IusCommune
IusCommune › Textos › Epitome legum › Epitome

Epit. 1.13

Περὶ μαρτύρων εὐπροσδέκτων καὶ κεκωλυμένων.

Abrir no leitor do IusCommune →

1

pr.᾿Αξιόπιστοι ἔστωσαν οἱ μάρτυρες, μή τινες ἐπιδίφριοι μηδὲ χαμερπεῖς μηδὲ παντοίως ἄσημοι ἀλλ᾽ εὐυπολήπτους εἶναι διὰ τὴν ἀξίαν ἢ στρατείαν ἢ ἐπιτήδευσιν· τοὺς γὰρ ἀγνωστοὺς καὶ ἀφανεῖς βούλεται ἡ διάταξις παρὰ τῶν ἀρχόντων ὑφ᾽ ὧν μαρτυροῦσι βασάνοις ὑποβάλλεσθαι '.

2

pr.Οἱ μαρτυροῦντες περὶ χρεῶν ἐγγράφων ἢ ἀγράφων εἰπάτωσαν, ὡς τῇ καταβολῇ παρῆσαν, ἢ ἐπ᾿ αὐτοῖς νομίμως κατέθεντο, ἐπὶ τούτῳ μόνῳ προσκληθέντες, ἐὰν ὦσι ἐ τὸν ἀριθμόν.

3

pr.Ὅτε οἱ μάρτυρες ἑαυτοῖς ἐναντιοῦνται ἢ ἄλλοις μάρτυσι, τότε δεχέσθω ὁ δικαστὴς τοὺς ἐξ αὐτῶν ἀξιοπιστοτέρους, καὶ κολαζέτω ὑπόπτους εἴπερ ἐξεπίτηδες φανεῖεν κακουργοῦντες.

4

pr.Τετάρτην δὲ καὶ μόνην μαρτύρων ποιείτω τὶς παρα100 C γ΄. In ACF superscriptum: ὑπέρθεσιν. F addit: βι. δ΄ τί. α΄ διατ. ί. καλῶς ὀμνύει τὶς καὶ ἐπὶ ἀγράφου παραθήκης ὥσπερ καὶ ἐπὶ τῶν λοιπῶν βόνα φίδε ἀγωγῶν. ἀνάγν. τὴν πή΄ νεα. συμβουλεύουσαν πάντως τὰς παραθήκας ἐγγράφως ἢ ἐπὶ μαρτύρων δίδοσθαι. (Cf. Basil. ed. γωγὴν, ὀμνύων ὡς τὰς προτέρας τρεῖς μαρτυρίας ἢ τὰς τούτων ἐκ τοῦ ἀντιδίκου παραγραφὰς οὐκ ἐξέλαβεν, οὔτε ὁ συνήγορος αὐτοῦ, οὔτε ἄλλος ὑπὲρ αὐτοῦ, καὶ ὡς οὐ μετὰ δόλου τὴν τετάρτην αἰτεῖ παραγωγήν. ἀνάγν. κεφ. ή΄.

5

pr.Κατ᾿ ἐγγράφου μαρτυρίας ἄγραφος μαρτυρία οὐ φέρεται.

6

pr.Δυνατὸν καὶ ἀπὸ πόλεως εἰς πόλιν ἐκ διαλαλιᾶς ἀρχοντικῆς στεῖλαι τὰς μαρτυρίας, πραττομένων μέντοιγε κατὰ νόμους, ἐν μὲν ταῖς ἐπαρχίαις παρὰ τῷ ἄρχοντι, ἐν δὲ τῇ κωνσταντινουπόλει παρὰ τοῖς δικασταῖς.

7

pr.Ἐπὶ τῶν ἐγκλημάτων ἀνάγκη πάντας παραστῆναι τοὺς μάρτυρας καὶ μὴ τὰς φωνὰς αὐτῶν.

8

pr.Ὁ τρίτον παραγαγὼν μάρτυρας οὐκ ἔτι προσφέρει μετὰ τὴν ἔκδοσιν τῶν παράγραφῶν. τότε γὰρ δύναται πρὸ ἐκδόσεως καὶ τετάρτην μαρτυρίαν παραγαγεῖν, ὀμνύων περὶ δόλου, ὅτι οὐ κατὰ δόλον ζητεῖ τὴν τῶν μαρτύρων παραγωγήν. ἀνάγν. κεφ. δ΄.

