Epit. 1.16
Περὶ πράσεως καὶ ἀγορασίας.
Abrir no leitor do IusCommune →1
pr.Πρᾶσις καὶ ἀγορασία συνίσταται, ἡνίκα περὶ τοῦ τιμήματος ἑκάτερον συναινέσαν μέρος ὁ μὲν τὴν καταβολὴν ποιήσηται τοῦ τιμήματος, ὁ δὲ παραδοίη τὸ πιπρασκόμενον '.
2
pr.Οὐ συνίσταται πρᾶσις χωρὶς τοῦ πιπρασκομένου πράγματος. καρποὶ μέντοι καὶ τοκετοὶ μέλλοντες πωλοῦνται. εἴδη δὲ καὶ πράγματα παραδόσει. ταῦτα δὲ περὶ πράσεως καὶ ἀγορασίας λέγομεν περὶ τῆς ἀγράφως γινομένης. ἐπὶ δὲ τῆς ἐγ γράφου οὐχ ἑτέρως τὸ τέλειον προσγενήσεσθαι λέγομεν τῇ πράσει καὶ τῇ ἀγορασίᾳ, εἰ μὴ καὶ τὰ συμβόλαια τῆς πράσεως συγγραφῇ οἰκείᾳ χειρὶ τοῦ πιπράσκοντος, ἢ ὑπὸ ἑτέρου μὲν γραφῇ, ὑπογράφῃ δὲ ὁ πιπράσκων· εἰ δὲ διὰ ταβελλίονος γέ νηται, καὶ κόμπλα παρακολουθήσει.
3
pr.Τὸ δὲ δ᾽ ἀῤῥαβῶνος γινόμενον ἐν ὑστεροβουλίᾳ διαλυομένης τῆς πράσεως, εἰ μὲν ὁ ἀγοραστὴς ᾖ ὁ διαλύων, ἀπόλλυσι τὸν ἀῤῥαβῶνα· εἰ δὲ ὁ πράτης, διπλοῦν παρασχεῖν ἀναγκάζεται, τουτέστι αὐτὸ τὸ δοθὲν καὶ ἕτερον τοσοῦτον. σημ. τὸ δὲ ἀῤῥαβῶνος χάριν παρεχόμενον ἔλεγχός ἐστι πράσεως καὶ ἀγορασίας.
4
pr.Οὐδεὶς μετὰ τὸ πραθῆναι καὶ ἀγορασθῆναί τι κατὰ τοὺς ὡρισμένους χαρακτῆρας τῆς τε ἀγράφου καὶ τῆς ἐγγράφου πράσεως καὶ ἀγορασίας ἀνατρέπειν δύναται, ἀλλὰ καὶ τοῦ πεπραμένου πράγματος ὁ κίνδυνος τὸν ἀγοραστὴν ὁρᾷ, κἂν τὰ μάλιστα μήπω τὸ πρᾶγμα παραδέδοται.
5
pr.Οὐ μόνον μετὰ τὴν παράδοσιν τοῦ ἀγορασθέντος ἀλλὰ καὶ πρὸ τῆς παραδόσεως κινδυνεύεται ἐπὶ αὐτῷ, ὁ ἀγοραστὴς δηλονότι, εἰ μὴ ὑπερέθετο τραδιτεύειν αὐτὸ ὁ πράτης, ἢ αἱρετικὴ ἡ πρᾶσις ἦν καὶ ἀπώλετο τὸ ἀγορασθὲν πρὸ τοῦ ἐκβῆναι τὴν αἵρεσιν. τότε γὰρ ὁ πράτης ζημιοῦται.
6
pr.Ὁ ἀγοράζων ῥητοὺς κεράμους οἴνου ἐπὶ μέτρῳ δήλῳ, εἰ μὴ μόραν ποιήσῃ τουτέστιν ὑπέρθεσιν λαβεῖν τὴν μέτρησιν, οὐ ζημιοῦται κἂν ἀπολεσθῇ ὁ οἶνος. εἰ δὲ ὑφ᾽ ἓν οἶνόν τις ἀγοράσει μη συμφωνῶν μέτρησιν, αὐτὸς κινδυνεύει ἐπὶ αὐτῷ ἅμα τῷ λαβεῖν αὐτὸν τὰς κλεῖς τοῦ τόπου, ἔνθα ἀπόκειται. καὶ σημ. τὰ αὐτὰ δὲ κρατεῖ καὶ ἐπὶ ἐλαίου καὶ σίτου καὶ τῶν τοιούτων 10. ὅτι τὸ κέρδος τοῦ πραθέντος οἴνου καὶ ἡ ζημία τὸν ἀγοραστὴν ὁρᾷ. τοῦτο δὲ γενικῶς ἔγνως ἐκ τῆς α΄ διατ. τοῦ μη΄ τί. τοῦ δ βι. τοῦ κώδ. ἐπὶ ὅλων τῶν πωλουμένων. ὅτι οἱ μετὰ τὴν πρᾶσιν καρποὶ τῷ ἀγοραστῇ ἁρμόζουσιν.
7
pr.Ὥσπερ ἡ ἐκ τύχης· ἐλάττωσις ἢ ἀπώλεια τοῦ πεπραμένου πράγματος εἰς τὸν ἀγοραστὴν ἀνατρέχει, οὕτως καὶ εἴ τι προσγέγονε κέρδος τῷ πεπραμένῳ πράγματι, τὸν ἀγοραστὴν ὠφελεῖ, κἄν τε ἀπὸ προσκλύσεως ἢ προσχώσεως ποταμοῦ μείζων γέγονεν ὁ ἀγρὸς μετὰ τὸ τὴν πρᾶσιν συστῆναι.
