόρουμ καὶ τῆς damni infecti, τουτέστι περὶ μελλούσης ζημίας.
11
pr.Ὁ οὐσουφρουκτουάριος φυσικῶς νέμεται. καὶ οὐ κοινωνεῖ ἡ δεσποτεία τῇ νομῇ. ἀλλὰ καὶ εἴ τι προσθήκη γένηται, τῷ κυρίως νεμομένῳ προστίθεται.
12
pr.Τὸ ἀπὸ ἑνὸς τῶν συνοικούντων θατέρῳ δωρηθὲν οὐκ ἐστὶν ἐννόμου νομῆς.
13
pr.Ὁ μισθωσάμενος ὃ ἐνέμετο, παύεται τῆς νομῆς. Α αὐτῶν. Theoph. Inst. IV, pr. §.. Legerim Τῶν δέ. pta sunt. Forte: μισθωτοῦ καὶ δούλου ἀνίμο νεμόμεθα. Vide Dig. XLI,, §. 12. Dig. XLI,, §. 21. Dig. XLI,, §. 22. Χρῆσιν ἔχουσιν pro οὐσουκαπιτεύουσιν, per ἐξελληνισμόν saepius in nostro obvium. Dig.
14
pr.Οὐ δύναμαι τὴν αἰτίαν τῆς νομῆς, ἧς ἔχω σωματικῶς καὶ ψυχῇ, ἐναλλάσσειν, εἰ μὴ τὴν προτέραν ἀπολέσας ἑτέρας δράξασθαι βουληθῶ.
15
pr.Ὁ γὰρ τὸν ἐλεύθερον καλῇ πίστει νεμόμενος διὰ χρήσεως οὐ δεσπόζει. νομῆς γὰρ μὴ ὑποκειμένης οὐ προσπορίζεται χρῆσις 24. ὡς βι. β΄ ἰνστιτ. τί. θ΄.
16
pr.Ὁ βίᾳ ἢ λάθρα ἀλλότριον δοῦλον νεμόμενος οὐδὲν αὐτοῦ κτᾶται. πᾶς γὰρ νεμόμενος ἀλλότριον πρᾶγμα κακῇ διαθέσει, τοῦτο κλέπτει καὶ ἀποτελεῖ αὐτὸ κλοπιμαῖον. ἀλλ᾽ ἐν δέχεται γάρ τινα ψηλαφᾶν τὸ ἀλλότριον πρᾶγμα παρὰ γνώμην δεσπότου καὶ κλοπὴν μὴ ἁμαρτάνειν, ὡς ἐπὶ τοῦ ἀγνοήσαντος, ὅτι κλοπιμαῖόν ἐστι, καὶ ἀγοράσαντος· ὁ τοιοῦτος ἀπήλλακται πονηρᾶς διαθέσεως. κλοπὴν δίχα κακῆς διαθέσεως μηδέποτε ἁμαρτάνεσθαι.
17
pr.Ὃ νέμεται ὁ δοῦλός μου ὀνόματί μου ἀγνοοῦντος, οὐ νέμομαι. εἰ δὲ πεκουλιαρίως, ἐν νομῇ μου ἐστίν. ὃ μέντοι ἀπὸ· κλοπῆς ἔσχεν, οὐκ ἐστιν ἐν πεκουλίῳ, ἀλλ᾽ οὐδὲ ἐν νομῇ μου.
18
pr.Ὁ ἀπώλεσα, παύομαι νέμεσθαι. καὶ διὰ μισθωτῶν καὶ ἐνοίκων καὶ δούλων ἡμῶν νεμόμεθα, κἂν ἀποθάνωσιν ἢ τὸ πρᾶγμα μισθώσωσιν. ὁ δὲ ψυχῇ νεμόμενος, ἕως ἂν ἐξεωθῇ ἢ ἀναχωρήσῃ, νέμεται.
19
pr.Ὥσπερ γὰρ αἱ ἐνοχαὶ οἷς συνίστανται τρόποις καὶ λύονται, οὕτως ἀγνοῶν οὐκ ἀπόλλει νομήν 31. οὐδὲ παύεται τῷ λογισμῷ νέμεσθαι 33. ὁ δὲ νήφων λογισμῷ γὰρ καὶ ἀποτίθεται καὶ ἐναλλάσσει νομὴν, πλανώμενος δὲ οὐδὲ κτᾶται οὐδὲ ἀπόλλει 35. οἷον ὡς ὁ ἀποκρύπτων χρυσίον ὁπουδήποτε, κἂν πλανηθῇ τὸν τόπον, εἰ μὴ ἄλλος κατέσχεν αὐτὸ, ἔτι νέμεται. τὰ ὑπὸ γῆν γὰρ νεμόμεθα, ὥσπερ καὶ τὸν δοῦλον τὸν μὴ ὁρώμενον 36. καὶ τὸν κολωνὸν, εἰ ἐξέλθοι ἐκ τοῦ ἀγροῦ μου ἐφ᾽ ᾧ ὑποστρέψαι, ἐγὼ νέμομαι.