9

pr.Ὁ κατήγορος οἰκειακοὺς αὐτοῦ μάρτυρας οὐ δύναται παραγαγεῖν, ὅτι αἱ οἰκειακαὶ μαρτυρίαι ἀποδοκιμάζονται.

10

pr.Ἐπὶ ἑκάστου μάρτυρος ὀφείλει ζητεῖσθαι, πότερον τίμιος καὶ ἄμεμπτός ἐστιν, ἢ ἄτιμος καὶ ἐπίψογος· εὔπορος ἢ ἐνδεὴς, ὥστε διὰ κέρδος τὶ πλημμελῆσαι· φίλος τοῦ παράγοντος ἢ ἐχθρὸς τοῦ καθ᾽ οὗ παρέρχεται. ὅταν γὰρ ὑποψίας ἐστέρηται, μαρτυρεῖ. τὰ δὲ περὶ τούτου διακρίνει ὁ δικαστὴς, εἰ μίαν μεμελετημένην ὁμιλίαν προσφέρουσι, καὶ εἰ πρὸς τὰς πεύσεις προφανῶς ἀποκρίνονται, καὶ ποῖα τεκμήρια ὀφείλει προσδέχεσθαι.

11

pr.Τοῖς μάρτυσι καὶ οὐ τοῖς ἐκμαρτυρίοις πιστευτέον. αὐτοπροσώπως γὰρ ἐρωτῶνται παρὰ τῶν δικαστῶν ἐπὶ τῶν Nov. §. 10. Proch, XXVII, 5. Theod. Nov. §. 11. Proch. XXVII,. Theod. Nov. §. 8. Proch. XXVII,. Dig. XXII,,. Cod. IV,, 3. F hic addit capita haec: Εἰς ἐμβάσανον ζήτησιν οὐ προσδέχονται οἱ μάρτυρες· καὶ ὅτι οἱ μὴ ἀναγκαζόμενοι μαρτυρῆσαι κατά τινος οὐδὲ βασανίζονται. Cf. Dig. XLVIII,, §. 10. Ἐὰν σχῇ τριῶν μαρτύρων καταθέσεις καὶ ὑπογραφὰς τὸ ἐκμαρτύριον ἔῤῥωται. Cf. Cod. IV,, Theod. Ἐὰν οὐ πάρεισιν οἱ μαρτυρῆσαι ὀφείλοντες, μαρτυρείτωσαν κατὰ χώραν, παρόντων τῶν δύο μερῶν ἢ τῶν ἐντολέων αὐτῶν, καὶ εἴ τι εἴπωσι, μένει ἐῤῥωμένον. βι. δ΄ τοῦ κώδ. τί. ις κεφ. ς΄. Cf. Cod. IV,,. Dig. ἐγκλημάτων, καὶ ὁ μὴ δεικνὺς τὸ παρ᾽ αὐτοῦ προτεθὲν ἐξορίζεται.

12

pr.Αλλη ἐστὶν ἡ αὐθεντία τῶν παρόντων μαρτύρων καὶ ἄλλη τῶν ἀναγινωσκομένων ἐκμαρτυρίων. ὁ οὖν θέλων ἐπισχεῖν τοὺς μάρτυρας δαπάνας αὐτοῖς διδότω.

13

pr.Οἱ μαρτυροῦντες ἐπὶ χρηματικῇ αἰτίᾳ οὐκ ἀναγκάζονται προσπαραμεῖναι τῷ δικαστηρίῳ περαιτέρω τῶν ιὲ ἡμερῶν. ὡς βι. ζ΄ τί. ξβ ' διατ. 5΄ τοῦ κώδ., ὅτι λαμβάνουσιν καθ᾽ ἃς διατρίβουσιν ἡμέρας δαπανήματα παρὰ τῶν προσαγόντων αὐτοὺς κρίσει τοῦ δικαστοῦ. ὡς βι. δ΄ τοῦ κώδ. [τί. κ΄] διατ. ιθ΄.

14

pr.Τὰς δὲ ματαίας καὶ ἐκ τοῦ παρήκοντος γινομένας μαρτυρίας μηδενὶ παντάπασι λόγῳ κρατεῖν βουλόμεθα, καὶ τοιαύτας τινὰς πλάττειν μαρτυρίας, ὡς δ᾽ ἄλλην τινὰ χρείαν παρατυχὼν ἀκούσοι τοῦδε λέγοντος εἰληφέναι παρὰ τοῦδε χρυσίον ἢ καταβεβληκέναι. αὗται γὰρ σαφῶς ὕποπτοι καθεστήκασι καὶ οὐδενὸς ἄξιαι λόγου.

