Epit. 1.12
Περὶ ἐνάγοντος καὶ ἐναγομένου, καὶ ποῖος βαρεῖται τῇ ἀποδείξει, καὶ περὶ ὅρκου.
Abrir no leitor do IusCommune →1
pr.Πᾶς ἄνθρωπος περὶ τῶν ἰδίων ὀφείλει ἐνάγειν μὴ διαβάλλων τὰ ἀλλότρια. ἀλλὰ καὶ ἕκαστος ἐνάγων ὀφείλει περιποιεῖν ἑαυτῷ τὴν νίκην ἐκ τῶν προσόντων αὐτῷ δικαίων '. σημ. ὁ ἐναγόμενος ἀποδείξεσιν οὐ βαρεῖται· ἀεὶ γὰρ ὁ ἐνάγων βαρεῖται ταῖς ἀποδείξεσιν.
2
pr.Ὥσπερ ὁ δανειστὴς ὁ τὰ χρήματα ἀπαιτῶν ἀποδείκνυσιν, ὅτι ἠρίθμησεν, οὕτως καὶ ὁ χρεώστης ὁ λέγων καταβεβληκέναι τὴν τῆς καταβολῆς ἀπόδειξιν παρέχειν ὀφείλει.
3
pr.Ἔσθ᾽ ὅτε ὁ ἐναγόμενος δείκνυσιν, ὡς ἐπὶ τοῦ συνομολογοῦντος μὲν δανείσασθαι, λέγοντος δὲ καταβεβληκέναι, αὐτὸς ὀφείλει δεῖξαι ὃ διαβεβαιοῦται.
4
pr.Τὴν κατενεχθεῖσαν ἀγωγὴν εἰς δικαστήριον ἤγουν τὰ πράγματα οὐ δύναται ὁ ἐνάγων ἢ δωρεῖσθαι ἢ πιπράσκειν ἢ ἄλλῳ προσώπῳ ἐκποιεῖν, ἀλλ᾽ ὡς μηδενὸς γενομένου ἡ δίκη οὐδὲν ἧττον κινείσθω.
5
pr.Ὁ ἅπαξ ἀποταξάμενος προκαταρχθείσης τῆς ἰδίας δίκης οὐ δύναται αὐτὴν ἀνανεῶσαι. βι. β΄ τί. γ΄ διατ. δ΄ τοῦ κώδ.
6
pr.Ὁ τὸν κληρονόμον λέγων μὴ δύνασθαι κληρονομεῖν αὐτὸς βαρεῖται τῇ τούτου ἀποδείξει. ὁμοίως καὶ ὁ λεγατάριος δεικνύει, τὸν διαθέμενον γινώσκειν ' ἀλλότριον ἢ ὑποκείμενον εἶναι τὸ ληγατευθὲν αὐτῷ. σημ. ἀεὶ γὰρ ὁ ἐνάγων βαρεῖται ταῖς ἀποδείξεσιν.
7
pr.Ἐάν τις ἐναγόμενος λέγῃ· ἐπειδὴ ἐδεήθην βασιλέα καὶ περιμένω θείαν ἀντιγραφὴν, παρακαλῶ σε δοθῆναί μοι προθεσμίαν, οὐ χρὴ τὸν ἄρχοντα πειθαρχεῖσθαι αὐτῷ. βι. τί. διατ. δ΄ τοῦ κώδ.
8
pr.Οἱ τὰς ἐγγύας τῶν ἐπιτρόπων λαμβάνοντες δεικνύουσιν, αὐτοὺς εὐπόρους εἶναι κατὰ τὸν καιρὸν, ὃν ἐδίδοντο.
9
pr.Ἐὰν ὁ περὶ τοῦ πράγματος κινῶν μὴ ἀποδείξῃ ἑαυτὸν δεσπότην εἶναι, πάντως ὁ ἐναγόμενος νικᾷ, διὰ τὸν κανόνα τὸν λέγοντα· ἐν ἴσῳ ἡ αἵρεσις τοῦ ἐνάγοντος καὶ τοῦ ἐναγομένου κρεῖσσον ἡ αἵρεσις τοῦ νεμομένου.
