IusCommune
IusCommune › Textos › Epitome legum › Epitome

Epit. 1.18

Περὶ παρακαταθήκης καὶ ὑποθήκης, καὶ περὶ πραγμάτων, ὧν ἡ δεσποτεία φιλονεικεῖται.

Abrir no leitor do IusCommune →

1

pr.Παρακαταθήκη ἐστὶ τὸ ἐπὶ παραφυλακῇ τινι διδόμενον '.

2

pr.Ἐὰν ἄλλου τὸ πρᾶγμα ὑποτιθεμένου ἐγὼ ἀποδέξωμαι, ἐκ τούτου᾽ ὑποθήκη ἔῤῥωται. συναίνεσιν δὲ ζητοῦμεν τῶν καὶ ὑποθέσθαι δυναμένων.

3

pr.Ἐὰν ἀγρὸν ἐνεχυριασθέντα ἠγόρασας παρὰ τοῦ χρεώστου εἰδήσει τοῦ δανειστοῦ, δύνασαι ἐξωθεῖν αὐτὸν νῦν κινοῦντα κατά σου, ἐπειδὴ συναινέσας φαίνεται. καὶ σημ. ἡ ἐν εἰδήσει σιωπὴ τοῦ δανειστοῦ συναίνεσίς ἐστιν.· δ. Ὑπεξούσιος υἱὸς ἢ δοῦλος ὑπὲρ ἄλλου πρᾶγμα πεκουλιάριον οὐκ ἰσχυρῶς ὑποτίθεται, κἂν ἔχῃ ἐλευθέραν πεκουλίου διοίκησιν· ὥσπερ οὔτε δωρεῖται.

5

pr.Ὁ δανειστὴς τὸ ὑποκείμενον ὀρθῶς πωλήσας κωλύει τὸν χρεώστην προσφέροντα τὸ χρέος ἢ αὐτῷ ἢ τῷ ἀγοραστῇ ἀναλαβεῖν τὸ πρᾶγμα.

6

pr.Οὐ δύναται κωλύειν ὁ δεύτερος τὸν προγενέστερον δανειστὴν πωλῆσαι τὸ ἐνέχυρον, εἰ μὴ ἄρα προσφορᾷ κέχρηται πρὸς αὐτὸν τοῦ χρέους.

7

pr.Ἐὰν τὸ χρέος ἐνυπόθηκόν ἐστιν. εἰ γὰρ ἀνυπόθηκόν ἐστιν, οὐδὲ ἀναγκάζεται προφέρειν τὸ χρέος τῷ προγενεστέρῳ ὁ μεταγενέστερος δανειστής. Cod. IV,, 18. Cf. Basil. Heimb. II p. sq. Dig. XVI,, pr. Proch. XVIII, 1. Lege: ἔκτοτε ἡ. Dig. XX, Cod. VIII,, 2. F addit: Τὰ ἐγγράφως παρατιθέμενα

8

pr.Εἰ ὑποθέμενος τὸ αὐτὸ πρᾶγμα πρώτῳ καὶ δευτέρῳ δανειστῇ καὶ μηδενὶ αὐτῶν τὸ χρέος καταβαλὼν, εἶτα ἐπώλησα ἄλλο πρᾶγμα τῷ πρώτῳ καὶ τὰς τιμὰς εἰς τὸ χρέος αὐτοῦ ἐλογισάμην, οὕτως εἰμὶ ὡς καταβαλὼν, καὶ διὰ τοῦτο ἐπικρατέστερός ἐστιν ὁ δεύτερος.

9

pr.Ὁ πρότερος δανειστὴς γενικὴν ὑποθήκην ἔχων καλλίων ἐστὶ τοῦ ἰδικὴν μετ᾿ αὐτὸν ὑποθήκην λαβόντος. ὥστε οὖν ὁ ἀγοράζων παρὰ τοῦ πρώτου οὐκ ὀχληθήσεται τούτου χάριν παρὰ τοῦ μεταγενεστέρου.

