IusCommune
IusCommune › Textos › Epitome legum › Epitome

Epit. 1.3

Περὶ νόμου ἀγνοίας, καὶ περὶ ἀμφιβαλλομένων, καὶ περὶ αἱρέσεων.

Abrir no leitor do IusCommune →

1

pr.Ἡ τοῦ νόμου ἄγνοια οὐ συγγινώσκεται, ἡ δὲ τοῦ φάκτου ἄγνοια συγγινώσκεται. γυνὴ ἐπικερδῆ νόμον᾿ ἀγνοήσασα συγγινώσκεται, πολιτικὸν δὲ νόμον ἀγνοήσασα οὐ συγγινώσκεται.

2

pr.Ὅτε᾽ ἀγνοεῖ τις δίκαιον εὐγενείας, περὶ νόμου πλανᾶται, ὡς ἐπὶ τῶν διακατοχῶν, καὶ οὐ συγγινώσκεται. εἰ δέ τις ἐκτεθῇ δουλεύων καὶ ἀγνοεῖ τοὺς γονεῖς αὐτοῦ, περὶ φάκτου πλανᾶται καὶ συγγινώσκεται.

3

pr.Στρατιώτης νόμους ἀγνοῶν συγγινώσκεται, κἂν καταδικασθῇ, εἰ μὴ ἄρα ἀπὸ καταδίκης κατέβαλεν.

4

pr.Ἡ τῶν ἀλλοτρίων φάκτων ἄγνοια φορητή ἐστι καὶ - συγγινώσκεται. καὶ ὁ περὶ φάκτου πεπλανημένος πρὸ ἀποφάσεως βοηθεῖται, μετὰ δὲ ἀπόφασιν οὐκέτι δύναται τὴν τοῦ φάκτου ἄγνοιαν προβάλλεσθαι. φάκτου ἄγνοια ἐστὶν κατ᾿ αὐτὰ τὰ πραττόμενα πράγματα. εἴρηται δὲ γενικῶς, ὅτι ὁ κατὰ ἄγνοιαν φάκτου καὶ οὐ κατὰ ἄγνοιαν νόμου καταβαλὼν ῥεπετιτεύει. ὡς βι. α΄ τί. ιή διατ. ζ΄.

5

pr.Οὐ βλάπτεταί τις κατὰ πλάνην ὑπογράφων ᾧ οὐκ ᾔδει συναλλάγματι, δηλονότι ὑπὲρ ἑαυτοῦ. οὐδὲ γὰρ ἡ κατὰ πλάνην γενομένη ὑπογραφὴ συγχωρεῖ ἐῤῥῶσθαι τὸ γινόμενον. ὡς βι. δ΄ τί. κβ΄, τί. δ΄ διατ. κα΄. σημ. βι. δ΄ τί. να΄ διατ. β΄ τοῦ κώδ. ὁ ὑπογράφων κατὰ ναι. πλάνην εἰς τὸ ὠνεακὸν τοῦ οἰκείου πράγματος πωλουμένου παρὰ ἄλλου οὐ προκριματίζεται.

6

pr.Ὅτι τὰ προσποιητὰ ἔγγραφα οὐκ ἀναιροῦσι τὴν ἀλήθειαν, ὡς οὐδὲ ὑπόνοια ἀδικεῖ τὴν ἀλήθειαν 18. οὐδὲ νομίμως τὶς ἀγοράζει τὸ ἴδιον, κἂν ὡς ἀλλότριον αὐτὸ ἔλαβεν 19. καὶ πάλιν· ὁ νόμον ἀγνοῶν, εἰ καὶ πεπλάνηται, συνομολογεῖν δοκεῖ 20. καὶ ὁ δυνάμενος μαθεῖν φάκτον, καὶ ἀγνοῶν αὐτὸ, οὐ συγγινώσκεται. ἀλλὰ καὶ ἡ ἐκλελυμένη καὶ ἄγαν ῥᾳθυμία οὐ συγγινώσκεται.

7

pr.Ὁ δ᾽ ἀπειρίαν ἢ ἀγροικότητα τοῦ βίᾳ θανόντος πρὸ τῆς ἐκδικήσεως ἀνοίξας τὴν διαθήκην συγγινώσκεται.