20
pr.Ἐπὶ τῶν ἀκινήτων κλοπὴ οὐχ ἁμαρτάνεται. λείπεται δὲ τοίνυν δεκαετία ἢ εἰκοσαετία εἰς τὸ δεσπότην γίνεσθαι τοῦ ἀγροῦ τὸν καλῇ πίστει νεμόμενον, φυλαττόμενον ὑπὸ τῶν διατάξεων, μηδενὸς ἀφαιρεθῆναι τὴν μακρὰν καὶ ἀμφίβολον νομήν.
21
pr.Ὁ ἐναγόμενος περὶ τύχης, εἰ μὲν ἐν νομῇ δουλείας ἐστὶν, αὐτὸς βαρεῖται τῇ ἀποδείξει, ὅτι εὐγενής ἐστιν· εἰ δὲ ἐν νομῇ ἐλευθερίας ἐστὶ, τότε ὁ ἐνάγων αὐτὸν ὀφείλει δεῖξαι, ὅτι δοῦλός ἐστιν 30. ση. τότε ἀρνήσεως οὐκ ἐστιν ἀπόδειξις, ὅτε οὐ μάχεται πρόληψις· ἀεὶ γὰρ ἐν προλήψει μάχεται ἡ ἄρνησις.
22
pr.Ὅπου ἡ τῆς νομῆς βία γέγονεν, ἐκεῖ καὶ τὸ περὶ αὐτῆς γυμνάζεται δικαστήριον 41. ἐν ᾧ εἰ μὲν καλῇ πίστει νεμόμεθα, πρὸς παρόντων [ἄχρι] ί ἐνιαυτῶν, πρὸς ἀπόντων ἄχρι κ· εἰ δὲ κακῇ πίστει, ἄχρι λ΄ 42. κακὴ δὲ πίστις ἐστὶν, ὅταν τὶς εἰδὼς τὸ πρᾶγμα ἀλλότριον εἶναι οἰκείῳ ὀνόματι νέμηται.
23
pr.Περὶ χρήσεως καρπῶν. — Χρῆσίς ἐστι δίκαιόν τι, ὃ ποιεῖ με κατὰ ἀλλοτρίων πραγμάτων ἔχειν χρῆσιν καὶ ἐπικαρπίαν 43. ἐστὶ γὰρ ἡ χρῆσις τῶν καρπῶν ἐν σώματι, οὗτινος φθειρομένου συμφθείρεται.
24
pr.Χρῆσις καρπῶν ἀγροῦ ἐστι τὸ γεωργεῖν τὸν ἀγρὸν καὶ καρπίζεσθαι τὸν τὴν χρῆσιν ἔχοντα 45. αὐτῷ γὰρ διαφέρει τὰ ἐν αὐτῷ γινόμενα καὶ τὰ ἐξ αὐτοῦ δυνάμενα λαμβάνεσθαι.
25
pr.Χρῆσις δὲ μόνη ἐστὶ τὸ κεχρῆσθαι τοῖς ἐκεῖσε λαχάνοις, ὀπώραις, ἄνθεσι, χορτοφύλλοις, ξύλοις τοῖς πρὸς τὴν και θημέραν χρῆσιν ἐξαρκοῦσι, ἥντινα ψιλὴν χρῆσιν ἐκάλεσεν. οὐκ ἔξεστι τῷ ἔχοντι ταύτην πιπράσκειν ἢ μισθοῦν ἢ προῖκα παραχωρεῖν ἑτέρῳ, ὁπότε τῷ ἔχοντι χρῆσιν τῶν καρπῶν ταῦτα πάντα πράττειν ἐπιτ΄τραπται.
26
pr.Χρῆσις δὲ καρπῶν προβάτων ἐστὶ τὸ κεχρῆσθαι τῷ γάλακτι, τοῖς ἀρνίοις, τῷ ἐξ αὐτῶν ἐρίῳ. χρῆσις δὲ μόνη ἐστὶ τὸ κοπρίζειν δι ' αὐτῶν τὸν ἴδιον ἀγρόν.
