Epit. 1.5
Περὶ αὐτεξουσιότητος καὶ ὑπεξουσιότητος, καὶ λύσεως αὐτῶν, καὶ περὶ υἱοθεσιῶν, καὶ περὶ εὐνούχων.
Abrir no leitor do IusCommune →1
pr.Ὁ μέλλων αὐτεξούσιον τὸν παῖδα αὐτοῦ ποιῆσαι, προσιέτω τῷ ἁρμοδίῳ δικαστῇ καὶ λεγέτω αὐτῷ, ὅτι τόνδε ποιῶ αὐτεξούσιον καὶ τῆς ἐμαυτοῦ ἀφίημι χειρός· ὥστε εἰ συμβῇ τὸν παῖδα ἄτεκνον ὄντα διαθέσθαι, ἐῤῥῶσθαι τὴν ἐκείνου διαθήκην, φυλάττοντος δηλονότι τὴν νόμιμον μοῖραν τῷ πατρί. ὡς βι. α΄ τί. καὶ ια΄.
2
pr.Ἐὰν καταδικασθῇ τις θανάτῳ, ἅμα τῇ ἀποφάσει γίνονται οἱ παῖδες αὐτοῦ αὐτεξούσιοι.
3
pr.Ἡ ἔμπρακτος ἐπαρχότης καὶ ἡ πατρικιότης καὶ ἡ στρατηγία καὶ ἡ ἐπισκοπὴ λύει τὴν ὑπεξουσιότητα. τὸ δὲ γενέσθαι συγκλητικὸν τὸν ὑπεξούσιον οὐ ποιεῖ αὐτὸν αὐτεξούσιον, ὡς βι. α΄δ.
4
pr.Δύναταί τις τὸν μὲν υἱὸν ποιεῖν αὐτεξούσιον, [τὸν δὲ ἔκγονον κρατεῖν ὑπεξούσιον·]· καὶ ἐκ τοῦ ἐναντίου τὸν ἔκγονον dig. §.. enim ex Theophilo I, (),; quem locum praestat Proch. XXVI,. Proch. XXVI, ex Theoph. I, (), 1. Α αὐτεξ. Hactenus Proch. XXVI, ex ποιεῖν αὐτεξούσιον, κατέχειν δὲ ὑπεξούσιον τὸν υἱόν. τὸ αὐτὸ καὶ ἐπὶ προεγγόνων.
5
pr.Εἶχέ τις υἱὸν ὑπεξούσιον, [ὃς εἶχε γαμετὴν ἐγκύμονα· τὸν υἱὸν ἐποίησεν αὐτεξούσιον] ἢ εἰς θέσιν αὐτὸν ἄλλῳ δέδωκεν· ἐτέχθη μετὰ ταῦτα ἔγγονος. λέγομεν ὑπεξούσιον αὐτὸν γενέσθαι τοῦ πάππου, ἐπειδὴ σκοποῦμεν ἐπὶ τῶν ἐννόμων γάμων τὸν καιρὸν τῆς συλλήψεως· ὅτε δὲ ἡ σύλληψις ἐγένετο, ὑπεξούσιος ἦν ὁ υἱὸς ὁ τοῦτον σπείρας 10. ση. τὸ αὐτὸ καὶ ἐπὶ προγόνου καὶ προεγγόνης καὶ τῶν ἑξῆς. οἱ γὰρ ἐκ τῆς ἐμῆς τικτόμενοι θυγατρὸς οὐχ ὑποβληθήσονται [τῇ ὑπεξουσιότητι] τοῦ πρὸς μητρὸς πάππου, ἀλλ᾽ ὑπεξούσιοι ἔσονται τῷ οἰκείῳ πατρί. ὡς βι. α΄ τί. η΄.
