IusCommune
IusCommune › Textos › Epitome legum › Epitome

Epit. 1.19

Περὶ ἐγγυῶν καὶ μανδατόρων.

Abrir no leitor do IusCommune →

1

pr.Ἑλληνιστὶ οὕτως ἐγγυητὴς λαμβάνεται· τῇ ἐμῇ πίστει λέγω, θέλω, βοίλομαι, φημί. προστίθεται δὲ ὁ ἐγγυητὴς πάσῃ ἐνοχῇ, καὶ τῇ περὶ πράγματος καὶ τῇ περὶ ἐπερωτήσεως ἐπὶ τῷ συναλλάγματι ἐνοχοποιήσει, καὶ περὶ τῶν πραιτωρίων καὶ συμφώνου ἀποκρίσεως. ὡς φησιν ἡ ρις ' νεαρὰ, ὅτι ἐὰν εἴ Theod. Nov. §. 14. - Faddit: Ἐκνικωμένου τοῦ πράγματος οὐ μόνον εἰς ἀνάληψιν τῆς τιμῆς ἁρμόττειν ἐπιτρέπει ἡ ἀγωγὴ, ἀλλὰ καὶ εἰς τὸ διαπωσιν οἱ ἐγγυηταί· τὸ ἱκανόν σοι γενήσεται, οὐδὲν πέπρακται. εἰ δὲ εἴπωσι· τὸ ἱκανόν σοι ποιήσωμεν, ἐνέχονται.

2

pr.Ὁ ἀνασχόμενος ἄπορον ἐγγυητὴν λαβεῖν, τὸν δεδοκιμασμένον δοκεῖ λαμβάνειν.

3

pr.Ὁ ἐγγυητὴς, εἰ μὴ εἰς πᾶσαν αἰτίαν τῆς πράσεως ἐγγυήσεται, οὐχ ὑπόκειται ῥεδιβιτορίᾳ.

4

pr.Ὑπεξουσίου δανεισαμένους ἐγγυητὴς ἀπὸ πατρὸς οὐ δύναται δίδοσθαι. σημ. τῇ δὲ περὶ πεκουλίου ἐναγόμενος καλῶς δίδωσιν ἐγγυητήν.

5

pr.Εἴ τις δανείσειεν καὶ ἐγγυητὴν ἢ μανδάτορα λάβῃ, ουτος μὴ τὴν πρώτην εὐθὺς κατὰ τοῦ μανδάτορος ἢ τοῦ ἐγγυησαμένου ἢ ἀντιφωνήσαντος χωρείτω, ἀλλὰ κινείτω πρῶτον κατὰ τοῦ πρωτοτύπου, τοῦ τὸ χρυσίον εἰληφότος καὶ τὸ δάνεισμα πράξαντος. καὶ εἰ μὴ πληρωθείη, ἀποροῦντος τυχὸν ἢ ἀπόντος τοῦ πρωτοτύπου, εἶθ᾽ οὕτως κατὰ τῶν ἐγγυητῶν τὴν περσοναλίαν μόνην κινείτω. σημ. ἔχουσι δὲ καιρὸν ἐπὶ τοῦ ἀπόντος, καθόσον δίδωσιν αὐτοῖς ὁ ἄρχων, ἐπὶ τὸ τὸν πρωτότυπον ἐπαναγαγεῖν εἴσω μηνῶν δύο ἢ τριῶν, κἂν ὑπερετέθησαν αἱ συμφωνίαι.

6

pr.Ὁ ἐγγυησάμενος τὸν κατηγορηθέντα χρηματικὴν δίδωσι ποινὴν μὴ παριστῶν αὐτόν· ὁ ἄρχων ὁρίζων τὸ ποσόν. εἰ δὲ κατὰ δόλον οὐ παρίστησι, καὶ ἐξτραορδίνως καταδικάζεται.

