Epit. 1.15
Περὶ δημοσίων πραγμάτων, καὶ περὶ ὑποτελῶν καὶ ἐξισωτῶν.
Abrir no leitor do IusCommune →1
pr.Τῶν πραγμάτων τὰ μὲν εἰσι θείου δικαίου, τὰ δὲ ἀνθρωπίνου. τὰ θείου δικαίου οὐδενός εἰσι, τὰ δὲ ἀνθρωπίνου ἐν οὐσίᾳ τινός εἰσιν. τὰ μὲν σωματικὰ ὅσα ἁφῇ ὑποπίπτει, τὰ δὲ ἀσώματα ὡς κληρονομίαι, χρήσεις, ἐνοχαὶ καὶ δουλεῖαι. καί τινα μὲν φυσικῷ δικαίῳ πάντων ἐστὶν, τινὰ δὲ τῆς ὁμάδος, τινὰ δὲ οὐδενὸς, καί τινα τῶν καθ᾽ ἕκαστον. φυσικῶς πάντων ἐστὶν ὁ ἀὴρ, τὸ ἀένναον ὕδωρ, ἡ θάλασσα καὶ ὁ αἰγιαλός. οἱ γὰρ ποταμοὶ καὶ αἱ λίμναι πουβλίκου εἰσὶ δικαίου '.
2
pr.Τῆς ὁμάδος εἰσὶ τὰ στάδια, τὰ θέατρα καὶ τὰ ὅμοια. σημ. σάγκτα εἰσὶ τὰ τείχη τουτέστιν ἅγια, ἐν οἷς κεκώλυταί τινα πλημμελεῖν. σάκρον ἐστὶ τὸ τῷ δημοσίῳ ἀφαιρεθὲν, εἴτε ἐν πόλει εἴτε ἐν ἀγρῷ. γ΄ Τὰ κατ ' οἰκείαν φύσιν τῇ ἡμετέρᾳ δεσποτείᾳ μὴ ὑποπίπτοντα, εἰς ἐπερώτησιν ἐῤῥωμένως οὐ κατάγεται.
4
pr.Ὁ μισθωσάμενος ἀπὸ δημοσίου θηρᾶν τόπον ἢ ἀπὸ πόλεως, οὐ δύναται ὑπό τινος κωλύεσθαι μὴ χρῆσθαι τῷ τόπῳ.
5
pr.Οἱ τῶν δημοσίων ἐπιμελούμενοι μετὰ τοῦ μηδένα καταβλάπτεσθαι ὀφείλουσι τοῦτο ποιεῖν.
6
pr.Τὰ ἐπὶ βλάβῃ τοῦ δημοσίου κατὰ κέλευσιν γινόμενα ἀντὶ μὴ γεγονότος εἰσίν.
7
pr.Οἱ τῶν περὶ πολιτικοὺς τόπους ἀλόγως διακρατοῦντες ὁ ἄρχων διακρινέτω, εἴτε ἀφαιρεθῆναι αὐτὰ χρὴ παρ᾿ αὐτῶν ἢ τέλος ἐπιθεῖναι, καὶ μᾶλλον τὸ συμφέρον τῇ πολιτείᾳ τοῦτο ποιείτω. εἰ δὲ τῷ ἑνὶ πλησιάσει, αὐτοῦ ἐστιν· εἰ δὲ πολλῶν, κατὰ διάμετρον τῶν ἰδίων γηδίων δεσπόσουσιν.
8
pr.Τὰ κακῶς ἐπικρατήσαντα ἢ ἐπινοηθέντα οὐδὲ ὑπὸ μακρᾶς συνηθείας βεβαιοῦνται.
9
pr.Οὐ δεῖ καταλύειν τοὺς οἴκους, ἵνα μὴ δημοσία εὐπρέπεια καταβλάπτηται.
10
pr.Ὁ ἐν δημοσίῳ τόπῳ τῆς πόλεως κτισθεὶς οἶκος καταστρέφεται, μηδενὸς χρόνου βοηθοῦντος τῷ κτίσαντι ἢ βασιλικῆς ἀντιγραφῆς.
11
pr.Τὸ κοινὸν δημόσιον δίκαιον ἀναιρεθῆναι διὰ πάκτου ἰδιωτικοῦ οὐ δύναται.
12
pr.Ὁ περικλείων στενὸν τόπον ἢ στοὰν ἢ στράταν ί λίτρας χρυσίου προστιμᾶται.