8
pr.Τοιγαροῦν ἡ ἐκτύχησις, κἂν οἰκέτης ἐστὶν ὁ πεπραμένος καὶ τελευτήσει ἢ μέρος τὶ βλαβῇ τοῦ σώματος, πόδα ἢ χεῖρα ἢ ὀφθαλμὸν, ἢ οἰκία ἦν ἡ πεπραμένη καὶ ἢ ἡ πᾶσα ἢ ἐκ μέρους πυρὶ δαπανηθῇ, καὶ εἰ τῇ βίᾳ τοῦ ποταμοῦ ὁ ἀγρὸς ὅλος ἢ τὸ μέρος ἀπωλεῖται τῇ πλημμύρᾳ τοῦ ὕδατος, ἢ δένδρων ἐξ ἀνέμων καταπεσόντων πολλῶν ἥττων καὶ χείρων γένηται ὁ ἀγρὸς, ἐπὶ τούτων ἡ ζημία τὸν ἀγοραστὴν ὁρᾷ. καὶ σημ. καὶ ἴσθι ὅτι δίχα δόλου καὶ ῥᾳθυμίας τοῦ πράτου εἰ συμβῇ τῷ πράγματι τοιοῦτον, ἕξει τὸ ἀμέριμνον ὁ πράτης.
9
pr.Οὐδεὶς ἐκ τοῦ παρ᾽ αὐτοῦ ἐγχειριζομένου ὀφφικίου ἀγοράζειν τὶ δύναται κινητὸν ἢ ἀκίνητον δ᾽ ἑτέρου ἢ δι ἑαυτοῦ. καὶ γὰρ τοῦ πράγματος ἐκπίπτει, καὶ τὸ δοθὲν τίμημα οὐκ ἀναλαμβάνει. ὅπερ κρατεῖ καὶ ἐπὶ τοῦ κουράτορος τοῦ βασίλεως, εἰ μὴ πατρῷον αὐτοῦ δημόσιον ἦν.
10
pr.Ὁ βλέπων τὶ πιπρασκόμενον ὑφ᾽ ἑτέρου ἴδιον αὐτοῦ πρᾶγμα καὶ μὴ ἀντιλέγων, δοκεῖ αὐτὸς πωλεῖν.
11
pr.Ὁ ἐπίτροπος οὐ δύναται ὀρφανικὸν πρᾶγμα ἀγοράσαι. τὸ αὐτὸ καὶ ἐπὶ τῶν ὁμοίων κουρατόρων καὶ προκουρατόρων. ἀλλ᾽ οὐδὲ πωλοῦντες μεταφέρουσι δεσποτείαν. τινος ὃν ἴδῃ δαπανηρὸν, οὐκ ἔστι μάλα φίδε ὁ ἀγοραστὴς τουτέστι κακὸς, καὶ ὁ παρὰ τρυφητοῦ γὰρ ἀγοράσας οὐσουκαπιτεύει, τουτέστι διὰ τῆς χρήσεως δεσπόζει. (Dig. XLI,, 8.) - Ἐὰν παρὰ τὸν νόμον δωρηθῇ τι ἄρχοντι ἢ πραθῇ πλείονος ἢ ἥττονος, οὔτε ἡ πρᾶσις ἔῤῥωται οὔτε τὸ δοθὲν εἰς χρῆσιν ἐστὶν ἕως ἂν ὑποστρέψῃ πρὸς τὸν δόντα ἢ τὸν κληρονόμον αὐτοῦ. (Dig. XLVIII,, 8.) C ἔκχυσις ἢ. Theoph. III,, 3. - Proch. XIV,. Theoph. 1. 1. Proch. XIV, 3. Lege παρὰ τοῦ δημοσίου. - Dig. XVIII,· ιβ΄. Ἐὰν κελευσθεὶς δοῦλός μου τοὺς ὅρους ὑποδεῖξαι τοῦ πραθέντος ἀγροῦ πλέον ὑποδείξει, ἢ κατὰ δόλον ἢ κατὰ ἄγνοιαν, οὐ καταδικάζει μέ. ὡς βι. ιη΄ τί. α΄ διγ. ιη΄.· ιγ '. Ἐὰν [ἐν] τῷ πραθέντι οἴκῳ τὸ ἀποτιθέμενον ὑπό τινος χρυσίον κατὰ πλάνην ἀπομεῖναν ἐν αὐτῷ εὑρεθῇ, μένει ὑπὸ τοῦ πάλαι δεσπόζοντος.
14
pr.Ἐκείνῳ δὲ ἔτι προσθεῖναι τῷ νόμῳ δίκαιον ᾠήθημεν, ἵνα ὁ πιπράσκων δοῦλον καὶ γινώσκων αὐτὸν ἢ κλέπτην ἢ μαινόμενον ἢ δαιμονοῦντα, προσφωνείτω περὶ τούτου τῷ ἀγο ραστῇ. εἰ γὰρ τοῦτο μὴ ποιήσῃ, αὐτὸς μὲν λήψεται τὸν δοῦλον, τὸ δὲ τίμημα διπλοῦν ἀποστρέψῃ τῷ ἀγοραστῇ, ἀπαιτούμενος καὶ εἴ τινα ζημίαν εἰργάσατο.
15
pr.Οὐχ ἕπεται τῷ πραθέντι δούλῳ τὸ πεκούλιον αὐτοῦ. ὅθεν ἐὰν ὁ δοῦλος κλέψῃ τὶ τοῦ πεκουλίου καὶ περιέλθῃ τὶ εἰς. τὸν ἀγοραστὴν, τυχὸν τοκετοὶ καὶ τὰ ἀπὸ τῶν ἔργων τῶν πεκουλίων προσκτισθέντα καὶ ὅσα μετὰ τὴν πρᾶσιν προστίθεται, τῷ πράτῃ ἀποδίδωσιν.
