IusCommune
IusCommune › Textos › Epitome legum › Epitome

Epit. 1.20

Περὶ μνηστείας καὶ ἀῤῥαβῶνος.

Abrir no leitor do IusCommune →

2

pr.Καὶ ψιλῇ συναινέσει μνηστεία γίνεται, καὶ μεταξὺ ἀπόντων.

3

pr.Μνηστεύεταί τις καὶ δ᾽ αὑτοῦ παρὼν καὶ διὰ μέσου καὶ δ᾽ ἐπιστολῆς.

4

pr.Ὁ τὴν τοῦ μνηστευομένου θρησκείαν προγινώσκων οὐ συγγινώσκεται.

5

pr.Παρὰ γνώμην τῆς ὀρφανῆς ὁ ἐπίτροπος οὐ συνίστησι τὴν μνηστείαν.

6

pr.Ὁ πατὴρ τῆς ὑπεξουσίας δύναται διαλύειν τὴν μνηστείαν, οὐ μὴν καὶ τῆς αὐτεξουσίας. τότε δὲ μόνον ἀντιλέγειν δύναται, ὅτε τοῖς τρόποις ἀνάξιον καὶ αἰσχρὸν αὐτῇ μνηστεύεται.

7

pr.Ὁ τὸ γινόμενον νοῶν καλῶς μνηστεύεται, τουτέστιν ὁ μὴ ὢν ἥττων τῶν ζ΄ ἐτῶν.

8

pr.Οὐ δεῖ τὰ ἐν τῇ ζωῇ τοῦ πατρὸς δοκιμασθέντα καὶ ἀρεσθέντα ἀνατρέπεσθαι παρὰ τῶν ἐπιτρόπων καὶ κουρατώρων.

9

pr.Διχονοοῦντος τοῦ ὑπεξουσίου οὐ δύναταὶ γενέσθαι μνηστεία ὀνόματι αὐτοῦ.

10

pr.Τὴν ἥττονα τῶν ιβ΄ ἐτῶν οὐ γαμῶ, μνηστείαν δὲ ποιῶ.

11

pr.Ὁ πατὴρ τῆς ὑπεξουσίας δύναται πέμπειν διαζύγιον καὶ λύειν τὴν μνηστείαν, καὶ οὐκ ἀπαιτεῖ τὰ ἐν τῇ προικὶ ὑπὲρ αὐτῆς δοθέντα. αὐτὴ γὰρ γαμουμένη συνίστησι τὴν προῖκα, καὶ ἀπόλλυται [ἡ] καυσαδάτα, εἰ μὴ ἄρα ἐπὶ τούτῳ δέδωκεν ὁ πατὴρ, ἐφ᾽ ᾧ ἀναλαβεῖν εἰ μὴ συναινέσει τῷ γάμῳ, κἄντε γένηται κάντε μή.

12

pr.Ὁ γενόμενος ἐπίτροπος οὐ δύναται γαμεῖν τὴν ὀρφανὴν, οὔτε παῖδα αὐτοῦ ζευγνῦναι. σημ. τὸ αὐτὸ καὶ περὶ μνηστείας.

13

pr.Ὁ μνηστευσάμενος κόρην καὶ μὴ συμφωνήσας χρόνον ἐν τῇ μνηστείᾳ, ὀφείλει ταύτην, εἰ μὲν ἐν τῇ αὐτῇ ἐπαρχίᾳ διάγει, εἴσω διετίας γαμεῖν· εἰ δὲ ἐν ἀπουσίᾳ, εἴσω τριετίας. εἰ δὲ ὑπέρθηται, δύναται ἡ κόρη ἑτέρῳ συνάπτεσθαι'. σημ. καὶ ἐξ εὐλόγου αἰτίας καὶ περαιτέρω τετραετίας ὑπερτίθεται μνηστεία· τυχὸν ἢ διὰ νόσον ἢ διὰ μακρὰν ἀποδημίαν ἢ διὰ κεφαλικὰ ἐγκλήματα.

