IusCommune
IusCommune › Textos › Epitome legum › Epitome

Epit. 1.11

Περὶ πάκτου ἤτοι συμφώνου, καὶ περὶ διαλύσεως.

Abrir no leitor do IusCommune →

1

pr.Τὰ παράνομα ἢ παρὰ τὰς διατάξεις ἢ παρὰ τὰ καλὰ ἔθη γινόμενα σύμφωνα οὐδεμίαν ἰσχὺν ἔχουσι. καὶ τοῦτο ἀναμφισβήτητον ἔχουσιν.

2

pr.Ὁ δοῦλος καλλίονα μὲν τὴν αἵρεσιν τοῦ δεσπότου ποιεῖν δύναται, χείρονα δὲ οὐ συγχωρεῖται. ὅτι ὁ δεσπότης ὠφελεῖται ἐκ τοῦ πάκτου τοῦ ἰδίου δούλου, οὐδέποτε δὲ βλάπτεται. κἂν ἐξωτικοῖς οἱ δοῦλοι ἔνοχοι γίνονται καὶ ἐνόχους ποιοῦσι. σημ. προσπορίζει τῷ δεσπότῃ ἀγωγὴν ἐξ ὧν οἰκέτης συναλλάσσει.

3

pr.Ἐὰν διδούς τις προῖκα σύμφωνον πεποίηκεν, ἔῤῥωται τοῦτο, οὐδὲ γὰρ νοῦδόν ἐστι πάκτον, τουτέστι ψιλὸν, ἔνθα χρήματα ἐδόθη καὶ ἀνάδοσις ' συνεφωνήθη. διάτ. ί'δ.

4

pr.Ἐὰν ἀγρὸν εἰς προῖκα δεδωκυῖα γυνὴ συνεφώνησε τῷ ἀνδρὶ, τοὺς τόκους παρέχειν τοῖς δανεισταῖς, οἷς ὑπέκειτο ὁ ἀγρὸς, καὶ ἐπερωτηθῇ, οὐκ ἔῤῥωται, εἰ μὴ ἄρα διατετιμημένος ᾖ. τότε ἕξει τὴν ἐξ βένδιτο ἀγωγήν. ἀνάγν. τί. κή κεφ. ιγ ' δ. διάτ. ια΄ τ.

5

pr.Τὰ μεταγενέστερα πάκτα ἤτοι σύμφωνα ἰσχυρότερα τῶν προγενεστέρων εἰσίν.

6

pr.Κἂν ἀγράφως γίνεται πάκτον ἤτοι σύμφωνον, [εἰ] δύναται δειχθῆναι τοῦτο, ἔῤῥωται. ὡς βι. β΄ τοῦ κώδ. τί. γ΄ διατ. λ΄.

7

pr.Παρανόμως ποιοῦσιν οἱ συμφωνοῦντες ἀλλήλοις ἰδιᾶται κληρονομεῖν, οὐδὲ εἰς μόρτις καῦσα δωρεάν δυνάμενον ἀναφέρεσθαι. εἰ δὲ στρατιῶται τοῦτο συμφωνήσειεν, ἔῤῥωται τὸ πάκτον.

8

pr.Αἱ δεσποτεῖαι τῶν πραγμάτων οὐ διὰ ψιλῶν πάκτων, ἀλλὰ διὰ παραδόσεων καὶ χρήσεως μεταφέρονται.

9

pr.Ἐπὶ τῶν διαιρουμένων πραγμάτων οὐ μόνον συμφώ νου ἢ ἐπερωτήσεως, ἀλλὰ καὶ παραδόσεως χρεία· ἐπεὶ οὐκ ἔχει τὸ ἀσφαλὲς ὁ λαμβάνων αὐτά.

10

pr.Ὁ ἐπὶ διαιρέσει πραγμάτων διαλυσάμενος μετὰ τοῦ ἀδελφοῦ αὐτοῦ, εἰ μὲν νέμεται, ἔχει τὸ ἀσφαλὲς ἐπὶ τῷ λαχόντι αὐτῷ μέρει ἀπὸ τοῦ πάκτου. εἰ δὲ οὐ νέμεται, οὐκ ἔχει ἀγωγὴν, εἰ μὴ ἄρα καὶ ἐπερωτήσει. ὁμοίως οὐδὲ [ὁ] ἀντίδικος αὐτοῦ χρήσεται τῇ διαλύσει, μὴ ἀκολουθῶν αὐτῇ μηδὲ τὰ συνδεδογμένα διαπράξασθαι βουλόμενος.

