Epit. 1.2
Περὶ νόμου φυσικοῦ, ἐθνικοῦ καὶ πολιτικοῦ.
Abrir no leitor do IusCommune →1
pr.Απας τῶν ἀνθρώπων βίος κατὰ ἀριστοτέλην φύσει καὶ νόμοις διοικεῖται. τούτων δὲ ἡ μὲν φύσις ἐστὶν ἄτακτον καὶ ἀνώμαλον καὶ κατ᾿ ἄνδρα ἴδιον τοῦ ἔχοντος.
2
pr.Οἱ δὲ νόμοι κοινὸν καὶ τεταγμένον καὶ ταὐτὸν πᾶσι. εἰ μὲν οὖν φύσις ἂν ᾖ πονηρὰ, πολλάκις φαῦλα βούλεται· οἱ δὲ νόμοι τὸ καλὸν καὶ συμφέρον βούλονται. καὶ ἐπειδὰν εὑρεθῇ ἶσον καὶ ὅμοιον, τοῦτό ἐστι νόμος, ᾧ πάντας πείθεσθαι προσήκει.
3
pr.Ὁ νόμος ἐκ τριῶν ἔχει τὴν σύστασιν, ἀπὸ φυσικοῦ, ἐθνικοῦ, καὶ πολιτικοῦ. ἀπὸ μὲν φυσικοῦ, ὅσον τὰ ἐναέρια καὶ τὰ ἐν τῇ γῇ διετύπωσε ζῶα· ἄῤῥενός τε καὶ θηλείας συνάφεια. εἰπόντες οὖν περὶ τοῦ φυσικοῦ πρῶτον, ἔπειτα διαλεξώμεθα καὶ περὶ τοῦ ἐθνικοῦ καὶ πολιτικοῦ νόμου.
4
pr.Νόμος ἐστὶ μὴ μέχρι μόνων ἀνθρώπων ἀλλὰ καὶ κατὰ πάντων τῶν ἀλόγων ζώων πολιτευόμενος χερσαίων, ἐνύδρων καὶ ἀερίων. οὐχὶ γὰρ μόνον μέχρι ἀνθρώπων ἔστησεν ἡ φύσις τὰ ἑαυτῆς πρὸς συνάφειαν, ἀλλὰ διέταξε τὰ ἐναέρια, τὰ ἐν τῇ γῇ διετύπωσεν, οὐκ εἴασε δὲ οὐδὲ τὰ ἐν τῇ θαλάσσῃ τικτόμενα τῆς οἰκείας προμηθείας ἐκτός. παραδείγματα δὲ τοῦ φυσικοῦ νομίμου ἄῤῥενός τε καὶ θηλείας συνάφεια, ὅπερ ἡμεῖς γάμον προσαγορεύομεν.
5
pr.Τὸ φύσει χρεωστούμενον ἀπαιτεῖσθαι μὲν οὐ δύναται, καταβληθὲν δὲ οὐ ῥεπετιτεύεται, ὡς βι. λέ τί. β΄ διγ. α΄. ὡς ἐπὶ τοῦ καταβαλόντος τῷ ἀφήλικι τὸ ἴδιον χρέος· φύσει γὰρ κατέβαλεν, οὐχὶ καὶ νόμῳ.
6
pr.Τὰ ἐξ ἀνάγκης νόμου καταβληθῆναι μὴ ὀφειλόμενα, ἀλλὰ προαιρέσεως ἕνεκα καταβαλλόμενα, οὐκ ἀναλαμβάνονται.
7
pr.Α μὲν ἐπερωτήθη ὁ ἀνὴρ κατὰ χάριν τῇ γυναικὶ τῇ ἰδίᾳ δαπανήματα, οὐκ ἀπαιτεῖται. ἐὰν δὲ καταβάλλῃ τὶ ἐξ αὐτῶν, οὐκ ἔχει ἀνάληψιν.
8
pr.Τὸ αὐτὸ καὶ ἐπὶ χειρογραφήσαντος τόκους τῷ γαμβρῷ αὐτοῦ ὑπὲρ τῶν δαπανημάτων, ὡς εἴρηται βι. μδ΄ τί. δ΄ διγ. ιζ΄· ἄγροικος πατὴρ προῖκα ὑπὲρ θυγατρὸς ἐπιδοὺς συνεφώνησεν αὐτὸν τρέφειν τὴν γυναῖκα καὶ τοὺς αὐτῆς, καὶ μετὰ χρόνον τινὰ ὡς τόκους χρεωστῶν ἐχειρογράφησε τῷ γαμβρῷ αὐτοῦ· οὐκ ἀπαιτεῖται αὐτούς.