27
pr.Πᾶς πόρος τῷ τὴν χρῆσιν ἔχοντι τῶν καρπῶν ἀνήκει 5ο. οἷον πρόσχωσις καὶ τὰ ἐκ τῶν ἀνεπαισθήτως γινόμενα. οὐ μὴν τῆς ἐν ποταμῷ τεχθείσης νήσου τοῦ ἀγροῦ. ἀνήκει δὲ αὐτῷ καὶ τὰ ἰξευόμενα τουτέστι τὰ κυνηγούμενα.
28
pr.Ὁ τὴν χρῆσιν ἔχων τῶν καρπῶν ἀποδίδωσι τὰ δημόσια καὶ τὰ δαπανήματα καὶ τὰς ἐκ τοῦ πράγματος ἐαθείσας διατροφάς. καὶ ἀνανεοῖ, ὥσπερ ἐγκεντρίζει τὰ δένδρα.
29
pr.Καὶ δ᾽ ἡμῶν αὐτῶν καὶ διὰ τῶν ὑπεξουσίων ἡμῶν κτώμεθα χρῆσιν καρπῶν 54. οἷον παρεχώρησά σοι τὸν οὐσούφρουκτον τοῦ ἐμοῦ οἰκέτου· ἐφ᾽ ὅσον περίεστιν ὁ οἰκέτης, ὁ οὐσούφρουκτος συνίσταται· τούτου δὲ τελευτήσαντος ἡ χρῆσις ἀποσβέννυται.
30
pr.Ὁ μὲν κληρονόμος εἶχε τοῦ ἐμοῦ ἀγροῦ τὴν δεσποτείαν, ὁ δὲ ληγατάριος τὴν χρῆσιν. ἢ καὶ ἐκ τοῦ ἐναντίου ἐληγάτευσά σοι τὸν ἀγρὸν παρακατεχομένου τοῦ οὐσουφρούκτου· ἐνταῦθα ὁ μὲν λεγατάριος τὴν δεσποτείαν ἕξει, ὁ δὲ κληρονόμος τὴν χρῆσιν.
31
pr.Ὁ ἔχων οὐσούφρυκτον τῶν φθειρομένων, εἰ μὴ πρότερον δώσει τὸν περὶ ἀποκαταστάσεως καυτίονα, οὐ δύναται αὐτὰ ἀπαιτεῖν, οἷον σῖτον, ἔλαιον, ἐσθῆτα· οἷς ἐστι παραπλήσια καὶ τὰ ἀργύρια· ἐν αὐτῇ γὰρ τῇ χρήσει καὶ τῇ συνεχεῖ ἐναλλαγῇ ἐκ τοῦ [ἐξ] ἑτέρου μετιέναι εἰς ἕτερον τρόπον τινὰ ἀποσυμβαίνει.
32
pr.Ὁ οὐσούφρουκτος κατὰ ἀλλοτρίας δεσποτείας ἐστί.· καὶ διὰ τοῦτο παρέξεις μοι ἱκανοδοσίαν, ὅτι τοσαῦτά μοι ἀποκαταστήσεις, ὅσα καὶ λαμβάνεις, ἐὰν συμβῇ τελευτῆσαί σε ἢ ὑποστῆναι capitis deminutiova.
33
pr.Σβέννυται ἡ χρῆσις τῇ φθορᾷ τοῦ οἴκου καὶ τῇ ἀνανεώσει τοῦ ἐδάφους καὶ τῇ ἀχρησίᾳ τοῦ χρόνου καὶ τῷ θανάτῳ τοῦ οὐσουφρουκτουαρίου.
34
pr.Καινὴν ἀμφίασιν βαλεῖν τοῖς ἀναμφιάστοις τοίχοις ὁ τὴν χρῆσιν ἔχων οὐ δύναται, κἂν κρεῖττον τὴν αἵρεσιν τοῦ δεσπότου ποιεῖ, ἀνανεοῖ δὲ τὰ ἀνακέραμα, καὶ τὰ ἐπὶ τέρ ψεως, οἷον γράψαι καὶ ψηφῶσαι καὶ τὰ λοιπά.
35
pr.Οὐ δύναται δεσπότης ὑψοῦν τὸν οἶκον ἄνευ τοῦ οὐσουφρουκτουαρίου, οὔτε ἅλωνος ληγατευθείσης οἰκοδομεῖν ἐν αὐτῇ.