10
pr.Οἱ ἀλλότρια συμβόλαια κλέπτοντες τούτοις οὐ δύνανται κεχρῆσθαι εἰς ἀπόδειξιν δεσποτείας. ἡ γὰρ τούτων ἀνάγνωσις οὐ τῷ ἀναγινώσκοντι συμβάλλεται, ἀλλ᾽ ἐκείνῳ, ὃν περιέχει ἡ ὑφὴ τῆς γραφῆς.
11
pr.Ὁ ἐν ὑπομνήμασιν ὁμολογήσας μὴ κεχρῆσθαι συμβολαίῳ, οὐκέτι αὐτῷ κέχρηται.
12
pr.Οὐκ ἀπαιτεῖται ὁ ἐναγόμενος φέρειν καθ᾽ ἑαυτοῦ δικαίωμα. πρὸς ἀπόδειξιν γὰρ ὁ ἐνάγων ὀφείλει δεῖξαι καὶ εἰ μὴ δείξῃ, νικᾷ ὁ ἐναγόμενος, κἂν ἀλλότριον νέμεται.
13
pr.Τὰ ἐπίκοινα δικαιώματα ἐκδίδονται καὶ ἀντιγράφονται. καὶ ἐάν τις ἀπαιτούμενος ἐν δικαστηρίῳ παραγαγεῖν δικαιώματα οὐ καθ᾽ ἑαυτοῦ ἀλλὰ καθ᾽ ἑτέρου τινὸς συμβαλλομένου, λέγει ἡ διάτ. τὸν ἔχοντα τὸ δικαίωμα προσφέρειν αὐτὸ, εἰ μὴ ἐκ τῆς προκομιδῆς αὐτοῦ μέλλει καταβλάπτεσθαι.
14
pr.Ὁ ἐνάγων ἀκολουθεῖ τῷ φόρῳ τοῦ ἐναγομένου. φόρος δέ ἐστιν, ἔνθα ἔχει τὴν κατοίκησιν ἢ ὅπου εἶχεν ἐν καιρῷ τοῦ συναλλάγματος.
15
pr.Ὁ μὴ ἀκολουθῶν τῷ φόρῳ τοῦ ῥέου, ἀλλὰ καλέσας αὐτὸν ἀλλαχοῦ διὰ θείας ἀντιγραφῆς, ἐκπίπτει τῆς δίκης. εἰ δὲ ὁ ῥέος μὴ ἀνάσχηται ἐν τῷ ἰδίῳ φόρῳ δικάζεσθαι, ἀντὶ κατακριθέντος παραλαμβάνεται 9. βι. ιβ΄ τί. ς'΄ διγ. κα΄.
16
pr.Ὁ ὑπονοθεύων τὸν ἐνάγοντα ἀντὶ ἐλέγχοντος νοεἶται.
17
pr.Ὁσάκις τὶς τὸ παρ᾽ αὐτοῦ [πραχθὲν] γράψει ὡς παρὰ ἄλλου γεγονέναι, τῇ ἀληθείᾳ προσέχομεν, καὶ οὐ τοῖς πλαστῶς γεγραμμένοις 22. ἀνάγν. τὸ σχόλ. τοῦ α τί. τοῦ ις ' κεφ.
18
pr.Οὐ δύναταί τις κεχρῆσθαι ἀλλοτρίοις δικαιώμασιν πρὸς ἀπόδειξιν δεσποτείας υἱουδήποτε πράγματος.
19
pr.. Ὁ μάτην καλῶν εἰς δικαστήριον καὶ τὰ τῆς ὁδοῦ καὶ τὰ τῆς δίκης ἀναλώματα ἀπαιτεῖται. βι. ἐ τί. α΄ διγ. πα΄.
20
pr.Ἐπὶ τῶν ἐγκλημάτων ἀσφάλειαν παρεχέσθω τῷ φεύγοντι μέχρι λς ' νομισμάτων, ὡς εἰ μὴ ἐντὸς δύο μηνῶν προκατάρξηται, διπλάσιον δίδωσι τῷ ἐναγομένῳ τὴν ζημίαν.