16
pr.Ἐντεῦθεν εἴπωμεν· ὁ πωλήσας δοῦλον καὶ λαβὼν τίμημα ἐκ τοῦ πεκουλίου αὐτοῦ, οὐκ ἔδοξε τίμημα λαμβάνειν ὡς τὰ ἴδια δεξάμενος, καὶ ἔχει ἀκέραιον τὴν περὶ τοῦ τιμήματος ἀγωγὴν, εἴτε θέλει τὸν δοῦλον ἀναλαμβάνειν, εἴτε θέλει ἀπαιτῆσαι ἄλλο τίμημα καὶ ἐλευθερῶσαι αὐτόν. ὡς βι. δ΄ τί. λς΄ διατ. α΄ τοῦ κώδ..
17
pr.Εἰ δέ τις ἀγοράσει παρανόμως δοῦλον, οὐ πρότερον ὁ ἀγορασθεὶς δοῦλος βασανίζεται κατὰ τοῦ ἀγοράσαντος, εἰ μὴ δειχθῇ ἄκυρος ἡ ἀγορασία.
18
pr.Καὶ εἰς ἐπίκοινον δὲ πάλιν πρᾶγμα καλῶς ὁ εἷς τῶν κοινωνῶν βασανίζει τὸν ἐπίκοινον δοῦλον κατὰ τοῦ κοινωνοῦ.
19
pr.Οἱ δοῦλοι συνηγοροῦντες ἢ συνιστοροῦντες ἐρωτώμενοι κατὰ τῶν δεσποτῶν πιστεύονται, ἐὰν μέντοιγε καὶ ἐπὶ ἑκατέρου θέματος ὕπεστιν ἄλλα τεκμήρια. οὐδὲ γάρ ἐστιν αὕτη ἐρώτησις, ἀλλ᾽ ὁμολογία. addit: Ὁ ἐν εἰδήσει πωλῶν βίτιον τουτέστιν ἐπίψογον, οὐ μόνον εἰς τὸ τίμημα ἀλλὰ καὶ εἰς τὴν πᾶσαν ἐκ τούτου ζημίαν κατέχεται. V, qui itidem
20
pr.Ὁ ἐν εἰδήσει τὸν φυγάδα δοῦλον ἀγοράσας οὐκ ἔχει τὴν ἐκδίκησιν. βι. μδ΄ τί. δ΄ διγ. δ΄.
21
pr.Ὁ δοῦλον κατὰ συκοφαντίαν ποιήσας βασανισθῆναι ὡς ἐπὶ μοιχείᾳ, οὐκ ἄλλως βασανίζεται εἰ μὴ πρῶτον διατιμηθῇ, ἵνα ὁ κατήγορος τὴν τούτου τιμὴν διπλασιάσῃ τῷ δεσπότῃ. εἰ δὲ αὐτὸς ὁ δεσπότης κατηγορεῖ καὶ ἐλεύθερος τοῦ ἐγκλήματος εὑρεθῇ, φισκοῦται.
22
pr.Ὁ δοῦλος ὑπὲρ δεσπότου ἢ κατὰ δεσπότου βασανίζεσθαι, ἀλλ᾽ ὑπὲρ ἰδίου φάκτου. καὶ γὰρ ἐρωτώμενος ὑπὸ τοῦ ἠγορακότος, εἴ ποτε ἔφυγε παρὰ τῷ δεσπότῃ, δοκεῖ ὑπὲρ ἰδίου φάκτου ἐρωτᾶσθαι, οὐ μὴν κατὰ τοῦ πρότερον δεσπότου. ὅθεν πιστεύεται μόνον, ἐὰν ὕπεστι καὶ ἄλλα τεκμήρια φυγῆς.
23
pr.Ὁ τὸν αἰχμάλωτον ἀλλότριον ὄντα δοῦλον ἀγοράζων παρὰ τῶν πολεμίων καλῶς αὐτὸν ἐλευθεροῖ, καὶ οὐχ ὑποστρέφει πρὸς τὸν πάλαι δεσπότην.
24
pr.Ἐὰν ὁ πράτης δόλον παθὼν παρὰ τοῦ ἀγοραστοῦ εὐτελοῦς τινος τιμήματος πωλήσῃ τὴν κληρονομίαν, οὐκ ἀναγκάζεται πληρῶσαι αὐτὴν ἤγουν τὸ συνάλλαγμα, ἀλλ᾽ ὡς ἂν μὴ γενομένης τῆς πράξεως καὶ τὰ πράγματα διακατέχει καὶ τὰ χρέη δύναται ἀπαιτῆσαι 34. σημ. ἐπειδὴ ὡς μὴ γνοὺς τὴν ποσότητα τῆς κληρονομίας καὶ ὡς κατὰ δόλον γενομένης τῆς πράσεως ἀνυπόστατός ἐστι· εἰ γὰρ ᾔδει τὴν κληρονομίαν, οὐκ ἔτι πιστεύεται δόλον ὑπομένειν. καὶ γὰρ τῷ εἰδότι δόλος οὐ δοκεῖ γενέσθαι ἐν αὐτῷ.
25
pr.Ὅτε ὁ ἐλεύθερος παρὰ τὸ μανδάτον μου ἢ ὁ δοῦλος παρὰ τὴν κέλευσίν μου πωλήσῃ τὸ ἐμὸν, ἀκωλύτως ἐγὼ ἐκδικῶ, εἰ μὴ προσενεχθῇ μοι τὸ λεῖπον τοῦ τιμήματος.
26
pr.Καλῶς ὁ ἀγοραστὴς συμφωνεῖ εἴσω προθεσμίας ἢ καὶ διηνεκῶς ἀποδιδόναι τὸ ἀγορασθὲν ἀπαρέσκον αὐτῷ. εἰ δὲ μὴ λεχθῇ χρόνος, ἔχει ἀγωγὴν εἰς τὸ ἀποδοῦναι ἐντὸς ξ΄ ἡμερῶν, καὶ μετὰ τὰς ξ΄ ἡμέρας ἐξ εὐλόγου αἰτίας. εἰκὸς γὰρ ὑπέρθεσιν ὁ πράτης ἐποίησεν.
