Epit. 1.4
Περὶ παίδων κυοφορουμένων, καὶ περὶ μαινομένων.
Abrir no leitor do IusCommune →1
pr.Ἡ συμβαίνουσα τῇ ἐγκυμονούσῃ περὶ τύχης συμφορὰ οὐκ ἀδικεῖ τὰ ἐγκυμονούμενα '. καθὼς ἀντώνιος ὁ βασιλεὺς ἀντέγραψεν, ὅτες γυνή τις ἐλευθέρα ὑπὸ μωρίας καὶ συναρπαγῆς καὶ ἀπάτης ἐν συμβολαίῳ δούλην ἑαυτὴν ἀπεκάλεσεν· καὶ τὸ κακῶς συντεθῆναι τὰ συμβόλαια οὐ βλάπτει τῶν παίδων τὴν κατάστασιν. ὡς βι. α΄ τί. ε διγ. ή.
2
pr.Οἱ ἐν γαστρὶ ὄντες ἐν πᾶσι τοῖς ὑπὲρ ἑαυτῶν τρακταϊζομένοις ἀντὶ τεχθέντων εἰσὶν, ἄλλον δὲ οὐκ ὠφελοῦσι πρὶν τεχθῆναι. καὶ ὅτι τοῖς ἐγκυμονοῦσιν τὰ λεγίτιμα δίκαια ἁρμόζει· καὶ δίκαιον ποστλιμινίου, τουτέστιν ὑποστροφῆς· αἰχμαλωσίας· καὶ κλαπείσης τῆς μητρὸς κἂν φούρτιβοι γίνονται· καὶ ἀπελεύθερον ἔχουσι τὸν πατρῷον ἀπελεύθερον.
3
pr.Ὁ ἐγκυμονούμενος οὐ λέγεται ὑπεξούσιος τοῦ πατρὸς αὐτοῦ, ὅτι οὐδὲ ἐν φύσει εἶναι δοκεῖ οὐδὲ οὐσίαν ἔχει. ὡς βι. λέ τί. β΄ διγ. θ '.
4
pr.Ἐὰν ἐγκύμων ἐστὶ γαστὴρ, οἱ μὲν προλαμβανόμενοι ὑπὸ τῆς γαστρὸς συγγενεῖς οὐ δύνανται ἀδιτεύειν, ἕως οὗ γαστὴρ ἐγκύμων ἐστίν· εἰ δὲ τοῦ αὐτοῦ εἰσι βαθμοῦ, ἀδήλως καὶ βεβήλως, [διὰ] τὸ ἄδηλον εἶναι, πόσοι τεχθήσονται· ὡς βι. έ τί. δ΄ διγ. γ΄.
5
pr.Ὅτε κατάστασις παίδων τεχθέντων καὶ ἐγκυμονουμένων ἀμφιβάλλεται, πλέον σπουδάζονται ὑπὸ τοῦ νόμου οἱ ἐγκυμονούμενοι. περὶ γὰρ αὐτὸ τὸ εἰς φῶς προαχθῆναι κινδυνεύουσιν, οἱ δὲ ἤδη τεχθέντες περὶ τὸ ἀπολαβεῖν τὴν οἰκείαν συγγένειαν ἔχουσιν.
6
pr.Ἐν πᾶσι τοῖς μέρεσι τοῦ νόμου ὁ ποστοῦμος ἀντὶ τεχθέντος παραλαμβάνεται.
7
pr.Τῷ ἐν γαστρὶ ὄντι ἐπίτροπος οὐ δίδοται, ἀλλὰ κουράτωρ. ὡς βι. κς ' τί. έ διγ. κ.
8
pr.Οἱ ἐν γαστρὶ ὄντες ἔχουσι μετὰ τὸ τεχθῆναι ἀγωγὰς Dig. I,, §. 2. A novam §. inchoat sic: β΄. Ὅτι γυνή. Ego cum praecedentibus conjungo, legens ὅτε. Sed forte emendandum: τί γάρ; ὅτι. Cf. Dig. I,, 7. Imo ἐγκυμονουμένοις. Α οὐ. Basil. XLVI,,. Α ὑποστροφήν. Lege καὶ αὐτοί. Legerim: ἀπελεύθεροι ἔχ. πατρώνους αὐτούς. Dig. I,, 26. Α προσλ. Dig. XXXVII,, §.. ἐφ᾿ οἷς ἐν τῷ καιρῷ τῆς κυήσεως ἠδικήθησαν. ὡς βι. θ΄ τί. β΄ διγ. μγ΄.