21
pr.Ὁ νέος ἀναγκάζεται δεῖξαι ὅτι ἥττων ὑπάρχων τῶν κέ΄ ἐνιαυτῶν συνήλλαξε. ὡς βι. δ΄ τί. ιθ΄ διατ. ε΄ 27. ὅτι ὁ λέγων αὑτὸν ἀφήλικα ὀφείλει δεῖξαι, ὃ διαβεβαιοῦται. καὶ πάλιν· ὁ λέγων ὅτι παρῆλθεν ὁ τῆς ἀποκαταστάσεως χρόνος ὅτε ὁ νέος συνήλλαξεν, αὐτὸς βαρεῖται τῇ ἀποδείξει ὅτι παρῆλθεν ὁ ἀποκαταστατικὸς καιρὸς, καὶ εἰ μὴ δείξῃ βοηθεῖται ὁ νέος. ἀνάγν. βι... τοῦ κώδ. τί. κα΄ διατ. γ΄.
22
pr.Ἐὰν ἀφῆλιξ ὢν κατὰ ἀπάτην μείζονα ἑαυτὸν εἴπῃ, οὐ βοηθεῖται. πλανωμένοις γὰρ βοηθοῦμεν τοῖς νέοις, οὐκ ἀπατῶσιν 29. καὶ εἰ μὲν περιεγράφη ἐκ τοῦ ἰδίου διαδίκου, βοηθοῦμεν, κἂν ἔδειξεν ἑαυτὸν μείζονα ἀπὸ τῆς ἰδίας θέας.
23
pr.Ὁ ἐξομνύμενος ἐν συμβολαίῳ μείζων εἶναι, οὐ βοηθεῖται, εἰ μὴ ἄρα δειχθῇ μετὰ ταῦτα διὰ ἰνστρουμέντου παραγωγῆς καὶ οὐ διὰ μαρτύρων φωνῆς, ὅτι ἥττων ἐστίν. τότε γαρ ἀποκαθίσταται.
24
pr.Ἔξεστι δὲ τὸν λέγοντα ἑαυτὸν εὐγενῆ ὑφαρπάζειν τὰς ἀποδείξεις 31. ὁμοίως καὶ ὁ λεγατάριος.
25
pr.Δοῦλος οὐκ ἐνάγει οὐδὲ ἐνάγεται. ὅθεν εἰ καὶ ἐξενεχθῇ ψῆφος κατ᾿ αὐτοῦ, οὐκ ἰσχύει, κἂν ἔχῃ τὰ πράγματα τοῦ ἰδίου δεσπότου χρεωστοῦντος 35. ὑπέξελε δὲ τὴν πρώτην διάτ. τοῦ ἐ τί. τοῦ ἡ βι. λέγουσαν, ὅτι ἐνάγει δοῦλος περὶ νομῆς τοῦ δεσπότου ἀπολιμπανομένου.
26
pr.Οὐδεὶς ἐναγόμενος περὶ τύχης δύναται ἀπαιτεῖν ἃ χρεωστεῖται, εἰ καὶ μὴ πρῶτον τμηθῇ τὰ περὶ τῆς ἑαυτοῦ καταστάσεως.
27
pr.Δ᾽ ἐπιστολῆς ἡ συγγένεια οὐκ ἀποδείκνυται. οὐ γὰρ συνίστησι τὴν συγγένειαν ψιλὴ βεβαίωσις, οὐδὲ ἐψευσμένη ἀπογραφή.
28
pr.Εάν τις κατὰ βίαν καταστῇ ἐν νομῇ δουλείας, οὐκ ἀναγκάζεται ἀποδεῖξαι, ὅτι ἐλεύθερός ἐστιν 38. ἀνάγν. βι. ις ' καὶ τὸ σχόλ. τοῦ ιθ ' κεφ.
29
pr.Ἐὰν μὴ δείκνυται, εἰ παρὰ τῷ πράτῃ φυγὰς ἦν ὁ δοῦλος, τῇ ἐμβασάνῳ αὐτοῦ ζητήσει πιστεύομεν. καθ᾽ ἑαυτοῦ γὰρ ἐρωτᾶσθαι δοκεῖ. τουτέστιν εἰ ἐφόνευσεν ἢ ἔφυγε, καὶ ἐρωτώμενος περὶ τοῦ ἰδίου φάκτου καὶ τοῦ δεσπότου μνημονεῦσαι, ἐὰν ὅλως ἐκελεύσθη παρ᾿ αὐτοῦ.