27
pr.Ἡ ἀναστρέφουσα τὸν φυγάδα δοῦλον ἑξαμηνιαῖός ἐστιν. εἰ δὲ τὴν ἐλαττοῦσαν τὸ τίμημα ἐνιαυτῷ συγκέκλεισται, φανερόν ἐστιν· ὁ γὰρ ἐπιστάμενος τῶν ἐλαττωμάτων τοῦ δούλου οὐ δύναται ἐνάγειν τὸ σύνολον περὶ τῶν δύο αὐτοῦ ἀγωγῶν 40. ἀνάγν. βι. δ΄ τί. νή διατ. β΄ τοῦ κώδ..
28
pr.Ἐὰν εἰδὼς ὁ πράτης μὴ εἴπῃ περὶ τῶν δημοσίων, ἐνέχεται τῇ ἀγωγῇ, οὐ μὴν εἰ ἠγνόησεν. τί γάρ; ὅτι κλήρονομιαῖον ἐπώλησεν.
29
pr.Ἐὰν κατὰ βίαν γένηται ἡ πρᾶσις, οὐκ ἔῤῥωται. ὅθεν καὶ ἀναδίδωσιν ὁ πράτης τῷ ἀγοραστῇ ὃ ἔλαβε τίμημα. σημ. ὅτι οὐδὲ ἡ κατὰ δόλον γενομένη πρᾶσις ἰσχύει. ὡς βι. δ΄ τί. μδ διατ. α΄ τοῦ κώδ. σημ. ὅτι εἰδὼς τὸν δόλον τοῦ ἀγοραστοῦ καὶ ἀνασχόμενος, οὐ δύναται ἀνατρέψαι τὴν πρᾶσιν, κἂν πλέον τοῦ τιμήματος δοῦναι ὡμολόγησε.
30
pr.Ἐὰν τὸ μείζονος ἄξιον πρᾶγμα πραθῇ ἥττονος τιμήματος, ἔῤῥωται ἡ πρᾶσις. τοῦτο δὲ νόει, εἰ μὴ ἄρα ἐπράθη ἥττονος τοῦ ἡμίσεως τοῦ δικαίου τιμήματος. τότε γὰρ οὐκ ἰσχύει ἡ πρᾶσις, ἀλλ᾽ ἐν τῷ ἀγοραστῇ ἐστὶ κἂν θέλει ἀναδοῦναι τὸ πραθὲν, κἂν θέλει ἀναπληρῶσαι τὸ τίμημα. πλὴν ἴσθι ὅτι φησὶ ἡ ς ' διάτ. τοῦ νδ τί. τοῦ δ΄ βι. τοῦ κώδ. δύνασθαι ἐπὶ συμφώνοις τισὶ πωλεῖν ἕκαστον καὶ ἥττονος τοῦ δικαίου τιμήματος.
31
pr.Εἴ τις μείζων τῶν κέ ἐνιαυτῶν τὴν ἡλικίαν, εἰς τὸ διοικῆσαι τὰς φροντίδας τῆς ἰδίας φαμιλίας ἐπιτήδειος δοκιμασθεὶς, κτήματα, εἰ καὶ μακρὰν παρακείμενα, πωλήσῃ, εὐτελεστέρου τιμήματος ὀνόματι ἀναλήψεως τοῦ πραθέντος πράγματος εὐπορίαν μηδαμῶς κτάσθω, μηδὲ ματαίαις ἐνδιατρίβων ἀντιθέσεσι συγχωρείσθω, ἵνα αἰτιᾶται ἀγνώστους ἑαυτοῦ τὰς τῶν τόπων δυνάμεις, ὡς τῆς οὐσίας αὐτοῦ τὴν δύναμιν εἰδέναι καὶ τὰ ἀξιώματα καὶ τὰ κέρδη ὀφείλει.
32
pr.Ἐὰν υἱὸς κατὰ γνώμην τοῦ πατρὸς πωλήσῃ, εἰ μὴ δείκνυσιν ὁ πατὴρ κατὰ φόβον θανάτου ἢ βασάνων τοῦ σώματος γεγονέναι τὸ συνάλλαγμα, οὐ δύναται αὐτὸ ἀνατρέψαι. οὐκ ἀρκεῖ δὲ εἰς ἀπόδειξιν δόλου τὸ λέγειν· πλείονος ἄξιον ὂν τὸ πρᾶγμα ἐλάττονος ἐπώλησεν. ἔξεστι γὰρ ἐν τῇ πράσει καὶ ἀγοράσει περιγράφειν, εἰ μὴ ἄρα ἔλαττον τοῦ ἡμίσεος μέρους τοῦ δικαίου τιμήματος ἔδωκεν ὁ πράτης, τῆς ἐπιλογῆς τῆς ἤδη παρασχεθείσης τῷ ἀγοραστῇ φυλαττομένης.
33
pr.Ἡ κατὰ δωρεὰν γενομένη πρᾶσις οὐκ ἔῤῥωται, ἀλλ᾽ ἡ δωρεὰ μένει ἐῤῥωμένη 48. σημ. - οὐδὲ τὴν καλῶς προβᾶσαν πρᾶσιν, κἂν διπλοῦν τίμημα ἀναδίδωσιν ὁ πράτης.
34
pr.Δεσπότης τὸ ἴδιον ἐν ἀγνοίᾳ ἀγοράζων, καταβαλὼν τὸ τίμημα ἀναλαμβάνει αὐτό 51. ὁμοίως καὶ ὁ ἐν ἀγνοίᾳ τὸ ἀλλότριον ἀγοράζων δεσπόζει αὐτοῦ. εἰ γὰρ εἰδήσει ἠγόρασεν, ὑπόκειται διεκδικήσει καὶ οὐ κινεῖ κατὰ τοῦ πράτου περὶ ἐκνικήσεως. ὡς βι. ή τί. μδ διατ. κζ.
