IusCommune
IusCommune › Textos › Epitome legum › Epitome

Epit. 1.10

Περὶ συστάσεως κοινωνίας καὶ λύσεως αὐτῆς.

Abrir no leitor do IusCommune →

1

pr.Συνίσταται κοινωνία πράγματι καὶ ῥήματι καὶ δ᾽ ἀγγέλου, καὶ διαλύεται ἀπαγορεύσει, θανάτῳ ' καὶ ἀπορίᾳ.

2

pr.Ἐν τῇ συστάσει τῆς κοινωνίας οὐδὲν δεῖ περὶ τῆς ἀπαγορεύσεως συμφωνεῖν. κατὰ φύσιν γὰρ τῆς κοινωνίας ὁ παρὰ καιρὸν ἀπαγορεύσας ἐνέχεται.

3

pr.Κοινωνία συνίσταται ἐφ᾽ ὅσον καὶ ἕως ὅτε θέλει ἑκάρος τῶν κοινωνῶν. τερος

4

pr.Ἐὰν ῥητῶς πάντων τῶν πραγμάτων γένηται κοινωνία, καὶ κληρονομίαι καὶ λεγάτα καὶ δωρεαὶ καὶ πᾶν κέρδος τῇ κοινότητι προσπορίζεται.

5

pr.Ἐὰν συμφωνήσωμεν κοινὴν εἶναι τὴν ὡς εἰκὸς ἐρχομένην εἰς ἕνα ἡμῶν δικαίαν κληρονομίαν, οὐ περὶ τῆς [ἐκ] διαθήκης δοκοῦμεν λέγειν, ἀλλὰ περὶ τῆς νομίμου.

6

pr.Ἐὰν ἁπλῶς γένηται κοινωνία, καὶ μὴ δειχθῇ, ἐπὶ τίνι, δοκεῖ συνίστασθαι ἐπὶ τῷ γενομένῳ πόρῳ καὶ κέρδει ἀπὸ πράσεως καὶ ἀγοράσεως, μισθώσεως καὶ ἐκλήψεως. πόρος γάρ ἐστιν ὁ ἀπὸ καμάτου τινὶ περιγενόμενος. ζήτει κεφ. ί.

7

pr.. Καὶ μεταξὺ τῶν ἄνισον οὐσίαν ἐχόντων κοινωνία συνίσταται, καὶ ἐπὶ τέλει, καὶ ἐφ᾽ ἑνὶ πράγματι, καὶ ἐπὶ πραγματείᾳ. ὁ γὰρ πενέστερος ὡς ἐπίπαν τὸ λεῖπον ἐν χρήμασι διὰ τῆς σπουδῆς ἀντεισάγει. σημ. οὕτω τιμιωτάτην εἶναι τὴν σπουδὴν περὶ τὴν κοινωνίαν τοῦ ἑτέρου ἡ τοῦ σερβίου το γνώμη ἐκράτησεν, ὥστε ἶσα δύνασθαι τῇ τῶν χρημάτων συνεισφορᾷ, ὡς ἐπὶ πλείονι καὶ μείζονι κέρδει.

8

pr.Συνίσταται κοινωνία τοῦ μὲν ἑνὸς τῶν κοινωνῶν εἰσάγοντος χρήματα, τοῦ ἄλλου δὲ σπουδὴν καὶ μόνην ἐπιδεικνύοντος. ὡς βι. δ΄ τοῦ κώδ. τί. λζ΄ διατ. α΄.

9

pr.Ἐὰν δύο συμφωνήσωσιν, ἵνα τὶς ἐξ αὐτῶν κέρδους μὲν μέρος ἀποφέρηται, μὴ ὑποβάλληται δὲ ζημίᾳ. ἔν τινι δὲ ζημία προσενεχθῇ 12. οἷον ἐμπορεύονται καὶ ἀνδράποδα καὶ ἐσθῆτας, καὶ ἐν τῇ ἐμπορίᾳ τῆς ἐσθῆτος ζημία γέγονεν ἑκατὸν Α θανάτου. Dig. XVII,,. Proch. XIX,. Dig. XVII,,. νομισμάτων, ἐν δὲ τῇ πραγματείᾳ τῶν οἰκετῶν κέρδος περιεποιήθη νομισμάτων τριακοσίων· ἐξαιρεῖται πρότερον τὰ ρ ' νομίσματα τῆς ζημίας, ὥστε ἐκείνην θεραπευθῆναι ἐκ τοῦ κέρδους τῶν τριακοσίων νομισμάτων, καὶ τὰ διακόσια μερισθήσεται μεταξὺ τῶν κοινωνῶν κατὰ τὸ γενόμενον σύμφωνον. ἡνίκα δὲ ζημία συμβῇ, τότε [τὸ] ὄφελος τὸ ἐκ τοῦ συμφώνου δείκνυἰδοὺ γὰρ εἰ συνήγαγον ἀνὰ χιλίων νομισμάτων, συνέβη δὲ ται. ζημίαν μόνην γενέσθαι ἐν τῇ ἐμπορίᾳ διακοσίων νομισμάτων, εἶτα διαλυθῇ ἡ κοινωνία, ὁ μὲν λήψεται ἃ συνήγαγε χίλια, ὁ δὲ ὀκτακόσια. εἰ δὲ συνεφωνήθη, ὥστε κέρδους συμβαίνοντος τὸν μὲν τὸ δίμοιρον, τὸν δὲ τὸ τρίτον λαμβάνειν, περὶ δὲ ζημίας οὐδὲν ἐλέχθη, κανὼν γίνεται τοῦ σιγηθέντος εἰς τὸ ἐξισωθῆναι τὸ μὴ λεχθὲν εἰς τὸ εἰρημένον σύμφωνον. ὡς βι. γ ' ἰνστιτ. κε΄.