6
pr.Τῇ τοῦ πατρὸς τελευτῇ ἀμάχως ὁ υἱὸς καὶ ἡ θυγάτηρ αὐτεξούσιοι γίνονται. τελευτήσαντος δὲ πάππου οὐ πάντως οἱ ἔκγονοι καὶ ἔκγοναι αὐτεξούσιοι γίνονται. δεῖ γὰρ σκοπεῖν τὸν καιρὸν τῆς τοῦ πάππου τελευτῆς, καὶ εἰ μὲν εὑρεθῇ τὸ μέσον πρόσωπον, τουτέστιν ὁ υἱὸς, ὑπεξούσιος, οἱ δὲ ἔκγονοι κατ᾿ ἐκεῖνον τὸν χρόνον ὑπεξούσιοι τῷ πάππῳ καθ ' ὃν τελευτᾷ, ἔσονται ὑπεξούσιοι τῷ πατρὶ τελευτήσαντος τοῦ πάππου οἱ ἔκγονοι· μεταπεσοῦνται [γὰρ] εἰς τὴν τοῦ οἰκείου πατρὸς ὑπεξουσιότητα. εἰ δὲ ὁ μέσος ἢ προτελευτήσει τοῦ πατρὸς ἢ τῆς ὑπεξουσιότητος αὐτοῦ ἠλευθερώθη, τότε οἱ ἔκγονοι, ἐπειδὴ οὐ μεταπίπτουσι εἰς τὴν ἑτέρου ὑπεξουσιότητα, αὐτεξούσιοι γίνονται.
7
pr.Ὁ ἐξορισθεὶς ὑπεξούσιος παύεται τοῦ εἶναι ὑπεξούσιος τοῦ πατρός· περεγρῖνος γὰρ ἂν ὑπεξούσιος εἶναι ῥωμαίου οὐ δύναται.
8
pr.Δεπορτατίονι πατρὸς ὁ υἱὸς αὐτεξούσιος γίνεται. εἰ δὲ ἀπενηνεγμένος μὲν μὴ γένηται, γένηται δὲ ῥελεγάτος ὁ πατὴρ, τουτέστιν ἐξόριστος, οὐκ ἀφαιρεῖται ὁ νόμος τοῦ πατρὸς τὴν πολιτείαν· διὸ μένει ἐπὶ σχήματος ἔχων ὑπεξουσίους τοὺς παῖδας. καὶ ἐκ τοῦ ἐναντίου δὲ, εἰ οἱ παῖδες ῥελεγατευθῶσι παρὰ τοῦ ἄρχοντος, κἂν εἰς νῆσον ἐξορισθῶσιν, οὐκ ἀπαλλάττονται τῆς τοῦ πατρὸς ὑπεξουσιότητος διὰ τὴν ἐλπίδα.
9
pr.Υἱοθεσία ἐστὶ νομίμη πρᾶξις μιμουμένη τὴν φύσιν. ὅθεν καλῶς ὁ πάππος υἱοθετεῖ τὸν ἔκγονον τοῦ αὐτεξουσίου αὐτοῦ υἱοῦ, καὶ φύσει καὶ νόμῳ, νόμῳ μὲν διὰ τὴν θέσιν αὐτὴν, φίσει δὲ διὰ τὸ πρόσωπον καὶ τὸ ὄνομα, καὶ τῆς αὐτοῦ γενήσεται φαμιλίας τε καὶ ὑπεξουσιότητος 18. εἰ καὶ ἀπὸ ἰδιώτου συγκλητικὸς υἱοθετηθῇ, οὐ μειοῦται διὰ τῆς θέσεως τὸ ἀξίωμα, ἀλλὰ μᾶλλον προσαύξεται.
10
pr.Οὐ μόνον ἡ φύσις ἀλλὰ καὶ ἡ θέσις ὑπεξουσίους παῖδας ποιεῖ. τὸ δὲ τῆς ὑπεξουσιότητος ὄνομα γενικὸν μέν ἐστι, διαιρεῖται δὲ εἰς δύο εἴδη, εἴς τε ὑπεξουσιότητα καὶ αὐτεξουσιότητα. ἡ γὰρ καθόλου θέσις κατὰ δύο πράττεται τρόπους· ἢ βασιλέως κελεύοντος ἢ ἄρχοντος ψηφιζομένου. καὶ ἀπὸ μὲν αὐθεντείας τοῦ βασιλέως λαμβάνομεν εἰς υἱοθεσίαν τοὺς αὐτεξουσίους· καὶ λέγεται ἀδρογάτιον. ἀπὸ δὲ ψήφου τῶν ἀρχόντων τοὺς ὄντας ὑπὸ τὴν τῶν πατέρων ὑπεξουσιότητα, εἴτε πρώτου βαθμοῦ εἰσιν εἴτε δευτέρου, ὁποῖός ἐστιν ὁ υἱὸς καὶ ἡ θυγάτηρ, ὁ ἔκγονος καὶ ἡ ἐκγόνη· καὶ λέγεται ἀδόπτιον.
