Epit. 1.14
Περὶ ἀρχόντων καὶ περὶ δικαστῶν καὶ ψήφου αὐτῶν, καὶ περὶ συνηγόρων, καὶ περὶ προστίμων.
Abrir no leitor do IusCommune →1
pr.Πάντας τοὺς ἐν βασιλίδι ἄρχοντας ὑπερβέβηκεν ὁ τῆς πόλεως ἔπαρχος τοσοῦτον ἐξ ἑκατέρας ἀρχῆς εἰληφὼς, ὅσον ἐκείνας οὐκ ἀπεμείωσεν '.
2
pr.Δεῖ τὸν ἄρχοντα εἶναι προηγουμένως συμπαθῆ, ἀμνησίκακον, ἀόργητον, ἀπροσωπόληπτον καὶ μὴ εὐχερῶς μηδὲ ἀνεξετάστως διαβολαῖς καὶ λοιδορίαις πείθεσθαι.
3
pr.Οἱ ἄρχοντες ὀμνυέτωσαν ὡς οὐδενὶ παρέσχον, καὶ ὅτι οὐκ ἀπηγγείλαντο, οὐ μὴν ἀλλὰ ὅτι καὶ αὐτοὶ οὐ λαμβάνουσί τι παρά τινος ἐφ᾽ οἷς ἄρχουσι. νεαρὰ ρξα΄.
4
pr.Ὁ πλέον τῶν διηγορευμένων λαμβάνων τὸ τετραπλοῦν ἀποδίδωσι καὶ ἐκπίπτει ἀρχῆς καὶ στρατείας καὶ ζώνης.
5
pr.Οἱ ἄρχοντες μὴ συγχωρείτωσαν τοὺς ἐκβιβαστὰς λαβεῖν πλείονα τῶν διηγορευμένων σπορτούλων, ἐπεὶ οἴκοθεν ἀπολογοῦνται τοῖς ζημιωθεῖσινο.
6
pr.Αμα τῷ ἐπιστῆναι τῆς ἐπαρχίας ἐμφανιζέτωσαν οἱ ἄρχοντες τοῖς λογάσι τὰ βασιλικὰ γράμματα ἤτοι παραγγέλματα, καὶ προτιθέμενα αὐτὰ ἐκπέμψωσιν· εἰς τὰς λοιπὰς πόλεις.
7
pr.Οἱ ἐπίσκοποι καὶ οἱ πρῶτοι τῶν πόλεων μηνυέτωσαν τῷ βασιλεῖ τὰς τῶν ἀρχόντων ἀδικίας.
8
pr.Μηδεὶς ἄρχων παρὰ κέλευσιν βασιλέως εἰς τὴν βασιλεύουσαν πόλιν ἀναβαινέτω. ὁ δὲ τοῦτο ποιῶν ἁρμοδίως τι-. μωρεῖται.
9
pr.Μηδεὶς λαμβάνει τοῦ πρὸ αὐτοῦ στρατευθέντος, εἰ καὶ θεῖον ἔχει περὶ τοῦτο ῥέσκριπτον. ὁ δὲ πορισάμενος τοιαύτας ἀντιγραφὰς πρὸς τὸν οἰκεῖον ἐπαναστραφέτω τόπον. ἐκεῖνον γὰρ χρὴ προτιμᾶσθαι οὗ οἱ κάματοι καὶ οἱ χρόνοι.
10
pr.Τὸν οἱανδήποτε ἀρχὴν παραλαμβάνοντα παντὸς ἀπέχεσθαι κέρδους, τοῖς ἐκ τοῦ δημοσίου σιτήσεσιν ἀρκούμενον, διὰ τὸ καὶ τὴν ἀρχὴν αὐτοῦ προῖκα λαμβάνειν.
11
pr.Ὁ κλέπτων ἢ διδοὺς ὑπὲρ τοῦ ἄρξαι, δημεύεται καὶ βασανισθεὶς ἐξορίζεται.
12
pr.Οἱ κλέπται ἄρχοντες ἐκβαλλόμενοι τῆς τιμῆς ἧς εἶχον μὴ ἐλπιζέτωσαν ἔχειν προφάσει αὐτῆς οἱονδήποτε ἀξίωμα.
13
pr.Ὁ ἄρχων γυναῖκα λαμβάνων ἐν τῇ ἐπαρχίᾳ ἧς ἄρχει ἐνάγεται ὑπὸ ὧν ἐν ἐκείνῃ ἁμαρτάνει.
14
pr.Ὥσπερ τῶν ἀδίκων καὶ κακοποιῶν ἀρχόντων ἔξεστι καταβοᾶν, οὕτως καὶ τοὺς δικαίους καὶ ἀγρύπνους ἄρχοντας ἔξεστι τῷ δημοσίῳ εὐφημεῖν.
15
pr.Σκοπείτωσαν οἱ ἄρχοντες τὰ περὶ τῶν θείων αἱρέσεων καὶ τὰ κανονικὰ σὺν τῷ ἐπισκόπῳ κρινέτωσαν.
16
pr.Ὁ ἄρχων μὴ ἐξιέτω τῆς πόλεως εἰ μὴ δ᾽ εὐχὴν καὶ οὕτω μὴ διανυκτερευέτω.
17
pr.Ὁ ἄρχων κατὰ μόνων τῶν τῆς ἐπαρχίας ὁρμωμένων ἔχει τὸ ἰμπέριον τουτέστι τὸν ὅρον, καὶ τοῦτο ἐφ᾽ ὅσον ἐστὶν ἐν αὐτῇ τῇ ἐπαρχίᾳ. ταύτης γὰρ ἐξελθὼν ἰδιώτης εἶναι δοκεῖ. βι. α΄ τί. ιζ ' διατ. β΄.
