IusCommune
IusCommune › Textos › Epitome legum › Epitome

Epit. 1.17

Περὶ δανείου καὶ ἐνεχύρου καὶ τόκου.

Abrir no leitor do IusCommune →

1

pr.Ὅρος δανείου ἐστὶ, τὸ τὸν λαβόντα γίνεσθαι δεσπότην, εἶναι δὲ ἡμῖν ἔνοχον οὐκ εἰς τὰ αὐτὰ ἀλλ᾽ εἰς ἕτερα τῆς αὐτῆς ὑποστάσεως καὶ ποσότητος. διὰ τοῦτο εἶπον τὸν λαβόντα γίνεσθαι δεσπότην, ἵνα φύγω χρῆσιν καὶ παρακαταθήκην. ἐπὶ τούτων γὰρ ὁ δανεισάμενος οὐ γίνεται δεσπότης '. σημ. δάνειον οὐ συνίσταται, εἰ μὴ δεσπότης γένηται τῶν νομισμάτων ὁ δανεισάμενος. βι. β΄΄, ιή ' καὶ ν΄.

2

pr.᾿Απὸ πάσης αἰτίας καὶ ἐνοχῆς δήλου τε καὶ ἀδήλου φανερὰ ἀπαίτησις ἁρμόζει, φανεροῦ ὄντος τοῦ ἀπαιτουμένου. ἔξεστι γὰρ ἀπὸ παντὸς συναλλάγματος ἀπαιτεῖν φανερῶς, χωρὶς αἱρέσεως οὔσης τῆς ἐνοχῆς. τὰ γὰρ ὑπὸ ἡμέραν ἢ ὑπὸ αἵρεσιν οὐ δύνανται.

3

pr.Ὅτε ληγάτον ἢ γραμματεῖον ἢ ἐπερώτησις οὐ μέμνηται πρὸς καταβολὴν ῥητοῦ τόπου, ἐν παντὶ τόπῳ καλῶς ἀπαιτεῖται τὸ τοιοῦτον χρέος, ὡς βι. λγ τί. α΄ διγ. α΄. ἐνοχὴ ἡ μὴ ἔχουσα χρόνον εὐθὺς ποιεῖ τὸ χρέος ὀφείλεσθαι.

4

pr.Ἔχων δοῦλος ἐλευθέραν πεκουλίου διοίκησιν δανείζει. ὁ δὲ φυγὰς καὶ οἱ λοιποὶ παρὰ γνώμην τοῦ δεσπότου δανείζοντες οὐ ποιοῦσιν αὐτὰ τῶν λαμβανόντων. ἐκδικοῦσιν γὰρ αὐτὰ οἱ δεσπόται φαινόμενα. ὡς βι. ιδ ' τί. γ΄ διγ. ιθ΄· δοῦλος ἐπιτραπεὶς δανεῖσαι ἰσχυρῶς δελεγατεύει τῷ ἑτέρῳ, τουτέστι τῷ μέλλοντι δανείζεσθαι παρὰ αὐτοῦ. σημ. ὑπεξούσιος ἀλλότριον χρέος ἐπερωτώμενος νοβατεύει τὴν ἐνοχὴν καθ᾽ ἑαυτόν. τί. ς΄΄ διγ. γ΄.

5

pr.Ὁ προσποιησάμενος ἑαυτὸν αὐτεξούσιον καὶ δανεισάμενος, γενόμενος δὲ ἀπὸ κληρονόμων ἢ αὐτεξούσιος, κἂν μὴ εὐπορῇ, ἀπαιτεῖται. βι. μβ΄ τί. α΄ διάτ. α΄΄.

6

pr.Μεταξὺ τῶν ἐξ ὁμοίας αἰτίας ἐποφειλομένων καλλίων ἐστὶν ὁ προλαβὼν, καὶ οὐδὲ ἀφαιρεῖται. Theoph. Inst. III, pr. Lege βι. ιβ΄ τί. α΄ διγ. ιη΄. Dig. XII,,. F addit: ὅτε χωρὶς [ἡμέρας] ἐπερωτᾶταί τις, παραχρῆμα ἐνέχεται, εἰ μὴ τόπος πρόσκειται· τότε γὰρ περιμένομεν τὴν ἡμέραν, ἐν ᾗ δύναται εἰς τὸν τόπον ἀπελθεῖν. ἡ δὲ τῆς ἡμέρας προσθήκη ὑπὲρ τοῦ ῥέου ἐστὶν, ἵνα [μὴ] παραχρῆμα ἐνέχῃ. (Dig. XLV,, §. 1.) - ὁμολογῶν ἐν βήματι χρεωστεῖν μεθοδεύεται ὥσπερ ὁ καταδικασθεὶς, καὶ οὐκοῦν ἔχει δῆλον τὴν τετράμηνον εἰς ὑπέρθεσιν καταβολῆς. (Cod. VII,, 1.) Dig. XII,, §.. C

7

pr.Ὁ ὑπὸ ἡμέραν ἢ αἵρεσιν χρεωστῶν κἂν λανθάνῃ, οὐ πάσχει διάπρασιν πρὸ τῆς ἡμέρας ἢ τῆς αἱρέσεως. διγ. ζ '.

8

pr.Εἴ τις διὰ περιγραφὴν κρύπτεται, τουτέστι λανθάνει τὸν δικαστὴν, καὶ μὴ δεφεντεύεται, καὶ νομὴν καὶ διάπρασιν ἐπὶ τοῖς οἰκείοις ὑφίσταται.

9

pr.Ὁ ἐκστὰς οὐ στερεῖται τῶν οἰκείων πρὸ τοῦ πραθῆναι αὐτά. εἰ οὖν θέλει δεφεντεῦσαι αὐτὰ, οὐ πιπράσκονται. τί. γ΄ διάτ. α΄. τὸ δὲ καταλειφθὲν αὐτῷ δαπάνημα παρά τινος, εἴτε μηναῖον εἴη εἴτε ἐτήσιον, ἢ διὰ οἶκτον, κἂν οὐσούφρουκτός ἐστιν οὐ πιπράσκεται· ἀλλ᾽ οὐδὲ ὑπὸ ἄλλου τινὸς ἐνοχλεῖται.

10

pr.Τὸν μὴ κατὰ δικαίαν αἰτίαν λανθάνοντα ἀλλὰ κατὰ ἀπάτην ἄπεστι, κἂν ἐπὶ κληρονομίας κἂν ἐπὶ λεγάτου κἂν ἐπὶ ἀγορασίας ἐνάγηται, εἰς νομὴν ἐκείνων πέμπομεν 15. ἀνάγν. κεφ. ιε΄.