10

pr.Ἐὰν τὸ αὐτὸ πρᾶγμα ἐν διαφόροις χρόνοις δύο τισὶν ὑπετέθη, βελτίων ἐστὶν ὁ πρῶτος ἀριθμήσας λαβεῖν τὸ ἐνέχυρον. οὐκ ἄλλως ὁ δεύτερος δανειστὴς πιπράσκειν αὐτὸ δύναται, εἰ μὴ ὁ πρότερος τὸ ἱκανὸν ὑποστῇ.

11

pr.Ἐάν τις τῶν δανειστῶν κατάσχῃ τέκνα τῶν ἰδίων χρεωστῶν εἰς ἐνέχυρον ἢ εἰς δουλικὴν ὑπηρεσίαν, ἐκπιπτέτω τοῦ ἡμίσεως καὶ παντὸς τοῦ χρέους, καὶ καταδικαζέσθω ἄλλην ποσότητα τοσαύτην ἐκείνῳ, ὃν κρατεῖ, ἢ τοῖς γονεῦσιν αὐτῶν καὶ σωματικῶς τιμωρείσθω. ὡς νεαρὰ ρλδ.

12

pr.Εἴτε περίεστιν ὁ παραθέμενος δοῦλον εἴτε ἀπέθανεν ἢ ἠλευθερώθη ἢ ἐξεποιήθη, ὁ δεσπότης ἔχει τὴν τῆς παρακαταθήκης ἀγωγὴν, οὐ μὴν αὐτὸς ὁ ἐλευθερωθεὶς οὐδὲ ὁ νέος αὐτοῦ δεσπότης. τῇ γὰρ ἀρχῇ προσέχομεν τοῦ συναλλάγματος. ὁμοίως καὶ ὁ κληρονομιαῖος δοῦλος παραθέμενος, ὁ κληρονόμος ἔχει τὴν τῆς παρακαταθήκης ἀγωγὴν, ὡς βι. δ΄ τί. λδ διατ. θ ' τοῦ κώδ.

13

pr.Ἐὰν ὁ δανειστὴς συναινέσει τὸν χρεώστην αὐτοῦ πωλοῦντα τὸ ἐνέχυρον ἢ ἐναλλάττοντα ἢ δωρούμενον ἢ εἰς προῖκα ἐπιδιδοῦντα, λύεται τὸ ἐνέχυρον, εἰ μὴ τὸ ἴδιον ἐφύλαξε δίκαιον. τὸ αὐτὸ κἂν δεκτὸν ἡγήσεται. εἰ δὲ αὐτὸς ῾δανειστὴς πωλήσει, ἐφ᾽ ᾧ μὴ ἀποστῆναι τοῦ ἐνεχύρου, ἕως ἂν τὸ ἱκανὸν ὑποστῇ, οὐ βλάπτεται διὰ τῆς παραγραφῆς.

14

pr.Ὁ διαμαρτυρούμενός τινα μὴ ἀποκαταστῆσαι τὴν οὖσαν παρ᾿ αὐτῷ παρακαταθήκην, πᾶσαν τυχηρὰν τῶν πι νμάτων ἐπιγινώσκει περίστασιν καὶ τόκον, εἰ καὶ χρήματά εἰσιν, ἀπὸ καιροῦ παραγγελίας, καὶ πᾶσαν ζημίαν καὶ βλάβην. An ὑπεθέμην? Dig. XX,, 4. F subjicit: Ὁ πρῶτος προσφερόμενος τὸ χρέος παρὰ τοῦ δευτέρου μὴ λάβῃ, ἀνίσχυρος γίνεται ἡ ὑποθήκη τοῦ πρώτου. (Dig. XX,, §. 4.) Cod. VIII,,. Lege καὶ λα-

15

pr.Ἐπὶ τῶν ἀπὸ θορύβου ἢ ἐμπρησμοῦ ἢ συμπτώσεως ἢ ναυαγίου παρατιθεμένων κατὰ μὲν τοῦ λαβόντος εἰς τὸ διπλοῦν ἀγωγὴ ἁρμόζει, κατὰ δὲ τοῦ κληρονόμου ἀπὸ μὲν δόλου τοῦ διατιθεμένου εἰς τὸ διπλοῦν, ἀπὸ δὲ οἰκείου εἰς τὸ ἁπλοῦν. ἐπὶ δὲ λοιπῶν παρακαταθηκῶν ἡ ἀγωγὴ εἰς τὸ ἁπλοῦν δίδοται.