13
pr.Οὐδεὶς δύναται ἄνευ βασιλικῆς κελεύσεως πολιτικὸν τόπον ἢ λαμβάνειν ἢ καινοτομεῖν.
14
pr.Ὁ δημόσιος καὶ ἐπὶ ρ΄ ἔτεσιν ἐκδικεῖται.
15
pr.Ὁ εἰς περιγραφὴν τῶν δημοσίων βασιλέως ἀντιγραφὴν λαβὼν μὴ ὠφελείσθω. χρὴ γὰρ πάντας συντελεῖν τὰ δημόσια.
16
pr.Μηδεὶς προνόμιον ἀξίας προβαλλόμενος μὴ συντελείτω, ἀλλὰ πάντες πρὸς ἀναλογίαν ὧν ἔχουσι κτημάτων συντελείτωσαν.
17
pr.Ἐάν τινες ὑπερτίθενται τὰ δημόσια καταβάλλειν, πιπράσκονται τὰ πράγματα αὐτῶν, ἐφ᾽ ᾧ τοὺς ἀγοραστὰς ἀσφαλῶς κεκτῆσθαι αὐτά 19. ὡς βι. νς ' τί. η΄ περὶ ἀννόνων καὶ τελεσμάτων. Ἐπειδὴ πολλάκις εὑρίσκομεν τοὺς ταβουλαρίους τῶν πόλεων κουφίζοντας μὲν τοὺς δυνάστας κατὰ συμπαιγνίαν, βαρύνοντας δὲ τοὺς πενεστέρους, καὶ φαμὲν, ὅτι ἐὰν δείξει τοῦτό τις, μηδὲν πλέον τῆς ἀρχαίας συντελείας παρεχέτω.
18
pr.Ὁ λέγων βεβαρῆσθαι ἐκ τοῦ ἐξισωτοῦ ἄδειαν ἐχέτω προσιέναι τῷ ἄρχοντι καὶ δεικνύειν, ὅτι διὰ χάριν ἄλλου αὐτὸς ἐβαρήθη. τοῦτο δὲ μετὰ τὴν ἐξίσωσιν ἐντὸς ἐνιαυτοῦ ποιείτω·· ἐπεὶ οὐκέτι δυνήσεται, εἰ μὴ ἄρα ἀφῆλιξ εἴη ἀδιφέντευτος ἢ διὰ δημόσιον πρᾶγμα ἀποδημῶν τις.
19
pr.Ὁ νεμόμενος σάκρον ἤτοι δημόσιον τῶν ἀδεσπότων· ἐστίν. σημ. καὶ δεσπότης τοῦ σάκρου, μένει ὁ τόπος ῥελεγίο-σος, τουτέστιν οὐ γίνεται ὁ τόπος βέβηλος οὐδὲ πωλεῖται.
20
pr.Οἱ κατὰ τῶν ὀχυρῶν ἁμαρτάνοντες, τουτέστι τῶν τειχῶν, κεφαλικῶς τιμωροῦνται.
21
pr.Οἱ κίνδυνοι τῶν ἔργων τῶν πολιτικῶν καὶ εἰς κληρονόμους τῶν ἐπιμελησαμμένων καταφέρονται.
22
pr.Τῇ ὁδοστρωσίᾳ καὶ τῇ ἐπιμελείᾳ τῶν γεφύρων ὁ θεῖος οἶκος ὑπόκειται καὶ πᾶσαι αἱ ἁγιώταται ἐκκλησίαι. σημ. οὐδὲ γὰρ ταῦτα τῶν ῥυπαρῶν.:
23
pr.Ὁ στρατιώτην ἔχων ἐπὶ ἰδιωτικαῖς χρείαις δήμευσιν καὶ ἔκπτωσιν στρατείας καὶ ἀξίας ὑπόκειται, ὁ δὲ στρατιώτης ἢ φοιδεράτος μὴ ἀναχωρῶν ζώνης ἀφαιρέσει καὶ ταῖς ἐσχάταις τιμωρίαις καθυποβληθήσεται, καὶ οἱ ἄρχοντες οἱ μὴ ἐκπέμψαντες τούτους ί λίτρας χρυσίου προστιμάσθωσαν καὶ ἐξορίᾳ πείσονται.
24
pr.Σχεδὸν τὰ τῆς μέσης ἐργαστήρια ἡ βασιλεύουσα πόλις καὶ πάντα τὰ κατὰ τῶν μεσοστύλων τὰ τοιαῦτα οἰκήματα κρύπται καλοῦνται.