8

pr.Εἰ δὲ καὶ ὀφείλων εἰδέναι τὶ ἢ δ᾽ αὑτοῦ [ἢ] παρ᾿ ἑτέρου συνετωτέρου αὐτοῦ μαθεῖν, εἰ καὶ ἀγνοεῖ, ἀντὶ εἰδότος παραλαμβάνεται.

9

pr.Ὁ διὰ ἡλικίαν ἢ φύσιν ἢ ἀγροικότητα ἢ ἄλλην αἰτίαν δηλονότι καταδέξηται αὐτὴν ἐντὸς γ ' ἐτῶν μήπω πραθέντων τῶν ἐν αὐτῇ πραγμάτων, κατὰ [τὴν ς '] διάτ. τοῦ λά τί. τοῦ ς ' βι. τοῦ κώδ. τὰ δὲ λεχθέντα ἐπὶ ἐξωτικοῦ, ὁ γὰρ ἐξωτικὸς μείζων ὢν εἰ παραιτήσηται καὶ κληρονομήσῃ· οὐκέτι γὰρ αὐτὴν ἀπαιτεῖ. τὸν δὲ υἱὸν εἶσω γ ' ἐτῶν καταδέξασθαι ἣν παρητήσατο κληρονομίαν. δικαίαν πλανώμενος καὶ ὀλισθαίνων συγγινώσκεται, ὡς φησιν ὁ πραίτωρ· τὸ κατὰ φόβον ἢ βίαν ἢ δόλον γινόμενον οὐχ ἡγήσομαι κύριον.

10

pr.Πάντα, ὅσα κατὰ θερμότητα ἢ ὀργὴν γίνεται, οὐκ ἄλλως ἔῤῥωται, ἐὰν μὴ τῆς ὀργῆς παυσάμενος μείνῃ ἐν τοῖς αὐτοῖς.

11

pr.Οὐδεὶς δοκεῖ ἀπατᾶν τὸν εἰδότα τὸ πραττόμενον καὶ συναινοῦντα 30. καὶ οὐδεὶς κρύπτειν δοκεῖ τὸν εἰδότα, οὐδὲ χρεωστεῖ σαφηνίζειν τὸν μὴ ἀγνοοῦντα, ὡς βι. ιθ΄ τί. α΄ διγ. [α΄].

12

pr.Ὁ πλανώμενος οὐκ ἀπόλλυται τὸ ἴδιον. ὅτι οἱ πεπλανημένοι οὐ συναινοῦσιν. οὐδὲν γὰρ οὕτως ἐναντίον τῆς συναινέσεως ὡς ἡ πλάνη 33. οὐδεμία γὰρ βούλησις τῶν πεπλανημένων ὡς...... ὁ ψευδόμενος κατὰ πλάνην οὐ βλάπτεται· ὁμοίως καὶ ὁ ἐπερωτηθεὶς κατὰ πλάνην, ὡς οὐδὲ ἡ πλαστὴ διήγησις βλάπτει τὴν ἀλήθειαν. ὡς βι. δ. τί. κβ '.

13

pr.Ἡ ἐν συλλαβῇ γενομένη πλάνη οὐδὲν βλάπτει· οἷον ὡς ἐπὶ τοῦ λεγάτου τυχὸν ἀντὶ κρατίνου εἶπε κράτιστον 36. καὶ τοσοῦτον ἡ ἀγαθὴ πίστις οὐ χαρίζεται, ὅσον ἡ ἀλήθεια.