18
pr.Ὁ τῆς πόλεως ἔπαρχος ἐξελθὼν τῶν τῆς πόλεως ὅρων οὐ δύναται τὴν ἐξουσίαν ἔχειν τῆς ἐπαρχότητος. ἔτι μέντοι ὢν ἐν τῇ πόλει δύναται κελεύειν τινὶ δικάζειν εἰ καὶ ἔξω τῆς πόλεως ἦν.
19
pr.Τοὺς διὰ ζώνην ἢ ἀξίαν ἀδικοῦντας ἀποζωννύτωσαν. βασιλέως τάξιν ἐν ταῖς ἐπαρχίαις ἐπέχοντες 25. ὁμοίως καὶ ὁ ἀνεχόμενος ἵνα προχωρήσηταί τις τὸ ὄνομα αὐτοῦ ἐπὶ προσταδόσει γενόμενος ἀτιμοῦται καὶ ζωῆς ἐκπίπτει καὶ ἐξορίαν ὑφίσταται. Cf. σίαν μάλιστα ἀδικίας ἀτιμοῦται καὶ τιμωρεῖται [καὶ] τῆς ζώνης καὶ ἀξίας ἐκπίπτει.
20
pr.Τὸν δεχόμενον εἰς προστασίαν τινὰ κἂν συγκλητικός ἐστι πλέον τοῦ διατεταγμένου τιμωρεῖσθαι κελεύομεν. ὁμοίως καὶ τὸν ἀνεχόμενον τὴν οἰκείαν προσηγορίαν ἐν ἀλλοτρίαις ἐκτίθεσθαι δίκαις ὡς ἐργολάβον τῆς συκοφαντίας καὶ τῆς οἰκείας μὴ φειδόμενον τιμῆς τιμωρεῖσθαι νομοθετεῖ ἡ διάταξις.
21
pr.Ὁ δυνατὸν πρόσωπον ἐν δικαστηρίῳ προβαλλόμενος ἢ παραχωρῶν τὴν αὐτοῦ ἀγωγὴν τῆς ἰδίας ἐκπίπτει δίκης, ὡς βι. β΄ τί. ιε΄ διατ. α΄ τοῦ κώδ. σημ. ὅτι οὐκ ὀφείλει τὶς ἕτερον προΐστασθαι, κἂν ὑπ᾿ αὐτοῦ ὀφείλεται κἂν ἐκεῖνος ἀδικεῖται παρὰ ἄλλου.
22
pr.Οἱ ἄρχοντες ὅσας ἀγωγὰς οἱ περὶ αὐτοὺς ὄντες ἀπολέσωσιν, ὡς μὴ δυνηθέντες ἐν τῷ καιρῷ τῆς ἀρχῆς ἐνάγειν, ἀνανεοῦται αὐτοῖς.
23
pr.Οἱ ἄρχοντες καὶ οἱ περὶ αὐτοὺς ὄντες οὔτε ἐμπορεύονται ἐν τῇ αὐτῶν ἐπαρχίᾳ οὔτε δανείζειν οὔτε ἀγοράζειν τὶ δι ' αὐτῶν ἢ διὰ μέσου προσώπου· καλῶς δὲ δανείζονται· μήτε δωρεὰν λάβωσιν, εἰ μὴ ἄρα μετὰ τῆς ἀρχῆς βεβαιώσει αὐτὴν ὁ δωρησάμενος, εἰ μὴ ἄρα πενταετία παρέλθῃ.
24
pr.Οἱ στρατιῶται τοῖς ἄρχουσιν ὑπουργείτωσαν, καὶ πλημμελοῦντες σωφρονιζέσθωσαν, ἐκ τῶν σιτήσεων αὐτῶν τὸ ἱκανὸν τοῖς ἀδικουμένοις γινόμενον.
25
pr.Τοὺς ἐπ᾿ ἀτόποις ληφθέντας πράγμασι τιμωρείσθω ὁ ἄρχων, κἂν φροντισταί εἰσι μεγάλων προσώπων. βι. α΄ τί. μα τοῦ κώδ.
26
pr.Χρὴ τοὺς ἄρχοντας ἀναζητεῖν τοὺς λῃστὰς καὶ τοὺς ἀνδραποδιστὰς καὶ πρὸς τὸ ἁμάρτημα κολάζειν αὐτούς. σημ. ὅτι οἱ πάσας τὰς ἐπαρχίας διοικοῦντες δίκαιον ξίφους ἔχουσιν. βι. μή τί. ιγ ' διγ. δ΄.
27
pr.Φυλαττέτω ὁ ἄρχων τοὺς ὑπηκόους ἀνεπηρεάστους. ὁμοίως φροντίζονται καὶ τῆς ἀπ. ιτήσεως τῶν δημοσίων.
28
pr.Δεκρετὸν ἐξ ἐπιπέδου οὐ πράττεται, ἀλλὰ πάντως ἐν βήματι. βι. ιζ ' τί. α΄ διγ. η΄.
29
pr.Φροντιζέτωσαν οἱ ἄρχοντες ἵνα μὴ τῶν δυνατῶν προσώπων οἱ πρσκουράτωρες προπετῶς καὶ ἀθεμίτως τινὰ διαπράττωνται.