30
pr.Τὰς παραγραφὰς δεῖ μὲν ἀντιτείνεσθαι ἐν προοιμίῳ τῆς δίκης, ἐξετάζεσθαι [δὲ] μετὰ τοῦ ἐνάγοντος τὰς ἀποδείξεις.
31
pr.Ὅτε ὁ ἐνάγων περὶ ἄλλου ἐννοεῖται οἰκέτου καὶ ὁ ἐναγόμενος περὶ ἄλλου, τῇ τοῦ ἐναγομένου μᾶλλον ἀκολουθοῦμεν ἐννοίᾳ. ὅτε περὶ ζημίας ζητεῖται καὶ ἴση ἐστὶν ἡ ἑκατέρων τύχη, τῷ ἀπαιτουμένῳ μᾶλλον βοηθοῦμεν ἤπερ τῷ ἀπαιτοῦντι. σημ. ἐν ἴσῳ ἁμαρτήματι τοῦ ἐνάγοντος καὶ τοῦ ἐναγομένου χείρων ἐστὶν ἡ τοῦ ἐνάγοντος τύχη. σημ. οὐκ ἀπαιτεῖται ὁ ἐναγόμενος δεῖξαι πόθεν νέμεται.
32
pr.Ἐὰν ὁ τὴν χρῆσιν ἔχων πωλήσῃ τὸν ἀγρὸν, καθ᾽ οὗ τὴν χρῆσιν ἔχει, καὶ ἀπώλεσεν ὁ τὴν δεσποτείαν ἔχων τὰ ἴδια δικαιώματα, ὅμως ἀποδεικνύων ἀλλαχόθεν τὴν ἀλήθειαν, οὐδὲν ἐκ τῆς περιγραφῆς ὑφίσταται πρόκριμα 46. καὶ σημ. ἡ τῶν συμβολαίων ἀπώλεια οὐκ ἀναιρεῖ τὰς ἀγωγὰς ἐν ᾧ δύναται ἑτέρως ἀποδειχθῆναι τὸ ἀληθές.
33
pr.Ὁ ἐλαττῶσαι τὰ πράγματα [τῆς] οὐσίας κωλυόμενος πολὺ μᾶλλον τὰς ἐξ αὐτῆς ἀγωγὰς κινῆσαι κωλύεται.
34
pr.Εἴ τις διάφορα ὑπὲρ αὑτοῦ προσφέρει δικαιώματα, ταῦτα ἀνίσχυρα αὐτῷ ἔσται καὶ ἀνωφελῆ 50. σημ. ἐάν τις ἔν τινι συμβολαίῳ [ἑτέρου συμβολαίου μνησθῇ, μηδεμία ἐκ ταύτης τῆς μνήμης ἀπαίτησις γινέσθω, πλὴν εἰ μὴ καὶ τὸ ἕτερον συμβόλαιον οὗτινος μνήμη κατὰ τὸ δεύτερον γέγονε προκομισθείη ἢ ἑτέρα5ι παρασχεθῇ κατὰ τοὺς νόμους ἀπόδειξις.]
35
pr.Ἐάν τις διαμαρτύρεταί τινας ὡς ἀπολέσας συμβόλαια, ἀγνοοῦσι δὲ ἐκεῖνοι τὴν περὶ τῶν συμβολαίων ἀλήθειαν, οὐ δύναταί τις αὐτῷ τούτῳ χρήσασθαι εἰς μαρτυρίαν.
36
pr.Ἐὰν ἐναγόμενός τις ἀρνήσηται χεῖρα ἰδίαν προσφερομένην ἐν γραμματείῳ ἢ ἐν προικὶ ἢ ἐν ἑτέρῳ χάρτῃ, εἰ μὲν ἀπὸ συγκρίσεως ἐλεγχθείη, διδότω πρὸς τὴν ἐν γραμματείῳ κειμένην ποσότητα λόγῳ προστίμου τῷ ἐνάγοντι ὑπὲρ αὐτοῦ τοῦ ψεύδους· κατὰ τὴν νεαρὰν τὴν λέγουσαν τὸν ἀρνούμενον τὴν οἰκείαν χεῖρα διπλοῦν τὸ ποσὸν τὸ ἐν τῷ συμβολαίῳ ἐγκείμενον ἀπαιτεῖσθαι. εἴρηται δὲ βι. ζ΄ τί. να διατ. δ΄ ὅτι ὁ ἐνάγων εἰ ἀπολειφθῇ καὶ τρίτον ἐπιζητηθῇ, τῆς ἑκάστης κλήσεως γενομένης τριάκοντα καὶ τριάκοντα καὶ τριάκοντα, καὶ μὴ ὑπακούσῃ, ἀπολύεται ὁ ῥέος.