7

pr.Ὁ καθ ' οἱονδήποτε τρόπον χρεωστούμενος κινείτω πρῶτον κατὰ τοῦ πρωτοτύπου ἢ τὴν περσοναλίαν ἢ τὴν ὑποθηκαρίαν ἢ ἀμφοτέρας, καὶ εἰ μὴ πληρωθῇ, ἀποροῦντος τυχὸν Dig. XLVI,,. subjicit: Ὁ ἐγγυητὴς οὐ μόνον αὐτὸς ἔνοχος γίνεται, ἀλλὰ καὶ τελευτήσαντος αὐτοῦ ἔνοχον τὸν οἰκεῖον καταλιμπάνει κληρονόμον. βι. γ΄ τί. κ΄ τῶν ἰνστιτ. ν παρὰ τὸ δόγμα δανεισ. Dig. XLVI,,. (Theoph. III,, 2.) Dig. XLVI,,. Cf. Nov. с. 1.. Proch. XVI, 10. V in margine: φραγγελισμῷ. Cod. VIII,, 26. F hoc loco habet: Ἐὰν ὁμολογήσω τινὰ παρεστᾶναι ἐν τόπῳ δήλῳ, εἰ δὲ μὴ παραστῇ [δοθῆναι ρ ' νομίσματα,] καὶ μὴ ἔγκειται ἡμέρα ἐν τῇ ἐπερωτήσει, εἰ μὲν κατὰ πλάνην ἐστὶν, ἡ ἐπερώτησις ἀτελής ἐστιν. εἰ δὲ μὴ ἔδοξε, ὅτε δὴ παραστῇ ποτε, εἰ δὲ μὴ παραστῇ δοθῆναι ρ΄ νομίσματα, τότε κομφιρματεύεται τουτέστι βεβαιοῦται παραστῆναι ὁ ἐπερωτηθείς. (Dig. XLV,, 115.) εἰ δὲ ἐν ῥητῇ ἡμέρᾳ ἐπερωτηθῇ παρίστασθαι, οὐ δύναται πρὸ τῆς ἡμέρας ἐνάγεσθαι. ὅτε διὰ χρηματικὴν ὑπόθεσιν γένηταί τις ὑπ᾽ ἐγγύας, οὐ δύναται ἐξ ἄλλης αἰτίας ἕλκεσθαι εἰς δικαστήριον, εἰ μὴ ἄρα μέλλει φθείρεσθαι ἡ κατ᾿ αὐτοῦ ἀγωγὴ τεμποραλία οὖσα, ὡς βι. μή τί. γ ' διγ. ε΄. (dig. §. 2.) τεμποραλία ἐστὶν ἡ λ΄ ἡμέραι (1. ἐνιαυτῶν) καὶ ἑκάστη τεμποραλία τῇ ἐσχάτῃ ἡμέρᾳ τοῦ χρόνου ἢ ἀπόντος τοῦ πρωτοτύπου, καὶ μετ᾿ ἐκείνους τὴν ὑποθηκαρίαν τοῦ ἐγγυητοῦ, καὶ ὕστερον κατὰ τῶν πράγματα τοῦ ἐγγυητοῦ νεμομένων ἢ χρεωστούντων αὐτῷ. τὰ αὐτὰ καὶ ἐπὶ ἀντιφωνητῶν καὶ μανδατόρων καὶ βεβαιωτῶν.

8

pr.Ὁ ἐγγυησάμενός τινα εἰδότα καὶ μὴ ἀντιλέγοντα, ἔχει κατ᾿ αὐτοῦ τὴν μανδάτη.

9

pr.Ὁ ἔχων ἐγγύας οὐ δεσμεῖται, εἰ μὴ βαρύ ἐστι τὸ παρ᾽ αὐτοῦ ἁμαρτηθὲν, ὡς μήτε ἐγγυηταῖς μήτε στρατιώταις αὐτὸν ὀφείλειν παραδοθῆναι. ὡς βι. μή τί. γ ' διγ. α΄.

10

pr.Ὁ ἐπὶ πάσῃ αἰτίᾳ ἐγγυώμενος καὶ τόκους ὑπόκειται, ὡς βι. ιθ. τί. β΄ διγ. νδ΄. σημ. ἡ ἁρμόσασα τῷ πρωτοτύπῳ πάκτου παραγραφὴ καὶ τῷ ἐγγυητῇ δίδοται. βι. λδ τί. γ΄.

11

pr.Ὁ ἀντιφωνῶν ὑπέρ τινος καὶ αὐτὸς γίνεται ένοχος καὶ ἐκεῖνον οὐκ ἐλευθεροῖ. βι. ιέ τί. γ ' διγ. ιέ.

12

pr.Ἐὰν εἷς τῶν ἐγγυητῶν καταβάλῃ καὶ μὴ ἐκχωρηθῇ τὰς ἀγωγὰς, ὁ ἄλλος οὔτε ἐξ αὐτοῦ οὔτε παρὰ τοῦ δανειστοῦ ἐνάγεται.