30
pr.Τὰς ἀθεμίτους εἰσπράξεις τὰς κατὰ βίαν γινομένας καὶ τὰς κατὰ φόβον ἐκβιβασθείσας πράσεις καὶ ἀσφαλείας ἢ καὶ δίχα τῆς τοῦ τιμήματος καταβολῆς κωλυέτω ὁ τῆς ἐπαρχίας ἡγούμενος, καὶ φροντιζέτω, ἵνα μή τις ἄδικον κέρδος ἢ ζημίαν ὑπομένῃ.
31
pr.Οὐδεὶς ἔχει φόρου παραγραφὴν ἐπὶ ἐγκλήματι οὐδὲ ἐπὶ τῶν δημοσίων εἰσφορῶν, ἀλλὰ καὶ εὐθυνέσθω εἷς ἕκαστος ἐπὶ τούτοις παρ᾽ ἑκάστῳ ἄρχοντι, ὑπουργούντων αὐτῷ κατὰ χώραν τῶν στρατιωτῶν.
32
pr.Οἱ πατέρες ὀφφικίῳ τοῦ ἄρχοντος ἀπαιτοῦνται κατεγγυᾶν τὰς θυγατέρας αὐτῶν καὶ προικίζειν αὐτάς. βι. κγ΄ τί. β΄ διγ. ιβ΄.
33
pr.᾿Αναγκαζέτωσαν οἱ ἄρχοντες ἀποκαθιστᾶν τοὺς ἔχοντας ἀλλοτρίους γεωργοὺς, καὶ [εἰ] ἀπειθήσουσιν ἐπιβαλλέτωσαν αὐτοῖς τὰ τῆς ἐπαρχίας ἄπορα· εἰ δὲ ἐν ξένῃ εἰσὶ, κεχρήσθωσαν δημοσίοις γράμμασι. σημ. ὅτι ὁ μὴ ἀποκαθιστῶν τὸν ἀλλότριον γεωργὸν δίδωσιν ὑπὲρ αὐτοῦ καπιτάτιον καὶ ἄλλον γεωργὸν καὶ τῷ φίσκῳ λίτρας λβ ' ἀργυρίου.
34
pr.Μέχρι μὲν τῶν συγκλητικῶν ἀνάγκη ἔστω τοὺς δικαζομένους περὶ τῶν χρηματικῶν ὑποθέσεων καὶ τῆς ἰνιουριάρουμ τουτέστι ὕβρεως κινουμένης ἐγκληματικῶς ἐντολεῖς προβάλλεσθαι 52. οἱ ἀξιωματικοὶ ἐν ταῖς ὥραις ἐν αἷς δικάζονται, μὴ καθεζέσθωσαν μετὰ τοῦ δικαστοῦ μήτε εὐχέρειάν τινα τοιούτου ἐχέτωσαν πράγματος.
35
pr.Ὀφείλει ὁ ἄρχων τέμνειν συντόμως καὶ ἀκλινῶς πᾶσαν δίκην.
36
pr.Ἡ τοῦ συγκλητικοῦ θυγάτηρ ἀτίμως ζήσασα ἐκπίπτει τῆς ἀξίας. σημ. γυνὴ τὴν τοῦ ἀνδρὸς δόξαν ἐπιδιώκει, οὐ μὴν τοῦ πατρὸς αὐτῆς.
37
pr.Ἔνθα ἡ προκάταρξις ἐκεῖ καὶ τὸ πέρας 58. ὁ προκαταρξάμενος παρὰ ἄρχοντος δίκην μηκέτι ἐχέτω ἐξουσίαν παραιτεῖσθαι τὸν δικαστὴν ὡς ἀπρόσφορον. ἀλλὰ μετὰ τὴν καταδίκην εἰ βούλοιτο, ἔκκλητον ποιείτωση. σημ. ἔχει δὲ διάσκεψιν πρὸ τῆς κατάρξεως δικαστὴν αἰτῆσαι ἡμέρας κ ' καὶ μετὰ προτελείας τῆς καταδίκης.
38
pr.Οὐδεὶς δύναται διδόναι δικαστὴν ἐπὶ τῷ μὴ ὑποκεῖσθαι ἔκκλητον, εἰ μὴ μόνος ὁ βασιλεύς. σημ. ὅτι ὁ ἀποκινηθεὶς συγκλητικὸς καὶ μὴ ἀποκαταστὰς οὐ δύναται δικάζειν.· λθ '. Ἐπὶ πασῶν τῶν ἀγωγῶν χρὴ τὸν δικαστὴν ἐγγράφως προνοεῖσθαι τῶν δικαζομένων τῇ μελλούση ζημίᾳ καὶ τῷ ἐλπιζομένῳ κέρδει. βι. ιζ ' τί. β΄ διγ. [λη΄].
40
pr.Ἐὰν ὁ δικάζων θέλῃ βασιλεῖ ἀναφέρειν τὰ περὶ τῆς ὑποθέσεως ἧς ἀκροᾶται, οὐκ ὀφείλει ψηφίσασθαι ἀλλὰ δ᾽ αὐτοῦ πρῶτον ἀγαγεῖν.
41
pr.Ὁ ἄλλους δικάζων δίκαια ἄλλους καταβλάπτειν οὐ δύναται. βι. λγ ' τί. β΄.
42
pr.Ἔξεστι τὸν δικαστὴν τὰς ἄγαν λεπτοτάτας ἀντιθέσεις τῶν δικαζομένων μὴ ἀκροᾶσθαι.
