IusCommune
IusCommune › Textos › Epitome legum › Epitome

Epit. 1.21

Περὶ δωρεῶν μνηστείας.

Abrir no leitor do IusCommune →

1

pr.Ἐὰν ὁ ἀνὴρ μὴ ὑποδεξάμενος- προῖκα βουληθῇ τὸ ἐν τῇ συνηθείᾳ γινόμενον προῖκα ποιῆσαι τῇ ἰδίᾳ μνηστῇ τῇ μελλούσῃ αὐτῷ γαμεῖσθαι, εἰ μὲν δωρήσηται αὐτῇ πράγματα ἰδικῶς καὶ μετὰ ταῦτα δέξηται αὐτὰ εἰς προῖκα, καὶ ἡ δωρεὰ τελεία ἐστὶ ὡς πρὸ τοῦ γάμου γενομένη, καὶ ἡ προῖξ συνίσταται ὡς ἐπὶ δόσεως προελθούσης '.

2

pr.Ἐὰν δὲ γράφῃ μόνον ὅτι ὑπεδέξατο προῖκα μηδὲν ὑποδεξάμενος, οὐδεμία ἐστὶν ἀπαίτησις τῶν μὴ ἐπιδοθέντων πραγμάτων.

3

pr.Ὅσα ὁ ἀνὴρ δωρεῖται τοῖς γονεῦσι᾽ ἐπὶ τῷ γενέσθαι τοὺς γάμους, μὴ γενομένων τῶν γάμων ἀναδιδότω αὐτά.

4

pr.Ἡ γενομένη παρὰ τοῦ πενθεροῦ ἢ τῆς πενθερᾶς πρὸς τὸν γαμβρὸν ἢ τὴν νύμφην δωρεὰ οὐδὲ ἀπὸ θείας ἀντιγραφῆς ἀναιρεῖται.

5

pr.Πατὴρ πρὸ τῶν γάμων τῆς ἐμαγκηπάτου τουτέστι τῆς αὐτεξουσίας προῖκα ἐπιδιδοὺς καλῶς συμφωνεῖ ἀπαιτηθῆναι ἣν ἐπερωτήθη προῖκα. ἐὰν δὲ μὴ συνεφώνησε τῷ γάμῳ αὐτῆς ἀναδίδοσθαι τὴν προῖκα καὶ οὕτως καλῶς συμφωνεῖς τουτέστιν ἀπαιτεῖ καὶ προβαινόντων καὶ μὴ προβαινόντων τῶν γάμων.

6

pr.Εάν τις δωρήσηται τῇ μνηστῇ πράγματα ἐπὶ τούτῳ τῷ ὅρῳ, ἵνα ὅτε προβῇ ὁ γάμος, τότε δύναται αὐτῶν γενέσθαι δέσποινα, ἄχρηστός ἐστιν ἡ δωρεά. συνισταμένου γὰρ τοῦ γάμου ὁ ἀνὴρο γενέσθαι οὐ δύναται δεσπότης πράγματος τῇ γυναικὶ διαφέροντος.

7

pr.Εάν τις γυναῖκα ἔχων καὶ ἐπὶ ἀπάτῃ μνηστεύεται ἄλλῃ καὶ δωρεῖται, μὴ παρακολουθούντων τῶν γάμων οὐ δύναται ταῦτα ἐπαναλαμβάνειν.

8

pr.Ἐάν τις προγάμου δωρεάν διδοὺς συνεφώνησεν, ἵνα ἐὰν παρὰ γνώμην αὐτοῦ λυθῇ ὁ γάμος, ἀποδοθῶσιν αὐτῷ ἅπερ ἐδωρήσατο, δύναται θανάτῳ αὐτοῦ διαλυθέντων τῶν γάμων ὁ κληρονόμος αὐτοῦ καὶ μὴ γενομένων τῶν γάμων ἀναλαβεῖν τὴν δωρεάν.

9

pr.Ἡ παρὰ τοῦ μνηστῆρος γενομένη δωρεὰ οὐκ ἀναιρεῖται ὡς παρὰ πολεμίοις προφάσει αὐτὸν ἀναιρεθῆναι.

10

pr.Εἴτε αὐτεξούσιοι ὄντες ἀφ᾽ ἑαυτῶν δωρήσονται εἴτε ὑπεξούσιοι συναινέσει τῶν ἐχόντων αὐτοὺς δωρήσονται ὁ ἀνὴρ· τῇ γυναικὶ καὶ ἡ γυνὴ τῷ ἀνδρὶ, μὴ προβαινόντων τῶν γάμων ἐξ ἀναλογίας τοῦ δωρησαμένου δωρεὰ οὐκ ἀναδίδοται, εἰ μὴ οὐκ ἐνεπόδισε τῷ γάμῳ.