36
pr.Ἡ γονὴ τῆς δαμάλεως οὔκ ἐστιν οὐσούφρουκτος αὐτῆς, οὐδὲ τοῦ ἀγροῦ οὐσούφρουκτος ὁ οἶνος καὶ ὁ σῖτος, ἀλλὰ καρποί. σωματικὰ γάρ εἰσι ταῦτα, οὐκ ἀσώματα δίκαια. ὡς βι. κά τί. β ' διγ. μγ΄.
37
pr.᾿Απὸ τῆς καυσίμης ὑπορθώματα καὶ κλάδους ἀπὸ τῶν δένδρων λαμβάνει ὁ τὴν χρῆσιν ἔχων. ἀπὸ δὲ μὴ τῆς τοιαύτης ὕλης δένδρα μεγάλα οὐ δύναται κόψαι, εἰ μὴ πρὸς ἀνανέωσιν τοῦ ἐποικίου ἐργάσιμα, ὥσπερ καὶ ἄσβεστον ἑψεῖν καὶ ψάμμον ὀρύττειν καὶ ἄλλο τὶ τῷ ἔργῳ ἀναγκαῖον δύναται λαβεῖν.
38
pr.Δύναται παραχωρεῖν ἑτέρῳ καρπίζεσθαι ὁ τὴν χρῆσιν ἔχων ἢ μισθοῦν καὶ πιπράσκειν. ὁ γὰρ πωλῶν ἢ μισθῶν νέμεται, καὶ ὁ δωρούμενος ἢ κατὰ παράκλησιν διδοὺς νέμεται στ. ὡς βι. γ΄ τί. λγ ' διατ. ί ' τοῦ κώδ.
39
pr.Ὁ τοκετὸς τῶν δούλων τῇ δεσποτείᾳ διαφέρει, οὐ μὴν ὁ τὴν χρῆσιν· ἐπ᾿ αὐτοῖς ἔχων ὡς τὰς ὀπέρας τουτέστι δουλείας καὶ ἐργασίας τοῦ δούλου.
40
pr.Οὐ γὰρ γίνεται τῶν το καρπῶν δεσπότης ὁ τὴν χρῆσιν ἔχων, εἰ μὴ ὑπ᾽ αὐτοῦ ληφθῶσιν. εἰ δὲ μετὰ ταῦτα δράξεται αὐτῶν, δεσπότης· αὐτῶν γίνεται.
41
pr.Ἐὰν θερίσας σῖτον ἢ κριθὰς ἢ τι τοιοῦτον ὁ οὐσουφρουκτουάριος μήπω δὲ ἀλοήσας, ἢ τεμὼν σταφυλὴν ἢ τινάξας τὴν ἐλαίαν μήπω δὲ θλίψας αὐτὰς τελευτήσει, ὁ τὴν χρῆσιν ἔχων παραπέμπει τὴν δεσποτείαν τούτων ἁπάντων τοῖς ἰδίοις αὐτοῦ κληρονόμοις. βι. ζ΄ τί. δ΄ διγ. ιγ '.
42
pr.Εἰ καὶ πεπείρους ὄντας τοὺς καρποὺς μήπω χωρίσας αὐτούς τις τῆς γῆς ἢ τῶν δένδρων τελευτήσῃ, ὁ τὴν χρῆσιν ἔχων οὐ παραπέμπει αὐτὰ τοῖς ἰδίοις κληρονόμοις. βι. [5΄] τί. α΄ διγ. οη΄.
43
pr.Ὥσπερ τὸ ληγατευόμενον ὑπὸ αἵρεσιν πρὸ μὲν τῆς ἐκβάσεώς ἐστι τοῦ κληρονόμου, μετὰ δὲ ταύτης τοῦ λεγαταρίου, οὕτως καὶ ὁ τὴν δεσποτείαν ἔχων εἰς τὴν περὶ κλοπῆς τὴν τοῦ πράγματος ἀπαίτησιν ἔχει, ὁ δὲ τὴν χρῆσιν ἔχων τὴν περὶ κλοπῆς εἰς τὸ διπλοῦν ἀγωγὴν ἔχει.