43
pr.Ὁ πρὸ τῆς ἀρχῆς ἑνὶ τῶν μερῶν ἔν τινι συνηγορήσας ὑποθέσει οὐκ ὀφείλει δικάζειν αὐτῷ στ ἀλλ᾽ ἕτερον παρέχειν δικαστήν, ὡς βι. β ' τί. ς΄ διατ. ς ' τοῦ κώδ. το ὅτι μὴ συνηγορείτω τις ᾧ δικάζει πράγματι· τοῦτο γὰρ ποιῶν εἴργεται καθόλου συνηγορεῖν καὶ ί λίτρας χρυσοῦ προστιμᾶται.
44
pr.Δύναται ὁ ὑπεξούσιος ἄρχων εἶναι καὶ δικαιοδότης, καὶ κατὰ τοῦ ἰδίου πατρός 2. βι. δ΄ τί. ζ΄ διατ. ς΄.
45
pr.Ὁ παρὰ ἄρχοντος δοθεὶς δικαστὴς ἕτερον δικαστὴν. ᾿Απὸ πατρικίων ἕως τῶν ἰλλουστρίων εἰσὶν οἱ συγκλητικοὶ καὶ οὗτοι μόνοι βουλὴν ἐν τῇ συγκλήτῳ δύναται λέγειν. (Dig.,, §. 1.) — Οὐ δύναται ὁ ἔπαρχος τῶν πραιτωρίων ἐμβάσανον ζήτησιν ποιῆσαι ἐπὶ τοῖς συγκλητικοῖς. (Cod. XII,, 10.) Dig. XLIX,, §. 4. Dig. I,, 2. Malim ἔγγραφα. F ἐγγράφου. F ἐπὶ τῇ. Recte. F addit haec: Ὁ ἐγκαλεσάμενος δικαστὴν οὐ δύναται ἐφ᾽ ἑτέραις δίκαις αὐτὸν ὡς ἐχθρὸν πάραιτεῖσθαι· πάλιν γὰρ αὐτὸν ἐγκαλεῖσθαι δύναται. (Dig. XLIX, 12.) sc.. Dig. II,, 17. F νη΄. Α αὐτὸ, Ε αὐτὸν. F hic dig.. addit: Ἡ τοῦ δικαστοῦ ἀπειλὴ οὐ νοεῖται ψῆφος οὐδὲ λυμαίνεται τῷ καταδικασθέντι· ὅτι τὸ πρᾶγμα ἀπειλή ἐστι καὶ οὐ ψῆφος νοεῖται τὸ ἐν ἐπιστολῇ ἀποφανθέν. ἀλλὰ καὶ εἴ τι προσθήσει ὁ δικαστὴς ἰδίᾳ ψήφῳ οὐκ ἰσχύει. (Cod. VII,, 1..) Cf. Cod. I,, 14. sc. αἱρετὸς δικαστής. II. οὐ δίδωσιν. ὁ δὲ παρὰ βασιλέως ὀφθεὶς δικαστὴς ἐφ᾽ οἱασδήποτε δίκης δύναται δοῦναι ἕτερον δικαστὴν, καὶ ἐπ᾿ αὐτῷ το ἀνατρέχει ἡ κατὰ τοῦ προβληθέντος ἔκκλητος. ὡς βι. β΄΄ τί. δ διατ. α΄. ε΄.
46
pr.Ἐὰν ἐκ τριῶν δικαστῶν ἀπόντος τοῦ ἑνὸς οἱ δύο συναινέσαντες ἀποφήνωνται, οὐκ ἔῤῥωται ἡ ψῆφος αὐτῶν· τότε γὰρ ἡ τῶν πλειόνων δικαστῶν γνώμη κρατεῖ, ὅτε πάντες πάρεισι καὶ δικάζουσιν.
47
pr.Προκάταρξίς ἐστιν ἡ διήγησις τῆς ὑποθέσεως, καὶ οὐχ ἡ ἔκδοσις τῆς ἀγωγῆς οὔτε ἡ ὑπόνοιας οὔτε ἡ μονομερὶς ἐντυχία. πλέον γὰρ τούτων ὅλων ἰσχύει ἡ ψιλὴ διαμαρτυρία, ὅτι ἰντερουμπεύει χρόνον, ἡ ἐπερώτησις ὁμοίως καὶ ἡ διάγνωσις.
48
pr.Πρὸ τῆς κατάρξεως τῶν δικῶν ὁ ἄκτωρ καὶ ὁ ῥέος τὸν νενομισμένον ὅρκον καταβαλλέτωσαν χωρὶς κληρικῶν. κατὰ τὴν ρκδ΄ νεαρὰν ὀφείλουσιν ὀμόσαι, ὅτι οὐδὲν δέδωκεν οὐδὲ ὑπέσχετο ἐπὶ διαφθορᾷ τῆς δίκης. καὶ σημ. ὅτι τοῦτον τὸν ὅρκον οἱ ἐντολεῖς ὀμνύναι ὀφείλουσιν, κἂν οἱ πρωτότυποι διατελοῦσι τὸν νενομισμένον ὅρκον παρόντες ἢ ἀπόντες. ὁ μὲν ἄκτωρ μὴ ὀμνύων τὸν ἐπὶ τῇ δίκῃ ὅρκον ἐκπίπτει τῆς δίκης, ὁ δὲ ῥέος καταδικάζεται.
49
pr.Κατὰ τοὺς νόμους οἱ διοικηταὶ τὰς ὑποθέσεις τεμνέτωσαν πρὸς τὸ φαινόμενον αὐτοῖς δίκαιον, καὶ μὴ φοβείσθωσαν βασιλικὴν ἀντιγραφὴν παράνομόν τι ποιῆσαι αὐτοῖς κελεύουσαν ὡς ἀνίσχυρον 82. βι. ζ΄ τί. έ διατ. ιβ΄ τοῦ κώδ. ἔνθα φησὶν τοὺς δικάζοντας ὀφείλειν κρῖναι κατὰ τοὺς νόμους καὶ μὴ ἀκολουθεῖν ταῖς ἀδίκοις ἑτέρων ψήφοις. βι. κς ' τί. β΄ διγ. κς '.