35
pr.Ἐὰν πλανηθεὶς ὑπὸ τοῦ γεωμέτρου, εἰπόντος πλείονα τὰ πραθέντα μοι γήδια, πλέον τῆς ἀληθείας δώσω τίμημα, ἀναλαμβάνω αὐτό.
36
pr.Εἰ ὁ κλέψας ἀγοράσει παρὰ τοῦ δεσπότου, ἀρκεῖ νέμεσθαι 54. ἐπειδὴ πρὸς τῇ κακῇ πίστει καὶ πλάνῃ νόμου καλῶς ἐμποδίζεται.
37
pr.Δύναται τὸν ἀπόντα δοῦλον πωλεῖν ὁ δεσπότης, οὐ μὴν τὸν φυγάδα· οἱ γὰρ τὴν φυγὴν τοῦ ἰδίου δούλου πωλοῦντες ὑπόκεινται τῷ νόμῳ.
38
pr.Ὁ πωλήσας ἢ ἀγοράσας οἶκον ἐπὶ καταλύσει καὶ πραγματείᾳ, τὸ τίμημα ζημιούσθω· οὐ μὴν ὁ μεταφέρων ὕλας εἰς δημόσιον ἔργον. λθ΄ 58. Τοῦ διαδίκου τὸ πρᾶγμα, ὃ ἐξεδίκησας, ἑτέρῳ πωλήσαντος, ἄδειαν ἕξεις τὸν πράτην ἢ τὸν ἀγοραστὴν ἐπιλέξασθαι. ὡς βι. β΄ τί. νδ διατ. α΄.
40
pr.Καὶ ἄλλου τὸ τίμημα καταβάλλοντος δύναται ἑτέρῳ τὸ ἀγορασθὲν παραδοθῆναι. ἐὰν δὲ μὴ παραδοθῇ, αὐτοῦ γίνεται τοῦ ἀγοράσαντος, κἂν ἐπὶ ὀνόματι ἐκείνου ἠγοράσθη, πειν. Cod. IV,, 6. Subdit F: Ὁ ἐν εἰδήσει ἰνδέβιτον λαβὼν τουτἐστιν ἃ οὐ χρεωστεῖται κλοπὴν ἁμαρτάνει. σημ. ὁ ἀγοράζων ὡς ἀλλότριον Dig. XVIII,, pr. τὸ ὂν τοῦ πράτου διάθεσιν ἀγοραστοῦ ἔχει. Forte ἄρχεται νέμ. κατὰ τὴν ς΄ διάτ. τοῦ ν ' τί. τοῦ δ΄ βι. τοῦ κώδ. κρείττων ἀεί ἐστιν ἐκεῖνος περὶ τὴν δεσποτείαν, ᾧτινι ἡ νομὴ παρεδόθη.
41
pr.Καὶ ἐπὶ τῶν ἀδιαδόχων ἐάν τις πωλήσῃ πράγματα πρὶν ἢ μηνυθῇ ἡ οὐσία τῷ φίσκῳ, καλῇ πίστει ἀγοράζει αὐτά.
42
pr.Ἐὰν ἀγοράσω ἀνδράποδον καὶ μὴ ο κατὰ κέλευσιν ἐμὴν ἀδικήσει τινὰ, καὶ ῥεπουδιατεύσω τὸ ἀνδράποδον ὡς ἄχρηστον, οὐκ ἐγὼ ἀλλ᾽ ὁ πωλήσας μοι ἐνάγεται ὑπὲρ τοῦ οἰκέτου.
43
pr.Ἐὰν μὴ ὅπου εἰσὶ τὰ πράγματα πραθῶσι, ὅμως ἡ ἐπ᾿ αὐτοῖς γενομένη πρᾶσις ἔῤῥωται. ὡς βι. δ΄ τί. λή διατ. α΄ τοῦ κώδ.
44
pr.Ὁ μαινόμενος καλῶς πωλεῖ ὅτε νήφει, ἐὰν μέντοιγε μείζων ἐστὶ τῶν κέ ἐτῶν. βι. δ΄ τί. λή διατ. β΄ τοῦ κώδ. σημ. συναινέσει συνίσταται ἡ πρᾶσις καὶ ἡ ἀγορασία. ὅτι οὐδεὶς ἀγοράζει οὐδὲ πωλεῖ μὴ θέλων, καὶ περὶ τούτου καλῶς αἰτεῖ βασιλέα.
45
pr.Συνίσταται πρᾶσις ἠρτημένη γνώμῃ ἑνὸς τῶν συναλλασσόντων, κἂν ἐξωτικοῦ τινος ἤρτηται γνώμη.
46
pr.Δύναται γάρ τις πωλῆσαι πρᾶγμα ἐφ᾽ ᾧ ὁρίσει τίτιος τιμήματι. καὶ εἰ μὲν ὁρίσει ὁ τίτιος, ἔῤῥωται ἡ πρᾶσις. σημ. εἰ μὴ ὁρισθῇ τίμημα, πρᾶσις οὐ συνίσταται. εἰ δὲ ὁρισθῇ καὶ μὴ καταβληθῇ, συνίσταται παραδιδομένου τοῦ πράγματος. διάτ. θ '.
47
pr.Καλῶς πωλεῖ ἕκαστος τὸ γραμματεῖον τοῦ ἰδίου δεβίτορος καὶ μὴ θέλοντος. ὡς βι. δ΄ τί. λθ ' διατ. γ΄ τοῦ κώδ.
48
pr.Ἡ πρᾶσις καὶ ἡ ἀγορασία βόνα φίδε ἐστὶ συνάλλαγμα. καὶ δεῖ φυλαχθῆναι τὴν ἀγαθὴν πίστιν ἐν παντὶ συναλλάγματι.