25
pr.Ὁ μονοπωλεῖον τολμήσας ἔχειν, τῶν ἰδίων πραγμάτων γυμνούμενος διηνεκῶς ἐξορίζεται.
26
pr.Οὐδεὶς ἔχει παραγραφὴν ἐπὶ ἐγκλήματι οὐδὲ ἐπὶ τῶν δημοσίων εἰσφορῶν, ἀλλὰ καὶ εὐθυνέσθω εἷς ἕκαστος ἐπὶ τούτοις παρ ' ἑκάστῳ ἄρχοντι.
27
pr.Οἱ ὑπογραφέντες πολιτικοὶ λογισμοὶ κατὰ μὲν τοῦ διοικήσαντος [μετὰ] κ΄ ἔτη, κατὰ δὲ τοῦ κληρονόμου μετὰ ι ' ἔτη οὐκ ἀναψηλαφᾶται.
28
pr.Ὁ κίνσος καὶ τὰ δημόσια ὑπομνήματα ἰσχυρότερα τῶν μαρτύρων εἰσίν.
29
pr.Τὰ δημόσια τέλη οὔκ εἰσι τῶν προσώπων ἀλλὰ τῶν πραγμάτων, καὶ οἱ φόροι οὐ τῶν ἀπογεγραμμένων ἀλλὰ τῶν νεμομένων.
30
pr.Ὁ μὴ νεμόμενος ὑπὲρ τῶν νεμομένων οὐ δεῖ καταβάλλειν τῶν δημοσίων εἰσφορῶν τὸ βάρος, κἂν μὴ μετενεχθῇ ἡ τοῦ τέλους ἀπογραφὴ, ἀλλ᾽ οἱ νεμόμενοι τὰ δημόσια τελέσματα ἐπιγινωσκέτωσαν καὶ μὴ συμφώνοις ἐναντίοις ὠφελείσθωσαν.
31
pr.Ὁ κατὰ φιλοτιμίαν ἀγροὺς ἀλλοτρίους λαβὼν τὰς συντελείας τῶν χωρίων αὐτῶν ἐπιγινώσκειν ἀναγκάζεται.
32
pr.Ὁ τελώνης ἀνδράποδα κατεσχηκὼς καὶ τὸ ὀφειλόμενον αὐτῷ τέλος μὴ ἀπαιτήσας, εἰς τὸ διπλοῦν ἔχει τὴν ἀπαίτησιν. βι. δ΄ τί. ξβ΄.
33
pr.Ὁ τὰς ἰδίας ἀποδείξεις ἀρνούμενος καταδικάζεται εἰς τὸ διπλοῦν τῶν ἐγκειμένων ταῖς ἀποδείξεσιν· πλὴν ἴσθι, ὅτι καὶ ἐνταῦθα φυλάττεται ἡ περὶ ὅρκου δόσις. σημ. ὅτι ἐξάκτορες ἀρνούμενοι ταῖς ἰδίαις ἀποδείξεσι χειρὸς ἀποκοπὴν ὑπομένουσιν 38. βι. α΄ τί. ε΄.
34
pr.Ὁ παρὰ τοῦ ἰδίου χρεώστου δημόσια χρήματα λαβὼν, κἂν ἠγνόει κἂν ἐδαπάνησεν αὐτὰ, ὑπόκειται ἀποδοῦναι αὐτά.. σημ. ὅτι παντὸς δανειστοῦ προτιμᾶται τὸ δημόσιον, καὶ ὅτι σιωπηρὰν ὑποθήκην [ἔχει].
35
pr.[᾿Αντὶ] τῶν ἀπόρων καὶ ἀποδήμων οἱ παρόντες εὔποροι ἀπαιτείσθωσαν.
36
pr.Πᾶς νεμόμενος συντελείτω ὑπὲρ ὧν μόνον νέμεται. ἔνθα φησὶν, ὅτι οὐδὲ ὑπὲρ τὴν θείαν δελεγατίονα ἀπαιτεῖ τις.
37
pr.Ὅτι δεῖ καὶ τὸ ὄνομα τοῦ καταβάλλοντος καὶ τῶν ὑπ᾽ αὐτὸν καὶ τὸν χρόνον καὶ τὸ ποσὸν τῆς διαγραφῆς καὶ τὰ καταβαλλόμενα εἴδη ὀφείλει σημειοῦσθαι ἐν ταῖς ἀποχαῖς τῆς διαγραφῆς.