16

pr.Εἴτε ὁ τὴν παρακαταθήκην δεξάμενος εἴτε ὁ κληρονόμος αὐτοῦ ἐναχθῇ, καὶ φυσικῶς τὸ πρᾶγμα πρὸ ψήφου φθαρῇ, τυχὸν γὰρ δοῦλος ἦν καὶ ἀπέθανεν, ἐλευθεροῦται, εἴγε καὶ παρὰ τῷ ἐνάγοντι ἀποκαταστὰς ἀπώλλυτο.

17

pr.Ὁ παραθέμενος δύναται παραχρῆμα κινῆσαι τὴν περὶ καταθήκης ἀγωγὴν, καὶ μὴ ἀποδιδοὺς ὁ δεξάμενος δόλον ποιεῖ, εἰ μὴ ἀλλαχοῦ ἐστιν, ἢ ἀποκέκλεισται ἐν τόπῳ τέως ἀνοιγῆναι μὴ δυναμένῳ, ἢ οὐκ ἐξῆλθεν ἡ αἵρεσις τῆς παρακαταθήκης.

18

pr.Ἐὰν ἐξ ἐπιδρομῆς λῃστῶν ὁ τὴν παρακαταθήκην λαβὼν ἀπώλεσε τὰ παρατεθέντα αὐτῷ, οὐ κινδυνεύεται τοῖς κληρονόμοις αὐτοῦ ἡ ἀπώλεια. ὁ γὰρ παρακαταθήκην λαμβάνων δόλον μόνον καὶ ῥᾳθυμίαν καὶ ἀμέλειαν ἀπαιτεῖται, εἰ μὴ ῥητῶς καὶ ἕτερόν τι συνεφωνήθη. ὡς βι. β΄ τί. λδ διατ. λ΄ τοῦ κώδ.

19

pr.Οὐ δύναται ὁ ἀποκεχρημένος τῇ προφάσει τῆς αἰτίας παρακρατεῖν τὰ πράγματα ὡς κληρονόμος. ἢ κατὰ δόλον πανσάμενος ἔχειν αὐτὰ καὶ μὴ ἀποκαθίστησιν.

20

pr.Ὁ ἐγγυησάμενος τὸν λαβόντα παρακαταθήκην ἐνέχεται, κἂν δόλον μὲν ὁ λαβὼν οὐκ ἐποίησεν, ἔχει δὲ τὸ πρᾶγμα.

21

pr.Δοῦλός σου παρέθετό μοι χρήματα ἐπὶ τῷ δοῦναί σοι ὑπὲρ τοῦ ἐλευθερῶσαι αὐτόν. εἰ μὲν διδοὺς ἐποίησά σε τῶν παρακολουθησάντων ἐν εἰδήσει, οὐκ ἐνέχομαι. εἰ δὲ ὡς ἴδια δέδωκα, ὑπόκειμαι τῇ περὶ παρακαταθήκης ἀγωγῇ 25. σημ. κἂν ὁ δοῦλός μου κἂν ὁ καλῇ πίστει δουλεύων μοὶ παράθηται τὸ ἀνῆκόν μοι, ἔχω τὴν ἀγωγὴν τὴν περὶ παρακαταθήκης.

22

pr.Ὁ λαβὼν πρᾶγμα μέσῃ χειρὶ ἐπί τινι αἰτίᾳ, ὀφείλει ἀναδοῦναι αὐτὸ τῆς αἰτίας πληρουμένης. τοῦτο γὰρ μὴ ποιῶν κατέχεται τῷ τῆς ἀπὸ μωρᾶς τόκου τουτέστι τῆς ὑπερθέσεως. εἰ καὶ δύναται κεχρῆσθαι τῷ παρατεθέντι αὐτῷ ὁ δεποσιτάριος, οὐκ ἐνέχεται τῇ φούρτη, εἰ καὶ καθ᾽ ἕτερον λόγον ἀπὸ συγχρήσεως τόκος μεθοδεύεται. βι. δ΄ τί. λδ διατ. έ. ή΄.