11

pr.Τὰ εἰς περιγραφὴν τῶν δανειστῶν ἐλάττονος πωλούμενα ἢ λεγατευόμενα ἢ δωρούμενα ἢ εἰς προῖκα διδόμενα καὶ ἁπλῶς ἐκποιούμενα, εἴσω ἐνιαυτοῦ ἕξει τὴν ἀγωγὴν, ἐν ᾧ δύναται κινεῖν καὶ ἀνατρέπειν κατὰ τοῦ περιγράψαντος. σημ. τῇ δὲ δόλῳ διετίαν ἐχούσῃ τὴν ἀγωγήν.

12

pr.Οὐ πιπράσκονται τοῖς τοῦ χρεώστου πράγμασι, παλλακὴ [καὶ] παῖδες φυσικοί 18. κἂν ἀφῆλιξ πεμφθῇ [εἰς] νομὴν ἀνήβου πράγματος, χρὴ τὸν ἄνηβον ἐκ τῶν οἰκείων τρέφεσθαι μέχρι τῆς ἥβης.

13

pr.Ὁ εἰς τὸ καταρτηθῆναι πλοῖον ἢ κατασκευασθῆναι ἢ ἀγορασθῆναι δανείσας προνόμιον παρὰ τοὺς μὴ τοιούτους προδανείσαντας [ἔχει]. τὸ αὐτὸ καὶ ὁ ἐπὶ στρατείαν δανείσας ἢ καὶ ἐπανόρθωσιν οἴκου. διγ. κθ '.

14

pr.Ἐν ταῖς περσοναλίαις οἱ δανείσαντες ἐφ᾽ ᾧ τοῖς πρώτοις δοθῆναι δανεισταῖς, εἰς τὸν τόπον αὐτῶν ὑπεισέρχονται. βι. μβ΄ τί. γ΄ διατ. β΄. ώσταις αἰτοῦσι δίδοσθαι προθεσμίαν μὴ διδούντων ἐνέχυρα λαμβάνεται καὶ εἰ ἐντὸς δύο μηνῶν μὴ δώσωσι πιπράσκονται καὶ εἴ τι περιττεύσει ἐκ τῆς τιμῆς ἀναλαμβάνουσιν. (Dig. XLII,, 31.) Ibid.

15

pr.Ὁ πεμφθεὶς εἰς νομὴν πράγματος μὴ τρεφέσθω ἐξ αὐτοῦ. βι. μβ΄ τί. γ΄ διγ. ζ΄.

16

pr.Λέγει ὁ πραέτωρ· ὅσα τὶς διὰ βλάβην δανειστῶν εἰδότος σοῦ μετὰ σοῦ [ἔπραξεν], εἰ μὴ παρῆλθεν ἐνιαυτὸς οὐτίλιος, ἀποκατάστησον. ἔσθ᾽ ὅτε κἂν μὴ ἔγνω, ὑπόκειται τῇ ἰμφάκτουμ ἀγωγῇ.

17

pr.Ἐὰν γυνὴ ἐπὶ περιγραφῇ δανειστῶν χρεωστοῦντι τῷ ἀνδρὶ ποιήσῃ ἀκεπτιλατίονα τουτέστιν ἔγγραφον ὀνόματι προικὸς, ὅλον τὸ χρέος ἀπαιτεῖται ὁ ἀνὴρ καὶ σβέννυται ἡ προῖξ. οὐδὲ γὰρ συνίσταται προῖξ ἐπὶ περιγραφῇ δανειστῶν. διά τε τῆς ἀγωγῆς ταύτης... ὡς βι. μβ΄.

18

pr.Ἐὰν μέλλοντά σε δωρήσασθαι ὑπέρμετρον δωρεάν δελεγατεύσω τῷ δανειστῇ μου, οὐκ ἔχεις κατ᾿ αὐτοῦ παραγραφήν· αὐτὸς γὰρ τὸ ἴδιον ἀπολαμβάνει 24. τὸ αὐτὸ καὶ ὑπὲρ γυναικὸς ληγατευούσης ὑπὲρ προικὸς τὸν μέλλοντα αὐτῇ δωρεῖσθαι.

19

pr.Ἐπὶ ἑκατέρου θέματος ὁ δελεγατευθεὶς ἔχει κατὰ τοῦ δελεγατεύσαντος τὸ ἰνδέβιτον τουτέστι τὸ ἀχρεώστητον, ἵνα ἢ τὴν ὁμολογίαν ἀναλάβῃ, ἢ τὰ χρήματα, ἐὰν ἤδη κατέβαλεν.

20

pr.Φιλαγάθως ἀναγκάζεται ὁ ἐνάγων ὑποδέχεσθαι μέρος τοῦ δανειστοῦ 27. ὁ δανείζων πραγματευτῇ δούλῳ τὸν προστήσαντα δεσπότην ἀπαιτεῖ.

21

pr.Τὰ ἐν ἀγνοίᾳ τοῦ δανειστοῦ μεταξὺ τῶν ἐγγυητῶν γινόμενα σύμφωνα τὸν δανειστὴν οὐ βλάπτει.

22

pr.Δανείζων τῷ προκουράτωρί μου τῇ πρὸς ἐμὲ ἐννοίᾳ οὐδεμίαν ἔχεις κατ᾿ αὐτοῦ ἀγωγήν.

23

pr.Εἰ καὶ κωλύοντός σου δανείσω τῷ κοινωνῷ σου, ἔρῥωται τὸ δάνειον, καὶ δύναμαι αὐτὸ ἀπαιτεῖν.

24

pr.Οὐκ ἀναγκάζεται ὁ δανειστὴς μέρος ἐλευθερῶσαι τοῦ ἐνεχύρου, εἰ μὴ ὅλον ἀπολάβῃ τὸ χρέος. βι. ιβ΄ τί. ιβ΄ διγ. ιβ΄.

25

pr.Καλῶς ἀπαιτεῖται τοὺς οἰκείους λόγους προσφέρειν ὁ δανειστὴς εἰς τὴν τῆς ἀληθείας ἀπόδειξιν, ὅτε ἀγράφως κατέβαλεν ὁ χρεώστης καὶ ὁ δανειστὴς ἐσημειώσατο ἐν τοῖς βρεβίοις αὐτοῦ. ἔξεστιν αἰτεῖν αὐτὸν καὶ ὅρκον 32. σημ. ὅτι ἐν ταῖς παραγραφαῖς ὁ ἐναγόμενος βαρεῖται ταῖς ἀποδείξεσι. και λῶς δὲ καὶ ἐπὶ τοὺς δόλῳ παραγραφὴν ποιοῦντας. Κἂν προφάσει τῶν δημοσίων ἐνάγεταί τις, οἱ δημόσιοι προσφερέσθωσαν λόγοι, κἂν ἰδιωτικῶς κἂν πολιτικῶς ἐνάγεται.

26

pr.Καλῶς ἐπιζητεῖ καὶ τοῦ ἰδιώτου δανειστοῦ τοὺς λόγους προσενεχθῆναι, καὶ τοὺς πολιτικοὺς ἢ δημοσίους λόγους, ἵνα ἐκ τούτων ἀποδειχθῇ πόσον καταβέβληται.