49
pr.Ὁ σῖτον δημόσιον πωλῶν κεφαλικῶς τιμωρεῖται. ἀλλὰ καὶ ὁ ἐμπορευόμενος τούτῳ. ὁμοίως καὶ ὁ πωλῶν σίδηρον ἢ οἶνον ἢ ἐργάσιμά τινα βαρβάροις, ἢ χρυσὸν αὐτοῖς διδοὺς ὑπὲρ πραγματείας. βι. δ΄ τί. ιθ΄ τοῦ κώδ.
50
pr.Μηδεὶς βαπτέτω ἢ πιπρασκέτω πορφύραν ἢ ἐν μετάξει ἢ ἐν ἐρίῳ. ὁ δὲ πωλήσας δημεύεται καὶ κεφαλικῶς τιμωρεῖται ὡς τυράννου προαίρεσιν ἐσχηκώς. ἀνάγν. τί. ν ' τοῦ κώδ.
51
pr.Οὐδεὶς πωλεῖ οὔτε δωρεῖται οὔτε ὑποτίθεται τὸν υἱὸν αὐτοῦ, εἰ μὴ ἄρα πένης ἐστὶ, καὶ τοῦτο ἐπὶ ὅρῳ ἐλευθερίας. ὡς βι. δ΄ τί. μγ ' τοῦ κώδ.
52
pr.Οὐ μόνον ἀργύρια ἀλλὰ καὶ οἱονδήποτε εἶδος δύναται δέχεσθαι θέλων ὁ πράτης ἀντὶ τοῦ τιμήματος, καὶ οὐκ ἀνατρέπει τὴν πρᾶσινο.
53
pr.Ὁ διὰ χρείαν τινὰ ἢ διὰ χρέος πωλῶν, οὐκ ἀνατρέπει τὴν πρᾶσιν.
54
pr.Ὁ ἀγοραστὴς μὴ πληρῶν τὰ δόξαντα κατέχεται εἰς τὸ διαφέρον. ὁμοίως καὶ ὁ πράτης παραβαίνων τὰ συμφωνηθέντα εἰς τὸ διαφέρον ἐνάγεται. βι. δ΄ τί. μθ ' τοῦ κώδ.
55
pr.Οὐ δεσπόζει ὃν ἀγοράζει τὶς ἀγρὸν, εἰ μὴ ἐπὶ νομῇ αὐτοῦ γένηται, κἂν δημόσιον ὑπὲρ αὐτοῦ τις καταβάλλῃ.
56
pr.Ἐὰν ἐλάττων τῶν κέ ἐνιαυτῶν, μείζων ὢν τῶν κ΄ χρόνων, πέπρακεν οἰκέτην ἐπὶ ὅρῳ ἐλευθερίας, εἰ μετὰ ἐνιαυτὸν μὴ ἠλευθερώθη παρὰ τοῦ ἀγοραστοῦ, γίνεσθαι αὐτὸν αὐτομάτως ἐλεύθερον.
57
pr.Ἡ μάλα φίδε νομὴ τουτέστιν ἡ κακὴ τὸν κληρονόμον οὐκ ὠφελεῖ. διὰ δὲ τ τῆς ί'ετίας ἢ κ'ετίας δεσπόζει τῶν πραγμάτων, εἴτε ἀγοραστής ἐστιν εἴτε κληρονόμος, εἰ τε καὶ οἶδεν αὐτὸς ἀλλότριον εἶναι τὸ πρᾶγμα. καὶ ἐκ τοῦ ἐναντίου κακῶς ἀρξαμένου νέμεσθαι τὸν τελευτήσαντα εἰς τὸν διαπράσαντα εἰτ καὶ ἐνεμήθη παρὰ τοῦ ἀγοραστοῦ ὁ ἀγοράσας το συνεζευγμένος ἑκατέρου προσώπου, ὁ χρόνος τῆς νομῆς σκοπεῖται τῷ δευτέρῳ ἀγοραστῇ. εἰ τὴν τοῦ πράγματος περιεποίει δ ' δεσποτείαν, κατὰ τὸν κανόνα τὸν λέγοντα μηδενὸς ἀφαιρεθῆναι τὴν μακρὰν παρὰ τοῦ χρόνου ἀμφίβολον νομήν. σημ. τὸ αὐτὸ καὶ ἐὰν ὑποκείμενον πρᾶγμα πωλήσῃς, εἶτα ὁ ἀγοραστὴς ἐκτίσατο μακροῦ χρόνου παραγραφὴν, οὐδένα φόβον ἕξεις διὰ τὸν κανόνα τὸν λέγοντα· μηδενός.
58
pr.Ἐὰν πολλοὶ κληρονομοῦσι τὸν πράτην, μία ἐστὶν η περὶ τῆς ἐκνικήσεως ἀγωγὴ, καὶ πάντες παραγγέλλεσθαι καὶ πάντες διεκδικεῖν ὀφείλουσιν. εἰ δὲ καὶ τῶν λοιπῶν κατὰ ῥᾳθυμίαν μὴ ἐρχομένων εἷς δικάσηται, τοῖς πᾶσι [νικᾷ] καὶ ἡττᾶται, καὶ καλῶς αὐτοῖς ὁ ἀγοραστὴς ἡττηθεῖσιν ἐνάγει.
59
pr.Ἐάν τις τὸ ἀλλότριον πωλήσῃ καὶ τελευτῶν τὸν τοῦ πράγματος δεσπότην γράφει κληρονόμον, οὐ δύναται ἐκεῖνος ἀνατρέψαι τὸ συνάλλαγμα, δηλονότι καταδεξάμενος τὴν κληρονομίαν.
60
pr.Ἐὰν δὲ πρᾶγμα ἀντὶ πράγματος δοθῇ, ἀντάλλαγμά ἐστιν· εἰ δὲ ἐξ ἀρχῆς μὲν φανερὸν τίμημα ὡρίσθη, ἓν δέ τι κατὰ ἑτέρου ἀντὶ τιμήματος παρασχεθῇ, πάλαι ἔῤῥωται ἡ πρᾶσις. οὐδὲ γὰρ ζητοῦμεν φανερὸν καταβληθῆναι τίμημα, ἀλλὰ συμφωνηθῆναι. βι. δ τί. ξδ΄ τοῦ κώδ.