9
pr.Φύσει χρεωστεῖ τῷ πάτρωνι τὰς ὀφφικιαλίας ὀπέρας ὁ ἀπελεύθερος, τουτέστι δουλείας καὶ καμάτους, ἀλλὰ καὶ τὸ ἐκ τοῦ νόμου διδόμενον τετραούγγιον ὅπερ χρεωστεῖ ἐλευθερικὴν ὑπηρεσίαν οὐχὶ δὲ δουλικὴν, ὡς βι. λέ τί. ς ' διγ. ίτ.
10
pr.Φύσει δίκαιόν ἐστι μηδένα ἐκ τῆς ἑτέρου ζημίας γίνεσθαι πλουσιώτερον· ὡς ἐπὶ τῶν δωρεῶν ἐν γάμοις γινομένων ἐξ ἑνὸς τῶν συνοικούντων πρὸς τὸν ἕτερον, ἢ τοῦ βίᾳ ἁρπά- ζοντος τὰ ἀλλότρια, ἢ τὸν χρεωστοῦντα καὶ μὴ καταβάλλοντα πρὸς τὸν ἐν καιρῷ τοῦ δάνους ἀναγκαίως αὐτῷ το ὀφθέντα· ἐπειδὴ ὁ ἀληθῶς χρεωστῶν, ἀπειρίᾳ δὲ ἢ ἀδικίᾳ τοῦ δικαστοῦ ἀπολυόμενος, μένει τῇ φύσει χρεωστῶν, κατὰ τὸν κανόνα τὸν λέγοντα· ὅτι ὁ ἐξ ἀδικίας τοῦ δικαστοῦ δεσπότης ἀποφανθεὶς οὐκ ἔχει τὴν ἐν δὲμ εἰς ἐκδίκησιν αὐτοῦ, ἀλλὰ μόνον εἰς παρακατάσχεσιν.
11
pr.Τὸ φύσει καταβληθὲν ἀπαιτεῖσθαι οὐ δύναται. ὡς ἐπὶ τοῦ δούλου τοῦ δανεισαμένου καὶ τὸ δεσποτικὸν πάκτον καταβαλόντος, οὐκ ἐνάγεται ὁ δεσπότης τὴν ἐν ῥὲμ βέρσον. φυσικῶς γὰρ ὁ δεσπότης τὸ χρέος ἀπέλαβεν. κἂν ἡ φυσικὴ ἐνοχὴ κανονίζεται οὐκ ἐκ τοῦ ἁρμόσαι αὐτῷ ἀγωγὴν, ἀλλ᾽ ἐκ τοῦ καταβαλόντος μὴ ἔχειν τὴν ἀπαίτησιν.
12
pr.Τὰ ἀδύνατα δοθῆναι καὶ ἐν φύσει μὴ ὄντα ἀντὶ μηδὲ προκειμένων εἰσίν 13. οἷον ἐνεστησάμην τινὰ ὑπὸ ἀδύνατον αἵρεσιν εἰπών· ἔστω μοι ὁ δεῖνα κληρονόμος, ἐὰν πίῃ τὴν θάλασσαν. οὐδὲ πάλιν τὸ ἠρτημένον οὐκ ἐστὶν ἀντὶ τοῦ ὄντος. ὡς βι. λ΄΄ τί. α΄ διγ. α΄.
13
pr.Τὸ γνώμης ἑτέρου ἠρτημένον λεγάτον αἱρετικόν ἐστι, τὸ δὲ δοκιμασίας ἐπιτρόπου ἢ ἐξωτικοῦ ποῦρον τουτέστι και θαρόν,
14
pr.Ὁ λαβὼν πρᾶγμα ἐπὶ τῷ δοῦναι ἄλλο ἀντ᾿ αὐτοῦ φυσικῶς γίνεται ἔνοχος, ὡς βι. ιθ ' τί. ε΄ 16. καὶ πάλιν· τὸ κελεύσει τινὸς ἑτέρῳ καταβαλλόμενον τῷ κελεύσαντι δοκεῖ καταβάλλεσθαι, ὡς βι. ν ' τί. ιζ διγ. πς '.