37
pr.Εἴσω δύο ἐτῶν περαιοῦσθαι τὰς ἐγκληματικὰς δίκας, ὅτε οἱ ἐναγόμενοι ἐγγυῶν οὐκ ἀποροῦσι ἢ ἐξωμοσίᾳ καταπιστεύονται. εἰ δὲ ἐγγύας οὐκ ἔχουσιν οὐδὲ καταθαῤῥοῦνται ἐξωμοσίᾳ, βάλλονται ἐν τῇ εἱρκτῇ καὶ ἐντὸς ἓξ μηνῶν τὰ κατ᾿ αὐτῶν τέμνεται, εἰ μὴ ἄρα φονεῖς εἰσιν.
38
pr.Αἱ δὲ χρηματικαὶ δίκαι εἴσω τριῶν ἐτῶν τὸ πέρας λαμβάνουσιν, ὅτε προκατήρχθησαν καὶ οὐκ ἐσιωπήθησαν. εἰ γὰρ μετὰ προκάταρξιν ἀναβολὴν δέξονται, τότε ἐπεκτείνονται καὶ εἰς ἄλλους τριάκοντα χρόνους. ὡς βι. ζ΄ τί. μ΄ διατάξει πρώτῃ. εἰ δὲ εἷς τῶν δικαζομένων ἀπολειφθῇ, ζητεῖται μονομερῶς ἡ ὑπόθεσις, καὶ ὅτε παρέλθῃ ὁ ἐνιαυτὸς μετὰ τὴν καταδίκην, καὶ μὴ καταλάβῃ τὸ δικαστήριον ὁ ἀπολειφθεὶς, εἰ μὲν ἄκτωρ ἐστὶν, ἐκπίπτει τῆς δίκης, εἰ δὲ ῥέος ᾖ, καταδικάζεται. ὡς βι. γ΄ τοῦ κώδ. τί. α΄ διατ. ιγ΄. παρέχονται δὲ ὁμοῦ τὰ τῆς πρώτης δίκης δαπανήματα. ἀνάγν. τί. ιδ΄ κεφ. νδ..
39
pr.Ἐν στρατιωτικῷ δικαστηρίῳ οὐκ ἐνάγει οὐδὲ ἐνάγεται ἰδιώτης, κἂν βουλευτής ἐστιν. ὡς βι. α΄ τοῦ κώδ. τί. μέ διατ. β΄.
40
pr.Τοῖς στρατιώταις ἀλλήλοις ἢ παγανοῖς δικαζομένοις δικάζει ὁ στρατηλάτης· ἀλλαχοῦ γὰρ δικαζόμενοι τῆς στρατείας ἢ τῆς ἀξίας ἐκπίπτουσιν. ὡς βι. γ΄ τί. ιγ ' διατ. ς΄. σημ. δὲ ἰστέον, ὅτι δύο φόρους ἔχουσιν οἱ τοιοῦτοι, τὸν τῆς ἰδίας ἀξίας ἢ τῆς στρατείας φημὶ καὶ τὸν τῆς πραγματείας. σημ. ὅτι δύνανται οἱ ἀξιωματικοὶ ἐμπορεύεσθαι· κεῖται γὰρ βι. δ΄ τί. ξγ διατ. γ΄ μήτε ἀξιωματικὸς μήτε εὐγενὴς γινέσθω ἔμπορος, ἐπεὶ ἀτιμοῦται.
41
pr.Περὶ ὅρκου. – Ὁ ἐπιφέρων τινὶ ὅρκον πρὸ τοῦ δέξασθαι τὸν ὅρκον δύναται μετατραπῆναι εἰς ἀπόδειξιν. ἐὰν δὲ παραλείψας τὸν ὅρκον μὴ ἀποδείξει, ὃ διαβεβαιοῦται, οὐ δύναται ἐπὶ τὸν ὅρκον ἐπανελθεῖν. ὡς βι. δ΄ τοῦ κώδ. τί. α διατ. ια΄..