11

pr.Τὸ τοῦ κουράτορος σύμφωνον οὐ βλάπτει τὸν νέον, ἀλλ᾽ οὐδὲ ἐπίτροποι συγχωροῦντες χρέη ἐλευθεροῦσι τοὺς χρεώστας τῶν νέων, κατὰ τὸν κανόνα τὸν λέγοντα· τὰ μεταξὺ τῶν δεβιτόρων ἤτοι τῶν χρεωστῶν γενόμενα σύμφωνα οὐκ ἀναι ροῦσι τὰς ἁρμοζούσας ἀγωγὰς τοῖς δανεισταῖς κατ᾿ αὐτῶν '.

12

pr.Ὁ κατὰ ψιλὸν πάκτον ἐπαγγειλάμενος, εἶτα ἐπί τινας ἐνιαυτοὺς καταβαλὼν, οὐ δύναται λοιπὸν ἐνάγεσθαι, ἐν ᾧ μὴ ἐπηρωτήθη τὸ πάλιν καταβάλλειν. διάτ. κη '.

13

pr.Τὰ ψιλῶς ἐπαγγελθέντα καὶ καταβληθέντα ἀπαιτεῖται μὲν, ἀλλ᾽ ἕως ὅτε θέλει ὁ καταβαλών, ἄκων γὰρ οὐκ ἀπαιτεῖται αὐτὰ, εἰ μὴ ἄρα ἐπερωτηθῇ, ἢ ἀνήρ ἐστι καὶ κατὰ χάριν ἐπερωτηθῇ αὐτὰ τῇ ἰδίᾳ γυναικί. ὡς βι. [β΄ τί.] γ ' διατ. κή.

14

pr.Υἱὸς πακτεύων ἢ δεχόμενος καταβολὴν οὐ προκριματίζει τὸν ἴδιον πατέρα.

15

pr.Ἐὰν διὰ πάκτου παραχωρήσῃ τὶς ἄλλῳ τὴν ἁρμόζουσαν αὐτῷ ἀγωγὴν, οὐδὲν ἦττον κινεῖ κατὰ τοῦ χρεωστοῦντος αὐτῷ, καὶ οὐκ ἀντίκειται αὐτῷ πάκτου παραγραφή, ἐπειδὴ μετάθεσις δελεγατίων οὐκ ἐγένετο. οὐκ ἔῤῥωται ἡ δωρεὰ τῆς ἀγωγῆς, ἀλλὰ κινεῖ αὐτὴν καὶ μεταμελούμενος, ὅτε ψιλὴ γέγονεν ἡ δωρεὰ, καὶ οὐχὶ διὰ πάκτου παραγραφῆς. ὡς βι. ζ τί. οε΄ διατ. ς ', καὶ γινώσκεις τὸ μέγα, ὅτι κἂν παραχωρήσῃ ὁ δανειστὴς τῷ χρεώστῃ τὴν κατ᾿ αὐτοῦ ἀγωγὴν, κινεῖ κατ᾿ αὐτοῦ ἐντὸς ἐνιαυτοῦ. διάτ. ιβ΄.

16

pr.Τὸ πρός τινα γενόμενον σύμφωνον ἕτερον οὐκ ὠφελεῖ, κἂν διαθέσει ἐκείνου γέγονεν. διάτο κς '.

17

pr.Δύναταί τις ἐν συμβολαίῳ συμφωνεῖν, καὶ φόρου παραγραφῇ καὶ προνομίῳ [μή] χρήσασθαι. καὶ ἐλάττου τιμήματος 24. τοῦτο καὶ ἐπὶ κληρικῶν ἔγνως. ὡς βι. α΄ τοῦ κώδ. τί. γ ' διατ. ή΄. ἑκάστῳ γὰρ ἀνθρώπῳ ἔξεστι τῶν ἰδίων δικαίων και ταφρονεῖν.

18

pr.Ἐὰν ἐν τῷ προικῴῳ συμβολαίῳ συνεφωνήθη, ὥστε τελευτῶντος τοῦ πατρὸς ἐξίσης κληρονομῆσαι τοὺς παῖδας, ἀνίσχυρον τὸ πάκτον, ἀναιροῦν τὴν τεσταμέντι φακτίονα τῷ πατρὶ τουτέστι τὴν διατύπωσιν. σημ. τί γάρ; ὅτι συμφωνήσας τὶς ἐν τῷ προικῴῳ χάρτῃ, γράψαι κληρονόμον τὴν θυγατέρα αὐτοῦ ἐξίσου τῷ αὐτῆς ἀδελφῷ, εἰς ἧττον μέρος αὐτὴν ἐνεστήσατο; ͵ οὐ κατέχεταί τις μὴ γράψας, ὃν ὑπέσχετο [ἐν] στήσασθαι κληρονόμον, κἂν ἐπηρωτήθη. ὡς βι. β΄ τοῦ κώδ. τί. δ διατ. κέ καὶ λδ΄.