19

pr.Τὸ μὴ δυνάμενον εἶναί τινος οὐδεμίαν ἐνοχὴν δύναται ποιῆσαί τινος 39. τὸ μηδενὸς ὂν τοῦ προκαταλαμβάνοντος γίνεται. ὡς βι. μα τί. ζ΄ διγ. α΄. [ιε΄.] Τὸ γὰρ ἡμέτερον οὐ μεταβαίνει ἄνευ ἡμετέρου φάκτου, ὥστε τὸ ἐμὸν πλεῖον ἐμὸν γενέσθαι οὐ δύναται. ἐπειδὴ ὁ μὴ κωλύων τὸν ὑπὲρ αὐτοῦ παρεμβάλλοντα συναινεῖν δοκεῖ, καὶ ὁ μὴ δεκτὸν ἡγούμενος ἐνέχεται τῇ περὶ ἐντολῆς ἀγωσθαι τῆς διασκέψεως δίκαιον ἐφ᾽ ὃν ὁ ἐνιαυτὸς ἔφθασε τῷ τῆς διασκέψεως ἐξέπεσε χρόνῳ. γῇ 44. καὶ ὁ δόλῳ παυσάμενος νέμεσθαι ὡς νεμόμενος καταδικάζεται 45. οὕτω καὶ ὁ σιωπῶν καὶ μὴ ἀντιλέγων· δοκεῖ γὰρ ἐντέλλεσθαι. ις΄ 48. Οὐδεὶς ἐκ τῆς οἰκείας ἀναισχυντίας ἀγωγὴν κτᾶται. κἂν γὰρ ἔξεστι τῶν ὑπὲρ ἡμῶν συμφώνων καταφρονεῖν. ιζ΄. ᾿Απὸ πολλῶν αἰτιῶν τὸ αὐτὸ ἡμέτερον εἶναι οὐ δύναται, εἰ καὶ ἀπὸ πολλῶν αἰτιῶν χρεωστεῖσθαι ἡμῖν δύναται. ὡς φησιν οὐλπιανὸς ἐν τῷ μα βι. τί. [Γ΄ διγ.] α΄. ὃ ἐγκατέλιπον, οὐκέτι ἐστὶν ἐμόν· παύεται γὰρ εἶναι τοῦ καταλιπόντος· καὶ γίνεται τοῦ κρατοῦντος, ὥσπερ καὶ νοῦμοι ῥιπτόμενοι καὶ ὄρνεις ἀπολλυόμεναι. [ιη΄.] Ἐν τοῖς ἀμφιβόλοις πλέον συντρέχομεν τῷ τὰ ἴδια λαβεῖν βουλομένῳ ἢ τῷ κερδᾶναι θέλοντι. ιθ΄. Ἐν τοῖς ἀμφιβόλοις τὴν φιλαγαθεστέραν ἑρμηνείαν ἐπιλεγόμεθα 55. ἐπὶ δὲ τῶν ἀσαφῶν τὸ ἧττον ἐπιλεγόμεθα. καὶ ἐν ταῖς συναφείαις οὐ τί ἔξεστι σκοποῦμεν ἀλλὰ τί σεμνόν ἐστιν, ὡς βι. ν΄ τί. ιζ ' διγ. [ρςζ΄].

20

pr.Δύο περὶ κέρδους ἀγωνιζομένων ἐκεῖνος νικᾷ ὁ τῷ χρόνῳ προγενέστερος.

21

pr.Τὰς τυχηρὰς περιστάσεις τῇ κοινότητι μᾶλλον ἢ τῇ ἰδιότητι, ὅτι τὰς τυχηρὰς περιστάσεις οὐδεὶς ἀνθρώπινος λογισμὸς προασφαλίσαι δύναται.

22

pr.᾿Απὸ νεύματος οὐδεὶς γίνεται ἔνοχος οὐδὲ φύσει οὐδὲ νόμῳ, ὡς οὐδὲ ἀπὸ νούδου τουτέστιν ἀπὸ γυμνοῦ πάκτου τίκτεται ἀγωγὴ καὶ οἷον ἀπὸ ψιλῆς ἐπερωτήσεως.

23

pr.Ἐν τοῖς ἀμφιβόλοις κατὰ τοῦ ἐπερωτήσαντος ἑρμηνεύομεν. ὡς βι. μέ τί. ά διγ. λζ΄.

24

pr.Τὰ ἀπὸ γνώμης καὶ διαθέσεως τὴν σύστασιν ἔχοντα ἀληθῆ καὶ φανερὰν εἴδησιν ἐπιζητεῖ.

25

pr.Ὁ ἰσχύων τὶ πρᾶξαι, ἐφ᾽ ᾧ πληρωθῆναι τὴν αἵρεσιν, δοκεῖ δύνασθαι πληρῶσαι τὴν αἵρεσιν, ὡς βι. ν΄ τί. ιζ ' διγ. ροδ. καὶ ὁ παραλιμπάνων αἵρεσιν, ἣν οὐκ ἤθελε τεθῆναι, τῇ αἱρέσει ἄχρηστον ποιεῖ τὴν ἔνστασιν. ὡς βι. κή τί. έ διγ. α΄ 66. βι. λς΄ τί. α΄ διγ. νς΄.