11
pr.Εἰ μὲν αὐτεξούσιος εἰς θέσιν λαμβάνεται, ἀρκεῖ ἡ γνώμη αὐτοῦ. εἰ δὲ ὑπεξούσιος παρὰ πατρὸς δίδοται, τότε οὐ μόνον τὴν αὐτοῦ περιεργαζόμεθα γνώμην, ἀλλὰ καὶ τὴν τοῦ πατρὸς αὐτοῦ συναίνεσιν. δοκεῖ δὲ συναινεῖν οὐ μόνον [δ] ἐπινεύων τοῖς πραττομένοις, ἀλλὰ καὶ ὁ μὴ ἀντιλέγων.
12
pr.Ἡνίκα τὶς ὑπεξούσιον εἰς θέσιν λαμβάνει, μὴ διαλύεσθαι τὴν τοῦ φυσικοῦ πατρὸς ὑπεξουσιότητα, μηδέ τι μετιέναι ἐπὶ τὸν θετὸν πατέρα, μηδὲ γίνεσθαι αὐτοῦ ὑπεξούσιον τὸν παῖδα, εἰ καὶ τὴν ἐξ ἀδιαθέτου κλῆσιν εἰς τὰ πράγματα τοῦ λαβόντος αὐτὸν εἰς υἱοθεσίαν ἡ εἰρημένη διάταξις αὐτῷ ἐφιλοτιμήσατο. ὡς βι. α΄ ἰνστ. τί. ι, διάταξις ἰουστίνου.
13
pr.Ὁ ὑπεξούσιος ἄρχων δύναται παρ᾽ ἑαυτῷ αὐτεξούσιος ποιεῖσθαι καὶ εἰς θέσιν δίδοσθαι 28. καὶ ἀδελφὸς ἀδελφὸν δύναται λαβεῖν εἰς θέσιν ὡς υἱὸν, καὶ ἀπελεύθερος δύναται λαβεῖν τὸν υἱὸν τοῦ πάτρωνος. ὁ ὑπεξούσιος ὑπεξουσίους ἔχειν οὐ δύναται. τοῦτο νόει ἐπὶ ἰδιώτου ἢ ἀφήλικος.
14
pr.Ἐὰν υἱοθετήσωμαι αὐτεξούσιόν τινα, ἕξω καὶ τοὺς αὐτοῦ παῖδας ὑπεξουσίους ὡς ἐν τάξει ἐκγόνων, καὶ πάντα τὰ αὐτοῦ προσπορίζεταί μοι σιωπηρῶς, εἴγε τῶν προσποριζομένων εἰσίν.
15
pr.Καὶ ὁ τυφλὸς δύναται καὶ εἰς θέσιν λαμβάνειν τινὰ καὶ εἰς θέσιν ἑτέρῳ δίδοσθαι.
16
pr.Ἐὰν ἔκγονος [ὡς] ἐξ υἱοῦ υἱοθετεῖται, δέον καὶ τὸν υἱὸν συναινεῖν, κατὰ τὸν κανόνα τὸν λέγοντα, ὅτι ἄκοντί σοι ὁ υἱὸς οὐ γίνεται.
17
pr.Ἐὰν συναινοῦντος τοῦ υἱοῦ μου υἱοθετήσομαι ὡς ἐξ αὐτοῦ ἔκγονον, καὶ εὑρεθῇ ὑπεξούσιος ὁ υἱός μου, μετὰ θάνατόν μου εἰς τὴν ἐξουσίαν τοῦ πατρὸς αὐτοῦ μεταπίπτει. εἰ δὲ μὴ συνήνεσε τῇ θέσει, οὐ γίνεται αὐτοῦ, τελευτῶντός μου, ὑπεξούσιος. ὥστε εἰ ἔτυχεν ὁ πάππος πρὸ τῆς ἐπ᾿ αὐτῷ θέσεως διαθήκην ποιῆσαι, οὐ ῥήγνυσιν αὐτὴν, κἂν τὰ μάλιστα μηδεμίαν ἐν αὐτῇ μνήμην ἐποιήσατο τοῦ ἐκγόνου. μόνος γὰρ ὁ ἐπιτικτόμενος υἱὸς ῥήγνυσι τὴν διαθήκην, καθ᾽ ἣν οὐδεμία τοῦ ἐκγόνου γέγονε μνήμη.