42
pr.Ὁ κατὰ τοῦ θείου ὀμνύων οὐ τιμωρεῖται ἀνθρωπίνως. τοῦτο νόει, [εἰ μὴ βλασφήμως] ὀμόσει. ἡ δὲ μα διάτ. τοῦ δ΄ τί. τοῦ β΄ βι. τοῦ κώδ. λέγει, ὁ ἐν διαλύσει ἐπιορκῶν κατὰ τοῦ θείου ἀτιμοῦται. ὁμοίως καὶ ὁ ἐν διαλύσει ἐπιορκῶν κατὰ τοῦ βασιλέως τὸ πρόστιμον δίδωσι καὶ ἐκπίπτει τῆς ἰδίας ἀγωγῆς καὶ ἀτιμοῦται β΄.
43
pr.Ἐπὶ πασῶν τῶν ἀγωγῶν ἐπιφέρει ὅρκον ὁ δικαστὴς ᾧ δ᾽ ἂν θέλει τῶν δικαζομένων ἐπὶ ἀπορίᾳ τῶν ἀποδείξεων. ὁμοίως καὶ ὁ ἐν τοῖς ἀμφιβόλοις.
44
pr.Ὁ ἐξ ἐπιφορᾶς τοῦ δανειστοῦ ὀμόσας μὴ χρεωστεῖν ἔοικε τῷ ἐξ ἀποφάσεως ἀπολυομένῳ τοῦ χρέους.
45
pr.Ὅρκος ἐπιφερόμενος ἢ παρὰ τοῦ ἀντιδίκου ἢ παρὰ τοῦ δικαστοῦ τέμνει τὴν ἀμφισβητίαν. ἔοικε τῷ διαλύειν καὶ μείζων ἐστὶ ψήφου.
46
pr.Ὁ μηδενὸς ἐπάγοντος ὀμνὺς οὐκ ὠφελεῖται. γυνὴ ὀμνύουσα ἐγκυμονεῖν πέμπεται εἰς νομὴν, καὶ οὐκ ἐνάγεται μετὰ τὸν ὅρκον, ὡς κατὰ συκοφαντίαν εἰς νομὴν πεμφθεῖσα· καὶ οὐχ ὑπομένει βίαν ἐπὶ τῇ νομῇ. εἰ δὲ ὁ ἀντίδικος ὀμόσει μὴ ἐγκυμονεῖν αὐτὴν, οὐ πέμπεται εἰς νομὴν ἡ γυνή.
47
pr.Καλῶς ἐπιφέρω σε κατὰ τῆς σωτηρίας σου ὀμόσαι. πᾶς γὰρ θεμιτὸς ὅρκος ἐξ ἐπαγωγῆς ὀμοθεὶς ἔῤῥωται.
48
pr.Ὁ ὀμόσας ἴδιον εἶναι τὸ πρᾶγμα ἀπαιτεῖ καρποὺς καὶ τοκετὸν [καὶ] γονὰς θρεμμάτων το.
49
pr.Ὁ περὶ τοῦ χρεωστεῖν ἢ μὴ χρεωστεῖν ἢ ἀντιφωνῆσαι ὅρκος οὐ συγχωρεῖται πατράσιν ἢ πάτρωσιν.
50
pr.Ἐὰν ἡ ἀπελευθέρα ἐπάγει ὅρκον κατὰ τοῦ πάτρωνος περὶ τοῦ αὐτῆς πράγματος ἀφαιρεθέντος, οὔτε περὶ συκοφαντίας ὄμνυσιν αὐτή.
51
pr.Ανηβος ἐὰν χωρὶς τοῦ ἐπιτρόπου ἐπάγει ὅρκον, ἁρμόζει κατὰ [τῆς] τοῦ ὅρκου παραγραφῆς [ἀντιπαραγραφή]. αὐθετοῦντος γὰρ αὐτοῦ ἐπιφέρει. ὁ δὲ ἐπίτροπος καὶ ὁ κουράτωρ τοῦ μαινομένου καὶ τοῦ ἀσώτου καλῶς ἐπιφέρουσιν ὅρκον, ἐπειδὴ ἐκποιοῦσι καὶ ὑποδέχονται χρέος.