15

pr.Ὁ προαγαγὼν μάρτυρας ἔν τινι δίκῃ, ἐὰν ὕστερον ἐν ἑτέρᾳ δίκῃ κατὰ αὐτοῦ προσφέροιντο, μὴ ἐχέτω ἐξουσίαν παραιτεῖσθαι αὐτοὺς τυχὸν ὡς εὐτελεῖς ἤ τι τοιοῦτο.

16

pr.Εἰ μέντοιγε δείκνυσιν ἐν τῷ μεταξὺ ἤ ἔχθραν γενομένην αὐτῷ δεκτὴν τοῖς νόμοις καὶ ποιοῦσαν ὑπόπτους μάρτυρας, ἢ πολλάκις ἐλεγχθῇ φανερῶς ἐπὶ ἐγκλήματι γενομένην τὴν μαρτυρίαν, ἐξέστω αὐτῷ παραιτεῖσθαι τοὺς μάρτυρας. εἰ δὲ δύναται ψευδῆ τὰ παρ᾽ αὐτῶν λεγόμενα δεῖξαι, καὶ τοῦτο ποιείτω.

17

pr.Εἴκοσι μίλια καθ᾽ ἡμέραν λογίζεται τῷ ὀφείλοντι παραστῆναι, ὑπεξῃρημένης τῆς ἡμέρας, καθ᾽ ἣν ὡμολόγησεν καὶ καθ᾽ ἣν δεῖ παραστῆναι αὐτόν.

18

pr.Ὁ ἅπαξ ἢ δὶς ἢ τρὶς παραγαγὼν μάρτυρας, ἐὰν ἀποτάξηται καὶ διασκέψηται διὰ τῆς ἐκδόσεως τῶν παραγραφῶν, καὶ μάθῃ τὰς μαρτυρίας, οὐ δύναται οὐδὲ διὰ βασιλικῆς ἀντιγραφῆς ἄλλους παράγειν μάρτυρας.

19

pr.Ὁ μεσάσας τισὶν ἐν πράγματι οὐ μαρτυρεῖ αὐτὸς ἐν τῇ αὐτῇ ὑποθέσει, δηλονότι παρ᾽ ἄλλῳ δικαστῇ, εἰ μὴ ἄρα συναινέσωσι τὰ δύο μέρη τῇ μαρτυρίᾳ αὐτοῦ.

20

pr.Οὐ πένητες μαρτυροῦσι. πένης δὲ ἐστιν ὁ μὴ ἔχων ν ' νομισμάτων περιουσίαν.

21

pr.Οὐ μαρτυρεῖ ἀπελεύθερος κατὰ τοῦ πάτρωνος ἢ παιδὸς αὐτοῦ. ἀλλὰ καὶ ἐπὶ τῶν ἐγκληματικῶν οὐδὲ μετὰ βασάνων θέλοντες προσδεχθήσονται.

22

pr.Οὐ μαρτυρεῖ ὁ ἥττων τῶν κ ' ἐτῶν, οὐδὲ ὁ ἐν δημοσίῳ δικαστηρίῳ καταδικασθεὶς καὶ μὴ ἀποκαταστὰς, ἢ ἐν δεσμοῖς ἢ ἐν δημοσίᾳ φρουρᾷ βληθεὶς, οὔτε ὁ ἐλεγχθεὶς λαβεῖν χρήματα ἐπὶ τῷ μαρτυρῆσαι ἢ μὴ μαρτυρῆσαι.

23

pr.Ὁ κατά τινος ἤδη μαρτυρήσας οὐ μαρτυρεῖ πάλιν κατ᾿ αὐτοῦ.

24

pr.Πατὴρ καὶ υἱὸς ὑπεξούσιος καὶ δύο ἀδελφοὶ συνυπεξούσιοι δύνανται μαρτυρεῖν ἐν πράγματι. οὐδὲ γὰρ βλάπτει ἐξ ἑνὸς πολλοὺς ἐν ἀλλοτρίῳ πράγματι μαρτυρεῖν.

25

pr.Υἱὸς πατρὶ ἢ πατὴρ υἱῷ οὐ μαρτυρεῖ, οὔτε οἱοσδήποτε ἐν ἰδίῳ πράγματι.