18
pr.Λυομένης τῆς θέσεως τῷ τρόπῳ τῆς αὐτεξουσιότητος οὐδὲ ἓν σχεδὸν ἴχνος τῆς παλαιᾶς φυλάττεται θέσεως, οὐδὲ ἀπολαύει τῶν τοῦ πατρὸς ἀξιωμάτων ὁ παῖς 34. οὐδὲ τὴν πάλαι θετὴν θυγατέρα δύναταί τις εἰς γάμον λαβεῖν· τιμᾷ γὰρ ὁ νόμος τοῦ πατρὸς τὸ ὄνομα.
19
pr.Θέσεως πραττομένης χρὴ πάντως διαγινώσκειν τὴν ἡλικίαν τοῦ λαμβάνοντος εἰς θέσιν, μὴ ἔλαττόν ἐστι τῶν ξ΄ ἐνιαυτῶν. ὁ γὰρ τοιοῦτος ὀφείλει παιδοποιεῖν, εἰ μὴ ἄρα διὰ νόσον ἐμποδίζεται, ἢ ἐστὶν εὔλογος ἑτέρα αἰτία τοῦ θέλειν αὐτὸν υἱοθετεῖσθαι. τί γάρ; ὅτι βούλεταί τινα τῶν αὐτοῦ συγγενῶν εἰς θέσιν λαβεῖν; πρὸς δὲ τούτοις οὐ δύναταί τις πολλοὺς εἰς θέσιν λαβεῖν· οἷον τὸν ἀλλότριον ἀπελεύθερον, οὐδὲ τὸν μείζονα τὴν ἡλικίαν ὁ ἔλαττον τῶν χρόνων 38. πλὴν τὸν ἐν καιρῷ δουλείας τεχθέντα αὐτῷ παῖδα καὶ ἐλευθερωθέντα λαμβάνειν εἰς θέσιν δύναται.
20
pr.Ἐπ᾿ ἐκείνων γὰρ τῶν προσώπων ἔχει χώραν ἡ θέσις, ἐφ᾽ ὧν καὶ ἡ φύσις. ἡ γὰρ θέσις, ὡς πολλάκις εἴρηται, μιμεῖται τὴν φύσιν. δεῖ δὲ τὸν εἰς θέσιν λαμβάνοντα μείζονα εἶναι τοῦ υἱοθετουμένου ιη΄ ἔτεσιν. ἡ δὲ φύσις πρεσβύτερον οἶδε τοῦ υἱοῦ τὸν πατέρα. νομίζεται γὰρ τέρας εἶναι καὶ τῆς φύσεως ἀλλότριον τὸ λέγειν μείζονα τὸν παῖδα εἶναι τοῦ πατρός 42. καὶ νῦν ἀναγκαία τοῦ κουράτωρός ἐστιν ἡ αὐθεντεία τοῦ ἀφήλικος εἰς θέσιν παρέχοντος ἑαυτὸν, καὶ δεῖ τὸν κουράτωρα συναινεῖν.
21
pr.Οὔτε ὁ γινόμενος ἐπίτροπος οὔτε ὁ κουράτωρ τόν ποτε νέον δύναται λαμβάνειν εἰς θέσιν, ἐν ᾧ ἐλάττων ἐστὶν ὁ υἱοθετούμενος τῶν κέ ἐνιαυτῶν. ἴσως γὰρ διὰ τοῦτο αὐτὸν εἰς θέσιν βούλοιντο λαβεῖν, ἵνα μὴ ἀποδώσωσι τοὺς τῆς διοικήσεως λόγους.
22
pr.Ἐκείνοις καὶ μόνοις ἡ τῶν πουπίλλων ἐπιτέτραπται θέσις, οἵτινες ἢ ὑπὸ συγγενείας ἢ ὑπὸ καθαρωτάτης ὑπαχθέντες διαθέσεως βούλονται τούτους λαμβάνειν εἰς θέσιν. καὶ διὰ τοῦτο οἱ ἐπίτροποι τῇ θέσει οὐ συναινοῦσι τοῦ ἀνήβου, ἵνα μὴ τῆς ἐπιτροπῆς ἀπαλλαγῶσι καὶ ἀφανίζωσι τὴν πουπιλλαρίαν ὑποκατάστασιν, ἣν ἐτύπωσεν ὁ πατήρ. ἡ γὰρ πουπιλλαρία ὑποκατάστασις διαθήκη εἶναι νομίζεται τοῦ πουπίλλου.