15
pr.Τὸ φύσει δίκαιον καὶ χωρὶς νόμου τινὸς ἐξαρκεῖ πρὸς πίστιν τῆς ἀληθείας, ὅτι πάνυ μωρόν ἐστι περὶ τῶν προδήλων ἀμφιβάλλειν, ὡς βι. κή΄ τί. α΄ διγ. [κζ ']. Περιγράφει γὰρ ὁ ποιῶν ὅπερ ῥητῶς μὲν ὁ νόμος οὐκ ἐκώλυσεν, οὐ μὴν δὲ αὐτὸ βούλεται γίνεσθαι· καὶ ἁπλῶς εἰπεῖν, ὅσον διέστηκε ῥητὸν ἀπὸ διανοίας, τοσοῦτον διέστηκεν ἐναντιώσεως νόμου περιγραφή. ὡς βι. α τί. γ ' διγ. κέ΄ 18. Ὁ φυσικὸς λόγος ἑκάστῳ ἐπιτρέπει κινδυνεύοντι εἰς σωτηρίαν βοηθεῖν ἑαυτῷ, καὶ διὰ τοῦτο ὁ ἀνελὼν τὸν ἐπιόντα μετὰ ξίφους οὐκ ἐνάγεται ὡς φονεύς· ὡς βι. θ΄ τί. β΄ διγ. δ΄. διότι φυσικῶς ἡ βία τὴν βίαν ἀπωθεῖται. καὶ τὰ δύο τῇ φύσει συγκρίνεται. ὅσα ποιεῖ τις ἐπὶ παραφυλακῇ τοῦ ἰδίου σώματος, νομίμως ποεῖ. βι. ά τί. ά διγ. γ '.
16
pr.Ὁ νεμόμενος τὸν ἴδιον υἱὸν φυσικὸν δοῦλον ὄντα οὐ παρὰ τοῦτο πλούσιος νομίζεται εἶναι. ἐπειδὴ εἰ ἄλλος ἐνέμετο, πολλοῦ ἠγόρασεν αὐτόν.
17
pr.Βι. μή τί. κ διγ. λζ΄ 19. Φυσικός τις λόγος ὥσπερ τὶς νόμος σιωπηρὸς προσεκύρωσε τοῖς παισὶ τὰς τῶν πατέρων περιουσίας ὡς κεχρεωστημένων αὐτοῖς διαδοχήν. ἐπὶ τῶν ἀδιαιρέτων ἐξ ἀδιαθέτου ἐπίσης οἱ κληρονόμοι λαμβάνουσιν.
18
pr.Γυνὴ δωρεὰν λαβοῦσα παρὰ τοῦ ἀνδρὸς φυσικῶς νέται τὸ δωρηθέν. τὰ γὰρ ἐν φάκτῳ ὁ πολιτικὸς νόμος οὐκ μεται ἀναιρεῖ· ὅτε δὲ θέλει ὁ ἀνὴρ, λύει τὴν νομήν.
19
pr.Καὶ ὑπεξούσιος παρὰ τὸ μακεδόνιον δόγμα δανεισάμενος φυσικῶς νέμεται τὸ δανεισθέν.
20
pr.Καὶ οἱ τῶν χρεῶν τόκοι οὔτε φύσει οὔτε νόμῳ καταβάλλονται, ἀλλ᾽ εἰς τὸ χρέος λογισθήσονται κατὰ τὴν τοῦ φιλοχρίστου βασιλέως διάταξιν.