9
pr.Ὁ τὴν ἐγκύμονα θάπτων πρὶν ἢ ἐκβάλλειν τὸ βρέφος, αὐτὸς δοκεῖ φονεύειν τὸ βρέφος. ὡς βι. ια τί. η΄ 13. ση. καὶ διὰ τοῦτο τὴν τελευτῶσαν ἔξεστιν ἀνατέμνειν διὰ τὸ ἐξαγαγεῖν τὸ ἐγκυμονούμενον.
10
pr.Ἐὰν ἐγκύμων γυνὴ κεφαλικῶς καταδικασθῇ, ἐλεύθερον τίκτει, καὶ οὐ τιμωρεῖται ἕως ἂν τέκῃ. καὶ ἡ ἐξ ἐννόμου συλλαβοῦσα καὶ ὑποστᾶσα πυρὸς καὶ ὕδατος ἀπαγόρευσιν ῥωμαῖον τίκτει καὶ τῷ πατρὶ ὑπεξούσιον.
11
pr.Πέντε ἐγέννησε γυνὴ ἐν αἰγύπτῳ· τὰ μὲν δ ' ἅμα γεννήσασα, μετὰ μ ' ἡμέρας τὸ ἑ παιδίον ἐγέννησεν. ὡς βι. α΄ τί... 16. τοῦτο δὲ γέγονεν ἐν ἀλεξανδρείᾳ.
12
pr.Ἐὰν μόστρωσον ἢ προδηγίωσον τέκῃ γυνὴ παρὰ τὸν συνειθισμένον τῆς ἀνθρώπου μορφῆς τε καὶ φύσεως τύπον, [οἱ] τικτόμενοι οὐ νομίζονται παῖδες οὔτε ἐν ποτεστάτε τῶν οἰκείων πατέρων εἰσίν. καὶ μόστρωσον μέν ἐστι τὸ ἔχον ἀντ θρώπου καὶ ἑτέρου ζώου συγκεκραμμένην μορφὴν, ὡς ἔνθα τίκτεται παιδίον κέρατα ἔχον. προδηγίωσον δέ ἐστι τὸ κατὰ μηδὲ ἓν ἐν τῇ οἰκείᾳ μορφῇ τύπον τῆς ἀνθρωπίνης μορφῆς ἔχον· τυχὸν γὰρ ἐτέχθη κυνὸς ἢ χοίρου τύπον ἔχον. τὸ μὲν οὖν μόστρωσόν τε καὶ προδηγίωσον τῆς τῶν παίδων ἐκβάλλεται προσηγορίας. ὁ δὲ ἑξαδάκτυλος τεχθεὶς κατὰ τοὺς τῆς φύσεως ὅρους τὸ βρέφος, μετὰ τῶν γνησίων τοῦ οἰκείου πατρὸς τάσσεται παίδων. ὡς βι. α΄ τί. έ
13
pr.Ὁ διδόμενος τῇ γαστρὶ κουράτωρ φυλάττειν μόνον ὀφείλει τὰ πράγματα καὶ τὰ εὔφθαρτα πιπράσκειν. ὡς βι. κς ' τί. ζ΄.
14
pr.Τὸ δεδομένον τοῖς νηπίοις ἐν τῇ τουτέλαε προνόμιον οὐ διαβαίνει εἰς κληρονόμους αὐτοῦ. ὡς βι. ε΄ τί. λέ διγ.
15
pr.Ἐὰν ἐγκυμονούμενος ἐγκαταλειφθῇ παρὰ τοῦ πατρὸς, ῥήσσει τὴν διαθήκην τοῦ ἰδίου πατρός.
16
pr.Οἱ μείζονες τῶν ζ ἐτῶν συνεπαισθάνεσθαι νομίζονται, οἱ ἥττονες οὔ. ὡς βι. κγ τί. γ΄.
17
pr.Περὶ μαινομένων. – Μανία ἐπισυμβαίνουσα οὔτε ἀξίαν οὔτε ἀρχὴν ἀναιρεῖ, οὔτε τὴν κατὰ παίδων ὑπεξουσιότητα, οὔτε ἔκπτωσιν δεσποτείας ἐπιφέρει. ὡς βι. α τί. ς '.