27

pr.Τὰ κληρονομιαῖα βάρη πρὸς τοὺς γεγραμμένους κληρονόμους καταβάλλεται τὸ χρέος, κἂν οἱ μὲν μείζονα ἐκληρονόμησαν, οἱ δὲ ἐλάττονα.

28

pr.Ὁ τὰ ἀλλότρια πράγματα οἰκείῳ προσώπῳ δανείζων καὶ ἐπερωτῶν αὐτὰ ἐπ᾿ αὐτὸν ἀποδοθῆναι, αὐτὸς κτᾶται τὴν ἐνοχὴν, οὐ μὴν ὁ κύριος τῶν χρημάτων, εἰ μὴ ἄρα [δ] ταῦτα δανείζων ἐκχωρήσει αὐτῷ τὰς ἐπὶ χρέει ἀγωγάς.

29

pr.Ἐπὶ τῆς μεταθέσεως τοῦ χρέους ἐὰν ἐπερώτησις οὐ γέγονεν, ἐγράφη δὲ μόνον ἐν τῷ συμβολαίῳ τῶν δανεισμάτων, κἂν συνεφωνήθη τόκος, οὐκ ἐνήλλακται ἡ ἀρχαία ἀγωγὴ, ἀλλὰ μένει 40. σημ. τὰ ἀπὸ συμφώνου ἐπὶ τῶν βεβιασμένων ἐπερωτώμεναι οὐ συνίσταται τόκος.

30

pr.Ὁ δελεγατεύων μοι χρεώστην τοιοῦτον, ὅστις δύναται ἀπὸ νόμου βοηθῆναι, οὐ δοκεῖ πεποιηκέναι δελεγατίονα. βι. ις ' τί. α΄.

31

pr.Ὁ περισσότερα ἀπαιτῶν ὧν ἐποφείλεται, καὶ τοῦ χρεωστουμένου ποσοῦ ἐκπίπτει καὶ ἄλλο διπλοῦν δίδωσιν, εἰ μὴ ἄρα μετεμελήθη πρὸ κατάρξεως, ὡς βι. δ΄ τί. ί.

32

pr.Ὁ κινῶν πρὸ τῆς προθεσμίας ἄλλον τοσοῦτον χρόνον μεινάτω, μηδὲ τόκους ἐν τῷ μεταξὺ λαμβάνων.

33

pr.Περαιτέρω τῶν ν ' λιτρῶν χειρόγραφον οὐκ ἔῤῥωται ἰδιόγραφον μὴ ἔχον τριῶν μαρτύρων ὑπογραφήν. σὺ δὲ γνῶθι ὡς φησὶν ἡ νεαρὰ, μὴ ἐῤῥῶσθαι ἀμάρτυρον ἴδιον χειρόγραφον μετὰ ἐνεχύρων, ἐὰν χωρὶς ἐνεχύρων δανείσῃ, οὐκ ἔχει ἀγωγὴν κατὰ τοῦ ἐντειλαμένου. βι. ή τί. μ΄ διατ. ζ΄ τοῦ κώδ. ἀνάγν. κεφ. κέ΄. Ὁ εἷς τῶν κληρονόμων ἀξιωθεὶς πληρῶσαι τοὺς δανειστὰς μόνος ὑφεξαίρει τὰ χρέη. βι. λέ΄ (tit. 2. dig.) λέγον ὅτι οὐδὲν πλέον τῶν προσόδων ἀπαιτεῖται τοῦ δοῦναι ὁ κληρονόμος τῷ δανειστῇ. Καὶ πάλιν ἕκαστον πρᾶγμα τῆς κληρονομίας δεσποτείαν περιποιεῖ. βι. λβ ' τί, ζ΄ (?) ὅτι τὰ εἰκονικῶς γινόμενα οὐκ ἰσχύει. Thalel. ad Cod. II,, 6. Basil. ed. Heimb. II p.. περαιτέρω τῆς μιᾶς λίτρας, εἴπερ ὁ ἐναγόμενος οὐ προσίεται τὴν αὐτοῦ πίστιν δηλονότι ἔχων τριῶν μαρτύρων ὑπογραφήν. ὡς βι. δ΄ τί. β΄ διατ. ιὲ τοῦ κώδ.

34

pr.Ὁ δανεισάμενος εἰς ἐπίκοινον πρᾶγμα μετὰ τοῦ ἰδίου κοινωνοῦ, ἐὰν μόνος καταβάλλῃ τὸ χρέος, ἔχει κατὰ τοῦ κοινωνοῦ ἀγωγὴν, κἂν μὴ εἰσι ῥέοι προμιτένδοι ποστουλάνδοι. καὶ οἱ τοιοῦτοι γὰρ χρεῶσται καταβαλόντες ἔχουσι κατὰ ἀλλήλους ἀγωγήν. ὡς βι. ή τί. λθ ' διατ. β΄ τοῦ κώδ.

35

pr.Ὁ ἀπαιτούμενος χρέος καὶ ἐρωτώμενος, οὐκ ἀναγκάζεται ἐν μέσῃ χειρωθῆναι αὐτὸ πρὸ τοῦ δειχθῆναι ὅτι χρεωστεῖ. βι. δ΄ τί. δ διατ. α΄ τοῦ κώδ.

36

pr.Τὰ ἐξ ἀρνήσεως διπλασιαζόμενα, εἰ καταβληθῇ, οὐ ῥεπετιτεύονται. ὡς βι. δ΄ τί. ε΄ διατ. δ΄ τοῦ κώδ.

37

pr.Οἱ χειρογραφήσαντες ὑπέρ τινος μέλλοντος δανείσασθαι, ἐὰν αὐτοῖς ἤ τισιν ἐξ αὐτῶν μὴ καταβληθῶσι τὰ δανειζόμενα, ἢ μήτε ἐγγυήσωνται τὸν δανειζόμενον, οὐ κατέχονται. ἔχουσι γὰρ τὴν τῆς ἀναργυρίας παραγραφὴν ἐντὸς τοῦ ὡρισμένου χρόνου, τουτέστι τῆς διετίας. ὅτι κἂν ὑπὲρ ἑαυτοῦ τις καὶ μὴ ὑπὲρ ἄλλου χειρογραφήσῃ, καὶ μὴ ἀπαριθμηθῇ αὐτῷ τὰ νομίσματα, οὐκ ἐνέχεται, εἰ μὴ ἄρα μέρος καταβάλῃ. ὡς βι. δ΄ τί. λ΄ τοῦ κώδ..

38

pr.Ἐάν τις ἀπαριθμήσῃ νομίσματα καὶ ἄλλος ὑπὲρ αὐτοῦ ἐπερωτηθῇ, κατέχεται ὁ ἐπερωτηθεὶς, καὶ οὐ δύναται λέγειν, ὅτι ἐμοὶ οὐκ ἀπηριθμήθη τὰ νομίσματα. εἰ δὲ μὴ ἐπερωτηθῇ ὁ ὑπογράψας, ἀλλὰ ψιλῶς μόνον ὑπέγραψεν ὑπὲρ ἄλλου, οὐ κατέχεται, ὡς προείπομεν. ὡς βι. δ΄ τί. β΄ διατ. δ΄ τοῦ κώδ.