10

pr.-Κληρονομίαι δὲ καὶ λεγάτα καὶ δωρεαὶ οὐ περιέχονται. αἱ γὰρ δωρεαὶ ὡς μισθός τινος ἡγησαμένου περιγίνονται ἡμῖν.

11

pr.Εἰ καὶ συνεφωνήθη εἴσω δήλου καιροῦ μὴ λυθῆναι τὴν κοινωνίαν, ἐξ εὐλόγου αἰτίας λύεται· τί γὰρ ὅτι ἡ αἵρεσις, ἐφ᾽ ᾗ συνέστη, οὐκ ἐγένετο, ἢ ὑβριστὴς καὶ ἐπιζήμιός ἐστι κοινωνὸς, ἢ οὐκ ἔστι καρπίζεσθαι τὸ πρᾶγμα, δι ὃ συνέστη ἡ κοινωνία;

12

pr.Ἐὰν ἀπαγορεύσω τῷ ἀπολιμπανομένῳ μου κοινωνῷ, ὅσα ἂν κτήσωμαι ἕως οὗ μάθῃ κοινὰ γίνεται, ἡ δὲ ζημία μόνον ἐμὲ ὁρᾷ. τὸ δὲ κέρδος τοῦ κοινωνοῦ αὐτοῦ μόνου ἐστὶν, ὃ ἐπορίσατο, καὶ ἡ ζημία κοινή.

13

pr.Τὰ ἐξ οἰκείας ἀμελείας συμβαίνοντα ἐπιγινώσκεται ὁ κοινωνὸς, κἂν ἐν πολλοῖς ἑτέροις ὠφέλησεν.

14

pr.Τὰ συστάντα χρέη τῷ καιρῷ τῆς κοινωνίας ἐκ τοῦ κοινοῦτο δίδονται. καὶ ἐὰν πρὸ τῆς καταβολῆς τοῦ χρέους, ἴσως γὰρ αἱρετικόν ἐστι, ἡ τι κοινωνία λυθῇ, περὶ καταβολῆς ἀλλήλους ἀσφαλίζονται.

15

pr.Ἐὰν χρήματα συνεισαγάγωμεν ἐπὶ κοινῇ πραγματείᾳ, καὶ ἀπόλωνται τὰ ἐμὰ, τῇ κοινότητι ἀπώλοντο. εἰ δὲ μετὰ τὸ ἀφορίσαι με καὶ μήπω συναγαγεῖν ἀπόλωνται, μόνος ζημιοῦμαι.

16

pr.Ὁ κοινωνός μου ἐπὶ τῷ κοινῷ πράγματι καὶ τῇ τῆς [κλοπῆς ἀγωγῇ καὶ τῇ τῆς] κοινωνίας ἀγωγῇ ἐνέχεταί μοι, καὶ οὐκ ἀναιρεῖ τὴν ἑτέραν ἡ ἑτέρα 24. σημ. [ἐὰν] ἀπὸ χρυσοῦ ἐμοῦ καὶ ἀργύρου σοῦ εἶδος γένηται, οὐκ ἔσται κοινόν. βι. μά [τί. α΄] διγ. ιβ΄. σημ. διὰ τὸν χρυσόν.· ιζ΄. Τὰ τυχηρὰ ὁ κοινωνὸς οὐκ ἐπιγινώσκει. ὅθεν τὰ δοθέντα διατετιμημένα θρέμματα, εἰ μὲν ὑπὸ λῃστῶν ἀφαιρεθῶσι, κοινὴ γίνεται ἡ ζημία. εἰ δὲ κλαπῶσι, μόνος ὁ ἐσχηκὼς αὐτὰ ζημιοῦται. χρεωστεῖ γὰρ ἀκριβεστάτην ἀσφάλειαν ὡς δεξάμενος διατετιμημένα. καὶ ἁρμόζει ἡ ἐπὶ κοινωνίας ἀγωγή.