13

pr.Ἡ ἀπορία τοῦ ἐγγυητοῦ εἰς προσαύξησιν ὑποβληθήσεται τοῖς ἐγγυηταῖς, ἐὰν ἠγνοεῖτο παρ᾽ αὐτῶν ἄπορος εἶναι. εἰ δὲ ἐκ τυχηρᾶς περιστάσεως συνέβη γενέσθαι τοῦτον ἄπορον, τῷ χρεώστῃ ἐποφληθήσεται. σημ. ὁμοίως καὶ ἐπὶ προκατάρξεων.· ιδ΄. Ὧν οἱ πρωτότυποι φύσει κρατοῦνται, τούτων οἱ ἐγγυηταὶ καὶ φύσει καὶ νόμῳ. σημ. οἷον ὡς ἐπὶ τῶν ὑπεξουσίων· αὐτοὶ· μὲν φύσει κρατοῦνται, οἱ δὲ ἐγγυηταὶ αὐτῶν καὶ φύσει καὶ νόμῳ 20. σημ. καλῶς ἀντιφωνοῦμεν πᾶν ὅτι ἐπερωτηθῆναι δυνάμενον, κἂν ἀκίνητον ᾖ, εἴπερ δεβιτόν ἐστι. τὸ γὰρ ἰνδέβιτον οὐκ ἀντιφωνεῖται. βι. κά τί. α΄ διγ. κς '.

15

pr.Ὁ ἐγγυησάμενος δοῦλον εἰς ὁλόκληρον ἐνάγεται, κἂν μηδέν ἐστιν ἐν τῷ πεκουλίῳ αὐτοῦ. βι. μς΄ τί. α διγ. ιε΄.

16

pr.Ἐὰν ἐγὼ καὶ ἡ γυνὴ ἐγγυησώμεθα εἰς ὁλόκληρον, ἐγὼ μόνος ἐνέχομαι. εἰ δὲ μετὰ ἀφήλικος ἐγγυήσωμαι, εἰ καὶ ἀποκατασταθῇ, καὶ τότε εἰς ὁλόκληρον ἐνέχομαι, ὅτε πρῶτος ἠγγυησάμην καὶ ὕστερον ὁ ἀφῆλιξ προσελήφθη, εἰ μὴ ἄρα κατὰ δόλον τοῦ δανειστοῦ προσελήφθη.

17

pr.Ὁ προκουράτωρ ἀντιφωνούμενος τὸ δεσποτικὸν χρέος αὐτὸς κτᾶται τὴν ἐνοχήν. βι. κ΄ τί. γ΄ διατ. λθ '.

18

pr.Εἰ καὶ ἀντιφωνήσει τὶς ὅσα ἀπὸ δωρεᾶς ἐχρεώστησεν, πρὸς τὸ μέτρον τῆς οὐσίας αὐτοῦ ἐνάγεται. βι. λθ ' τί. ε διατ. λα΄.

19

pr.Ὁ μεταφέρων τὸν ἴδιον χρεώστην δοκεῖ τοσοῦτον δεδωκέναι, εἰ καὶ τὰ μάλιστα ἀπορῶν ἐγγυᾶταί τις, παραχρῆμα κινεῖ ὁ δανειστὴς τὴν κατὰ τοῦ ἐγγυηθέντος ἀγωγήν.

20

pr.Ἐὰν ὁ χρεώστης εἰς τὸ ἥμισυ δημευθεὶς ἐξορισθῇ, εἰς τὸ ἕτερον ἥμισυ μόνον ἐνάγεται. οἱ δὲ ἐγγυηταὶ αὐτοῦ εἰς ὁλόκληρον ἐνάγονται.

21

pr.Οἱ ἐγγυηταὶ εἰ μὴ εἰς πᾶσαν τὴν ἐνοχὴν εἰσέλθωσιν, οὐχ ὑπόκεινται ἐπὶ τόκους. εἴ τι δὲ καταβάλλῃ ὁ ὑπεύθυνος, εἰς τόκους πρῶτον λογίζεται, ὡς ἐπὶ τῶν πιπρασκομένων παρὰ τοῦ δανειστοῦ ἐνεχύρων.

22

pr.Ἐὰν τὸ χρέος μετατεθῇ, ἐλευθεροῦνται καὶ οἱ ἐγγυηταὶ καὶ οἱ μανδάτορες, εἰ μὴ ἄρα πάλιν ἐνόχους ἑαυτοὺς εἰς τὸ χρέος ἐποίησαν.

23

pr.Ὁ ὑπεξούσιος ἄκοντος τοῦ πατρὸς οὐ δύναται ἐλευθερῶσαι χρεώστην αὐτοῦ. προσπορίζει γὰρ ἀγωγὴν, οὐ μὴν μειοῦν δύναται.