23

pr.Ἐὰν τοῦ παραθεμένου τινὶ πρᾶγμα τελευτῶντος ἀναφανῶσι δύο κληρονόμοι, καὶ ὁ εἷς αὐτῶν τὸ ἁρμόζον αὐτῷ μέρος λάβῃ, οὐ κινδυνεύει εἰς τὸ μέρος τοῦ ἰδίου συγκληρονόμου, κἂν ἀπολειφθῇ διὰ τὴν ἐκείνου ῥαθυμίαν. ὤφειλε γὰρ καὶ αὐτὸς ἀναλαβεῖν τὴν προσήκουσαν αὐτῷ μοῖραν. κδ΄ 32. ᾿Απαγορεύει ἡ διάταξις ἀνδρὶ ἐκποίησιν καὶ ὑποθήκην τῶν προικιμαίων πραγμάτων, εἰ καὶ τοῖς γινομένοις ἡ γυνὴ συναινέσει, ἵνα μὴ τὸ τῆς γυναικείας φύσεως σαθρὸν ἀπώλειαν τοῖς αὐτῆς πράγμασιν περιποιήσει. εἰ δὲ γυνὴ ὁρῶσα τὸν ἴδιον ἄνδρα τὰ ἴδια ὑποτιθέμενον ἐσιώπησεν ἐπίτηδες ὡς ἀπατῆσαι βουλομένη τὸν συναλλάσσοντα, τότε οὐ βοηθεῖται. ταῖς γὰρ ἀπατωμέναις γυναιξὶ βοηθεῖ τὸ δόγμα, οὐ ταῖς πανούργοις.

25

pr.Γυνὴ προῖκα ὑπέρ τινος παρασχοῦσα, οὐ δοκεῖ ἰντερκεδεύειν, εἰ μὴ ἄρα ἥττων ἐστὶ τῶν κέ ἐνιαυτῶν. τὸ αὐτὸ καὶ ἐὰν δώσει τὶ ὑπὲρ ἐλευθερίας.

26

pr.Ἐὰν ὁ ἀνὴρ ὑπόθηται τὰ πράγματα τῆς γυναικὸς τῷ χρεώστῃ αὐτῆς, συναινούσης αὐτῆς, ἴσχυσεν ἡ ὑποθήκη. ἐὰν ἰντερκεδεύσασα γυνὴ λάβῃ ἐνέχυρα παρ᾽ ἐκείνου, ὑπὲρ οὗ παρενέβαλεν ἑαυτὴν, οὐ βοηθεῖται. ἔγνως γὰρ ἐκ τῆς θ ' διατ. τοῦ κθ ' τί. τοῦ δ΄ βι. τοῦ κώδ. In C superscriptum: ὁ ὑποθήκην σχών. 29. F addit: δύναταί τις κι χρᾶσθαι πρᾶγμα ἐπὶ τὸ ἐνεχυριάσαι αὐτὸ καὶ καταβαλὼν τὸ χρέος ὀφείλει ἀναλαβεῖν αὐτὸ καὶ ἀποδοῦναι τῷ δεσπότῃ τοῦ πράγματος. βι. δ΄ τί. κγ΄ διατ. γ΄. Lege ἀπολεσθῇ. Cod. IV,, 12. F praemittit τί. κδ΄ διατ. γ΄. Cod. IV,,. Cod. IV,,. F hoc loco haec habet: τί. κγ΄ διατ. γ΄. (?) Δοτάλιον πρᾶγμα τουτέστι προικιμαῖον οὐ δύναται πωλεῖν ὁ ἀνὴρ κἂν ἀγνοοῦσα ἡ γυνὴ τὸ ὠνεακὸν αὐτοῦ ἰδίῳ δακτύλῳ ἐσφράγισεν. βι. δ΄ τί. να τοῦ κώδ. (const.) Ὅτι ὁ ὑπογράφων εἰς τὸ ὠνεακὸν κατὰ πλάνην τοῦ οἰκείου πράγματος πωλουμένου παρὰ ἄλλου οὐ προκριμα-