23
pr.Ὁ λαμβάνων πούπιλλον εἰς θέσιν τὰ σωτηριώδη πάντα αὐτοῦ σκοπεῖ ἡ θέσις, τὸ συμφέρον καὶ τὴν οὐσίαν τοῦ υἱοθετηθέντος, καὶ ποίας ἐστὶ πολιτείας, καὶ τὴν τάξιν καὶ τὴν ἡλικίαν τοῦ λαμβάνοντος εἰς θέσιν, μὴ ἐλάττων ἐστὶ τῶν ξ΄ ἐνιαυτῶν. καὶ δεῖ ζητῆσαι, εἰ σεμνή τις αἰτία τὴν υἱοθεσίαν συνεστήσατο, τουτέστιν ἵνα μή ἐστιν αἰσχρὸς ἢ δαπανηρὸς ἢ ἄπορος 47. δεῖ δὲ πρὸς τούτοις καὶ ἀσφάλειαν ποιῆσαι 48. ἀναγκάζεται γὰρ τὸ δ΄ μέρος τῶν οἰκείων πραγμάτων καταλεῖψαι τῷ υἱοθετουμένῳ, καὶ ὧν αὐτὸς τὸ κέρδος προσεπόρισε μετὰ τὴν θέσιν, κἄντε ἀπὸ δωρεῶν κἄντε ἀπὸ κληρονομιῶν κἄντε ἀπὸ λεγάτων.
24
pr.Περὶ τῶν τῆς ἱκανοδοσίας ῥημάτων, ἣν δίδωσιν ἀδρογάτωρ, ἀνήβου τελευτῶντος τοῦ υἱοθετηθέντος πάντα ἔρῥωται τὰ ἐν τῇ πουπιλλαρίᾳ ὑποκαταστάσει. ἡ τῶν ἐλευθεριῶν πρόνοια, ἃς ἐν τῇ πουπιλλαρίᾳ καταλέλοιπεν ὁ πατὴρ, τῶν δὲ ληγαταρίων ἀναμφίβολος γίνεται πρόνοια ἐκ τῶν τῆς ἱκανοδοσίας ῥημάτων.
25
pr.Δύναται ὁ πατρῷος ἐπίτροπος εἶναι καὶ τὸν πρόγονον λαμβάνειν εἰς θέσιν. εἰ δὲ γενόμενος ἔφηβος ὁ πούπιλλος δείξει, ὅτι οὐ συμφέρει αὐτῷ εἶναι ἐν ὑπεξουσιότητι, δίκαιόν ἐστιν ἐμαγκιπατεύεσθαι αὐτὸν παρὰ τοῦ πατρὸς τοῦ θετοῦ.
26
pr.Δύναται εἰς θέσιν λαμβάνειν τινὰ ἐν τάξει ἐκγόνου, κἂν μὴ ἔχῃ υἱόν 57. καὶ ἐὰν εἰς θέσιν λάβω υἱὸν, οὐκ ἐστιν αὐτῷ ἐν τάξει μητρὸς ἡ ἐμὴ γαμετὴ, ἀλλ᾽ οὐδὲ ἡ μήτηρ ἡ ἐμὶ γίνεται αὐτῷ ἐν τάξει μάμμης. τῇ μέντοι θυγατρὶ τῇ ἐμῇ γίνεται ἀδελφὸς, ὡς μὴ οὔσῃ ἔξω τῆς ἐμῆς φαμιλίας τε καὶ ὑπεξουσιότητος.
27
pr.Τὰ βάρη τοῦ υἱοθετηθέντος παιδὸς ἐπὶ τὸν πατέρα τὸν θετὸν ἐκ τοῦ φυσικοῦ πατρὸς μεταφέρεται· καὶ ἀνάγκην ἔχει τρέφειν τὲ αὐτὸν ὁ πατὴρ ὁ θετός. καὶ ἀνάγκη πάντα πράττειν, ὅσα τὲ καὶ ὁ φυσικὸς πατὴρ ἐπὶ τοῖς οἰκείοις ἀναγκάζεται πράττειν παισίν.
28
pr.Εἰ κατὰ πλάνην νομίσω σε ὑπεξούσιόν μου εἶναι, τυχὸν γὰρ οὐ κατὰ νόμον υἱοθετησάμην σε, οὐδὲν νέμομαι διά σου. ὡς βι. μα τί. γ΄ διγ. μγ '.