21
pr.Περὶ ἐθνικοῦ νόμου. Ἐθνικὸς δὲ νόμος ἐστὶν ὁ παρὰ μόνοις ἀνθρώποις κρατῶν, οὐκέτι δὲ καὶ κατὰ ἀλόγων ἐπεκτεινόμενος ζώων. δεῖγμα δὲ τοῦ ἐθνικοῦ νόμου ἡ περὶ τὸ θεῖον λατρεία, καὶ ἡ περὶ τοὺς γονεῖς τε καὶ τὴν πατρίδα πειθῶ, ἀλλὰ καὶ ἡ τοῦ νόμου ὑπεξέλευσις, οἷον τὸ τοὺς φονεῖς ἀποτέμνεσθαι (δεῖ γὰρ αὐτὸν δ᾽ ὧν ἠδίκησε τιμωρεῖσθαι), τὸ τὸν μοιχὸν κολάζεσθαι, τὸ τὸν κλέπτην εἰς χρήματα τιμωρεῖσθαι (ἐπειδὴ γὰρ ἔβλαψεν ἡμᾶς περὶ χρημάτων), τὸ τὸν χρεώστην εὐγνώμονα γίνεσθαι πρὸς τὸν ἐν καιρῷ ἀνάγκης χρήσιμον ὀφθέντα, τὸ τὸν οἰκέτην ὑποτετάχθαι ταῖς εὐλόγοις προστάξεσι τῶν δεσποτῶν, τὸ γίνεσθαι συναλλάγματα, πράσεις, ἀγορασίας, μισθώσεις, ἐκμισθώσεις, παρακαταθήκας, κοινωνίας, δάνεια, τὸ γίνεσθαι δωρεὰς καὶ διαθήκας γράφεσθαι.
22
pr.Περί πολιτικοῦ νόμου. Πολιτικὸν δὲ ἐστι, ὅπερ καὶ τοπικὸν καὶ χρειῶδες προσαγορεύεται, τὸ ἐν συνηθείᾳ τῇ πόλει γινόμενον καὶ τόπου χρείαν ἀποπληροῦν. οἷον ἐν τῇ λακεδαιμονίᾳ λυκούργου τοῦ νομοθετήσαντος ξενηλασίαν, ἵνα μὴ διὰ τῆς τῶν ξένων ἐπιμιξίας διαφθείροιτο καὶ χεῖρον γένοιτο τὸ τῶν λακεδαιμονίων ἦθος. ὁ τοιοῦτος νόμος τιμάσθω μὲν παρὰ τοῖς λακεδαιμονίοις, ἀθηναῖοι δὲ τοῦτον καταφρονοῦσι, τοσοῦτον τῆς ξενηλασίας ἀφεστῶτες, ὅτι καὶ βωμὸς ἐλέου τιμᾶται παρ᾽ αὐτοῖς· οὕτως ἑτοίμως τοὺς εἰς αὐτὴν φοιτῶντας ἀποδεχόμενοι, ὅτι πολλάκις καὶ διὰ φιλανθρωπίας ὑπερβολὴν καὶ πολεμεῖν ὑπὲρ αὐτῶν οὐκ ἄκνησαν.
23
pr.Τέμνεται δὲ ὁ νόμος εἰς δύο, εἰς ἔγγραφον καὶ ἄγραφον. ἄγραφος δέ ἐστιν ὅπερ ἡ χρονία συνήθεια συνέσει τῶν χρωμένων ἐβεβαίωσεν καὶ εἰς μίμησιν ἀνήγαγε τοῦ ἐγγράφου νόμου. ὥστε λακεδαιμόνιοι μὲν μνήμῃ τοὺς οἰκείους νόμους διαφυλάττειν ἐσπούδασαν, ἀθηναῖοι δὲ ἐκείνους τιμᾶν, ὅσους ἐν γράμμασιν ἴσασιν ὄντας καὶ τούτους φυλάττειν. ὡς βι. α διγ. β΄.....
24
pr.Ὁ μήπω κρατήσας νόμος, ἀλλ᾽ ἐν τῇ συνηθείᾳ ὡς νέος ἀμφιβαλλόμενος τῷ βασιλεῖ ὀφείλει ἀναφέρεσθαι καὶ τὴν τομὴν δέχεσθαι.
25
pr.Ἐν πάσῃ τῇ νομικῇ τὰ γενικὰ τῶν ἰδικῶν ἐπικρατέστερά εἰσιν· ἔν τισι δὲ καὶ ἶσα. ἐπειδὴ πᾶσα διάταξις ἐπὶ συγκλήτου ἐκφωνηθεῖσα γενικὸς νόμος νοεῖται· ὁ δὲ ἐπὶ πόλιν ἐκφωνηθεὶς ἢ πρὸς ἐπαρχίαν ἢ πρὸς σωματεῖον ἰδικὸς νόμος χρηματίζει. ὡς βι. α΄ τοῦ κώδ.