14

pr.Τὸ πένθος τοῦ ἀνδρὸς οὐ κωλύει τὴν γυναῖκα μνηστευθῆναι. καὶ ὅτι ἡ πενθοῦσα τὸν ἄνδρα δύναται ἀπὸ σάκρας εἴσω τοῦ πενθίμου χρόνου γαμηθῆναι 19. ὡς βι. γ΄ τί. β΄ διγ. ια· καὶ ὅτι τὰ πένθη τῶν ἀνιόντων οὐκ ἐμποδίζει τοῖς γάμοις τῶν πενθούντων προσώπων 20. καὶ ἡ ἐν τῷ πενθεῖν τὸν ἄνδρα γεννήσασα οὐκέτι κωλύεται γάμῳ προσελθεῖν. καὶ αἱ τῶν μὴ πενθουμένων ἀνδρῶν γαμεταὶ οὐ κωλύονται ἐν τῷ πενθίμῳ χρόνῳ γαμηθῆναι 24. σημ. ἐὰν κατεδικάσθησαν ἐπὶ καθοσιώσει οἱ τούτων ἄνδρες. σημ. οὔτε ἀνὴρ γαμετὴν οὔτε μνηστὴ τὸν μνηστῆρα ἀναγκάζεται πάλιν πενθεῖν· βι. γ΄ τί. β΄ διγ. θ΄.

15

pr.Καὶ ἡ μὴ συναφθεῖσα τῷ ἀνδρὶ ἀλλ᾽ ἔτι παρθένος οὖσα, πενθεῖν χρεωστεῖ τὸν ἄνδρα. σημ. τοῦτο νόησον ἐν γάμῳ εἶναι τὴν γυναῖκα καὶ οὐχὶ ἐν μνηστείᾳ.

16

pr.Μνηστῆς πορνευθείσης δύναται ὁ μνηστὴρ μοιχείαν κατηγορεῖν.

17

pr.Μνηστείας μὴ γενομένης, κἂν ἐπερωτηθῶσι διδόναι προῖκα ὑπὲρ κόρης, τοῦτο μνηστείαν οὐ ποιεῖ. ὅτι ἀπὸ ψιλοῦ συμφώνου ἀγωγὴ οὐ τίκτεται.

18

pr.Οὐ χρὴ τοὺς ἄρχοντας ἐξ ἐκείνης τῆς ἐπαρχίας ἧς ἄρχουσι μνηστεύεσθαι. εἰ δὲ τοῦτο ποιήσωσιν, ἔξεστι τῇ κόρῃ καὶ τοῖς γονεῦσιν αὐτῆς ἢ ἐπιτρόποις ἢ κουράτωρσι παραιτεῖσθαι τὸν γάμον καὶ κερδαίνειν τοὺς ἀῤῥαβῶνας. τὸ αὐτὸ καὶ ἐπὶ ἐκγόνων καὶ συγγενῶν καὶ δομεστίκων καὶ τῶν λοιπῶν ἀνθρώπων τοῦ ἄρχοντος.

19

pr.Ἐὰν κατὰ σπουδὴν ἐμνηστεύσατο ὁ ἄρχων, εἰ μὲν μετὰ τὴν ἀρχὴν βούλεται ἡ κόρη συναφθῆναι αὐτῷ, ἔῤῥωται ὁ γάμος. ὡς εἴγε ἄρχων μὲν ἦν, οὐκ ἦν δὲ ἱκανὸς φοβῆσαι τοὺς τῆς κόρης γονεῖς, οὐ κωλύεται ἡ μνηστεία.

20

pr.Οἱ τῶν μαινομένων παῖδες, κἂν ὑπεξούσιοι ὦσιν, οὐ δέονται τῆς τῶν πατέρων αὐτῶν συναινέσεως γάμον συναλλάσσοντες, δηλονότι καὶ μνηστείαν. ἀλλ᾽ ἐν μὲν κωνσταντινουπόλει κρίσει τοῦ ἐπάρχου τῆς πόλεως, ἐν δὲ ταῖς ἐπαρχίαις κρίσει τοῦ ἄρχοντος ἢ τοῦ ἐπισκόπου.

21

pr.Ἐπὶ τῶν ἀνυποστάτων γάμων οἱ ἀῤῥαβῶνες ἁπλοὶ ἀναδίδονται. τὸ αὐτὸ καὶ ἐπὶ νόμοις ἀπηγορευμένοις, ἐάν ἐστιν αἰσχρὸς ἢ ἄσωτος ἢ αἱρετικὸς, ἢ ὡς ἀνὴρ τὰ τῶν ἀνδρῶν οὐ ποιεῖ.

22

pr.Οἱ τῶν αἱρετικῶν παῖδες ἐὰν γένωνται χριστιανοὶ, ἀναγκάζουσι τοὺς ἰδίους γονεῖς τρέφειν αὐτοὺς καὶ ἐνδύειν καὶ προῖκα ἢ προγάμου δωρεὰν ὑπὲρ αὐτῶν διδόναι κατὰ τὸ μέτρον τῆς αὐτῶν περιουσίας.