52
pr.Τοὺς ὑπὸ αἵρεσιν ὅρκου γεγραμμένους κληρονόμους συγχωρεῖ τὴν αἵρεσιν ὁ πραίτωρ.
53
pr.Ὁ ὅρκος καὶ ἡ ἐπαγωγὴ τοῦ δούλου ἔῤῥωται, ἐὰν ἔχει περὶ πεκουλίου διοίκησιν.
54
pr.Οἱασδήποτε ἡλικίας ἢ φύσεως, ἔῤῥωται. σημ. δοκεῖ δὲ μὴ ἐπιορκεῖν ὁ ἄνηβος, ἐπειδὴ ἐν εἰδήσει οὐ δοκεῖ ἀπατᾶν.
55
pr.Ὁ μεταγενέστερος ὅρκος ἰσχυρότερός ἐστιν εἰς παραγραφὴν ἀγωγῆς.
56
pr.Ἐὰν ὀμόσω χρεωστεῖσθαι ἐξ ἐπαγωγῆς διπλασιαζόμενον τῇ ἀρνήσει, τὸ ἁπλοῦν μόνον λαμβάνω.
57
pr.Ἐὰν ὀμόσῃ τὶς μὴ εἶναί μου ἀπελεύθερος, οὔτε ὑπηρεσίαν οὔτε κατὰ τῆς διαθήκης αὐτοῦ ἀγωγὴν ἔχω.
58
pr.Ὁ ἄσωτος καὶ οἱ ἐοικότες αὐτῷ οὐκ ἐπάγουσιν ὅρκον. μόνοι γὰρ ἐπάγουσιν οἱ δυνάμενοι συμφωνεῖν ἢ δικάζεσθαι.
59
pr.᾿Αντὶ ὁμολογοῦντός ἐστιν ὁ μὴ ὀμνὺς μήτε ἐπάγων. σημ. ὁ τὸν ἀπὸ νόμου τυπωθέντα ὅρκον μὴ ὀμνὺς ὡς κοντούμαξ καταδικάζεται.
60
pr.Ὁ ὅρκος δύναμιν ἀποφάσεως ἔχει. ὁ γὰρ ἐπιφέρων ὅρκον τῷ ἀντιδίκῳ αὐτοῦ δοκεῖ δικαστὴν αὐτὸν ποιεῖν.
61
pr.Οὐδεὶς ὑπὲρ ἄλλου δικαζόμενος ἢ συμφωνῶν ἢ ὅρκον ἐπιφέρων παρὰ γνώμην τοῦ δεσπότου τῶν πραγμάτων πρόκριμα αὐτῷ ποιεῖ 89. χρὴ γὰρ πρότερον τὸν ἐπιφέροντα τὸν ὅρκον αὐτὸν ὀμόσαι τὸν περὶ συκοφαντίας ὅρκον, ὅτι ὡς οὐ συκοφαντῶν σε βούλομαι λαμβάνειν παρά σου τὸν ὅρκον.
62
pr.Μόνος ἰδίῳ ὀνόματι ὁ ἐνάγων ὄμνυσι τὸν ἔνδικον ὅρκον. σημ. τίς ἐστιν ὁ ἔνδικος ὅρκος; ὅτι διαφέρει αὐτῷ προκομισθῆναι. καὶ εἰς τοσοῦτον ὁ ἐναγόμενος καταδικάζεται.
63
pr.Ὁ ἐπίτροπος ἔχων τὸ πρᾶγμα τοῦ νέου καὶ μὴ ἀποκαθιστῶν αὐτὸ, οὐ τῷ διαφέροντι μόνον, ἀλλὰ καὶ τῷ ἐνδίκῳ ὅρκῳ ὑπόκειται 93. ὅπερ καλεῖται ἐν λίτεμ.
64
pr.Καὶ ὁ περὶ δικαιωμάτων ἐνάγων ὄμνυσι τὸν ἔνδικον ὅρκον.
65
pr.Οὐκ εὐχερῶς ζητεῖται περὶ τῆς ἐπιορκίας τοῦ [τὸν] ἔνδικον ὅρκον ὀμόσαντος.
66
pr.Ὁ ὀμόσας μὴ χρεωστεῖν καὶ φύσει καὶ νόμῳ ἐλευθε ροῦται τοῦ χρέους.