26

pr.Καὶ ὁ προστιθεὶς τὴν αἵρεσιν, ἣν οὐκ ἤθελεν ἐντεθῆναι, τῇ αἱρέσει ἄχρηστον ποιεῖ τὴν ἔνστασιν 68. ὁ δὲ προστιθεὶς τὴν αἵρεσιν, ἣν ὤφειλεν ἐντεθῆναι τῇ· ἐνστάσει, ποῦραν αὐτὴν ποιεῖ, τουτέστι καθαράν. διγ. η΄.

27

pr.Ἐὰν αἵρεσις ἐπικλασθῇ μοι, παρ ' το ἑτέρου ἐμποδισθεῖσαι πεπληρῶσθαί μοι δοκεῖ. ὡς βι. λά διγ. λδ΄.

28

pr.Ὅτε αἵρεσις ἐμποδισθῇ, ἀντὶ ἐκβάσεως νοεῖται, ὅτε ἄλλος ἐμποδίσῃ, οὐχὶ ὁ βεβαρημένος αὐτῇ 13. ὡς βι. λ΄ διγ. να΄. καὶ ὁ κατὰ τύχην ἐμποδισθεὶς ἔοικε τῷ πληρώσαντι τὴν αἵρεσιν. ὡς βι. ς ' τί. μς΄ διατ. ς ' τ τοῦ κώδ. βι. δ΄ τί. ς΄.

29

pr.Ἐὰν πολλὰς αἱρέσεις ἐντάξω τῇ ἐνστάσει, καὶ μία αἵρεσις βεβαιοῖ τὴν ἔνστασιν ἐξελθοῦσα. ὡς βι. κή τί. ε διγ. πή '.

30

pr.Τὰ δὲ μὴ συμπλεκτικῶς μήτε διαζευκτικῶς λεγόμενα ἐκ τῆς γνώμης τοῦ εἰπόντος καταλαμβάνεται.

31

pr.Ἐὰν αἱρετικῶς τινι καταλειφθῇ λεγάτον, καὶ ἀποθάνῃ πρὸ τῆς αἱρέσεως, οὐ παραπέμπει εἰς κληρονόμους τὸ λεγάτον. τὸ αὐτὸ καὶ εἰ δοῦλος γένηται τιμωρίας, ἀσθενεῖ τὸ λεγάτον· οὐ μὴν ἐὰν ἐκπέσῃ τῆς πόλεως. ἴσως γὰρ ἀνακαλεῖται.

32

pr.Τὰ πρὸ μιᾶς ἡμέρας ἔχοντα τὴν αἵρεσιν εἴτε κληρονομίαι εἴτε λεγάτα ἀνίσχυρά εἰσι τῇ αἱρέσει, τὸ δὲ λεγάτον ἔῤῥωται.

33

pr.Ὁμοίως καὶ τὰ πρὸ τῆς αἱρέσεως ἐπερωτώμενα ἀνίσχυρά εἰσι.

34

pr.Ὡς βι. μέ τί. α΄ διγ. μα΄ 83. Ὅτε χωρὶς ἡμέρας ἐπερωτᾶταί τις, παραχρῆμα ἐνέχεται, εἰ μὴ τόπος πρόσκειται· τότε γὰρ περιμένομεν τὴν ἡμέραν.

35

pr.Ἐὰν ἐπὶ αἱρέσει λεγατεύσω τινὶ καὶ πρὸ μιᾶς ἡμέρας ἀποθάνῃ, ἴσχυσε τὸ λεγάτον.

36

pr.Τὰ ὑπὸ αἵρεσιν τεκνογονίας καταλιμπανόμενα ἔῤῥωνται, κἂν τέρας τέκῃ, κἂν δευτερογαμήσῃ.

37

pr.Ὥσπερ τὸ λεγατευόμενον ὑπὸ αἵρεσιν πρὸ μὲν τῆς ἐκβάσεως ἐστὶ τοῦ κληρονόμου, μετὰ δὲ ταῦτα τοῦ λεγαταρίου, οὕτως καὶ ὅπερ οὐ δύναται προσπορισθῆναι τῷ τὴν χρῆσιν ἔχοντι προσπορίζεται τῷ τὴν δεσποτείαν ἔχοντι.