39

pr.Ἐν τῇ παραγραφῇ τῆς ἀναργυρίας ὁ δανειστὴς βαρεῖται τῇ ἀποδείξει. οὐ μόνον εἴσω τῶν δύο ἐτῶν τοῦτο δύναται δεῖξαι, ἀλλὰ καὶ διὰ παντὸς, τουτέστι διὰ τῆς τριακονταετίας, οὐ κωλύεται δεικνύειν, ὡς ἀπηρίθμησεν ὁ δανειστὴς τῷ χρεώστῃ τὰ νομίσματα. ὡς βι. δ΄ τί. β΄ διατ. δ΄ τοῦ κώδ. Heimb. II p. 652. Cod. IV,,. Cf. Basil. Heimb. II p.. Lege ἀρνούμενος. Forte χειρὶ θεῖναι. Cód. IV,, ex versione Theodori. Basil. Heimb. II p. 646. F addit: ὁ ἔχων ἀναργυρίας παραγραφὴν καὶ μὴ

40

pr.Ὁ χειρογραφῶν καὶ μηδὲν λαβὼν, ἐὰν καταβάλῃ μέρος τοῦ κεφαλαίου ἢ τοῦ τόκου, δοκεῖ τὸ πᾶν χρέος ἐπιγνῶναι, καὶ οὐδὲ ἔχει τὴν τῆς ἀναργυρίας παραγραφήν. διάτ. δ΄.

41

pr.Ἐὰν καταβάλῃ τὶς ὑπέρ τινος μὴ χρεωστοῦντος ὡς χρεωστοῦντος, αὐτὸς μὲν οὐκ ἔχει repetitίονα, ἐκεῖνος δὲ, ὑπὲρ οὗ κατέβαλε, κινεῖ τὸ ἰνδέβιτον, τουτέστι τὸ ἀχρεώστητον. σημ. βι. δ΄ τί. έ διατ. α΄ 55. ἰνδέβιτον δεδωκὼς λεγάτον ἢ φειδικόμισσον repetiτεύει αὐτὸ, τουτέστι ἀναλαμβάνει αὐτὸ, οὐ μὴν καὶ τὸν τόκον αὐτῶν 56. εἰ δὲ εἰδήσει κατέβαλεν, οὐ ῥεπετιτεύει αὐτό. διάτ. θ '.

42

pr.Ὁ καταβάλλων χρεώστης πλαστῷ προκουράτωρι οὐκ ἐλευθεροῦται τῆς κατ᾿ αὐτοῦ ἐνοχῆς· ὅθεν ἔχει ῥεπετιτίονα ἐφ᾽ οἷς δέδωκεν 58. ἀνάγν. τί. ί κεφ. μδ καὶ τὸ σχόλιον.

43

pr.Ἐὰν ἁρπαγῶσι τὰ δανεισθέντα τοῖς πραγματευταῖς, κινείτω ὁ δανειστὴς κατὰ τῶν πραγματευτῶν καὶ μὴ κατὰ τῶν ἁρπασάντων. ἔγνως γὰρ πολλαχοῦ, ὡς ὁ κίνδυνος τῶν πραγμάτων τῶν δανεισθέντων τοῖς δανειζομένοις ἀνήκει.

44

pr.Ὁ ἀπό τινος χρεωστούμενος, εἰ γραφῇ ὑπ᾿ αὐτοῦ εἰς μέρος κληρονόμος, κινεῖ κατὰ τῶν συγκληρονόμων κατὰ ἀναλογίαν ὑπὲρ ὧν ἐποφείλεται. εἰ δὲ μόνος κληρονόμος γένηται τοῦ χρεώστου, τῷ λόγῳ τῆς συγχύσεως καὶ ὁ ἐγγυητὴς ἐλευθε ροῦται. δεσπότης γὰρ γενόμενος τοῦ δανειστοῦ οὐκέτι σώζεται ἡ περὶ τοῦ χρέους ἀγωγὴ, ἀλλὰ σβέννυται διὰ τῆς συγχύσεως τῇ ἑνώσει τῶν δύο ὑποστάσεων τοῦ χρεώστου καὶ τοῦ δανειστοῦ.

45

pr.Ὁ ἐμπρησμὸς οὐκ ἀπαλλάσσει τὸν χρεώστην τοῦ δανείου. σημ. ὅτι πᾶσι τοῖς τυχηροῖς τοῖς ἐπὶ δανεισθείσῃ ποσότητι ὁ δανεισάμενος ὑπόκειται.

46

pr.Ἐάν τις ἄλλου δανεισαμένου αὐτὸς ὑπογράψῃ μὴ ἐπερωτηθεὶς, οὐ κατέχεται. σημ. εἰ δὲ ψυχικῇ προαιρέσει ἔγραψεν, ὁμολογουμένως ἔῤῥωται.

47

pr.Ὁ δανείσας ἄρχοντι ἐπαρχίας, ἐὰν ἐν τῇ ἐπαρχίᾳ, ᾗ ἄρχει, παραγένηται ὀφείλων λαβεῖν παρ᾽ αὐτοῦ τὸ κεχρεωστημένον, ἐπειδὴ πρόξενος αὐτῷ γίνεται κλοπῆς, ὡς ἀγοραστὴς τῶν νούμων ἐξοριζέσθω. εἰ δὲ μέλλοντι αὐτῷ ἄρχειν δανείσῃ τὴν δόσιν τῆς ἀρχῆς, αὐτὸς καὶ ὁ ἄρχων ἐξοριζέσθω.

48

pr.Ὁ κατὰ βίαν οἰκέτην λαβὼν, ἐντὸς μὲν τοῦ τετραμήνου το τριπλοῦν ἀπαιτεῖται, μετὰ δὲ τὸ τετράμηνον καὶ τὴν τιμὴν τοῦ οἰκέτου, κἂν ἐτελεύτησεν ὁ οἰκέτης.

49

pr.Τοῦ χρεώστου κατὰ βίαν ἀφελομένου τὸ ἐνέχυρον, δίδοται τῷ δανειστῇ κατ᾿ αὐτοῦ ἡ μέτους καῦσα. καὶ οὐδὲ λογίζεται τῷ χρεώστῃ εἰς χρέος, ὅτι ἀπὸ τῆς μέτους καῦσα ἀπητήθη.