61
pr.Οὐ δύναται ὁ πράτης ἀνατρέπειν τὴν πρᾶσιν ἐκ τοῦ λέγειν· χρεῶν ἢ λειτουργιῶν ἐπικειμένων πέπρακα, ἢ ὅτι ὁ πενθερὸς τοῦ πράτου παρήγγειλεν.
62
pr.Ἐὰν παραγγελθέντος καὶ παρόντος τοῦ πράτου ἐξενικήθη ὁ ἀγρὸς κατὰ δεσποτείαν ἢ ὑποθήκην, ἐνέχεται εἰς τὸ διπλοῦν, κἂν ὁ ἀγοραστὴς οὐκ ἐξεκαλέσατο.
63
pr.Ὁ πράτης μετὰ χρόνον τοῦ ἐκνικηθῆναι τὸ πρᾶγμα προσφέρων αὐτὸ τῷ ἀγοραστῇ, οὐκ ἐκκλίνει τὴν εἰς τὸ διαφέρον καταδίκην.
64
pr.Ἐκνικωμένου τοῦ πράγματος οὐ μόνον εἰς ἀνάληψιν τῆς τιμῆς ἁρμόττειν ἐπιτρέπει ἡ ἀγωγὴ, ἀλλὰ καὶ εἰς τὸ διαφέρον.
65
pr.Ὁ πράτης γινομένης τῆς ἐκνικήσεως δύναται συμπαρεῖναι. περαιωθείσης δὲ αὐτῆς οὐ δύναται ἀναπαλαίειν, εἰ μὴ ἐξεκαλέσατο. οὐκ ἄλλως δὲ εὐθύνεται ὑπὸ τοῦ ἀγοραστοῦ, εἰ μὴ ἀπηγγέλθη αὐτῷ παρ᾽ αὐτοῦ.
66
pr.Τὸν πεπραμένον ἀγρὸν ὑπὸ τοῦ πατρὸς οὐ δύναται ἐκνικᾶν ὁ κληρονόμος εἴτε τοῦ πατρὸς εἴη εἴτε αὐτοῦ, ἐπεὶ δικαίῳ κληρονομίας κρατεῖ.
67
pr.Οἱ ὑπεξούσιοι ἡμῶν κατὰ γνώμην ἡμῶν πρᾶγμα ἡμῶν πιπράσκοντες ἢ τραδιτεύοντες τουτέστι παραδιδοῦντες δεσποτείαν μεταφέρουσιν. ὡς βι. μέ τί. δ΄ 99. πλὴν οὐ μεταφέρει δεσποτείαν πωλῶν ὁ προκουράτωρ ἰδικὸν μὴ ἔχων μανδάτον. ὡς βι. β ' τί. ιβ΄ τοῦ κώδ. τῆς ις ' διατ. δέ τι ἕτερον. V πάλιν. sc. const.. Cod. IV,, 12..
68
pr.Εἰ μὲν τῆς γυναικὸς ἀγοραζούσης καὶ αὐτῇ παραδιδομένου τοῦ πράγματος ὁ ἀνὴρ μόνον τὸ τίμημα δέδωκε, δέσποινα μέν ἐστι, καὶ οὐ δύναται κινῆσαι κατ᾿ αὐτῆς ἀπαιτῶν τὸ τίμημα, ὅπερ δέδωκεν εἰς τὸ διαφέρον ἐκείνῃ συνάλλαγμα. εἰ δὲ ὁ ἀνὴρ ἠγόρασε καὶ αὐτῷ τὸ πρᾶγμα παρεδόθη, καὶ αὐτὸς τὸ τίμημα δέδωκεν, εἰκονικῶς δὲ μόνον τὸ τῆς γυναικὸς ὄνομα ἐτέθη, δεῖ προσέχειν ἡμᾶς τῇ ἀληθείᾳ, ὅτι αὐτός ἐστιν ὁ δεσπότης.
69
pr.Ὁ κατὰ αὐθεντίαν τὰ πράγματα τοῦ κατακριθέντος πιπράσκων καὶ κλέπτης καὶ ἅρπαξ ἐστίν. ὡς βι. μβ΄ τί. α διγ. ζ. ὅτι ὁ κατακριθεὶς οὐκ ἀπαιτεῖται μὲν πρὸ τῶν δ΄ μηνῶν, εἰ δὲ βούλεται καὶ πρὸ ταύτης ἐλευθεροῦται. ὑπὲρ αὐτοῦ γάρ ἐστιν ὁ χρόνος.
70
pr.Τὸ πεκούλιον τοῦ δούλου κἂν συνεφωνήθη ἐν τῇ πράσει δοθῆναι τῷ πράτῃ, οὐδὲν λαμβάνει. ὡς βι. ιέ τί. γ '. καὶ ὁ ἐπὶ βλάβῃ τοῦ δεσπότου καταβάλλων τῷ δούλῳ τὸ πεκουλιάριον χρέος οὐκ ἐλευθεροῦται.
71
pr.Ἐὰν δύο τισὶν τὸ αὐτὸ πρᾶγμα πωλήσω ἐν διαφόρῳ χρόνῳ, τῷ πρώτῳ ἀγοραστῇ συμβάλλεται, ᾧτινι καὶ ἐτραδίιτεύθη τουτέστι παρεδόθη. ὡς βι. μ ' τί. ά διγ. γ '.
72
pr.Τὰ τοῦ αἰχμαλώτου πράγματα ἕως ἂν ἐπιστρέψει οὐ πιπράσκονται.