29
pr.Περὶ εὐνούχων. Ὁ εὐνοῦχος ὄνομά ἐστι γενικὸν, τέμνεται δὲ εἰς τρία. τῶν γὰρ εὐνούχων οἱ μὲν εἰσι σπάδωνες, οἱ δὲ καστράτοι, οἱ δὲ θλιβίαι. καὶ σπάδωνές εἰσιν, οἵτινες διά τι πάθος ἢ ψῦξιν ἐνοχλήσασαν τοῖς γονίμοις μορίοις παιδοποιεῖν κωλύονται, τούτων δὲ ἀπαλλαγέντες παιδοποιοῦσι. θλιβίαι δὲ, οἵτινες ὑπὸ τῆς τροφοῦ ἢ τῆς μητρὸς ἔκθλιψιν τῶν διδύμων ὑπέστησαν. καὶ διὰ τοῦτο οὐ δύνανται υἱοθετεῖν 61. καστράτοι δὲ εἰσιν, ἐφ᾽ ὧν γέγονεν ἐκτομὴ τῶν γεννητικῶν μορίων. ἀνέλπιστα γὰρ αὐτοῖς τὰ τῆς παιδοποιΐας. ὁ δὲ σπάδων, ἐπειδὴ τοῦτον ἐλπὶς εἰκὸς τοῦ πάθους ἀπαλλαγέντα δύνασθαι παιδοποιεῖν ὁ δὲ καστράτος καὶ ὁ θλιβίας οὐ δύνανται υἱοθετεῖν· οἷς γὰρ ἡ φύσις ἠρνήσατο παιδοποιεῖν, [τούτοις καὶ ὁ νόμος.] καὶ ταῦτα μὲν τὸ παλαιόν. ἀρτίως δὲ γέγονε διάταξις τοῦ ἀεισεβάστου ἡμῶν βασιλέως κυροῦ λέοντος, οὐ μόνον εὐνοῦχοι υἱοθετεῖν δύνανται, ἀλλὰ καὶ γυναῖκες πρὸς παραμυθίαν τῶν τελευτησάντων αὐταῖς παίδων δύνανται εἰς θέσιν λαμβάνειν, κἂν θήλεια τοὺς φυσικοὺς παῖ Α πουπιλάριος. Dig. I,, §. et. Dig. I,, pr. δας ὑπεξουσίους οὐκ ἔχει· ὁ δὲ νόμος ἀκολουθεῖ τῇ φύσει. ἡ δὲ ἔχουσα παῖδας οὐδὲ ἀντιγραφῇ βασιλικῇ λήψεται εἰς παῖδά τινα.
30
pr.Ὁ γὰρ τὸν δοῦλον εἰς θέσιν βουληθεὶς λαβεῖν, πρόδηλον, ὅτι τῆς δουλείας αὐτὸν σιωπηρῶς ἔσπευσεν ἀπαλλάξαι· οὗτος τοίνυν, ὃ μὲν ἐξεφώνησεν, οὐκ ἔπραξε· ὃ δὲ [οὐκ] ἐνεθυμήθη, διεπράξατο αὐτό. καὶ τοῦ ἐν ὑπομνήσει ἀποκαλέσαντος τὸν οἰκέτην αὐτοῦ [υἱὸν] υἱὸν μὴ γίνεσθαι, παύσασθαι δὲ τοῦ εἶναι δοῦλον.
31
pr.Ἐκ τῆς κζ ' νεαρᾶς λέοντος βασιλέως, ἧς ἡ ἀρχή· Καὶ ἄλλως πρέπον ὑπάρχει τὴν ὠφέλειαν ἐν κοινῷ κατατίθεσθαι. – Ὅτι καὶ τοῦτο ἡ βασιλεία ἡμῶν τὸ ὑποχείριον φιλοτιμεῖται, ὥστε μὴ μόνον παρὰ βασιλέως, καθὼς οἱ πρόσθεν ἐπέτρεπον νόμοι, τὸν υἱοθετεῖσθαι βουλόμενον, ἀλλὰ καὶ παντὸς τοῦ καθ᾽ ἑκάστην χώραν τὸ ἄρχειν καὶ διέπειν λαχόντος τὴν ἐξουσίαν λαμβάνειν.