50

pr.Ἡ κεχρεωστημένη προῖξ προτιμᾶται ὅλων τῶν δανειστῶν τοῦ ἀνδρός. ὅμως ἐάν τις δανείσῃ ἐπὶ τὸ τὸν ἄνδρα ἢ τοὺς παῖδας αὐτῆς στρατευθῆναι, καὶ συνεφώνησεν ἐγγράφως ὥστε κυριώτερον αὐτὸν εἶναι τῆς προικὸς κάσου τινὸς συμβάντος τουτέστιν ἀτυχήματος προτιμᾶται ὁ τοιοῦτος τῆς προικὸς, ἐὰν ὅλως πρόκειται καὶ ἡ στρατεία εἰς τὸν οἶκον κατὰ τὴν κζ ' νεαράν.

51

pr.Ὁ κατὰ βίαν ἢ φόβον ποιῶν τὸν δανειστὴν παρασκευάσαι ἀκεπτιλατίονα πρὸς τὸ καὶ τοὺς ἐγγυητὰς ἐλευθερῶσαι, δίδοται καὶ κατὰ τῶν ἐγγυητῶν ἡ μέτους καῦσα εἰς τὸ το πάλιν ἐνόχους ἐγκαταστῆσαι τῷ δανειστῇ κατὰ τὸ πρότερον σχῆμα. ὡς βι. δ τί. β΄τι.

52

pr.Ἐὰν προσενέγκω τῷ δανειστῇ μου τὸ χρέος, ὁ δὲ μὴ δέξηται, ἀλλ᾽ ἐπαγγέλληται μετὰ ί ἢ κ ' ἡμέρας δέχεσθαι, ἐν τῷ μέσῳ δὲ ἐναλλαγῇ τῶν νούμων ἡ πολιτεία, οὐ ζημιοῦται ὁ δανειστὴς, ἀλλὰ πρὸς τὴν νέαν πολιτείαν ἀπαιτεῖ. εἰ δὲ καὶ ἐπίτροπος ἐπὶ τῷ εὐπίστως δανεῖσαι τὰ τοῦ πουπίλου χρήματα φυλάξει αὐτὰ, οὐ ζημιοῦται ἐκ τῆς τῶν νούμων ἐναλλαγῆς.

53

pr.Ἐὰν συμφωνηθῇ μετὰ τοῦ χρεώστου, εὐθὺς μετὰ τὸ ὑπερβῆναι τὸν ὅρον διαπιπράσκεσθαι τὸ ἐνέχυρον, οὐκ ἀναιρεῖ τὴν τοῦ ἐνεχύρου ἀγωγὴν, ὅτ᾽ ἂν ἐλάττονος πωλήσῃ ὁ δανειστής. ὑπόκειται γὰρ ὁ δανειστὴς τῷ συμφώνῳ τῷ ἐν τῷ πλήθει πολιτευομένῳ ἐναχθῆναι, τουτέστι διατιμηθῆναι.

54

pr.Λέγει ἡ διάταξις· [τὰ] τυχηρὰ οὐ κινδυνεύεται τῷ δανειστῇ, ἀλλὰ τῷ χρεώστῃ. χρὴ δὲ αὐτὸν ἀποδεῖξαι, ὅτι ἀπώλεσε τὸ ἐνέχυρον καὶ οὕτως ἀπαιτεῖν τὸ κεχρεωστημένον. εἰ δὲ συνεφωνήθη, ἵνα ἡ ἀπώλεια τοῦ ἐνεχύρου ἐλευθερώσει τὸν χρεώστην, τοῦτο ἰσχύει.

55

pr.Ὁ ἔχων ἐλευθέραν πεκουλίου διοίκησιν, καλῶς δελεγατεύει τὸν ἴδιον χρεώστην 75. ὁ δὲ μὴ ἔχων οὐδὲ δανείζειν δύναται ἐκ τοῦ πεκουλίου, οὐδὲ νοβατεῦσαι, οὐδὲ δελεγατεῦσαι καὶ ἀπαιτῆσαι τὸ χρέος. ὡς βι. μς ' τί. γ ' διγ. ιθ΄.

56

pr.-Ὁ δανειστὴς τὰ ἀναγκαῖα δαπανήματα, ἅπερ ἐποίησεν περὶ τὸ ὑποτεθὲν πρᾶγμα, ἀπαιτεῖν οὐ κωλύεται. χεῖρον δὲ τοῦτο ποιῶν, κἄντε ἀγρός ἐστι κάντε οἶκος, ἀναγκάζεται τοιοῦτον ἀποκαταστῆσαι τὸ πρᾶγμα, ὡς ἦν ἐν καιρῷ τῆς ὑποθήκης το.

57

pr.Οὐκ ἔστι τῷ δανειστῇ χωρὶς συμφώνου ἢ ἀρχικῆς κελεύσεως ἀφαιρεῖσθαι τὰ πράγματα τοῦ χρεώστου ἢ πωλεῖν τὰ εἰς αἰτίαν ἐνεχύρου κατεχόμενα. ἐπιζητοῦσιν αὐτὰ προσωπικῶς οἱ χρεῶσται 78. σημ. τὰ ληφθέντα καὶ πραθέντα ἐνέχυρα χωρὶς ψήφου ἐκδικοῦνται.

58

pr.Μετὰ τὸ πληρωθῆναι τὸ χρέος οὐκ ἔχει ὁ δανειστής ἢ ὁ κληρονόμος αὐτοῦ μακροῦ χρόνου παραγραφὴν εἰς τὸ μὴ ἀποδοῦναι τὸ ἐνέχυρον.

59

pr.Ὁ δεσπότης προστησάμενος τὸν δοῦλον αὐτοῦ πραγματείας τινὸς, τότε κατέχεται δανειζομένου αὐτοῦ, ὅτε καὶ ἐπέτρεψεν αὐτῷ δανείζεσθαι. εἰ δὲ μὴ δείκνυται ἐπιτρέψας αὐτῷ, τότε ζητοῦμεν περὶ τοῦ πεκουλίου τοῦ δούλου, καὶ πληρουμένου κατὰ πρῶτον λόγον τοῦ δεσπότου, πληροῦται κατὰ δεύτερον λόγον καὶ ὁ δανειστής.