50
pr.Ὁ κατὰ θείαν κέλευσιν ὑποθέσεως ἀκροώμενος [οὐ] κωλύεται δικάζειν, εἰ καὶ ἀτελῶς ἀπεδόθησαν αἱ περὶ αὐτοῦ δεήσεις τῷ βασιλεῖ.
51
pr.Χρὴ τὸν δικαστὴν μὴ ἐν ἑνὶ μόνον μέρει προσέχειν ἀλλὰ πάντα τὸν νόμον περισκοπεῖν.
52
pr.Ὁ ὑπονοθεύων τὸν δικαστὴν ἐκπίπτει τῆς δίκης. καὶ ὁ ἐπὶ τῷ νομίμως ἀποφήνασθαι διδοὺς δικαστῇ ὡς πλαστογράφος τιμωρεῖται καὶ τῆς δίκης ἐκπίπτει. καὶ ὁ λαβὼν τί. δ΄ διατ. α΄? Lege ὑπόμνησις. χρήματα καὶ καταδικάσας τινὰ ἀναγκάζεται ἀποκαταστῆσαι αὐτῷ τὴν τῆς δίκης διατίμησιν.
53
pr.Οὐκ αἰτιᾶταί τις ἐν αὐτῷ τινα εἰς πολλὰ δικαστήρια, ἐπεὶ καὶ δίδωσιν αὐτῷ τὸ διπλοῦν ὧν ἀνήλωσε καὶ τῆς δίκης ἐκπίπτει.
54
pr.Ὁ ἐξ ἀδικίας τοῦ δικαστοῦ δεσπότης ἀποφανθεὶς οὐκ ἔχει τὸ πρᾶγμα εἰς ἐκδίκησιν ἀλλ᾽ ἢ μόνον παρακατάσχεσιν. βι. κ΄.
55
pr.Οὐκ ἀναγκάζεται περὶ ὅλων τῶν κεφαλαίων ὁ δικαστὴς ψηφίσασθαι, ἀλλὰ περὶ μόνων ὧν θέλει κρίνει, καὶ περὶ τῶν λοιπῶν ἀναφέρει μείζονι δικαστῇ τὸ φυλάττων........ τοῖς μέρεσιν. σημ. ὅτι πολλῶν ὄντων κεφαλαίων περὶ ὧν βούλεται ἀποφαίνεται ὁ δικαστής 92. σημ. πᾶς δικαστὴς τέμνει τὰς δίκας χωρὶς ὑπερθέσεως· ἐπεὶ παραιτοῦνται αὐτὸν οἱ δικαζόμενοι καὶ περὶ τούτου βασιλεῖ διδάσκουσιν. βι. γ΄ τί. α΄ διατ. ιβ΄.
56
pr.Δεύτερόν τις οὐ δεῖται βασιλέα κατὰ τῆς ψήφου τῶν ἐπάρχων ἀλλὰ ἅπαξ μόνον.
57
pr.Ἡ πλάνη τῶν τὰς δεήσεις ὑπαγορευόντων οὐ βλάπτει τὴν ἀλήθειαν. μετὰ τῶν εἰρημένων ἐν τῷ κὰ καὶ κβ΄ τί. τοῦ α΄ βι. τοῦ κώδ.
58
pr.Ὅτι ὁ ψευδή βασιλέα δεηθεὶς οὐκ ὠφελεῖται οὐδὲ ἀπὸ φάκτου οὐδὲ ἀπὸ νόμου. ὅθεν μὴ δεχόμενος αὐτὸν ὡς ψευδόμενον ὁ δικαστὴς ὀφείλει κρῖναι κατὰ τὴν ἀλήθειαν, καὶ μὴ μετὰ τὴν ψευδῆ αὐτοῦ δέησιν.
59
pr.Ὁ ψευδῆ δεηθεὶς κἂν τύχῃ νομίμου ἀντιγραφῆς, ἐκπίπτει αὐτῆς 101. ἡ δὲ κβ ' διάτ. τοῦ δ΄ τί. τοῦ α΄ βι. τοῦ κώδ. λέγει, ὅτι ἡ κατὰ συναρπαγὴν γενομένη θεία κέλευσις οὐκ ἰσχύει, ἀλλὰ καὶ παράνομος αἴτησις τιμωρεῖται.