27

pr.Ὅτι τοῦ ἀνδρὸς τὰ τῆς πρὸ γάμου δωρεᾶς ἀκίνητα ὑποτιθεμένου ἢ ἐκποιοῦντος ἡ γυνὴ τὰ πράγματα ἐχέτω, πλὴν εἰ μὴ δευτέραν ἐποίησεν συναίνεσιν μετὰ διετῆ χρόνον ὡς ἐπὶ τῶν ἰντερκεσιόνων, τοῦ ἀνδρὸς ἑτέραν ἔχοντος ὑπόστασιν ἱκανὴν εἰς τὸ ἀποπληρῶσαι. εἰ γὰρ ἄπορός ἐστιν, οὐδὲ πολλάκις συναινοῦσα ἡ γυνὴ καταβλάπτεται, ἀλλὰ κἀκεῖνα ἐκδικεῖ καὶ τὴν οὐσίαν ἔχει τοῦ ἀνδρὸς ὑποκειμένην. τὰ αὐτὰ καὶ περὶ προικιμαίων πραγμάτων. κατὰ τὴν ξ΄ νεαράν.

28

pr.Ἐὰν ἰντερκεδεύσασα γυνὴ καταδέξηται τὸ αὐτῆς συνάλλαγμα διὰ οἱουδήποτε τρόπου ἐνοχῆς καὶ μετὰ β΄ ἔτη συναινέσῃ ἐπ᾿ αὐτῷ, οὐχ ἕξει τὴν τοῦ νόμου βοήθειαν. πρὸ γὰρ τῶν δύο ἐτῶν κἂν ποιήσῃ δευτέραν συναίνεσιν ἐπὶ τῇ ἰντερκεσίονι, οὐδὲν ἧττόν βοηθεῖται. ταῦτα δὲ νόει, εἰ μὴ ἄρα ὑπὲρ τοῦ ἀνδρὸς παρενέβαλεν ἑαυτὴν ἡ γυνή. τότε γὰρ κἂν πολλάκις ἀποτάξηται, τὴν τοῦ δόγματος ἕξει βοήθειαν. σημ. ὅτι δύναται ἡ γυνὴ ἀποτάξασθαι καὶ τῇ τοῦ δόγματος βοηθείᾳ. ὡς βι. δ΄ τί. κθ ' διατ. κβ΄.

29

pr.Καὶ θυγάτηρ παρεμβαλοῦσα ἑαυτὴν ὑπὲρ πατρὸς βοηθεῖται 39. ὁμοίως καὶ μήτηρ ὑπεξουσίου παρεμβαλοῦσα ἑαυ− τὴν βοηθεῖται, εἰ μὴ ἄρα ἐγγυητὰς ἢ ἐνέχυρα τοῖς ἐπιτρόποις αὐτοῦ δέδωκεν ὡς θέλουσα διοικῆσαι τὰ αὐτοῦ. ὡς βι. ε τί. με διάτ. α΄, ἔνθα φησὶν, ὅτι ἀπαιτεῖται λόγους ἐπιτροπεύουσα γυνή.

30

pr.Ἡ γυνὴ τοῦ γάμου συνεστῶτος ἐν ἀπορίᾳ τοῦ ἀνδρὸς τὰ ὑποκείμενα πράγματα ὑπὸ τῆς πρὸ γάμου δωρεᾶς καὶ τῆς προικὸς καὶ τῶν ἐξωπροίκων ἐκδικήσασά τε καὶ κατέχουσα, οὐ δύναται ταῦτα ἐκποιεῖν. ἀλλ᾽ ὀφείλει ἀναγκάζεσθαι ἀποτρέφειν τὸν ἄνδρα καὶ τοὺς αὐτῆς.