60

pr.Ὁ τὴν ἰδίαν συγγραφὴν ἀρνούμενος ἢ τὴν ἐπ᾿ αὐτῷ Proch. XVI, 6. - F hic intercalat haec: Απαλλάττεται τῶν τυχηIV,,. ρῶν ὁ χρεώστης μὴ δεχομένου τοῦ δανειστοῦ τὸ προσφερόμενον αὐτῷ χρέος. βι. δ΄ τί. να διατ. ί΄ (?) ὁ ὑπεξούσιος ἀλλότριον χρέος ἐπερωτώμενος νοβατεύει τουτέστι μετατιθεῖ τὸ χρέος καθ᾽ ἑαυτοῦ. In C πιπράσκειν superscriptum est. πάνημα βέρσον ποιοῦντος τοῦ δούλου, κατέχεται ὁ δεσπότης αὐτοῦ, κἂν μὴ ἐκέλευσεν αὐτὸς δανείσασθαι· καὶ τῇ κουδιούσω, ὅταν κελεύσῃ ὁ δεσπότης τινὶ δανεῖσαι τῷ ἰδίῳ δούλῳ ἢ τῷ ἰδίῳ προκουράτωρι ἢ τῷ ἑαυτοῦ διοικητῇ, ὁρίζων μέντοιγε καὶ τὴν τοῦ δανείου ποσότητα. σημ. ὅτι ἐπὶ ἐλευθέρων ἁρμόζει ἡ κοδιούσω. (Cod. IV,, 13.) Cod. IV,, 12. Proch. XVI,. καταβολην γενομένην, το διπλάσιον μετ᾿ ἐλέγχους καταθήσει. ο δὲ βραδέως ὁμολογῶν, καταθήσει τὰς δαπάνας ὅρκῳ τοῦ ἀντιδίκου. σημ. ἐπεὶ καὶ τῷ ἀρνουμένῳ χρεώστῃ οὐ λογισθήσονται αἱ μετὰ ταῦτα προσφερόμεναι τῶν καταβολῶν ἀποδείξεις, ἀλλὰ τὸ πᾶν ἀπαιτεῖται. νεαρὰ ογ '.

61

pr.Οἱ ἐκ τοῦ ἐνεχύρου ληφθέντες καρποὶ ψηφίζονται εἰς τὸ χρέος, καὶ ἐὰν ἱκανοὶ γένωνται εἰς τὸ ὅλον χρέος, λύεται ἡ ἀγωγὴ καὶ ἀποδίδοται τὸ ἐνέχυρον.· εἰ δὲ καὶ πλείονές εἰσιν τοῦ χρέους οἱ καρποὶ, ἀποδίδονται οἱ περιττεύοντες 82. βι. δ΄ τί. κδ διατ. α τοῦ κώδ. εἰ δὲ καὶ ἔβλαψε τὸν ἀγρὸν, ἐνάγεται καὶ περὶ τούτου.

62

pr.Τῆς δούλης οἱ κάματοι καὶ τὰ ἐνοίκια τῶν ὑποτεθέντων οἰκημάτων εἰς τὸ χρέος λογίζονται. καὶ ἐὰν πολύ ἐστι τὸ συναγόμενον, λύεται ἡ ἀγωγή.

63

pr.Ὁ κομοδάτον λαβὼν, τουτέστιν ἐνέχυρον, μείζονα ἐπιμέλειαν ἀπαιτεῖται περὶ αὐτὸ ἧς δείκνυται εἰς τὰ ἴδια.

64

pr.Ὁ δανειστὴς, τοῦ χρεώστου μόνην ἀκίνητον ἔχοντος κτῆσιν καὶ μὴ δυναμένου ταύτην πωλῆσαι, ἀναγκαζέσθω τὰ καλλίονα τῆς κτήσεως λαβεῖν δι ' ἀκριβοῦς τῶν ἀρχόντων διατιμήσεως. καὶ γὰρ οὐκ ἂν εἴη δίκαιον, τὸν δόντα μὲν χρυσίον, λαμβάνειν δὲ χρυσίον μὴ δυνάμενον, ἀλλ᾽ ἀναγκαζόμενον καταδέξασθαι κτῆσιν ἀκίνητον, μὴ τὰ γοῦν καλλίονα τῶν τοῦ χρε ώστου πραγμάτων λαβεῖν καὶ ἣν ἐκεῖνος αἱρεῖται.

65

pr.Ἐὰν ἀντὶ χρημάτων λαβὼν γραμματεῖον τοῦ χρεώστου αὐτοῦ καταδέξεται αὐτὸ ὁ δανειστὴς, ἐλευθεροῦται ὁ χρεώστης, εἰ μὴ ἄρα ἀπὸ νόμου βοηθεῖται. ἀνάγν. κεφ. λα΄

66

pr.Ὁ ἐνεχυριάζων ἢ στρεβλῶν ἢ ὑβρίζων ἄλλον ἀντ᾿ ἄλλου χρηματικῆς ἢ ἐγκληματικῆς ὑποθέσεως χάριν, τὸ τετραπλάσιον, ὧν ἔλαβεν, καταβαλλέτω τῷ βιασθέντι, καὶ τῆς ἀγωγῆς ἐκπιπτέτω ἧς εἶχε κατ᾿ ἐκείνου. Proch. XVI,, 13. Proch. Hactenus ex Athanas. IX, (Nov.). XVI, 1. Cod. IV,, 2. Proch. XVI, 2. F intercalat: Ἐὰν καταδικασθῇ τις καὶ μὴ δυνηθῇ ποιῆσαι τὸ ἱκανὸν, ἀπαιτοῦνται οἱ χρεῶσταὶ αὐτοῦ τὰ ἀπὸ καταδίκης διὰ τοῦ ἄρχοντος. Cf. Dig. XIII,; §.. F μετά. Nov. c. 3. Proch. XVI, 11.- CὉ. C καὶ δέξεται. δ ' διγ. ιε΄. Utrumque locum non invenio. Praeterea F - addit: καὶ ὁ μισθωτὸς καὶ ὁ κολωνὸς κἂν παρουσίᾳ τοῦ δεσπότου αὐτῶν δανείσωνται, οὐ ποιοῦσιν

67

pr.Ὁ πρὸ δικαστικῆς ψήφου σήμαντρα ἐπιθεὶς πρὸ τῶν θ ' ἡμερῶν τοῦ πένθους ἢ ὄχλησιν ἐπάγων τῷ τελευτῶντι ἢ τῇ γαμετῇ ἢ παισὶν αὐτοῦ, τῆς τε δίκης ἐκπιπτέτω καὶ ἕτερον τοσοῦτον προσαπολλύτω. σημ. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ τὸ λείψανον ὑβρίζοντος, τῶν ἐπάρχων καὶ τῶν μαγίστρων μὴ φυλαττόντων ἀνὰ δέκα λιτρῶν πρόστιμον [ὑφορωμένων].

68

pr.Ὁ τὸ προϋποκείμενον ἐνεχυριάζων, ἐὰν ἀρκεῖ τὸ ἐνέχυρὸν πρὸς ἑκάτερον χρέος, οὐχ ὑπόκειται τῇ δὲ δόλῳ.

69

pr.Ὁ ἀλλότρια ἐνεχυριάζων ἑαυτὸν μόνον ποιεῖ ἔνοχον· τὸ γὰρ ἐνεχυριασθὲν οὐ ποιεῖ ἔνοχον 93. [ὁ] ἔχων οἶκον εἰς ἐνέχυρον χρεωστεῖ ἀνορθοῦν καὶ ἀνανεοῦν αὐτόν.

70

pr.Ὅτε δόλῳ τοῦ δανειστοῦ βλάπτεται τὸ ἐνέχυρον, ἐνάγεται περὶ αὐτοῦ τῇ πιγνερατικίᾳ.