44
pr.Ἐὰν χρησθεῖσά σοι θεράπαινα τίκτει παρὰ σοὶ, ἀπαιτεῖ ὁ δεσπότης καὶ ἐπὶ τῷ τοκετῷ αὐτῆς κουστοδίας τουτέστιν ἀσφαλείας, ὥσπερ καὶ ἐπὶ ἐσθῆτι τοῦ χρησθέντος οἰκέτου καὶ ἐπὶ τοῖς πώλοις ἢ μόσχοις ἢ ἀρνοῖς τοῖς ἐπερχομένοις τῷ χρησθέντι σοὶ βοσκήματι.
45
pr.Ἐπὶ πάσης χρήσεως καρπῶν καλῶς ἐπιζητεῖ πρότερον ἐγγύας λαβεῖν ὁ τὴν δεσποτείαν ἔχων. εἰ δὲ πολλοί εἰσιν οἱ τὴν χρῆσιν χρεωστοῦντες, ἑκάστῳ ἡ ἀσφάλεια δίδοται.
46
pr.Κρείττονα τὴν αἵρεσιν οὐ μὴν χείρονα τῆς δεσποτείας δύναται ποιεῖν ὁ τὴν χρῆσιν ἔχων. οὔτε γὰρ ἐκκόπτειν κάρπιμον δένδρον, οὔτε τὰ πρὸς τέρψιν ἱστάμενα ἐπὶ τερπνὸν τόπον, οὔτε ἐναλλάσσειν τὰς οἰκίας καὶ ἑτέρας σχηματίζειν ἢ μετατιθέναι ἢ μὴ κατὰ ἀνάγκην πρὸς ὑποδοχὴν τῶν καρπῶν ποιεῖν τι. φιλοκαλεῖν γὰρ ὀφείλει, οὐ μὴν ἐναλλάττειν τὸ εὑρεθέν 79. τῶν δὲ τῇ βίᾳ τῶν ἀνέμων ἐκριζωθέντων καὶ καταπεσόντων οὐκ ἀναγκάζεται ἀντικαταστῆσαι αὐτοῖς ἄλλα.
47
pr.Τὸ τέλος τοῦ κανάλου καὶ τοῦ ὑδραγωγίου καὶ τῆς ὁδοστρωσίας καὶ τῆς στρατιωτικῆς παρόδου καὶ τοῦ πολιτικοῦ καὶ τὰ δημόσια τέλη ὁ τὴν χρῆσιν ἔχων δίδωσιν.
48
pr.Πάντων τῶν πραγμάτων ληγατεύειν τὴν χρῆσιν δυνάμεθα, ἐν ᾧ μὴ ὑπερβαίνει τὸ...
49
pr.Ἐὰν ὁ δεσπότης τὰ χρησθέντα ἐργαστήρια εἰς ἴδια φορτία ἀποθέσθαι εἰώθει ἐπὶ πραγματείᾳ, δύναται ὁ τὴν χρῆσιν ἔχων αὐτὰ μισθοῦν. ἀρκεῖ γὰρ αὐτῷ τὸ μὴ καταφρονητικῶς ἢ ὑβριστικῶς χρῆσθαι τῇ χρήσει.
50
pr.Ἐὰν οἴκου ληγατευθῇ μοι χρῆσις, ἐφ᾽ ὅσον οἱονδήποτε μέρος αὐτοῦ σώζεται, τοῦ παντὸς ἐδάφους ἔχω τὴν χρῆσιν.
51
pr.Ἐὰν χρῆσις εἰς διατροφὰς τῶν ἀπελευθέρων καταλειφθῇ, τὰ μέρη τῶν τελευτώντων πρὸς τὸν δεσπότην ὑποστρέφει.
52
pr.Ἐὰν δύο περὶ δεσποτείας φιλονεικοῦσιν, ὁ τὴν χρῆσιν ἔχων ὀφείλει ἐν νομῇ εἶναι.
53
pr.Οφείλει πάντα ποιεῖν ὁ τὴν χρῆσιν ἔχων, ὅσα περὶ τὰ ἴδια ποιεῖ ἐπιμελὴς οἰκοδεσπότης.
54
pr.Τὰ ἐν τῇ ζωῇ τοῦ διατιθεμένου παλαιωθέντα ὁ κληρονόμος ἀνανεοῦν οὐ δύναται.
55
pr.Ὅτε ἡνωμένως ληγατευθῇ ἡ χρῆσις τῶν καρπῶν, τότε ἁρμόζει τὸ δίκαιον τῆς προσαυξήσεως.