31

pr.Ὁ ἀλλότρια διακατέχων, ἐὰν τὴν ἀρχὴν ἀρνήσηται, μετὰ δὲ ταῦτα εἴπῃ· ἔχω μὲν τὸ πρᾶγμα, νομίμως δὲ ὑπόκειταί μοι, πρότερον ἀναγκάζεται τὸ πρᾶγμα τέως ἀποκαθιστᾶν ἐνοχὴν ὑποδέξεται, οὐ κατέχεται. εἰ δὲ ὑπὲρ αὑτῆς καὶ μὴ ὑπὲρ ἄλλου εἰσέλθῃ ἀγωγὴν ἡ γυνὴ, οὐ βοηθεῖται, κατὰ τὴν β΄ διάτ. τοῦ αὐτοῦ τί. ὡς ὅτι ἐὰν δελεγατευθῇ γυνή τινι ἀπὸ ἰδίου δανειστοῦ, οὐκ ἔχει τὴν τοῦ δόγματος παραγραφήν. σημ. οὐδὲ ὁ ἀνὴρ ὑπὲρ τῆς ἰδίας γυναικὸς ἐνάγεται, εἰ μὴ ὑπῆν (1. πω) θέλων παρενέβαλεν αὑτόν. βι. δ΄ τί. ιβ΄ διατ. τοῦ κώδ. (c. 3.) Est epitome Nov. LXI incognita hactenus. F δόγματος. Cod. IV,, 8. Cod. IV,, 6. F subdit: Οὐκ ἐνάγεται μήτηρ ὑπὲρ υἱοῦ, κἂν κατέβαλέ τι ὑπὲρ αὐτοῦ. (Cod. IV,, 4.) τὰ νόμιμα τεκμήρια καὶ τὰ ὡς ἀρνησάμενος, καὶ τότε εἰ νομίμως αὐτῷ ὑπόκειται, κινήσει οἷς θέλει δικαιώμασιν.

32

pr.Ὁ νεμόμενος ἀκίνητον ἀλλότριον πρᾶγμα καὶ ἡττηθεὶς ὀφείλει ἀποκαθιστᾶν αὐτὸ τῷ νενικηκότι. εἰ δὲ πρὸ τῆς καταδίκης ἐξεποίησεν αὐτὸ, εἰ μὲν εὔπορός ἐστι, πεμπέσθω ὁ νενικηκὼς ἐπὶ νομῇ τοῦ πράγματος 44. καὶ σημ. οὐ καταβλάπτει ἡ πλάνη τὴν οὖσαν παρά τινι δεσποτείαν.

33

pr.Ἐὰν ἠρτημένης τῆς δίκης μετενέγκῃ εἰς ἕτερον ἢ τὰς ἀγωγὰς ἢ τὰ πράγματα οἱῳδήποτε τρόπῳ, εἰ μὲν οἶδεν ὁ λαβὼν ἐπίμαχον εἶναι, οὐ μόνον τὸ πρᾶγμα ἀναδίδωσιν, ἀλλ᾽ οὐδὲ λαμβάνει τὸ τίμημα. οὐ μὴν οὐδὲ ὁ πράτης αὐτὸ λαμβάνει, ἀλλὰ τῷ δημοσίῳ εἰσάγεται.

34

pr.Ὁ πράτης μετὰ χρόνον τοῦ ἐκνικηθῆναι τὸ πρᾶγμα προσφέρων αὐτὸ τῷ ἀγοραστῇ, οὐκ ἐκκλίνει τὴν εἰς τὸ διαφέρον καταδίκην 46. εἰ δὲ ἀγνοεῖ, ἀκύρου γενομένου τοῦ συναλ λάγματος οὐ μόνον τὰς τιμὰς ἀναλαμβάνει ὁ ἀγοραστὴς, ἀλλὰ καὶ τρίτον ἄλλο τιμωρούμενος δίδωσιν ὁ πράτης ὡς δολερός· πάντων τῶν ἐπὶ τούτοις συμβόλων ἀνισχύρων ὄντων, ὑπεξῃρημένων τῶν εἰς προῖκα διδομένων, ἢ πρὸ γάμου δωρεᾶς ἢ διαλύσεως ἢ διανομῆς ἢ κατεχόνται ἢ λαμβάνονται.