71

pr.Ὁ ἐνεχυριασθείς μοι δοῦλος παρά σου, ἐὰν κλέψῃ παρ᾿ ἐμοῦ, [ἔχω κατά σου τὴν κοντραρίαν πιγνερατικίαν. καὶ εἰ μὲν ἠγνόεις εἶναι αὐτὸν κλέπτην, δύνασαι εἰς τὴν ζημίαν ἐκδοῦναί μοι τὸν οἰκέτην· εἰ δὲ ἠπίστασο εἶναι αὐτὸν κλέπτην, πάντως τὸ διαφέρον] ἀπαιτῶ παρά σου.

72

pr.Ὁ δανειστὴς πλέον τοῦ χρέους λαβὼν τοῦ κλαπέντος ἐνεχύρου, ὡς κλέπτης ἐνάγεται εἰς τὸ διπλοῦν.

73

pr.Ἐὰν παρὰ τὸ μακεδόνειον χρέος καταβάλῃ ὁ υἱὸς, διὰ τῆς ἐν ῥὲμ ἐκδικεῖ τοὺς νούμους ὁ πατὴρ αὐτοῦ, κἂν εἰς τὰ πράγματα τοῦ οἰκείου πατρὸς προσεπορίσθησαν.

74

pr.Ὁ κατὰ γνώμην πατρὸς δανεισάμενος ὑπεξούσιος καὶ ἀγοράσας ἐκ τῶν δανεισθέντων αὐτῷ πράγματά τινα, καλῶς ὑποτίθεται αὐτά 100. καὶ σημ. ὅτι ἐπὶ ὑποθήκης οὐ τρακταΐζεται τὸ μακεδόνειον, οὐδὲ ἐπὶ ἀγορασίας, ὡς βι. δ΄ τί. κή διατ. γ΄ τοῦ κώδ.

75

pr.Ὁ ὑπεξούσιος ἀναγινώσκων ἢ πρεσβεύων καλῶς δανείζεται, ὅσα ἤμελλεν αὐτῷ χορηγεῖσθαι ὁ ἴδιος πατήρ. ὁμοίως καὶ στρατιώτης ὑπεξούσιος καλῶς δανείζεται καὶ παρὰ τὸ μακεδόνειον.

76

pr.Οὐ μόνον ἐπὶ υἱῷ ἀλλὰ καὶ ἐπὶ ἐκγόνῳ χώραν ἔχει τὸ μακεδόνειον. ὑπεξουσίου δανεισαμένου εἰ ῥατοναβιτεύσει ὁ πατὴρ, ἔῤῥωται τὸ πραττόμενον. Epitome Nov. c. 1. Cf. Ανέκδ. laud. p. 213. Cf. Dig. XIII,, §. 1. Cf. Dig. XIII,, pr. et. Cf. Dig. XIII,, §.. Quae uncinis inclusa sunt, C non habet. Dig. XIII,, 31. Αη πραθέντος? Cf. Dig. XIII,, §.. Forte ἐὰν μὴ. Dig. XII,,. Cod. IV,, 5. Cod. IV,, 5. 7. Cod. IV,, 6..

77

pr.Τῷ ἀφήλικι ἐὰν καταβάλλῃ τὸ χρέος, δύναται δαπανήσας αὐτὸ αἰτεῖν ἀποκατάστασιν.

78

pr.Ἕκαστος ὅπου ἔχει τὸ δομικίλιον, αὐτοῦ ὀφείλει διφενδεύεσθαι, ἢ ὅπου συνήλλαξεν. ἐκεῖ δοκοῦμεν συναλλάττειν, ὅπου καὶ τὴν καταβολὴν τοῦ χρέους ὡμολογήσαμεν.

79

pr.Γυνὴ προτιμάσθω περὶ τὴν προῖκα τῶν προτέρων δανειστῶν τοῦ ἀνδρός. οὐ προτιμᾶται δὲ ἡ γυνὴ τῶν προτέρων ' δανειστῶν περὶ τὴν πρὸ γάμου δωρεάν. καὶ σημ. ὅτι οὐκ ἔχει ὑποθήκην περὶ τὴν πρὸ γάμου δωρεὰν ἡ γυνή.

80

pr.Ἡ γυνὴ προτιμᾶται περὶ τὴν προῖκα τοῦ δημοσίου χρέους, εἰ μὴ προγενέστερον ὑπῆρχε τὸ δημοσίως παρ᾽ αὐτοῦ κεχρεωστημένον 107. ὅτι τὸ δημόσιον σιωπηρὰν ἔχει ὑποθήκην κατὰ τῶν πραγμάτων τοῦ συντελεστοῦ.

81

pr.Τῷ δανείσαντι εἰς οἶκον ἢ εἰς στρατείαν προτιμᾶται 108. καὶ οἱ δανείσαντες ἐφ᾽ ᾧ τοῖς πρώτοις δοθῆναι δανεισταῖς, εἰς τόπον αὐτῶν ὑπεισέρχονται. ὡς βι. μβ τί. γ ' διγ. α. β΄. δύο χρεῶν ὑπόντων δημοσίων προτιμᾶται τὸ προγενέστερον.

82

pr.Εἴ τις γυνὴ ἐν δανειακῷ γραμματείῳ συναινέσει τῷ ἀνδρὶ ἢ ὑπογράψει καὶ τὴν οἰκείαν περιουσίαν ἢ καὶ ἑαυτὴν ἐνοχοποιήσῃ, οὐδὲν τοιοῦτον ἰσχύει ἢ κρατεῖ· εἰ καὶ ἅπαξ ἢ καὶ πολλάκις τὶ τοιοῦτον ὑπὲρ τοῦ αὐτοῦ πράγματος γένηται, εἴτε ἰδικὸν εἴτε δημόσιον εἴη τὸ χρέος. ἀλλ᾽ οὕτως εἶναι, ὡς ἂν εἰ μὴ γεγραμμένον, εἰ μὴ φανερῶς ἀποδειχθῇ, ὅτι τὰ χρήματα εἰς ἰδίαν αὐτῆς τῆς γυναικὸς χρείαν ἐδανείσθησαν.

83

pr.Ἐὰν διὰ τὴν τοῦ ἀνδρὸς ἐνοχὴν παρενέβαλεν ἑαυτὴν ἡ γυνὴ ἐν τῷ δεσμῷ τοῦ ἀλλοτρίου συναλλάγματος, καὶ διὰ τῆς ἰδίας ὑποστάσεως τοῦτον ἀπαλλάξαι τῆς ἐνοχῆς ἐμελέτησεν, εἰ μὲν ὑποσχομένη μὴ κατέβαλεν, οὐδὲ καταβάλλειν τὶ ἀπαιτηθήσεται· εἰ δὲ κατέβαλεν, διεκδικεῖν τὸ καταβληθὲν οὐ δύναται, δηλονότι τῶν ἐντελῶν οὖσα.