26

pr.Ἐὰν τοιοῦτόν ἐστι πρᾶγμα, ὥστε δέξασθαι μαρτυροῦντας ἢ κυνηγὸν ἢ τοὺς τοιούτους, χωρὶς βασάνων οὐ πιστεύεται 27. σημ. καὶ τοὺς ἀγνώστους.

27

pr.Οὐδεὶς ἀπαιτεῖται καθ᾽ ἑαυτοῦ μάρτυρας παραγαγεῖν, ἀλλὰ χρὴ τὸν ἐνάγοντα ὡς βούλεται συστῆσαι τὰς ἰδίας δικαιολογίας 28. σημ. οὐ δύναταί τις τῷ οἰκείῳ φάκτῳ μαρτυρῆσαι.

28

pr.Ὁ συνηγορήσας ἢ ἐκβιβάσας ἐν ὑποθέσει οὐ μαρτυρεῖ ἐν αὐτῇ.

29

pr.Δοῦλος οὔτε ὑπὲρ δεσπότου οὔτε κατὰ δεσπότου, μαρτυρεῖ. ὑφέξελε τὸ εἰρημένον ἐν τῷ θ΄ βι. τί. μα διατ. β΄. ὅτι καλῶς μαρτυρεῖ ὁ δοῦλος ὑπὲρ τοῦ οἰκείου δεσπότου περὶ τῆς τουτέλαε. καὶ ταῦτα μὲν περὶ χρηματικῶν νόει. καὶ πάλιν διάτ. α΄, καλῶς μαρτυρεῖ καὶ βασανίζεται δοῦλος κατὰ δεσπότέχνης ἕνεκα παιγνικῆς κατέρχονται. οἱ δὲ βραβευταὶ οἱ ἐν τοῖς ὀλυμπίοις ἢ ἐν ἱερῷ ἢ ἐν δημοσίῳ ἀγῶνι ἐπιδείκνυσθαι οὐ συγκεχώρηνται. Cf. Dig. III, του ἐπὶ τῆς μοιχείας καὶ ἐπὶ τῆς βλάβης τῶν censων, οὐ μὴν ἀλλὰ καὶ ἐπὶ καθοσιώσεως. ὑπὲρ οἰκείου φάκτου ἕκαστος δοῦλος καλῶς ἐπερωτᾶται, οὐ μέντοιγε δὲ καὶ μαρτυρεῖ.

30

pr.Εἷς μόνος μάρτυς οὐ πιστεύεται κἂν ἀξιωματικός ἐστι. πλὴν σημ. ὅτι φάκιλε ἔχει τὸ πρῶτον σκέλος τῆς προκειμένης διατ. ὅτι ἀρκεῖ μόνος ὁ ταβελλίων ὁ γράψας τὸ συμβόλαιον πρὸς μαρτυρίαν ἐν τῇ συγκρίσει τῶν προσφερομένων συμβολαίων. ὁμοίως καὶ ἐπὶ τῶν τραπεζιτικῶν λόγων ἀρκεῖ ὁ καταγράψας· καίτοιγε εἷς νοεῖται. ἀλλὰ καὶ ἐπὶ τῶν ἐμφυτεύσεων καὶ εἷς μόνος μάρτυς δεκτός ἐστιν. οὕτως οὖν νόει τὸ φάκιλε ἐνταῦθα. ἀνάγν. βι. [ή΄ τί. νγ '] διατ. λα΄ τοῦ κώδ. ἔνθα εἴρηται, ὅτι ἐπὶ τῶν ἀγράφων δωρεῶν δεκτός ἐστιν εἷς μόνος μάρτυς. καὶ ἐπὶ τῶν εὐπροσδέκτων συμβολαίων οὐδὲ μαρτύρων χρεία ἐστίν.

31

pr.Ὁ ὑπογράψας ἐν οἱῳδήποτε συμβολαίῳ ἀναγκάζεται ἃ οἶδε περὶ τῆς ἰδίας ὑπογραφῆς λέγειν. καὶ εἰ φαίη, ὅτι αὐτοῦ ἐστιν ἡ ὑπογραφή, δεχόμεθα αὐτήν. εἰ δὲ εἴπῃ, μὴ εἶναι αὐτοῦ, τιμωρούμεθα τὸν ταύτην ὑπ᾿ αὐτοῦ προφέροντα, ἀπειλοῦντες αὐτοῖς καὶ ἔκπτωσιν τῆς δίκης.