11

pr.Ἐὰν ἐφίλησεν ὁ μνηστὴρ τὴν μνηστὴν ἐν τῷ τῆς μνηστείας καιρῷ καὶ μετὰ ταῦτα ἕνα τῶν ἀμφοτέρων τελευτῆσαι συμβῇ, τὸ ἥμισυ τῆς δωρεᾶς ἀνατρέπεται καὶ τὸ ἥμισυ ἔχει ὁ ζῶν.

12

pr.Ἐπειδὴ τῇ μνηστῇ δυνατὸν δωρεῖσθαι οὐκέτι δὲ καὶ τῇ γαμετῇ, ἐζητεῖτο, ἆρα, ἐὰν γένηται ἡ δωρεὰ τῇ ἡμέρᾳ τῶν γάμων, ὡς πρὸς μνηστὴν γενομένη ἔῤῥωται ἢ ὡς πρὸς γαμετὴν ἀνυπόστατός ἐστιν.

13

pr.Λέγει τοίνυν ἡ διάταξις, ὅτι ἐν τῇ τοσαύτῃ ἀδηλίᾳ ζητεῖν δεῖ ποῦ τῆς γυναικὸς οὔσης γέγονεν ἡ δωρεά· ἵνα εἰ μὲν ἐν τῷ οἴκῳ τῷ ἰδίῳ ἦν ἡ γυνὴ, δόξῃ πρὸς μνηστὴν ἡ δωρεὰ γεγονέναι, εἰ δὲ ἐν τῷ οἴκῳ τοῦ ἀνδρὸς, πρὸς γαμετήν. Fet W pergunt sic: δεσπότης γενέσθαι τῶν πραγμάτων ὀφείλει τῆς

14

pr.Οἱ δανεισταὶ τοῦ ἀνδρὸς, εἰ μὴ ὑποθήκας ἔχουσιν, οὐ δύνανται τὰ τῇ μνηστῇ δωρηθέντα παρ᾿ αὐτοῦ πράγματα ἀποσπᾶν.

15

pr.Γυνή τις μέλλουσα γάμῳ προσομιλεῖν ἐλπίδι μεγάλης προικὸς ἐπαγγειλαμένης ὡς δῆθεν ἀπατῶσα τὸν ἄνδρα μεγάλην δωρεὰν ἐπερωτᾷ. καὶ διὰ τοῦτο καὶ ὁ ἀνὴρ ἐπηγγείλατο ψιλῶς ἢ καὶ ἐπερωτήθη λόγῳ μνήστρων δοθῆναι τῇ γυναικὶ ποσότητα. οὐδὲν ὠφελεῖ αὐτὴν διὰ τὸ εὑρεθῆναι τὸν γάμον αὐτῆς ἀνυπόστατον ἐν τῇ τελευτῇ τοῦ ἀνδρὸς, κατὰ τὸν κανόνα τὸν λέγοντα· ἡ μηδ᾽ ὁτιοῦν δοῦσα μηδ᾽ ὁτιοῦν λαμβανέτω. καὶ λοιπὸν πρὸς τὸ ποσὸν τῆς προικὸς κανονίζεται ἡ δωρεά.

16

pr.Ἡ διάταξις βούλεται τὸν προξενοῦντα γάμον μάλιστα μὲν μηδὲν λαμβάνειν, εἰ δὲ ὅλως ἀνέχεται λαβεῖν, εἰ μὲν μηδὲν συνεφώνησε περὶ τούτου, μηδὲ ὅλως λαμβανέτω. εἰ δὲ συνεφώνησεν, μὴ ὑπὲρ τὴν κ μοῖραν τῆς προικὸς [καὶ] τῆς προγάμου δωρεᾶς ἐπιζητεῖν.

17

pr.Ὁ ἥττων τῇ ἰδίᾳ μνηστῇ παρουσίᾳ τοῦ κουράτωρος καλῶς δωρεῖται, καὶ οὐκ ἀνατρέπει δι ' ἀποκαταστάσεως. ὡς βι. β΄ τοῦ κώδ. τί. ή΄ διατ. γ΄.

18

pr.Ὁ ἥττων καλῶς δωρεῖται τῇ ἰδίᾳ μνηστῇ προγάμου δωρεάν 24. εἴρηται δὲ προγάμου δωρεὰ διὰ τὸ πρὸ τῆς στάσεως τοῦ συνοικεσίου γίνεσθαι αὐτήν. καθόλου γὰρ πᾶσα δωρεὰ γινομένη συνεστῶτος τοῦ γάμου μεταξὺ ἀνδρὸς καὶ γυναικὸς ἀπηγόρευται.