26
pr.Τὰ ἰδικὰ διὰ τῶν γενικῶν τέμνονται· ὡς ἐπὶ τῶν λεγάτων, ὅτι πεκούλιον λεγατεύων τὶς καλῶς ἐλευθεροῖ τὸν βικάριον 33. τὰ γὰρ ἰδικὰ ὑφεξαιροῦνται τῶν γενικῶν. ὡς βι. μ ' τί. γ΄ διγ. ί.
27
pr.Εἰ καὶ ῥητοῦ τίνος φάκτου ἢ καὶ προσώπου μέμνηται ἡ διάταξις, ἔχει δὲ ἔν τινι αὐτῆς γενικὰ ῥήματα, κατὰ παντὸς προσώπου καὶ φάκτου τὴν δύναμιν ἔχει.
28
pr.Περὶ ὧν οὐ κεῖται ἔγγραφος νόμος, παραφυλάττειν δεῖ τὸ ἔθος τοῦ τόπου. ὡς βι. ά τί..... εἰ ἐπὶ πολὺν ἐκράτησε χρόνον ἡ συνήθεια ἢ δικαστικὴ ψῆφος ταῦτα ἐκύρωσεν. ὅτι ἡ μακρὰ συνήθεια ἀντὶ νόμου κρατεῖ, ἐν οἷς οὐκ ἐστὶν ἔγγραφος νόμος. ἀλλ᾽ οὐδὲ κοινὸν εἰσάγει νόμον ἡ συνήθεια, κἂν μεγίστη καὶ σαφὴς ἑρμηνεία νόμων ἡ χρῆσις 39. ἡ δὲ δευτέρα διάτ. τοῦ νβ΄ τί. τοῦ ἡ΄ βι. τοῦ κώδικος λέγει πάντα τὰ ἔθη τῶν πόλεων φυλάττεσθαι κατὰ τὴν τοῦ νόμου ἀκρίβειαν. ὥστε οὖν οὐ χρὴ δέχεσθαι πᾶν ἔθος, ἀλλὰ μόνον τὸ νόμιμον. πολλάκις συνήθεια καὶ παρὰ τὸν νόμον κρατεῖ· ἔξεστι τῷ βουλομένῳ μάχεσθαι τὴν τοιαύτην συνήθειαν καὶ ἐκβάλλειν αὐτήν. βι. μζ ' τί. μζ ' διγ. ιγ '.
29
pr.Ὅτι χρὴ μετὰ πολλῆς ἀκριβείας καὶ σκέψεως ἐρευνᾶν τὰς κατηγορίας. φασὶ γὰρ καὶ οἱ τῶν ἔξω σοφοί· ἡ μὲν ἀμφισβήτησις κρίσει ἀναρτάσθω, ἡ δὲ κρίσις τοὺς ἐλέγχους βασανιζέτω, ἡ δὲ βάσανος τὸ δέον ὁριζέτω, ὁ δὲ ὅρος γεγράφθω, τὰ δὲ γεγραμμένα κυρούσθω, τὰ δὲ κυρωθέντα βεβαιούσθω τοῖς ἔργοις. οἱ μὲν γὰρ τῶν ἀνθρώπων διὰ βραδύτητα καλῶς τοῦ δικαίου οὐκ ἐφίκνυνται, οἱ δὲ δ᾽ ὀξύτητα μὲν ἐφίκνυνται, διὰ δὲ ἐμπαθείαν καπηλεύουσι καὶ τὸν τῆς δικαιοσύνης παρασαλεύουσι ζυγόν. εἰσὶ δὲ οἳ καὶ αἰδοῖ καὶ κολακείᾳ καὶ φόβῳ καὶ φιλίᾳ καὶ ἔχθρᾳ ἢ δυναστείᾳ δυσωπούμενοι τὸ κρίμα κατευθύνειν οὐ δύνανται.
s1
pr.Βι. β ' τί. α΄ κεφ. ιδ'α. Τὸ παρὰ τὸ μακεδόνειον δανεισθὲν, ἐὰν καταβληθῇ, οὐ ῥεπετιτεύεται.
s2
pr.Εἰ καὶ νόμος » ἀσθενεῖ, χρέος δὲ τῇ φύσει συνέστηκε, καταβληθὲν οὐ ῥεπετιτεύεται, ὡς βι. β΄ τί. β΄ διγ. ιγ ' ε.