18
pr.Γαμετὴν μὲν ἀγαγέσθαι οὐ δύναται, οὐδὲ τὸν πρὸ τῆς μανίας διαλύει γάμον. εἰ δὲ ἑκάτεροι μανείησαν, μένει ἐῤῥωμένος ὁ γάμος. ὡς βι. α΄ τί. ς '.
19
pr.Οἱ ἔγγιστα συγγενεῖς ἀπίθανοί εἰσι λέγοντες ἀγνοεῖν τὰ πάθη τῶν συγγενῶν αὐτῶν. ὡς βι. λή τί. η΄ διγ. θ '.
20
pr.Ὁ ἀληθῶς μεμηνὼς εἰ καὶ πατροκτόνος γίνεται, συγγινώσκεται ὡς ἀρκούντως τῇ μανίᾳ κολαζόμενος. ἐν δὲ τοῖς διαλείμμασιν ἁμαρτάνων οὐ συγγινώσκεται 29. ση. ὁ λάθρα πλημμελῶν οὐ συγγινώσκεται· ὁ δὲ φανερῶς πλημμελῶν συγγινώσκεται.
21
pr.Ἐὰν παρὰ τὴν ἀμέλειαν τῶν φυλαττόντων τῶν μαινομένων· βλαβῇ τις, οἱ φύλακες κολάζονται. ὡς βι. α τί. ιη΄.
22
pr.Ὁ μεμηνὼς ἔοικει τῷ ἀπόντι, ἐπειδὴ λείπεται αὐτῷ λογισμός. ὡς βι. γ΄ τί. α΄. κγ ' 33. Ἐξ ὧν αἰτιῶν οἱ νήφοντες ἐν ἀγνοίᾳ κτῶνται, ἐκ τῶν αὐτῶν αἰτιῶν καὶ οἱ μαινόμενοι κτῶνται. ὡς βι. ιβ΄ τί. α΄.
24
pr.Ὁ φουριοσὸς καὶ ἴνφανς καὶ ἀλλότρια ἀδικοῦντες πράγματα οὐκ ἐνάγονται. ὡς βι. ς ' τί. α΄.
25
pr.Καὶ φουριοσοὶ καὶ ἴνφαντες ἀναφέρονται κληρονόμοι· ἐνάγεσθαι δ᾽ αὐτῶν οὐ δύνανται. ὡς βι. ιγ΄ τί. α΄.
26
pr.Διακατοχὴ τῷ μαινομένῳ διὰ οἰκέτου οὐ προσπορίζεται. ὡς βι. κθ ' τί. β΄ διγ. κς '.
27
pr.Ὁ ὑπὲρ μαινομένου δοθεὶς ἐγγυητὴς οὐ κατέχεται. ὡς βι. μ΄ τί. α΄.
28
pr.Οὐ δοκεῖ παρεῖναι ὁ μαινόμενος. καὶ ἐὰν ὁ πούπιλος καὶ ὁ μαινόμενος φονεύσωσιν, οὐχ ὑπόκεινται τῷ κορνελίῳ. βι. μζ΄. τί. ί.
29
pr.Οἱ ἄνηβοι πολιτικῶν ὀφφικίων εἰργέσθωσαν. μαινόμενοι δὲ οὐ συναλλάσσουσιν. ὡς βι. ν ' τί. ιζ '.
30
pr.Οἱ ἄνηβοι οὐ βασανίζονται. καταπτοεῖσθαι ὀφείλουσι, λώροις ἢ νάρθηκι τυπτόμενοι πρὸς κατάληψιν τῆς ἀληθείας. ὡς βι. κθ ' τί. ε΄.
31
pr.Ὀμνύων περὶ τοῦ διδόναι ὀπέρας ἐνάγεται μετὰ τὴν ἥβην περὶ αὐτῶν.
32
pr.Ὁ ἀφῆλιξ συναλλάξας καὶ τὸν σωματικὸν ὑπερτελέσας ὅρκον τοῦ μὴ ἀνατρέπειν τὸ συνάλλαγμα, οὔτε ἀπὸ θείας ἀντιγραφῆς βοηθεῖται.
33
pr.Ἐὰν ὁ ἀνὴρ τῆς μαινομένης μέλλῃ ἀσώτως δαπανᾶν τὴν προῖκα αὐτῆς, χρὴ μετεγγυᾶσθαι καὶ ἐξ αὐτῆς ἀποτρέφειν τὴν γυναῖκα καὶ τὴν φαμιλίαν αὐτῆς. ὡς βι. κδ΄ τί. γ ' διγ. κβ΄.