73
pr.Ὁ παραγγελθεὶς παρὰ τοῦ δεσπότου τοῦ πράγμα100 Legerim αὐτὸς δὲ. V καὶ δύν. Cod. IV,, 6. - F hoc loco intercalat haec: βι. δ΄ τί. ν ' τοῦ κώδ. ἐὰν πατὴρ ἀγοράσῃ τὶ εἰς ὄνομα τοῦ ὑπεξουσίου αὐτοῦ υἱοῦ καὶ παραδῷ αὐτῷ αὐτεξουσίου γινομένου αὐτοῦ τὸ ἀγορασθὲν, ἐκείνου γίνεται. τὸ αὐτὸ καὶ ἐπὶ ὑπεξουσίου υἱοῦ, κἂν μὴ παραδοθῇ αὐτῷ, ἀλλ᾽ ἐπ᾿ ὀνόματι αὐτοῦ ἀγορασθῇ, ὡς ἴδιον λαμβάνει αὐτό. (Cod. IV,, 2.) βι. γ΄ τοῦ κώδ. τί. λβ΄. ὁ λαβὼν χρήματα παρά τινος εἰ ἀγοράσει τὶ ἐξ αὐτῶν, διεκδικεῖται, καὶ ὑπόκειται τὸ ἀγορασθὲν τῷ δεσπότῃ τῶν νομισμάτων. θεμάτισον ὅτι κατὰ τὸ μανδάτον τοῦ κυρίου τῶν νομισμάτων ἠγόρασε τὸ πρᾶγμα ὁ τὸ χρῆμα ἐσχηκώς. (Cod. III,, 8.) ἡ προσποίησις οὐκ ἀδικεῖ τὴν ἀλήθειαν κἂν ἐγγράφως προέβη. τοσοῦτον ἡ ἀγαθὴ πίστις οὐ συμβάλλεται ὅσον ἡ ἀλήθεια. οὐ πιστεύομεν τῷ ἐγγράφῳ ἀλλὰ τῇ ἀληθείᾳ. ὅτι τὰ ἀληθῆ σκοποῦμεν καὶ οὐ τὰ γράμματα. (Cf. Cod. Dig. XLII,, (§.) et 7. - F subjicit haec: σημ. δύναται ὁ τος μὴ ἀγοράσαι αὐτὸ, ἐὰν ἀγοράσῃ, ἀναδίδωσιν αὐτὸ μετα καρπῶν.
74
pr.Ἐὰν ἐκλείπῃ τὸ μέτρον τοῦ πραθέντος ἀγροῦ, ἀναλαμβάνει μέρος τοῦ τιμήματος ὁ ἀγοραστής.
75
pr.Πέπρακέ μοί τις τὸν ἐμὸν οἰκέτην. ἄχρηστον τὸ συνάλλαγμα. παρὰ τὸ ἐμὸν πλεῖον ἐμὸν γενέσθαι οὐ δύναται.
76
pr.Τὰ ὀρφανικὰ πράγματα οὐ πωλοῦνται οὔτε εἰς διάλυσιν δίδονται, οὔτε ἀντικαταλλάσσονται, οὔτε δωροῦνται, δηλονότι χωρὶς δεκρέτου.
77
pr.Δοῦλος διοικῶν πράγματα τοῦ δεσπότου καὶ ἔχων ἐλεύθερα πεκούλια εἰς ὑπηρεσίαν καὶ πωλεῖ καὶ δανείζει.
78
pr.Ὁ πραθεὶς οἰκέτης ἐφ᾽ ᾧ μὴ ἐπιβῆναι τῆς ἰδίας πόλεως, οὐδὲ τῆς ῥώμης δύναται ἐπιβῆναι 112. εἰ δὲ ἐλευθερωθῇ ἐν ἐκείνῳ τῷ τόπῳ οὗ ἀπηγόρευται αὐτῷ ἐπιβῆναι, οὐκ ἔῤῥωται ἡ ἐπ᾿ αὐτῷ προελθοῦσα ἐλευθερία 113. πλὴν ἴσθι ὅτι ἀλλαχοῦ δύναται ἐλευθεροῦσθαι.
79
pr.Καὶ ἐὰν μετὰ τὴν ἐλευθερίαν ἐπιβῇ τοῦ ὡρισμένου τόπου, πωλεῖται διηνεκῶς ὑπὸ τοῦ φίσκου. ὡς βι. δ΄ τί. νέ διατ. α΄ τοῦ κώδ.
80
pr.Ὁ πωλῶν τὸν δεσπότην αὐτοῦ κεφαλικῶς τιμωρεῖται.
81
pr.Ἡ πραθεῖσα ἐπὶ τῷ μὴ ποιῆσαι πόρον ἐκ τοῦ ἰδίου σώματος, οὐδὲ ἐν καπηλείῳ οὐδὲ ἐν ἄλλῳ τόπῳ καλῶς προϊσταται. ὡς βι. δ΄ τί. νε διατ. α΄ τοῦ κώδ.
82
pr.Ὁ πραθεὶς ἐπὶ τῷ μὴ ἐλευθερωθῆναι, κἂν τύχῃ ἐλευθερίας, οὐ γίνεται ἐλεύθερος. βι. κθ ' τί. ε΄.
83
pr.Ἐὰν καλῇ πίστει δοῦλόν σου ἀπὸ κλέπτου ἀγοράσω, καὶ ὁ δοῦλός σου ἀγοράσει δοῦλον ἕτερον, τὸ τίμημα διδοὺς ἐκ τοῦ ἁρμόζοντός σοι πεκουλίου, καὶ παραδοθῇ μοι ὃ ἠγόρασεν, ἀπαιτεῖς με αὐτὸ, διδούς μοι εἴ τι περὶ τὸ πρᾶγμα ἐδαπάνησα. Cod. III,,. Legerim τὸ γὰρ vel Dig. XXI,, §.. ἐπείπερ τὸ. Cod. V,, 4. F addit: Καὶ χωρὶς δεκρέτου καλῶς πωλεῖται τὸ τοῦ ἀφήλικος πρᾶγμα κελευσθεὶς ὑπὸ τεστάτωρος. (Cod. V,, 2.)