23

pr.Ὁ διὰ τὸ μονάσαι λύων τὴν μνηστείαν ἀναλαμβάνει οὓς δέδωκεν ἀῤῥαβῶνας ἀζημίως, κἂν μνηστὴρ κἂν μνηστή.

24

pr.Ἐπὶ τῶν ἑτεροδόξων δύνανται ἀναλαβεῖν εἴ τι δεδώκασιν ἀῤῥαβῶνας λύοντες τὴν μνηστείαν, ἐὰν ἄρα ἡ θρησκεία αὐτῶν κατὰ ἄγνοιαν τῶν συναλλασσόντων ἐγένετο. εἰ δὲ ᾔδεισαν τὸ ἀλλότριον τῆς πίστεως καὶ ἔδωκαν ἀῤῥαβῶνας γάμου, τότε ὁ μὲν ἀνὴρ ζημιοῦται ἃ δέδωκεν, ἡ δὲ γυνὴ ἀναδίδωσιν ἐν διπλῷ ὁ ἐδέξατο. βι. α΄ τί. δ΄ τοῦ κώδ. διάτ. ις '.

25

pr.Ἐάν τις τῶν μνηστευσαμένων τελευτήσῃ μηδὲν ἐμποδίσας τῷ γάμῳ, ἀναδίδοται ἀνελλιπῶς ὁ δοθεὶς ἀῤῥαβών. εἰ δὲ εἷς ἐξ αὐτῶν ἐμποδίσας τῷ γάμῳ ἐτελεύτησε, ζημιοῦται τοὺς ἀῤῥαβῶνας, ὡς βι. ἐ τοῦ κώδ. τί. δ΄ διατ. γ΄.

26

pr.Κάντε αὐτεξουσία ἐστὶ κἄντε ὑπεξουσία, κἄντε ἐλάττων οὖσα τῶν κέ χρόνων, ἐὰν ἄρα ᾔτησε συγγνώμην ἡλικίας, καὶ ἀῤῥαβῶνας ἔλαβε καὶ παρῃτήσατο τὸν γάμον, εἰς τὸ διπλάσιον ὅπερ ἔλαβεν ἀποδώσει 37. εἰ δὲ ὁ δεδωκὼς ἐμποδίσῃ τῷ γάμῳ, ἐκπίπτει τῶν ἀῤῥαβώνων.

27

pr.Γίνεται δὲ αἴτησις τῆς συγγνώμης τῆς ἡλικίας τοῖς μὲν ἀνδράσιν ἀπὸ κ΄ χρόνων ἕως τοῦ κε΄ χρόνου, ταῖς δὲ θηλείαις ἀπὸ τὴ ἔτους μέχρι κέ χρόνου. αἰτούμενοι βασιλεῖ ἀπώσασθαι τοὺς αὐτῶν κουράτωρας, ὡς αὐτοὶ μόνοι δυνάμενοι Proch. I, 13. Cod. V,,. 19. Proch. I,. αἰτήσαντες οὔτε ἐκποιοῦσιν οὔτε ὑποτίθενται κινητὸν ἢ ἀκίνητον πρᾶγμα χωρὶς δεκρέτου. ὡς βι. β΄ τοῦ κώδ. [τί. μδ΄] διατ. γ '. (Ad vocem δεκρέτου W glossam habet: ἀποφάσεως βασιλικῆς.) II. τὴν τῶν ἰδίων πραγμάτων ποιεῖσθαι φροντίδα, ὑπολήψεως ἀγαθῆς δηλονότι μαρτυρούμενοι. οὐ μέντοι χωρὶς δεκρέτου ἐκποιοῦσί τι τῶν αὐτοῖς προσόντων..

28

pr.Ὁ ἀῤῥαβὼν φύσιν ἔχει τοιαύτην, ἵνα εἰ μὲν ὁ λαβὼν τὸν ἀῤῥαβῶνα παραιτήσηται, διπλάσιον ὅπερ ἔλαβεν ἀποδῷ, εἰ δὲ ὁ δεδωκὼς, ἵνα ἐκπέσῃ τῶν ἀῤῥαβώνων, εἰ μὴ ἄρα αἰτία τὶς εὔλογος ἀποδειχθῇ εἰς τὸ μὴ τελεσθῆναι τὸν γάμον.