18

pr.Ἐὰν ὁ κοινωνὸς ἐν κοινῇ ἀποδημήσας ἐμπορίᾳ περιέπεσε λῃσταῖς καὶ ἀπώλεσεν ἴδια χρήματα, ἅτινα εἰ μὴ διὰ τὴν ἐμπορίαν οὐκ ἐλάμβανε, τὸ μέρος τῆς ζημίας ἐπιγινώσκει ὁ κοινωνὸς [κανὼν ἐστὶν ὁ λέγων· τὰ τυχηρὰ τῇ κοινότητι μᾶλλον ἢ τῇ ἰδιότητι] καὶ τῶν περὶ τὴν ἰατρείαν δαπανῶν. [σημ. ταῦτα ἐὰν ἐπὶ κοινωνίαν ἐδόθησαν βόσκεσθαι, καὶ τὰ μάλιστα διατετιμημένα.] τὸ αὐτό ἐστι κἂν πλέων μετὰ τῆς πραγματείας ἐναυάγησε καὶ ἐζημιώθη, ὅτε χωρὶς θαλάσσης πραγματεία οὐκ εἰώθει φέρεσθαι.

19

pr.Ὁ εἷς τῶν κοινωνῶν ἀργυροπρατῶν οὐ κοινοποιεῖ τὰ ἔξωθεν τῆς τραπέζης αὐτῷ περιποιηθέντα.

20

pr.Εἰ δὲ καὶ ἀδελφοὶ ἐπὶ κοινωνίᾳ τὰς τῶν γονέων οὐ διείλοντο κληρονομίας, οὐ κοινοποιοῦσιν τὰ ἔξωθεν αὐτοῖς κτηθέντα.

21

pr.Ὁ κοινωνὸς ὑπερτιθεμένων τῶν ἄλλων ἐὰν ἀνανεώσῃ τὸν κοινὸν οἶκον, ἐπιλογὴν ἔχει, ἢ τὰ δαπανηθέντα λαβεῖν εἴσω τεσσάρων μηνῶν μετὰ τὴν ἀνανέωσιν, καὶ ἔχει περὶ τὴν ἀπαίτησιν προνόμιον ἤτοι προτίμησιν, ἢ καὶ τὸν οἶκον εἰς δεσποτείαν μετὰ τετράμηνον, ἢ μᾶλλον [διὰ τῆς] περὶ τῆς κοινωνίας ἀγωγῆς λαβεῖν τὸ διαφέρον. ἴσως γὰρ οὐ βούλεται ἔχειν τὸν οἶκον 31. ὡς βι. ή τί.

22

pr.Ὁ ἀποδημήσας διὰ κοινὴν ἐμπορίαν μόνας τὰς εἰς αὐτὴν γενομένας δαπάνας λογίζεται τῇ κοινότητι.

23

pr.Περὶ λύσεως κοινωνίας. – Λύεται ἡ κοινωνία φθειρομένων τῶν προσώπων ἢ τοῦ πράγματος ἢ τῆς γνώμης ἢ τῆς ἀγωγῆς· προσώπων μὲν, ἡνίκα καταδικασθῇ θανάτῳ ἢ ἐξορίᾳ καὶ δημεύσει ὁ εἷς τῶν κοινωνῶν, ἢ καὶ τελευτήσει κοινῷ θανάτῳ.· τοῦ πράγματος δὲ, ὅταν ἢ παντελῶς οὐχ ὑπεστιν ἢ τὴν κατάστασιν ἐνήλλαξεν ἀνιερωθὲν ἢ δημευθέν. τῆς γνώμης δὲ, ὅταν ἀπαγορεύσωσιν [ἢ] ἰδιαζόντως ἑαυτῷ ἕκαστος ἄρξηται πραγματεύεσθαι. ἀγωγῆς, ὅταν ἢ δ᾽ ἐπερωτήσεως ἢ διὰ δικαστηρίου ἐναλλαγῇ ἡ αἰτία τῆς κοινωνίας. ὁ γὰρ ἐπὶ διαλύσει τῆς κοινωνίας ἐνάγων, ἀπαγορεύει αὐτήν.

24

pr.Ἐὰν ἐπὶ πράσει ἢ μισθώσει συστῇ κοινωνία, καὶ ἡ μετὰ θάνατον τοῦ ἑνὸς γενομένη ζημία καὶ τὸ κέρδος κοινόν ἐστι.

25

pr.Παρὰ γνώμην τοῦ κοινωνοῦ ὁ ἕτερός τι ποιεῖν οὐ δύναται.

26

pr.Ἐὰν δύο κοινωνοὶ ἠγόρασαν ἀγρὸν καὶ ὁ εἷς τὸ τίμημα ἢ τὰ δημόσια μόνος κατέβαλεν, οἱ δύο μένουσι δεσπόζοντες τοῦ ἀγροῦ. πλὴν ὁ καταβαλὼν ἓν τῶν εἰρημένων ἔχει τὴν πρὸ σοκίω, τουτέστι τὴν περὶ κοινωνίας, κατὰ τοῦ κοινωνοῦ αὐτοῦ εἰς τὸ ἀναλογοῦν αὐτῷ μέρος.

27

pr.Ὁ εἷς τῶν κοινωνῶν λαβὼν μόνος τοὺς καρποὺς τοῦ ἐπικοίνου πράγματος, κατέχεται τῇ περὶ κοινωνίας ἀγωγῆ τοῖς κοινωνοῖς αὐτοῦ καὶ τοῖς κληρονόμοις αὐτῶν.