19

pr.Ἴσθι δὲ, ὥσπερ οὐκ ἀναγκάζεται τὸ εἰρημένον ποιεῖν ὁ πατὴρ, οὕτως οὐδὲ δύναται συμφωνεῖν ἐν τῷ προικῴῳ, ἵνα λεγατ. Istud μετάθεσις glossema est. Deest aliquid. Cod. II,,. ἀρκεσθῇ [τῇ προικὶ] αὐτῆς ἡ ἰδία θυγάτηρ καὶ μὴ κληρονομήσῃ αὐτόν.

20

pr.Πᾶς ἀνιὼν οὐκ ὀφείλει τοὺς κατιόντας αὐτοῦ ἐξερεδάτους ἢ πραετερίτους ποιῆσαι, κἂν ἐν λεγάτῳ ἢ ἐν προικὶ ἢ δωρεᾷ ἢ ἄλλῳ οἱῳδήποτε τρόπῳ δέδωκεν αὐτοῖς, ὅτι ἀναγκάζεται ἐνιστᾶν αὐτοὺς εἰς τὸ νόμιμον μέρος, εἰ μὴ ἄρα ἀχάριστοι ὀφθῶσιν. Ἡ ἐπὶ τῆς δὲ ἰνοφφικιόσο

21

pr.Περὶ διαλύσεως. διάλυσις οὐ σαλεύει τὴν διαθήκην, ἀλλὰ καὶ τὰ ἐν αὐτῇ λεγάτα ἔῤῥωνται. σημ. οὐ ποιεῖ πρόκριμα τοῖς λεγάτοις ἢ ταῖς ἐλευθερίαις. βι. ε΄ τί. β. διγ. κθ΄.

22

pr.Εάν τις ἐπὶ κληρονομίᾳ διαλυσάμενος ὡμολόγησε δοῦναί τι, εἰ μὲν κατέβαλεν, οὐ ῥεπετιτεύεται. εἰ δὲ μὴ κατέβαλεν, ἀπαιτεῖται, εἰ καὶ ψευδῶς διελύσατο.

23

pr.Ὁ νέος διαλυσάμενος ἀκουϊλίαν ὡς τέλειος ὢν οὐ δύναται λοιπὸν κινεῖν, εἰ μὴ ἐντὸς τοῦ χρόνου τὴν δὲ δόλο. εἰ δὲ καὶ περὶ αὐτῆς διελύσατο, οὐδὲ ταύτην κινήσει.

24

pr.Εάν τις πρὸς ἕνα τῶν κηδεμόνων αὐτοῦ διελύσατο περὶ ἥττονος ποσότητος, δύναται καὶ περὶ τῆς λοιπῆς ποσότητος κινῆσαι, κἂν ἀκουϊλίαν ἤγαγεν ἡ διάλυσις 33. ὡς βι. ζ΄ τοῦ κώδ. τί. ξ΄ διατ. β΄, ὅτι ἡ μεταξὺ ἄλλων γενομένη διάλυσις οὐ προκριματίζει ἄλλους.

25

pr.Εἰ καὶ ἀγράφως τὶς διελύσατο, ὅμως ἐν τελείᾳ ἡλικίᾳ, οὐ δύναται ἀναπαλαίειν λοιπόν.

26

pr.Περὶ μὲν τῶν παρελθόντων ἀλιμέντων δύναταί τις διαλύεσθαι, περὶ δὲ τῶν μελλόντων ἄνευ ψηφίσματος τοῦ πραίτωρος οὐκ ὀρθῶς διαλύεται.

27

pr.Ἡ ἐπὶ τομῇ δίκης μετὰ καλῆς πίστεως γενομένη διάλυσις οὐκ ἀνατρέπεται.

28

pr.Ἡ κατὰ φόβον γενομένη διάλυσις, ἐν ᾧ τυχὸν σωτηρίας ἀπήρτηται κίνδυνος ἢ σώματος αἰκισμὸς, ἢ κολακεία ἢ προδοσία γένηται, οὐκ ἔῤῥωται. εἰ δὲ μηδὲν τοιοῦτον, ἔῤῥωται τὰ δόξαντα.