60
pr.Οὐδὲ βασιλέως ῥέσκριπτον ἀνατρέπει τὴν ψήφῳ τμηLege εἰς αὐτὸ. Cod. II,,. Non invenio. Cf. tit. §.. mox repetens. F τεμνέτω. Α β΄. F hoc loco haec intercalat: Χρηματικῆς καὶ ἐγκληματικῆς οὔσης δίκης πρῶτον τέμνεται τὸ περὶ τῆς χρημάτων αἰτίας. Τὰ ἐν δικαστηρίῳ πεπραγμένα καὶ ἀνενεχθέντα εἰς ὑπομνήματα ἰσχυρὰ διαμένουσι καὶ τελευτῶντος τοῦ δικαστοῦ. σημ. ὁ καταδικασθεὶς καὶ αἰτήσας ὑπέρθεσιν καταβολῆς δοκεῖ χρεωστεῖν, καὶ οὐ δύναται μετὰ ταῦτα ἀνατρέψαι τὴν ψῆφον, ἐὰν οὐκ ἐξεκαλέσατο πρὸ τοῦ αἰτῆσαι θεῖσαν δίκην, ἐκκλήτου μὴ παρακολουθησάσης. φησὶ δὲ καὶ ἡ [η] διάτ. τοῦ ξβ΄ τί. τοῦ ζ΄ βι. τοῦ κώδ. ὡς ὁ μὴ ἐγκαλεσάμενος ἀναγκάζεται ποιεῖν τὰ ἀπὸ καταδίκης δηλονότι, εἰ μείζων ἐστὶ τῶν κε΄ ἐτῶν κατὰ τὴν ἐκεῖσε ἐπιτήρησιν καὶ ἔῤῥωται ἡ ψῆφος 104. σημ. ταῦτα δὲ νόει, ἐὰν ἔννομος ἡ ψῆφός ἐστιν. εἰ γὰρ παράνομος ἐξενεχθῇ, οὐδὲ ἐκκλήτου δέεται πρὸς ἀνατροπήν. ὡς βι. α΄ τί. κά διατ. α΄ τοῦ κώδ.
61
pr.Ἠρτημένης τῆς δίκης οὐ δύναταί τις τῶν δικαζομένων βασιλέως δεηθῆναι, εἰ μὴ ἄρα τὸ ἶσον τῶν κεκριμένων ἢ τῶν διαλαλιῶν οὐκ ἐξεδόθη αὐτῷ παρὰ τοῦ δικαστοῦ. διάτ. β΄. σημ. οὐδεὶς πρὸ ἀποφάσεως ἐγκαλεῖν δύναται.
62
pr.Ὁ μὴ ἐμπροθέσμως καὶ νομίμως ἐκκαλεσάμενος οὐδὲ βασιλικῇ ἀντιγραφῇ βοηθεῖται οὐδὲ ἀνατρέπεται τὰ κριθέντα· ἀλλὰ καὶ εἰ κινήσει αὖθις, ἀτιμοῦται 106. βι. ζ ' τί. ξβ΄ διάτ. ι.
63
pr.Οὐ δύναταί τις ἄλλῳ παραπέμπειν δίκην, ἧς οὐχ ἁρμόζει αὐτῷ ἡ δικαιοδοσία. ὅθεν καὶ ψῆφος τοῦ προκαταβαλλομένου ὑπ᾽ αὐτοῦ οὐκ ἔῤῥωται 109. φησὶ γὰρ ἡ [δ '] διάτ. τοῦ μή τί. τοῦ ζ΄ βι. ὅτι οὐκ ἰσχύει ἡ παρὰ ἀναρμοδίου δικαστοῦ ἐξενεχθεῖσα ψῆφος. ἡ δὲ τῶν λιτιγατόρων συναίνεσις ποιεῖ πρόσφορον τὸν ἀπρόσφορον δικαστὴν, εἰ μὴ ἄρα ἰδιώτης ἐστίν.
64
pr.Καὶ μετὰ τὸ πληρωθῆναι τοὺς ἀγῶνας ἐρωτᾷ ὁ δικάζων τὰ μέρη, εἰ ἄρα τὶ αὐτοῖς πρὸς δικαιολογίαν παρέλειπε· καὶ τὰ παραλελειμμένα τοῖς μέρεσι νόμιμα δηλονότι καὶ πάκτα ἤτοι σύμφωνα ἀναπληρούτω ὁ δικάζων πράγματος μὴ ἀποφαίνεσθαι ὑπὲρ αὐτοῦ, ἀλλὰ ἀναφέρειν ἐπὶ μείζονα δικαστὴν τὸ ζητούμενον.
65
pr.Ἐν πάσῃ δὲ ἐκκλήτῳ φυλαττέσθωσαν αἱ ταύτης ἡμέραι παρὰ τῶν μερῶν. εἰ δὲ ὁ ἐκκαλεσάμενος μὲν παραγένηται, ὁ δὲ νικήσας ἀπολειφθῇ, ἀναμενέτωσαν αὐτὸν μέχρι τῆς τελευταίας κυρίας τουτέστι τῆς διετίας οἱ δικασταὶ, καὶ ἀναζητοῦντες εἰ μὴ εὕρωσι τὸν ἀπολειφθέντα, ἐξεταζέσθωσαν κατὰ Theod. Cod. II,,. sc. Cod. I, 21. Cod. I,,. F ξέ΄. Non invenio. F hic intercalat haec: Τιμωρεῖται ὁ χαμαιδικαΗ στὴς χρήμασι διαφθειρόμενος. πᾶς δικαστὴς δεχέσθω κατ᾿ αὐτοῦ ἔγκλητον, καὶ διδότω εἴσω λ΄ ἡμερῶν ἀριθμουμένων ἀπὸ τῆς ἀποφάσεως ἑκάστῳ τῶν δικαζομένων τὰ παρ᾽ αὐτοῦ πεπραγμένα· ἐπεὶ ἀτιμοῦται οὐ μὴν ἀλλὰ καὶ λ ' λίτρας δίδωσι πρόστιμον. τὸ μέντοιγε ποιῆσαι τὸ ἱκανὸν τῷ ἡττηθέντι ἐπειδὴ τὴν παραδρομὴν τῆς δευτεροετίας βεβαιοῖ τὴν ψῆφον αὐτοῦ (?). κεκριμένον λέγεται τὸ ψήφῳ τμηθὲν, δι ἧς καταδικάζεταί τις ἢ ἀπολύεται. Cod. III,. Excidisse quaedam videntur. Cod. III,,. μίαν μοίραν τὰ πεπραγμένα καὶ νόμιμον αὐτοῖς παρεχέτωσαν ψῆφον. νεα. ρκς '.