38
pr.Αἱ τῶν χωρίων μεταθέσεις εἰς εὐπόρους ἀδιαστρόφως μετατιθέσθωσαν, ὁμολογοῦντος καὶ τοῦ μετατιθέντος κινδύνῳ αὐτοῦ γίνεσθαι τὴν μετάθεσιν. ἀπαιτεῖται τὰ δημόσια αὐτῶν, κἂν συνεφώνησε μὴ δοῦναι. Cf. c. infra.
39
pr.Ἐάν τις ἀπὸ ἐξισωτοῦ παραλάβῃ ἀγρὸν, ἀσφαλῶς μὲν αὐτὸν κατέχει, τὰς δὲ λοιπάδας τῶν πρώην ἢ τοῦ πρώην κτησαμένου οὐκ ἀναγκάζεται καταβαλεῖν.
40
pr.Δύναται ὁ ἐξισωτὴς ἐντὸς ἐνιαυτοῦ μέμψασθαι τὴν γενομένην παρ᾿ αὐτοῦ ἐξίσωσιν.
41
pr.Ἐάν τις λέγῃ ἑαυτὸν δεσπότην εἶναι ἢ ὑποκεῖσθαι αὐτῷ τὸ πρᾶγμα ἀναγκαζέσθω τὰ δαπανήματα δοῦναι, ἃ ἐποίησεν ἐκεῖνος εἰς ἐπιβελτίωσιν τοῦ ἀγροῦ. εἴσω δὲ ς ' μηνῶν ὀφείλει τὶς ἐνάγειν, μετὰ δὲ τοὺς ἓξ μῆνας οὐδεὶς δύναται ἐνάγειν. ὡς βι. ιά τί. νή διατ. ζ΄ τοῦ κώδ.
42
pr.Ὁ μὴ νεμόμενος πρᾶγμα ἀπὸ δικαίου τίτλου, κἂν καταβάλῃ ὑπὲρ αὐτοῦ τὰ δημόσια, οὐ δεσπόζει αὐτοῦ. καὶ σημ. ὅτι τὸ καταβαλεῖν δημόσια οὐ περιποιεῖ οὐδὲ ἀφαιρεῖται δε σποτείαν, ὡς βι. γ΄ τί. λβ ' διατ. κέ τοῦ κώδ. κἂν ἀλλότριόν τις νέμεται ἀδίκως, πάντως νικᾷ, τοῦ ἐνάγοντος μὴ ἀποδεικνύοντος εἶναι ἴδιον αὐτοῦ τὸ ἀμφισβητούμενον.
43
pr.Ἐάν τις ἔχων οὐσίαν ἐκποιήσῃ καθ ' οἱονδήποτε τρόπον τινὶ ἀγρὸν μὴ ἐπιβαλὼν αὐτῷ τὰ ἀνήκοντα τελέσματα, καὶ ἀπορήσῃ ἡ λοιπὴ κτῆσις, χρὴ τὸν δοθέντα ἀγρὸν ἐπαναδραμεῖν εἰς τὰ ὁμόδουλα, κἂν διὰ μέσου πολλοὶ οἱ διάδοχοι ὤφθησαν τοῦ τὸ ἴδιον χωρίον χωρὶς δημοσίου ἐκποιήσαντος. νεαρὰ ξ΄.
44
pr.Κἂν τὴν προῖκα κερδάνῃ ὁ ἀνὴρ, οὐκ ἀπαιτεῖται τῆς γυναικὸς δημόσια· οἱ γὰρ κληρονόμοι αὐτῆς συντελοῦσι τὰ τῶν ἄλλων πραγμάτων δημόσια. βι. ἐ τί. ιβ ' διατ. κζ '.
45
pr.Οὐ δίδωσί τις τέλος ὑπὲρ ὧν εἰς ἰδίαν χρείαν ἢ γεωργίαν ἀποφέρει, οὐδὲ ὑπὲρ ὧν τῷ φίσκῳ εἰσκομίζει.
46
pr.Οὐχ ἕλκεταί τις τοῦ ἰδίου οἴκου δημόσιον χρεωστῶν, οὐδὲ διεκδικεῖ αὐτὰ, ἀλλὰ ὑπομένει διάπρασιν τῶν ἰδίων πραγμάτων.