84

pr.Ἐὰν μάμμη δανείσῃ χρυσίον, καὶ αὐτὴ λαμβάνει τοὺς τόκους, κἂν τὰ γραμματεῖα κρατῇ, ἔνοχός μοι γίνεται ὁ δεβίτωρ. In C superscriptum est: τὸν οἶκον. Dig. XLII,, – 3. Theod. Proch. IX, 17. Cod. VII,,. Νον. §. 2.. Proch. IX, 15.. Legerim προνόμιον δίδοται. F hoc loco haec habet: Kαταβαλοῦσα γυνὴ ὑπὲρ ἄλλου οὐ βοηθεῖται. οὐ γὰρ ἔχει ῥεπετιτίονα, εἰ μὴ ἄρα λήθῃ τῆς τοῦ δόγματος παραγραφῆς κατέβαλεν. καὶ σημ. ὅτι γὰρ εὐδυῖα γυνὴ καταβαλοῦσα οὐκ ἀναλαμβάνει. (Cod. IV,, 9.) Νον. с.. -

85

pr.Εἰ καὶ πολλοῖς τοῖς πρὸ ἡμῶν ἔδοξε δεκτέαν εἶναι τὴν τῶν τόκων ἔκτισιν, ἴσως διὰ τὴν τῶν δανειστῶν δυσκληρίαν τε καὶ ὠμότητα, ἀλλ᾽ οὖν ὡς ἀναξίαν τῆς ἡμῶν τῶν χριστιανῶν πολιτείας ἀπευκταῖαν εἶναι κεκρίκαμεν, ἅτε παρὰ τῆς θείας νομοθεσίας κεκωλυμένην. διὸ κελεύει ἡ ἡμετέρα γαληνότης, μηδενὶ μηδαμῶς ἐξεῖναι ἐν μηδεμιᾷ ὑποθέσει τόκον εἰληφέναι, ἵνα μὴ νόμον φυλάττειν οἰόμενοι νόμον θεοῦ παραβαίνωμεν. ἀλλὰ κἂν εἴ τις ὅσον δήποτε λάβοι, εἰς τὸ χρέος λογισθήσεται.

86

pr.Πᾶς ἔμπορος καὶ ἐργαστηριακὸς τὸν νόμιμον τόκον ἀπαιτοῦσι τοῖς μεθοδεύουσι. ἀνάγν. τὴν περὶ ἀργυροπρατῶν νεαρὰν κελεύουσαν τοὺς ἀργενταρίους λαβεῖν δίμοιρον ἑκατοστῆς τόκον καὶ χωρὶς ἐπερωτήσεως, κἂν ἀγράφως [συναλλάξωσιν].

87

pr.Ὁ διαπόντια δανείζων αὐτὸς κινδυνεύει εἰς τὸ πλοϊζόμενον. εἰ μὴ ἄρα συνεφώνησε μέχρι τινὸς ῥητοῦ τόπου. βι. δ΄ τί. λβ ' καὶ λγ '.

88

pr.Ὁ δανείζων εἰς πλοϊζόμενον οὐ λαμβάνει πλέον τοῦ νομίμου τόκου, ἐὰν εἶπε μὴ ἐνέχεσθαι εἰς τὸν κατὰ θάλασσαν κίνδυνον. εἰ γὰρ κινδυνεύει, δύναται λαβεῖν καὶ ὑπὲρ τὸν ἔννομον τόκον. ὡς βι. δ΄ τί. λγ διατ. γ΄ τοῦ κώδ.

89

pr.Τόκος πλέον τῆς ἑκατοστῆς οὐ μεθοδεύεται, κἂν ἐπερωτηθῇ. ἀλλ᾽ οὐδὲ κερατισμὸς δίδοται. εἰ γὰρ καταβληθῇ τι τούτων, καταλογίζεται εἰς τὸ κεφάλαιον, κἂν ἐπερωτηθῇ.

90

pr.Τόκον τόκου οὐδεὶς ἀπαιτεῖ· ὡς ἐπάγει βι. β΄ τί. ια διατ. κ΄ ὅτι ὁ τόκον τόκου μεθοδεύων, ἀτιμοῦται τ, κἂν κατὰ μικρὸν καταβληθῇ, εἰ μὴ ἄρα πολιτικῶν ἢ χρημάτων κατὰ τὴν ρξ΄ νεαράν· ἀλλ᾽ οὐδὲ ὑπὲρ τὸ διπλάσιον τοῦ χρέους καταβάλλεται.

91

pr.Εἰδότες οὖν ἅπαντες τὴν τοῦ νόμου δύναμιν μὴ ἄλλως ἢ τὸ πᾶν χρέος καταβαλλέτωσαν [ἢ μέρος αὐτοῦ], εἰ μὴ Proch. XVI, 14. - F hoc loco haec habet: βι. δ΄ τί. λβ ' διατ. ιδ΄. Ὁ ἀπὸ συμφώνου τόκος κἂν οὐκ ἀπαιτεῖται, πλὴν ὅμως εἰ καταβληθῇ οὐ ῥεπετιτεύεται. βι. δ΄ τί. λβ΄ τοῦ κώδ. καὶ σχόλ. Ὁ ἐνδεβίτως καταβαλὼν τουτέστιν ἀχρεώστητα, ἔχει ἐπὶ τούτων ῥεπετιτίονα, οὐ μὴν καὶ ἐπὶ τῷ τόκῳ αὐτῶν, ἐὰν ἄρα ἐν εἰδήσει κατέβαλε. βι. δ΄ τί. λβ΄ διατ. γ΄. Cod. IV,, 26. Basil. Heimb. II p. 731. Cod. IV,,. Imo const.. Theod. Cod. IV,, 26. Basil. Heimb. II p.. Theod. Cod. IV,, 28. F hic subjicit: Ὁ τόκον ὑπὲρ τοῦ μέλλοντος χρόνου λαμβάνων δοκεῖ σιωπηρῶς συμφωνεῖν, μὴ ἀπαιτῆσαι τὸ χρέος, ἕως ὅτε παρέλθῃ ὁ χρόνος ὑπὲρ οὗ τὸν τόκον ἔλαβεν. βι. μδ΄ τί. δ ' διγ. μβ΄. (dig. §. 6.) ἔγγραφος αὐτοῖς ἀπόδειξις γένηται ἢ πέντε μάρτυρες ἀξιόπιστοι καὶ μὴ εὐτελεῖς πάρεισι τῇ καταβολῇ ἢ τῇ καταθέσει. καὶ σημ. ὁ δὲ εὐτελὴς περὶ τὴν προαίρεσιν νοεῖται, οὐχὶ περὶ τὴν οὐσίαν. συμβαίνει γάρ τινα καὶ σύμμετρον ὄντα τὴν οὐσίαν μὴ ἀνέχεσθαι ψεύσασθαι, ὡς εἴρηται. ὅτι ἔνθα μὴ προστίθεται μαρτύρων ἀριθμὸς, ἀρκοῦσι δύο, τουτέστιν ἔνθα μὴ λέ γει ὁ νόμος ἀριθμὸν μαρτύρων.