66
pr.Ἡ τῶν συνηγόρων πλάνη οὐ βλάπτει τοὺς ὑπ᾽ αὐτῶν συνηγορουμένους. οὐδὲ κατὰ προδοσίαν λεγόμενα ὑπὸ τῶν συνηγόρων βλάπτει τοὺς πρόσφυγας αὐτῶν.
67
pr.Ἐὰν συνηγορήσω τινὶ κατὰ ἄγνοιαν ἐκδικοῦντι τὸ ἐμὸν πρᾶγμα ὡς προσῆκον αὐτῷ, οὐ βλάπτομαι περὶ τὴν δεσποτείαν διὰ τὸ ἐν ἀγνοίᾳ συνηγορῆσαι αὐτῷ. εἰ δὲ ἐν συνειδήσει συνηγόρησα, βλάπτομαι ' περὶ τὴν δεσποτείαν. βι. ς΄ τί. α΄ διγ. νδ΄.
68
pr.Καὶ γυναιξὶ καὶ ἄφροσι καὶ τοῖς διὰ τὴν δυναστείαν τοῦ ἀντιδίκου μὴ εὐποροῦσι συνηγόρους δεῖ παρέχεσθαι. βι. α΄ τί. ς ' διγ. θ΄.
69
pr.Οὐκ ἔξεστι τῷ συνηγοροῦντι ἐπερωτᾶν ἢ συμφωνεῖν ἑαυτῷ χρήματα ἠρτημένης ἔτι τῆς δίκης ἢ κοινωνεῖν τῷ πρόσφυγι αὐτοῦ ἐπὶ τὸ ἀποτέλεσμα τῆς δίκης. βι. ν΄ τί. ιθ ' διγ. α΄.
70
pr.᾿Απρεπὲς καὶ σχεδὸν ἀθέμιτόν ἐστι τὸ δίχα τινὸς προηγήσεως γυμνὸν τὸ πρᾶγμα παρατίθεσθαι τὸν δικαστήν. βι. α τί. β΄ διγ. ξβ΄.
71
pr.Ὁ συνήγορος κωλυόμενος οὐ κωλύεται τῶν τοῦ φόρου πραγμάτων, οἷον τοῦ τρακταΐζειν ἢ συμβόλαια ὑπαγορεύειν. ὁ δὲ τοῦ φόρου κωλυθεὶς ταῦτα ποιεῖν οὐ δύναται 122. σημ. ὅτι· τοῦ φόρου νομίζονται εἶναι ἀντικένσορες, δικολόγοι, ταβελλίονες, πραγματικάριοι.
72
pr.Ἐκεῖνοι μόνοι δύνανται συνηγορεῖν, οἷς τὸ ἔδικτον ἐπιτρέπει. οἷον ὁ ἐλάττων τῶν ιη΄ ἐτῶν οὐ δύναται συνηγορεῖν ἢ ἐλευθεροῦν. ὁμοίως καὶ ὁ κωλυθεὶς συνηγορεῖν δύναται μετα πενταετίαν συνηγορεῖν κἂν ἐξόριστος γέγονεν
73
pr.Δύναται ὁ ἄρχων κωλύσαι τινὶ συνηγορίαν, καὶ ἐκεῖF addit: ὡς βι. ζ΄ τί. ξ [γ] ΄ τοῦ κώδ. διατ. ε. Ὁ καταδικασθείς οὐκ ἀπαιτεῖται μὲν πρὸ δ΄ μηνῶν· αὐτοῦ γὰρ ἐστὶν ὁ χρόνος· εἰ δὲ βούλεται, καὶ πρὸ ταύτης ἐλευθεροῦται. ὡς βι. μβ΄ τί. α΄ διγ. ζ. F ὡς Α βλάπτει με. F addit: Ὁ συνοὐδὲ. Theod. Cod. I ',,. ηγορῶν δίκῃ τινὶ ἀναγκάζεται ἐπὶ προστίμῳ τριῶν χρυσίου πληρῶσαι αὐτήν. ἀναδίδωσιν ὁ δικολόγος ὅσα ἔλαβε λογάρια, ἐὰν παρ᾽ αὐτοῦ γέγονε τὸ μὴ πληρῶσαι τὴν δίκην ᾗ συνηγόρησεν. βι. ν΄ τί. β΄ διγ. α΄. (Dig. L,, §. 13.?) Imo tit. dig. §.. Potius tit. dig. §.. F προτίθ. Mox lege τῷ δικαστῇ. Imo dig. 1. Faddit haec: σημ. ὁ συνήγορος χρηματικῶς ἢ ἐγκληματικῶς δίκην προδιδοὺς ἐξστραορδίνως τιμωρεῖται. τὸ αὐτὸ καὶ ὁ ἄπιστος συνήγορος τουτέστιν ὁ προδότης κολάζεDig. XLVIII,, §. 4. Cf. Dig. I,, et III,,. νοι μόνοι δύνανται συνηγορεῖν, οἷς τὸ ἔδικτον ἐπιτρέπει. καὶ ὅτι οὐ χρη τοὺς ἐπισήμους ἢ ἀναισχύντους προτιμᾶσθαι τῶν ἐπιεικῶν, καὶ ὅτι ἀνεξίκακον δεῖ εἶναι πρὸς τοὺς συνηγόρους τὸν δικαστήν. βι. ιζ ' τί. α΄
74
pr.Καὶ οἱοσδήποτε ἀπελεύθερος καλῶς συνηγορεῖ, ὡς βι. β΄ τί. ς΄ διατ. β΄ τοῦ κώδ. κἂν ἐν ἀπουσίᾳ τις τοῦ ἰδίου συνηγόρου ἡττηθῇ, οὐ δύναται ἀνατρέψαι τὴν κατ᾿ αὐτοῦ ἐξενεχθεῖσαν ψῆφον, διάτ. γ΄ 125. οὐ συμφωνεῖ τις λαβεῖν μέρος ἐκείνης τῆς ὑποθέσεως, ἦτινι συνηγορεῖ 126. ὁμοίως καὶ ἀξιωματικὸς συνηγορῶν, εἰ λάβῃ μισθὸν, ὡς ἰδιώτης νοεῖται· ὅθεν καὶ ἱστάμενος συνηγορεῖ. καὶ σημ. ὅτι ὁ συγκλητικὸς καθήμενος συνηγορεῖ, κἂν ἐπ᾿ ἐγκλήματι διαγινώσκεται.