47
pr.᾿Απαιτῶν ὁ ἄρχων τὰ τοῦ μέλλοντος ἐνιαυτοῦ δημόσια ἀτιμοῦται καὶ ἐκπίπτει τῆς αὐτοῦ ἀξίας. καὶ ὁ ἄρχων· τὸν ἐγκαλοῦντα περὶ δημόσια μὴ ἀκούων λ ' λίτρας χρυσίου προστιμᾶται.
48
pr.Ποταμοῦ μετάγοντος πράγματα ἐμὰ εἰς τόπον, ἐὰν· κωλύωμαι ταῦτα προαγαγεῖν, ἁρμόζει μοι τὸ περὶ βίας ἰντέρδικτον.
49
pr.Τὰ ἀπὸ ἀλλουβίωνος τουτέστι τὰ ἀπὸ ὕλης προστι· θέμενα αὐτῷ ἔοικε τῷ ἀγρῷ ᾧτινι προσετέθη.
50
pr.Ἐὰν [ἐν] ποταμῷ πλησιάζοντι τῷ ἐμῷ ἀγρῷ ἀναφυῇ -νῆσος, οὐ δεσπόζω αὐτῆς. τὰ δὲ ἀνεπαισθήτως τῷ ἀγρῷ προστιθέμενα, προσθήκη καὶ παρακολουθήματα τοῦ ἀγροῦ εἰσι. τὸ αὐτὸ, εἰ καὶ δένδρα μετενεχθέντα ῥιζώσει, ἐμὰ γίνεται.
51
pr.᾿Απὸ ναυσιπόρου ποταμοῦ οὐκ ἔξεστι ὕδωρ ἀποσπᾶν τοσοῦτον, ὅσον οὐ δι ποιεῖ αὐτὸν ναυσιπόρον μὴ εἶναι. ἀλλ᾽ οὐδὲ ἀπὸ τοῦ ῥείθρου τοῦ ποιοῦντος αὐτὸν ναυσιπόρον.
52
pr.Οἱ ποταμοὶ κίνσῳ ἐοίκασι, καὶ τοὺς ἰδιωτικοὺς τόπους πιλλάκις δημοσίους ποιοῦσι ῥέοντες δι αὐτῶν, καὶ τοὺς δημοσίους ἰδιωτικοὺς ποιοῦσιν ἀναχωροῦντες τῆς ἰδίας κοίτης. -σημ. ὁποίως καὶ τὰ ἀπὸ προσκλύσεως δημόσια γενόμενα ἐπιγινώσκουσιν.
53
pr.Ὁ ποιῶν ἔργον εἰς ποταμοῦ ὄχθην, ἐγγύας παρεχέσθω, ὅτι εἴσω ἱ ἐτῶν οὐ βλάπτει τοὺς γείτονας.
54
pr.Ὅτε ὑπὸ θαλάσσης ἢ ποταμοῦ ἐπικλύζεται ἀγρὸς,· ἀπόλλυται ἐπ᾿ αὐτῷ ἡ δεσποτεία, ἀναχωροῦντος δὲ τοῦ ὕδατος ὑποστρέφει πρὸς τὸν πάλαι δεσπότην. ἐὰν δὲ οὕτως ἐγχρονίσῃ τὸ ὕδωρ, ὥστε καὶ κοίτην τοῦ ποταμοῦ γενέσθαι, τότε· οὐδὲ ἀναχωροῦντος τοῦ ὕδατος ὑποστρέφει πρὸς τὸν δεσπότην.