56
pr.Ἐὰν διῃρημένως ἐμοὶ καὶ σοὶ ἐνιαυτὸν παρ᾽ ἐνιαυτὸν χρῆσις καρπῶν ληγατευθῇ, γυμνὴ μένει ἡ δεσποτεία. ἐὰν δὲ ἀποθάνῃ ὁ εἷς ἡμῶν, τὴν χρῆσιν αὐτοῦ ὁ τὴν δεσποτείαν ἔχων νέμεται· οὔτε γὰρ ἔχομεν προσαύξησιν. Dig. VII,, §. 4. 6. 7. Forte δένδρων. piunt ad Dig. VII,, 18. C στρατικῆς περιόδου. Dig. VII,, §.. In AC lacuna est. Supple ἐννεαούγκιον. Est Dig. VII,,. Legerim: κεχρῆσθαι τοῖς ἐργαστηρίοις εἰς τό. Dig. VII,, §. 1. Dig. VII,,. Dig. VII,, §. 1. (Locus in Basil. XVI,, restituendus.) Dig. VII, 1, §.. II.
57
pr.Εἰ μὲν ἅμα δύο τισὶν ἐνιαυτὸν παρ᾽ ἐνιαυτὸν χρῆσις καρπῶν ληγατευθῇ, τὸν πρῶτον ἐνιαυτὸν ἅμα νέμονται, ὥσπερ εἰ ἑνὶ ἐληγατεύθη.
58
pr.Ἐὰν δύο ληγατευθῇ δεσποτεία, καὶ ἄλλῳ χρῆσις καρπῶν, οἱ δύο τὸ ἥμισυ ἔχουσιν, καὶ ὁ ἄλλος τὸ ἥμισυ.
59
pr.Τὰ λεγάτα καὶ αἱ χρήσεις καὶ αἱ κληρονομίαι τότε προχωροῦσιν, ὅτε ὑπεισέλθῃ ὁ κληρόνομος τῇ κληρονομίᾳ, κἂν ἐπὶ ἡμέραν ἢ ὑπὸ ἡμέρας ἢ καθ᾽ ἕκαστον ἐνιαυτὸν ληγατευθῇ.
60
pr.Ἐὰν τῷ εἰς χρῆσίν μοι δοθέντι δούλῳ ἐπερωτηθῇ ὁ μέλλων μοι δωρήσασθαι, ἐμοὶ ἐνέχεται. εἰ δὲ ἐμαυτῷ ἐπερωτήσω, ἢ κατὰ δωρεὰν δούλῳ, οὗ τὴν χρῆσιν ἔχεις, καὶ καταβληθῇ τῷ δούλῳ, σοὶ προσπορίζεται, ἐν ᾧ σε λαβεῖν ἤθελον.
61
pr.Ἔσθ᾽ ὅτε ἐν ἠρτημένῳ ἐστὶν ὁ διὰ τοῦ εἰς χρῆσιν ὄντος δούλου προσπορισμὸς, ἔνθα πρᾶγμα λάβῃ ἐξ ἀγορασίας, μὴ δεδωκὼς τὸ τίμημα, ἀλλὰ ἀσφαλισάμενος, ἢ ἐπερωτήσει μέλλων δανείζειν. εἰ μὲν γὰρ [ἐκ] τῶν τοῦ εἰς χρῆσιν ἔχοντος δανείσῃ τὰ χρήματα, αὐτῷ ἄνωθεν προσπορίζεται· εἰ δὲ μὴ, τῷ τὴν δεσποτείαν ἔχοντι· εἴτε συνεστώσης τῆς χρήσεως εἴτε λυθείσης παράσχῃ. τοῦτο νόησον.
62
pr.Ἐὰν φθαρῇ ὁ οὐσούφρουκτος, οὐδὲ μίαν ἔχω ἐπὶ τῷ πράγματι ἀγωγήν. βι. ιθ ' τί. α΄ διγ. κδ΄.
63
pr.Ὅπερ οὐ δύναται προσπορισθῆναι τῷ τὴν χρῆσιν ἔχοντι, προσπορίζεται τῷ τὴν δεσποτείαν ἔχοντι. οὐ καλῶς δὲ ἐπερωτᾷ ὀνόματι αὐτοῦ τοῦ τὴν χρῆσιν ἔχοντος μὴ ἐκ πράγματος αὐτοῦ ἢ ἐξ ἰδίας ὑπηρεσίας.
64
pr.Δύναται ὁ δεσπότης ὑποτίθεσθαι τὴν δεσποτείαν μὴ βλάπτων τὸ τοῦ οὐσουφρούκτου δίκαιον. ὡς βι. λγ ' διάτ. β΄.