38

pr.Ἐὰν ὑπὸ δύο διεζευγμένας αἱρέσεις ἐπερωτήσω, ἀπὸ μόνης τῆς πρώτης ἐκβαινούσης βεβαιοῦται ἡ ἐπερώτησις.

s1

pr.Πᾶ.᾿ ὡς ἐπὶ τῶν διακατοχῶν. ὅμως » οἱ ἀτελεῖς τῆς ἡλικίας καὶ ἐπὶ τούτῳ βοηθοῦνται.

s2

pr.Διάτ. ιγ'ο. Ταῖς γυναιξὶν οὐκ ἀεὶ βοηθοῦμεν, ἀλλ᾽ ὁπηνίκα ζημιωθῶσι νόμον ἀγνοήσασαι.

s3

pr.Δανειζομένοις στρατιώταις συγγνώμη δίδοται δι ἁπλότητα. ζήτει βι. γ ' τί. α΄ διατ. θ ' τοῦ κώδ.

s4

pr.Διάτ. ζ'α. Ἡ τοῦ φάκτου ἄγνοια μὴ πληρωθέντος τοῦ πράγματος οὐδὲν βλάπτει· εἰ γὰρ μετὰ ψῆφον ἠγνόησεν, οὐ συγγινώσκεται. εἶναι ἰνδέβιτα τουτέστιν ἀχρεώστητας. εἴρηται βι. ή τί. λε΄ διατ. δ΄ τοῦ κώδ. ἔνθα φησὶν, ὅτι ἔῤῥωται ἡ φωνὴ τῶν δικαζομένων μέχρι τῆς καταδίκης.

s5

pr.Εἴρηται βι. α΄ τί. ιή διατ. δ ' τοῦ κώδ. οὐ προκριματίζεται ὁ κληρονόμος, ἐξ ὧν διεῖλεν ἀπὸ τῆς πλαστῆς διαθήκης, ἐὰν δείξει, ὅτι οὐδόλως ἐγένετο ἡ διαθήκη, ἢ ἐγένετο μὲν, ἄχρηστος δέ ἐστι. τί γάρ; [ὅτι] τὸ πατρῷον ὡς μητρῷον ἐχρήσατο, ἢ τὸ πλαστὸν ὡς μὴ ὂν πλαστὸν διελύσατο; ὡς βι. β΄ τί. δ ' διατ. κα΄.

s6

pr.Σημ. τὴν διαφορὰν τοῦ ὑπογράφοντος [ὑπὲρ ἑαυτοῦ πρὸς τὸν ὑπογράφοντα] ὑπὲρ ἄλλου, ὅτι ὁ μὲν ὑπὲρ αὑτοῦ ὑπογράφων, ἐὰν ἐπίσταται τὸ πραττόμενον, κατέχεται· ὁ δὲ ὑπὲρ ἄλλου ὑπογράφων, κἂνα οἶδε τὸ γινόμενον, οὐ κατέχεται. ἀεὶ δὲ ὀφείλει γνῶ-

s7

pr.Εἴρηται βι. α τί. ιή διατ. β΄ τοῦ κώδ. Κἂν ὁ μείζων τῶν κε΄ ἐνιαυτῶν ἀποτάξηται τῇ μητρῴᾳ αὐτοῦ κληρονομίᾳ, ἐὰν

s8

pr.Ὡς βι. β ' τί. δ ' διάτ. λή. Ὅτι διάλυ [σις οὐ προβαίνει μὴ δοθέντος τινὸς ἢ ὑποσχεθέντος ἢ παρακρατηθέντος].

s9

pr.Ὅθεν ἡ μετ᾿ ὀλίγον ὑποστρέψασα πρὸς ἄνδρα οὐ δοκεῖ διαζευχθῆναι. ὡς βι. ν ' τί. ιζ ' διγ. μή. [1.] Οὐδὲ βασιλεὺς δύναται βοηθεῖν τῷ μείζονι τῶν κὲ ἐτῶν νόμον ἀγνοοῦντι. ὡς βι. α΄ τί. ιή διατ. β΄.