29

pr.Ἐὰν γὰρ νομίσω συγκληρονόμον μου εἶναι τὸν μὴ ὄντα συγκληρονόμον καὶ χωρὶς δικαστηρίου διέλωμαι πρὸς αὐτὸν τὴν κληρονομίαν, ἀπαιτῶ διὰ τοῦ κονδικτικίου τὰ ἐπιλαγχάνοντα αὐτῷ. οὐ δοκεῖ γὰρ ὡς ἐκ διαλύσεως εἰληφέναι αὐτὰ, ἀλλ᾽ ἐκ τῆς ἐμῆς πλάνης.

30

pr.Δεσπότης πρὸς ἴδιον δοῦλον οὐ διαλύεται, εἰ μὴ ἄρα περὶ μόνης δουλικῆς καταστάσεως 40. δοῦλος ἐπὶ τὰ ἴδια πεκούλια ἰσχυρῶς διαλύεται ἐπὶ τοῦ κλέψαντος αὐτά.

31

pr.Ἡ γενομένη διάλυσις ἰδικὴ πληρωθεῖσα ὑπόθεσις οὐδὲ διὰ βασιλέως ἀνατρέπεται. καλῶς δέ τις ἀναλαμβάνει, ἃ δέδωκεν ἐπὶ διαλύσει δίκης, καὶ οὕτως τὰς κατ᾿ αὐτοῦ ἀγωγὰς ὑποδέχεται.

32

pr.Ὁ μείζων θέλων παραβῆναι τὴν διάλυσιν ἀναδίδωσι πρόστιμον, εἰ συνεφωνήθη, καὶ μένει ἐῤῥωμένη ἡ διάλυσις, εἰ καὶ διεμαρτύρατο καὶ εἶπεν κατὰ δόλον γίνεσθαι.

33

pr.Οὐκ ἀνατρέπει τὶς, ἣν ἐποίησε διάλυσιν, διὰ τὸ μὴ ἔχειν αὐτὸν τὰ ἴδια δικαιώματα ἐν τῷ καιρῷ τῆς ποιήσεως αὐτῆς, εἰ μὴ ἄρα ὁ ἀντίδικος αὐτοῦ ἢ ἄλλος δ᾽ ἐκείνου αὐτὰ παρεκράτησεν.

34

pr.Ἰσοδυναμεῖ τῇ ἀποφάσει ἡ διάλυσις. ὥστε οὖν δεῖ ἐμμένειν αὐτῇ. οὐδὲ γὰρ ἡ ἐν νυκτὶ γεγονυῖα ἄκυρός ἐστιν, ἐν ᾧ ὑγιὴς τις καὶ τέλειος ὢν ταύτην ἐποίησεν 50. ὡς βι. ιβ΄ τί. β΄ διγ. β΄· εἶδος διαλύσεώς ἐστιν ὁδι ὅρκος.

35

pr.Καὶ ὁ ὑπὲρ τῆς μὴ οὔσης καὶ ματαίας ἀγωγῆς ἢ αἰτίας καταβαλὼν οὐ ῥεπετιτεύει, κἂν ἐπὶ διαλύσει ἐδόθησαν. καὶ σημ. τὰ ἐπὶ διαλύσει ἰνδέβιτα τουτέστιν ἀχρεώστητα καταβληθέντα οὐ ῥεπετιτεύεται.

36

pr.Ἡ διὰ δωρεάν γενομένη διάλυσις ἔῤῥωται καὶ μὴ παρακολουθησάσης [τῆς] δωρεᾶς. τοῦτο δέξαι ἰδικῶς, ὅτι ἡ διάλυσις μὴ δοθέντος τινὸς ἢ ὑποσχεθέντος ἢ παρακρατηθέντος οὐ προβαίνει.

37

pr.Οὐκ ἀνατρέπει τὶς τὴν ἔμπροσθεν φίλων γενομένην διάλυσιν διὰ τοῦ λέγειν, αὐτὸν κατὰ βίαν ταύτην ποιῆσαι. σημ. ὅπου φιλία ἐστὶν, ἡ βία οὐ τρακταΐζεται.

38

pr.Ἐὰν τέλειος ὢν ὑπέσχετο πρός τινα προφάσει τοῦ κληρονομῆσαι αὐτὸν, οὐ δύναται ἀποτυχὼν ἀνατρέπειν τὴν καλῶς γενομένην ὑφ᾽ ἑαυτοῦ διάλυσιν.

39

pr.Ἐκ τῆς διαλύσεως τῆς μητρὸς οὐ δύνανται οἱ παῖδες δουλικῆς εἶναι τύχης· ἐπειγούσης μὲν ἑαυτῇ ἐλευθερίαν, τὰ δὲ τέκνα αὐτῆς δουλείᾳ 58. διάτ. η΄.