55
pr.Οἱ ποταμοὶ καὶ αἱ ὄχθαι αὐτῶν δημόσια εἰσίν. ὄχθη δὲ ἐστὶν ἡ ὅλον περιέχουσα τὸν ποταμὸν, οὐχ οἱ περὶ τὰς ὄχθας τόποι καὶ ἀφ᾽ οὗ ἐκ τοῦ ὁμαλοῦ ἄρχεται ἐπὶ τὸ ὕδωρ ἐπικλίνειν το. Ε δημόσιον. Αη δημοσίων? Cf. Dig. XLI,,. lhidem. Dele, aut oὖν lege. Dig. XXXIX,, §.. Dig. XLI, 1, §.. Non intelligo. Dig. XXXIX,, pr. Cf. Dig. XLI,, 7. Α τῶν. F haec intercalat: Σουρφίκιον καλεῖται, ὅτε λαβὼν παρ᾿ ἄλλου τινὸς τόπον ἵνα κτίσω ἐπ᾿ αὐτὸν καὶ δίδωμι τοῦ ἐδάφους μισθὸν ἐτήσιον, ἔχω δὲ ἐπ᾿ αὐτοῖς τὸ σουρφίκιον. ὡς βι. ς ' τί. α΄ διατ. δ΄. τοὺς ἐν οἱῳδήποτε τρόπῳ νεμηθέντας ἀνενοχλήτους ἢ πάτριον μοναλίκιον καὶ μηδεμίαν ὄχλησιν ὑπομένειν χωρὶς καὶ λαβόντες ἔμειναν μὴ παρέχοντες τὸν κανόνα ἐπὶ μ'ετίας ἐπιβαίνειν αὐτοῖς ψηφιζόμενον καὶ τὸν χρόνον τοῦ προτέκτωρος ἀγωνοθετικῶς ἀγρὸν ἢ ῥελεγάτον, ἀλλὰ μόνον τὸν ὑπὲρ αὐτοῦ κανόνα παρέχειν. Quae
56
pr.Ἐὰν ἐκλείπῃ τὸ μέτρον τοῦ πραθέντος ἀγροῦ, ἀναλαμβάνει μέτρον τοῦ τιμήματος ὁ ἀγοραστὴς, καὶ ὁ πράτης μὴ κατὰ καιρὸν παραδιδοὺς τὸ πρᾶγμα κατέχεται εἰς τὸ διαφέρον. σημ. ὁ ἀγρὸς καὶ οἱ καρποὶ αὐτοῦ ἓν πρᾶγμά εἰσιν.
57
pr.Ἐὰν ὁ τῶν δημοσίων ἀπαιτητὴς κατὰ λαλιὰν τοῦ ἄρχοντος πωλήσῃ τὸν ἀγρὸν τοῦ ἀγνωμονοῦντος ἐν τοῖς δημοσίοις, οὐκ ἀνατρέπεται ἡ πρᾶσις.·· νή. Ἐὰν δὲ χωρὶς κελεύσεως ἀρχικῆς γένηται, ἡ πρᾶσις ἀνυπόστατός ἐστι. καὶ σημ. τρία δὲ ζητεῖ ἡ διάταξις, ἵνα καὶ καθαρὰ γένηται ἡ πρᾶσίς τουτέστι μὴ κατὰ δόλον τινὰ αὐτῶν τῶν ἀπαιτηθέντων συμβῇ ἀπολειφθῆναι τὸν χρεωστοῦντα, καὶ ἵνα δικαίου τιμήματος πωλήσῃ, καὶ κατὰ λαλιὰν τοῦ ἄρχοντος πωλήσῃ.· νθ '. Ἐὰν ὁ δημόσιος διὰ δημόσια χρέη πωλήσῃ πράγματα τοῦ χρεώστου, οὐδὲ αὐτὸς ὁ χρεώστης οὐδὲ ὁ δανειστὴς δύναται προσαγαγεῖν τὸ χρέος καὶ ἐκδικῆσαι τὰ πράγματα. πάντων γὰρ προτιμώτερός ἐστιν ὁ δημόσιος 13. καὶ σημ. κατὰ διάτ. Ζήνωνος μέχρι τετραετίας ἀγωγὴν ἔχει ὁ τοῦ πράγματος κύριος κατὰ τοῦ φίσκου.
60
pr.Τοῦ δημοσίου διαπιπράσκοντος ἢ ἄργυρον ἢ ἐσθῆτα ἢ τινα ἕτερα, μὴ ἐξέστω τοὺς παλατίνους ἀγοράζειν· εἰ δὲ ἀγο ράσωσι, τὸ τίμημα ζημιούσθωσαν. ξα΄ 75. Ἐάν τις ἐκφυγὼν δημοσίας λειτουργίας ἐπώλησεν ἴδια πράγματα, ἵνα ὡς πένης ἥττονα λειτουργήσῃ, καὶ τὸ συνάλλαγμα ἄχρηστον, καὶ ὁ ἀγοράσας ὅσον ἐπηγγείλατο καταβαλεῖν, τῷ δημοσίῳ ἔστω.
62
pr.Μηδεὶς ἀπὸ τῶν θείων λαργητιόνων δανειζέσθω. εἰ δέ τις ἐκ τοῦ θείου ταμείου λαθραίως ἢ φανερῶς ἢ ἐγγράφως ἢ ἀγράφως ἢ μετὰ ἐγγυητῶν δανείσηται χωρὶς βασιλικῆς κελεύ σεως, δημεύεται καὶ δεπορτατεύεται.