s3
pr.Τὸ φύσει μόνον χρεωστούμενον, εἰ καὶ ἀπαιτηθῆναι οὐ δύναται, ὅμως καταβληθὲν οὐ ῥεπετιτεύεται, ὡς βι. λέ τί. β ' διγ. ζ'α.
s4
pr.Δεσπότης παρὰ ἰδίου οἰκέτου χρεωστούμενος καὶ ψιλῇ γνώμῃ δύναται τοῦ φυσικοῦ χρέους ἀπαλλάξαι τὸν οἰκέτην. βι. λγ ' [τί. ή] διγ. ς ' e.
s5
pr.Φυσικῶς οἱ δοῦλοι προσπορίζουσι τὴν ἐνοχὴν, ὡς βι. μή τί. ί διγ. να.
s6
pr.Εἰδός ἐστι προσπορισμοῦ καὶ τὸ ἀπαλλάξαι δεσπότην τῆς ἐνοχῆς.
s7
pr.Οἰκέτης δανεισάμενος φυσικῇ ἐνοχῇ ὑπόκειται. ὁ δοῦλος ὢν καὶ ἐλεύθερος ὡς βι. μς ' τί. γ ' διγ. μή'δ. ὁμοίως καὶ ἡ ἀπαιτητικὴ ἀγωγή.
s8
pr.Ὁ πούπιλος ἐπερωτώμενος ἐνέχεται. τί. βη διγ. α΄.
s9
pr.Πρὸς μὲν τὸν πολιτικὸν νόμον οὐδὲν εἰσιν οἱ δοῦλοι, πρὸς δὲ τὸν φυσικὸν πάντες οἱ ἄνθρωποι ἶσοί εἰσιν, ὡς βι. ν ' τί. ιζ ' διγ. λα. [1.] Οἱ δοῦλοι κατὰ μὲν νόμον οὐδὲ εἶναι νομίζονται, τῇ δὲ φύσει ἰσοί εἰσι τοῖς ἄλλοις ἀνθρώποις. ὡς βι. ν ' τί. ιζ ' διγ. πβ΄ κ.
s11
pr.Τὰ φυσικὰ ἥττωται τοῖς νόμοις, κἂν λογισμὸν ἔχει φυσικόν. διγ. λέ.
s12
pr.Ὅσα ἡ φύσις οὐκ ἐᾷ καταβάλλεσθαι, ταῦτα οὐκ ἔχει ἀπαίτησιν διατ. ρπή '.
s13
pr.Ἡ φυσικὴ ἐνοχὴ δέχεται ἐγγύας, καὶ ὁ ἐγγυώμενος τῇ φυσικῇ ἐνοχῇ καλῶς ἐνάγεται, καὶ ὅτι φυσικῆς ἐνοχῆς γνωρίσματα καταβληθέντα μὴ ῥεπετιτεύεσθαι. ὡς βι. με τί. γ ' διγ. γ'α. Αἱ δὲ ἀδύνατοι ἐπερωτήσεις εἰσὶν ἀνυπόστατοι.
s14
pr.Ὁ διδοὺς ἐπὶ τὸ ἀναλαβεῖν οὐκ ἐκπίπτει τῆς δεσποτείας αὐτοῦ. βι. μς ' τί. γ ' διγ. νε΄.
s15
pr.Ἔξεστι τῶν ὑπὲρ ἡμῶν συμφώνων καταφρονεῖν. βι. ιη ' τί. γ ' διγ. β΄.
s16
pr.Αθέμιτον ἄνθρωπον ἀνθρώπῳ ἐπιβουλεύειν, ἐπειδὴ φύ- σει συγγενεῖς ἀλλήλων ἐσμέν.
s17
pr.Καὶ ὁ νήπιος χωρὶς ἐπιτρόπου ἐπερωτώμενος οὔτε φύσει οὔτε νόμῳ ἄγεται.
s18
pr.Ὁ νήπιος ἐπιορκεῖν οὐ πιστεύεται. ὁ νήπιος ὅρκον δὐ συγχωρεῖ. ὡς τί. β΄ὸ καὶ τί. ς ' διγ.
s19
pr.Ὅτι πᾶς πραγματικὸς τύπος γενικὺς νόμος ἐστίν. ὁ δὲ πρὸς ἰδικήν τινα χρείαν ἰδικὸς νόμος καλεῖται. βι. β'α τί. ιδ ' διατ. γ ' τοῦ κώδ.