32

pr.Κολαζέτωσαν οἱ δικασταὶ· τοὺς ψευδομάρτυρας. ὅτι ὁ ψευδομαρτυρῶν τιμωρεῖται εἰς σῶμα.

33

pr.Ὁ ψευδομαρτυρῶν ὡς πλαστογράφος εὐθύνεται, καὶ οὐκ ἔχει φόρου παραγραφήν.

34

pr.Ἐὰν καταδικασθῇ τις διὰ τὸ ἄλλον καταψευδομαρτυρεῖν αὐτοῦ, καλῶς ἀπαιτεῖ τὸν τὰ ψευδῆ κατ᾿ αὐτοῦ μαρτυρήσαντα τὴν τῆς δίκης διατίμησιν.

35

pr.Ὁ κληθεὶς εἰς μαρτυρίαν καὶ τὰ ψευδῆ μαρτυρήσας καὶ μέλλων διὰ τοῦτο κολάζεσθαι παρὰ τοῦ δικαστοῦ οὐδένα φόρον ἐπικαλεῖσθαι δύναται. σημ. ἡ τοῦ φόρου παραγραφὴ ἐν προοιμίοις τῆς δίκης ἀντιτίθεται. ἐὰν δὲ ἅπαξ εἰσέλθῃ τὶς εἰς τὸ δικαστήριον, μὴ χρησάμενος τῇ παραγραφῇ ταύτῃ, οὐκέτι δύναται αὐτὴν ἀντιτιθέναι. φόρου δὲ παραγραφή ἐστι τυχὸν τὸ εἰπεῖν, ὅτι στρατεύομαι ἢ ἄλλην οἱανδήποτε στρατείαν ἢ ἀξίαν ἀπόδειξιν.

36

pr.Ἔνθα ἐστὶ χρεία μαρτύρων, ἀρκοῦσι πέντε πρὸς ἀπόδειξιν. εἰ δὲ εἰσὶν ἔγγραφα ἤτοι συμβόλαια, τρεῖς μόνοι ἀρκοῦσι μάρτυρες.

37

pr.Εάν τις ἑνὸς ἀνθρώπου κατάθεσιν ἐν ἐκσφραγίσματι προσφέρει, οὐκ ἐστὶ δεκτὴ ἡ τοιαύτη μαρτυρία.

38

pr.Κωλύεται ἐν διαθήκῃ μαρτυρεῖν ὁ ἐν διαθήκῃ τινὸς ὑπογράψας καὶ μὴ ἀνασχόμενος [μαρτυρῆσαι], ὃς οὐδὲ ἀναγκάζεται παρὰ τοῦ νόμου μαρτυρῆσαι. ὡς βι. δ΄ τί. κδ ' διατ. ιε΄.

39

pr.Ὅτι οὐκ ἀναγκάζεταί τις μαρτυρεῖν ἐν διαθήκῃ, ἀλλα καὶ παρακαλεῖται τοῦτο ποιῆσαι.

40

pr.Κωλύεται δὲ καὶ ἐν ἑτέρᾳ διαθήκῃ μαρτυρῆσαι, ἀλλὰ καὶ διαθέσθαι, καὶ ἐξ ἑτέρας διαθήκης κερδᾶναι.

41

pr.Κωλύεται μαρτυρεῖν ἄνηβος, οἰκέτης, κωφὸς, ἄλαλος, μαινόμενος, ἄσωτος, υἱὸς ὑπεξούσιος, ὅτε ὁ πατὴρ αὐτοῦ παρὰ ἄλλου γραφῇ κληρονόμος. καὶ ὁ συνυπεξούσιος ὑπὸ τοῦ γραφέντος ἐν διαθήκῃ κληρονόμου.

42

pr.Καὶ ὁ συνυπεξούσιος διατιθεμένου τοῦ ὑπεξουσίου εἰς τὰ ἰδιόκτητα αὐτοῦ πράγματα.

43

pr.Ὁ μὴ ἀποδεικνύων ἃ προσφέρει ἔγγραφα, τῷ περὶ πλαστογραφίας ἐγκλήματι ὑπόκειται.

44

pr.Τὰ ἐγκλήματα ὀφείλει ἀποδειχθῆναι ἢ δ᾽ ἀξιοπίστων μαρτύρων ἢ δ᾽ ἐναργῶν συμβολαίων λαμπροτέρων τοῦ / φωτός. ὁ ἄκτωρ βαρεῖται τῇ ἀποδείξει 53. ἀνάγν. τί. ιβ ' κεφ. ος..