67
pr.Ὁ ἐξ ἐπιφορᾶς ἐμῆς ὀμνυόμενος ὅρκος οὐκ ἀναψηλαφᾶται, κἂν προφανὴς ἐπιορκία δείκνυται. ὅτι ὁ ὅρκος λύει φυσικὴν ἐνοχὴν καὶ διάλυσιν μιμεῖται. ὡς βι. ιβ΄ τί. ς ' διατ. α΄.
68
pr.Ἐπὶ τῆς περὶ κλοπῆς ἀγωγῆς δεῖ ὀμνύειν, [ὅτι] τοσοῦδε ἦν ἄξιον τὸ πρᾶγμα, ὅτε ἐκλάπη, οὐ μὴν ὅτι καὶ πλείονος.
69
pr.Καὶ ἐπὶ τῆς δὲ δόλῳ καὶ ἐπὶ τῆς μέτους καῦσα, τουτἐστι καὶ ἐπὶ τῆς βίας καὶ ἐπὶ παντὸς φόβου καὶ δόλου, τὰ ἀφαιρεθέντα, καρποὺς καὶ ἀγῶνας καὶ δουλείας καὶ ἐργασίας δούλων καὶ ὅσα οὐκ ἠδύνατο προσπορισθῆναι, τῷ παθόντι τὸν δόλον ἢ τὴν βίαν ἢ τὸν φόβον ὅρκον ἐπιφέρει ὁ δικαστὴς, ὁρίζων καὶ τὴν ποσότητα ὀμόσαι τὸν ἄκτορα τουτέστι τὸν ἐνάγοντα, ἥτις πρὸ ἐνιαυτοῦ εἰς τὸ διπλάσιον ἀπαιτεῖται, μετὰ δὲ τὸν ἐνιαυτὸν εἰς τὸ ἁπλοῦν.
70
pr.Καὶ ὁ νεμόμενος πρᾶγμα καὶ ὁ δόλῳ παυσάμενος νέμεσθαι ὅρκῳ καταδικάζεται τοῦ ἄκτορος. σημ. ὁ ἄκτωρ ὅτε θέλει ἐνάγει, ῥέος οὐχ ὅτε θέλει ἐνάγεται.
71
pr.Καὶ ἐπὶ ἁμαρτήματος καλῶς ἐπιφέρεται ὅρκος. καὶ ἐπὶ τῶν δουλειῶν ὅρκῳ τοῦ ἄκτορος ὁ ῥέος καταδικάζεται. καὶ ἐπὶ πασῶν τῶν βόνα φίδε ἀγωγῶν ὅρκῳ τοῦ ἄκτορος ἡ καταδίκη τυποῦται. ὡς βι. ή τί. ε διγ. ζ΄.
72
pr.Ἐπὶ τῶν ἐγκλημάτων τρεῖς ἡμέρας καλοῦνται οἱ ἀπολειφθέντες, καὶ καθ᾽ ἑκάστην ἡμέραν τρίτον ἐρωτῶνται, καὶ ἐπάγεται ἡ καταδίκη, εἴτε ῥέος εἴτε ἄκτωρ ἀπολειφθῇ.
73
pr.Λαμβάνουσι δὲ παρὰ τοῦ ἄρχοντος δηλατίονα ', εἰ μὲν μείζων ἐστὶν ἡ ποσότης, μῆνας τρεῖς· εἰ δὲ μικρὰ, μῆνας δύο. μείζονα δὲ δηλατίονα μόνος ὁ βασιλεὺς δίδωσιν.
74
pr.Εἴρηται δὲ ἐν τῷ ἐγχειριδίῳ εἰς τὰ περὶ ποινῶν τὰ περὶ ὅρκου, ὅτι ὁ ἐκ δικαστικῆς ψήφου ἢ ἐξ αἰτήσεως τοῦ ἀντιδίκου ὅρκον ὑπέχων ἐπ᾿ ἐκκλησίας, τῶν ἀρχόντων ὑφαπτόμενος εὐαγγελίων, ἐπιορκεῖν δὲ μετὰ ταῦτα ἐλεγχθεὶς, γλωσσοκοπείσθω. τὸ αὐτὸ καὶ περὶ μαρτύρων.