40

pr.Ὁ τὴν ἔγγραφον ἀκουϊλιανὴν παραβαίνων διάλυσιν καὶ τὸ πρόστιμον, καὶ ὅσα ἔλαβε χάριν αὐτῆς, δίδωσιν. ὡς φησιν ἡ λζ διάτ. τοῦ αὐτοῦ τί. ὁ παραβαίνων διάλυσιν, ἐν ᾗ πρόστιμον ὡμολόγησε, δίδωσι καὶ μένει ἐῤῥωμένη ἡ διάλυσις.

41

pr.Ὁ θέλων παραβῆναι τὰς ἐχούσας ὅρκον διαλύσεις ζημιοῦται πάντα τὰ χάριν αὐτῶν κερδανθέντα αὐτῷ, καὶ τῆς ἰδίας ἀγωγῆς ἐκπίπτει, καὶ τὴν ποινὴν δίδωσιν, ἐὰν μείζων ἐστὶ τῶν κέ ἐνιαυτῶν· ἐὰν ὅλως ὤμοσε κατὰ τοῦ θεοῦ ἢ κατὰ τοῦ βασιλέως.

42

pr.Διαλύσεως γενομένης εἰ καὶ παραχρῆμα μεταμεληθῇ τις, οὐ δύναται ἀνατρέπειν αὐτήν. οὐδὲ γὰρ ἔχει χρόνον, οὗ ἐντὸς δύναταί τις ἀναπαλαίειν διάλυσιν.

43

pr.Ανατρέπεται καὶ ἡ ἐνώμοτος διάλυσις, ἐὰν ὑπὸ πλαστῶν συμβολαίων γέγονεν ὅλη ἢ μέρος αὐτῆς. τὸ γὰρ γενόμενον πλαστῶς ἀναλύεται. καὶ σημ. ὅτι διάλυσις ἀνατρέπεται ἀνὰ μέρος καὶ ἀνὰ μέρος ἰσχύει. νόμος· εἰ μέντοι καὶ περὶ αὐτοῦ κίνησις γέγονε τοῦ πλαστοῦ, ἡ γοῦν διάλυσις ἡσυχαζέτω.

44

pr.Ὁ περὶ μιᾶς αἰτίας διαλυσάμενος, εἰ καὶ εἴπῃ, μηδένα λόγον [ἔχειν] πρὸς τὸν διάδικον αὐτοῦ, μήτε προσθέμενος, ὅτι περὶ αὐτῆς τῆς αἰτίας, οὐδὲν ἦττον ἐνάγει περὶ τῶν λοιπῶν πραγμάτων, ὧν ἔχει πρὸς αὐτόν 68. εἰ μὴ μόνον ἡ ἀκουϊλιανή [παρηκολούθησεν], οὐ γίνεται μετὰ ψήφου διάλυσις. εἰ μὴ ἄρα ἔκκλητος ἢ ἀποκατάστασις παρηκολούθησε ἢ ἀναιρεθείσης το τῆς ἰουδικάτι τουτέστι τῆς ψήφου. καὶ σημ. ἡ μετὰ ἀπόφασιν γενομένη διάλυσις οὐκ ἔῤῥωται· τὰ δὲ ὑπ᾽ αὐτοῦ δεδομένα καταλογίζονται εἰς τὰ ἀπὸ τῆς ἀποφάσεως χρεωστούμενα. βι. ιβ΄ τί. ς ' διγ. κγ΄.

45

pr.Οὐδεὶς δύναται περὶ τῶν ἐν διαθήκῃ ἠρτημένων διαλύεσθαι κεκλεισμένης ἔτι τῆς διαθήκης. βι. κθ ' τί. γ ' διγ. α΄.

46

pr.Ἐπὶ τῶν κεφαλικῶν ἐγκλημάτων ἔξεστι τῷ πεπονθότι διαλύεσθαι, πλὴν [ἐπὶ] τῶν περὶ μοιχείας ἐγκλημάτων οὐκ ἔξεστιν. βι. θ ' τί. θ ' διατ. ί΄, ἔνθα φησὶν, ὅτι οὐδεὶς πακτεύει περὶ μοιχείας.

47

pr.Ἐπὶ τῶν μὴ δι αἵματος ἐγκλημάτων διαλυόμεθα, πλὴν τοῦ περὶ πλαστογραφίας 4. σημ. πᾶσαι αἱ προαναφερόμεναι διαλύσεις οὐκ ἀνατρέπονται· οὐδὲ γὰρ λέγουσι, πέρας ἔσχεν ἡ δίκη, καὶ τότε γέγονεν ἡ διάλυσις.