s11

pr.Ὁ κατὰ ἄγνοιαν φάκτου νεμηθεὶς κληρονόμος, εἴ τινας ἀγωγὰς διὰ τῆς κομφουσίωνος ἀπώλεσε, τουτέστι διὰ τῆς συγχύσεως, ἀνακτᾶται αὐτάς. ὡς βι. λδ ' τί. γ ' διγ. ιζ '.

s12

pr.Ἐκ τῶν κατὰ πλάνην γινομένων οὐ προκριματίζεται ἡ τοῦ πράγματος ἀλήθεια, ὡς βι. μή τί. ιγ ' διγ. α '.

s13

pr.Σημ. ὡς δὲ ἐψευσμένη ἀπογραφή.

s14

pr.Οὐ δυνάμεθα τὸ ἡμέτερον δίχα φάκτου ἀλλότριον ποιεῖν. ὡς βι. ν ' τί. ιζ ' διγ. α΄δ.

s15

pr.Καὶ οἷς τρόποις κτώμεθά τι τοῖς αὐτοῖς καὶ ἀποκτώμεθα. σημ. δεσπότης διδοὺς δεσπότην ποιεῖ. βι. λέ τί. ε΄κ διγ. δ΄.

s16

pr.Διάτ. τῆς ξ ' νεαρᾶςὶ τῶν διασκέψεων τοῦ παραπέμψα-

s17

pr.Ὁ μὴ διδοὺς ὅπερ δύναται δόλον ποιεῖ. ἐπειδὴ γὰρ ἡ ἀγαθὴ πίστις ἐναντία ἐστὶ δόλου καὶ ἀπάτης. καὶ ὁ ἄκαιρος οἶκτος δόλῳ ἔοικεν. καὶ τὸ πανούργως διαλεχθῆναι πρὸς βλάβην ἑτέρου, καὶ τὸ παραπροσποιῆσαι καὶ σιωπῆσαι δόλος, ὡς βι. ιή διγ. μα ' ». δόλον ποιεῖς καὶ τῷ μὴ ποιῆσαι τὰ δέοντα, ὡς βι. κς ' τί. ζ ' διγ. ζ '.

s18

pr.Οὐλπιανοῦ. Ἐξ ὑπονοίας μόνον οὐ κτᾶταί τις ὡς ἐγκαταλελησμένης.

s19

pr.Οὐκ ἐστι νοῦδον πάκτον τὸ ἐπαγγέλλεσθαι μήνυτρα τῷ καταμηνύοντι τοὺς φυγάδας.

s20

pr.Τὰ ἀμφίβολα κατὰ τοῦ ἐπερωτήσαντος νοεῖται. βι. λδ ' τί. β ' διγ. κε΄α.

s21

pr.Βι. λέ τί. ζ ' διγ. γ'α· αἵρεσις ἐπὶ συστάσει διαθήκης ἐμποδισθεῖσα παρὰ τοῦ δυναμένου ταύτην πληρῶσαι ἀντὶ πεπληρωμένης παραλαμβάνεται.

s22

pr.Ὁ ὑπὸ αἵρεσιν γραφεὶς κληρονόμος, εἰ μὲν ἔτι ἤρτηται, δύναται, κἂν ἤθελεν ἀδιτεῦσαι, μετὰ ταῦτα μεταμελεῖσθαι καὶ μὴ προσελθεῖν τῇ κληρονομίᾳ. εἰ γὰρ ἐξῆλθεν ἡ αἵρεσις, οὐκέτι δύναται μεταμελεῖσθαι.

s23

pr.Ὁ διδοὺς πρᾶγμα ἐπὶ αἱρέσει, δύναται κατὰ τὴν αἵρεσιν ῥεπετιτεύειν αὐτό. βι.... » τί. γ ' διγ. θ '.

s24

pr.Ὁ ἁψάμενος τῆς τελευταίας ἡμέρας τοῦ κ ' ἐνιαυτοῦ οὐκ ἐστιν ἐλάττων τῶν κ ' ἐνιαυτῶν ἀλλ᾽ οὐδὲ μείζων τῶν κ ' ἐνιαυτῶν πιστεύεται εἶναι. ὡς βι. μ ' τί. α΄ διγ. δ'α.