75
pr.Ὁ ἡττώμενος κατὰ προδοσίαν τοῦ ἰδίου συνηγόρου ἀνατρέπει τὴν κατ᾿ αὐτοῦ ἐξενεχθεῖσαν ψῆφον, μετὰ τὰς ἀποδείξεις ἐκκλήτου μὴ χρήζων 128. σημ. ὡς ἡ τοῦ συνηγόρου πλάνη οὐ βλάπτει τοὺς ὑπ᾿ αὐτῶν συνηγορουμένους, ἀλλ᾽ οὐδὲ τὰ κατὰ προδοσίαν λεγόμενα ἀπὸ τῶν συνηγόρων βλάπτει τοὺς πρόσφυγας αὐτῶν.
76
pr.Ὁ ἑλόμενος κομπρομισσάριον δικαστὴν τουτέστιν αἱρετὸν ἀνάγκην ἔχει τοῖς παρ'᾿ αὐτοῦ κρινομένοις ἐμμένειν, εἰ καὶ ἀδίκως ἀποφαίνεται 130. σημ. εἴ τι μαρτυρεῖ ἢ ἀποδειχθῇ ἢ ὁμολογηθῇ καὶ παρὰ κομπρομισσαρίῳ, τοῦτο δεκτόν ἐστι παρὰ τοῖς δικασταῖς.
77
pr.Οὐ δύναται ὁ ἄρχων ἐξ οἰκείας ἀποφάσεως κομπρομισσάριος γενέσθαι δικαστής, εἰ μὴ ἐγγράφως ἢ ἀγράφως συμφωνήσωσιν ἐμμεῖναι αὐτοῦ τῇ ψήφῳ ἀρεσκόμενοι τοῖς παρ ' αὐτοῦ κριθησομένοις. ὡς νε. πα΄, μηδένα δύνασθαι αἱρετὸν χωρὶς ποινῆς.....
78
pr.Ὁ ἄρχων τῆς ἐπαρχίας περαιτέρω δύο οὐγκιῶν μὴ προτιμᾶσθαι· ὁ δὲ ἀνθύπατος καὶ ὁ κόμης τῆς ἀνατολῆς ἕως καὶ [5΄] οὐγκιῶν προστιμάτωσαν· οἱ δὲ λοιποὶ ἄρχοντες καὶ οἱ ἐν τόπῳ τῶν ὑπάρχων διοίκησιν πεπιστευμένοι ὑπὲρ γ ' οὐγκίας μὴ προστιμάτωσαν. ὁ δὲ παραβὰς τῶν ὡρισμένων τῇ διατάξει εἰς τὸ διπλάσιον ἀναδιδότω τῷ φίσκῳ
79
pr.Οὐ δύναται ὁ δοῦλος ἰσχυρῶς ἐπερωτᾶσθαι κομπρό Non invenio. Cf. Dig.,,. Imo c. cod. lb. c.. Ib. c.. Cod.,, 1. Cf. supra c.. Cod. IH,,. Ib. c. §.. Cf. Dig. IV,, §. 2. Imo πβ΄. Nempe aliquid excidit. Απ τὸ ὡρισμένον? Cod. I,,. μισα τουτέστι πρόστιμον, εἰ καὶ νομίζεται ἐλεύθερος εἶναι. οἱ δὲ ὑπεξούσιοι ἰσχυρῶς ἐπερωτῶνται κομπρόμισα.
80
pr.Τοὺς βαρύτερόν τι ἡμαρτηκότας δύνανται οἱ ἔπαρχοι καὶ ἕως ν ' λιτρῶν ἀργυρίου προστιμᾶν.
81
pr.Τὰ ἐπιφερόμενά τισι προστίματα τῷ ταμείῳ παραχρῆμα εἰσφέρεσθαι, εἰ μὴ αὐτὸς ὁ προστιμήσας ἄρχων εἰς δημόσια ἔργα ἢ εἰς τὸν δημόσιον δρόμον ἢ εἰς ἄλλας ἀναγκαίας χρείας ἀφορίσει.
82
pr.Ὁ αἰτῶν δηλατίωνα ἐν τῇ ἰδίᾳ ἐπαρχίᾳ ἐχέτω μῆνας τρεῖς, εἰ δὲ ἀπὸ ἐγγιζούσης ἐπαρχίας θέλει παραγαγεῖν μάρτυρας ἢ συμβόλαια, ς ' μῆνας λαμβανέτω ὡς πρὸς ὑπέρθε σιν. ἐὰν γὰρ διαπόντιον θέλει πορεύεσθαι, θ ' μηνῶν ἐχέτω διάστημα.