24

pr.Ὁ ἐμαγκιπάτος υἱὸς τουτέστιν ὁ αὐτεξούσιος, εἰ καὶ πολλῶν δωρεῶν ἔτυχε παρὰ τοῦ πατρὸς, οὐκ ἀναγκάζεται αὐτὸν ἐγγυήσασθαι. ὡς βι. ν ' τί. ή διγ. γ '.

25

pr.Ἐὰν ἐγγυήσωμαι τὸν μισθωσάμενον [ἐπὶ] ε΄ χρόνους καὶ ἐπεκτείνῃ τὴν μίσθωσιν ἐπὶ ἕτερον χρόνον ὡς πρωτότυπος, ἐγὼ οὐ κατέχομαι ὑπὲρ τῆς δευτέρας μισθώσεως. βι. μθ ' τί. ιδ΄ διγ. γ '.

26

pr.Ἐπὶ τῶν ἐπερωτήσεων τῶν ἐγγυητῶν ἰστέον, ὅτι ὅπερ δήποτε εἴη γεγραμμένον ὡς γενόμενον, προλήψει γενέσθαι δοκεῖ. [διὸ ὡμολόγηται, εἴ τις ἑαυτὸν ἔγραψεν ἐγγυήσασθαι, δοτ κεῖν] πάντα τὰ εἰωθότα πεπράχθαι, τουτέστι τὸ ἐπερωτᾶσθαι αὐτὸν ὡς ἐγγυητὴν καὶ αὐτὸν ἀκολούθως ὡμολογηκέναι.

27

pr.Ἐὰν νομίσματα δανείσω, οὐ δύναμαι λαβεῖν ἐγγυητὴν ἐφ᾽ ᾧ δοῦναί μοι ὑπὲρ αὐτοῦ σῖτον. εἰ μὴ γὰρ εἰς αὐτὸ τὸ δανεισθὲν οὐ προσλαμβάνεται ἐγγυητής. τὰ μὲν γὰρ φορτία καλῶς εἰς νομίσματα ἀποτιμῶνται, τὰ δὲ νομίσματα οὐκ ἀποτιμῶνται εἰς φορτία. βι. λβ ' τί. α διγ. μβ΄.

28

pr.Μήτε ἔθος μήτε νόμος μήτε τύπος ἐπιτρεπέτω τὸν ἄνδρα ἐγγύας δοῦναι τῇ γαμετῇ αὐτοῦ ὑπὲρ τῆς ἰδίας προικός. βι. ε τί. κ΄ διατ. γ΄.

29

pr.Κἂν ἀρνούμενον τὸ χρέος ἐλέγξῃ τὸν δεβίτωρα ὁ ἐγγυητὴς, παραβαίνειν δοκεῖ τὴν πίστιν. βι. ιδ τί. α΄ διατ. ιη΄.

30

pr.Οὐκ ἀπαιτεῖται κουστωδίαν ὁ πατὴρ, τουτέστιν ἀσφάλειαν, ἐφ᾽ οἷς ὁ υἱὸς ἐχρήσατο. σημ. οὐδὲ ὁ ἐγγυησάμενος τὸν χρησάμενον ἀπαιτεῖται κουστωδίαν. βι. μζ΄ τί. β ' διγ. δ΄.

31

pr.Πούπιλος χωρὶς τοῦ ἐπιτρόπου δοῦλον ὁμολογήσας ἐγγυητὴν δέδωκε, καὶ τοῦ πουπίλου ὑπέρθεσιν ποιήσαντος ὁ δοῦλος ἀπέθανεν. οὔτε ὁ ἐγγυητὴς ἐνέχεται οὔτε ὁ ἀφῆλιξ. ὑπέρθεσιν γὰρ ἀφῆλιξ οὐ δοκεῖ ποιεῖν ὃς οὐδὲ ἐνάγεσθαι δύναται.

32

pr.Ὅτε ὁ προκουράτωρ μου ἐπερώτησιν πραιτωρίαν ἐπερώτησεν, ἐμοὶ προσπορίζει τὴν ἀγωγήν. βι. μς ' τί. έ διγ. έ΄ 42. Οὐ ποιεῖ με ὁ προκουράτωρ μου ἔνοχον, ἐὰν ὑπογράφη εἰς ὑπογραφὴν οὕτως· ἔστιν λοιπὰ παρ᾽ ἡμῶν ὀφειλόμενα τῷ δεβίτωρι.