IusCommune
IusCommune › Textos › Epitome legum › Epitome

Epit. 1.22

Περὶ κεκωλυμένων γάμων.

Abrir no leitor do IusCommune →

1

pr.Ἡ συγγένεια ὄνομά ἐστι γενικόν. διαιρεῖται δὲ εἰς· τρία· εἰς ἀνιόντας, εἰς κατιόντας καὶ εἰς τοὺς ἐκ πλαγίου. καὶ ἀνιόντες μέν εἰσιν οἱ ἡμᾶς γεγεννηκότες, οἷον πατὴρ μήτηρ πάππος μάμμη, καὶ οἱ ἐκ ' τούτων ἀνώτεροι. κατιόντες δὲ οἱ ἐξ ἡμῶν γεγεννημένοι, οἷον υἱὸς θυγάτηρ ἔκγονος ἐκγόνη, καὶ οἱ τούτων κατώτεροι. ἐκ πλαγίου δὲ οἱ μήτε ἡμᾶς γεγεννηκότες μήτε ἐξ ἡμῶν γεννώμενοι, τῆς δὲ αὐτῆς γονῆς καὶ ῥίζης ἡμῖν κεκοινωνηκότες, οἷον ἀδελφὸς ἀδελφὴ θεῖος θεία ἀνεψιὸς ἀνεψιὰ ἐξάδελφος ἐξαδέλφη, καὶ οἱ ἐκ τούτων κατώτεροι.

2

pr.Ἑκάστη δὲ τάξις συγγενείας ποικίλους ἔχει καὶ διαφόρους βαθμούς. ἀλλ᾽ ἐπὶ μὲν τῶν ἀνιόντων καὶ κατιόντων ἁπλουστέρα τὶς καὶ εὐχερὴς ἡ κατάληψις τῶν βαθμῶν. ἕκαστον γὰρ τούτων τῶν προσώπων βαθμὸν ἀποτελεῖ, καὶ ἁπλῶς ὅσαι γεννήσεις τοσοῦτοι καὶ βαθμοί.

3

pr.Δυσχερεστέρα δὲ καὶ οὐκ εὐκατάληπτός ἐστιν ἡ τῶν ἐκ πλαγίου βαθμῶν εὕρεσις. δεῖ γὰρ ἡμᾶς οὐκ εὐθέως τρέχειν ἐπὶ τὸ ἐκ πλαγίου πρόσωπον, ἀλλὰ πρότερον ποιεῖσθαι τὴν ἀνάβασιν ἐπὶ τοὺς ἀνιόντας, μέχρις οὗ ἐπιστῶμεν ἐκείνῳ τῷ αἰτίῳ τῆς γεννήσεως τοῦ ἐκ πλαγίου, εἶτα τοῦτο εὑρόντας κατιέναι ἐπὶ τὸ ζητούμενον πρόσωπον τοῦ ἐκ πλαγίου, καὶ οὕτως πάσας ἀριθμεῖν τὰς γεννήσεις τὰς ἀναγομένας, τοῦτο μὲν ἐπὶ τῆς ἀνόδου, τοῦτο δὲ ἐπὶ τῆς καθόδου. ἑκάστην γὰρ γέννησιν ἐν ἰδιάζοντι τάττων βαθμῷ ποιοῦ τὸν ἀριθμόν. καὶ ἐπὶ μὲν τῶν κατιόντων εὐχερὲς τοῦτο.

4

pr.Οἷον ὁ υἱός μου πόστου ἐστὶ βαθμοῦ; ἐγὼ ἔτεκον. ἰδοὺ μία γέννησις ἕνα βαθμὸν ἀπετέλεσεν. οὐκοῦν πρώτου ἐστὶ βαθμοῦ. ὁ πάππος πόστου; ἐμὲ ἐγέννησεν ὁ πατὴρ, τὸν πατέρα ὁ πάππος. ἰδοὺ δύο γεννήσεις δύο βαθμοὺς ἀπετέλεσαν· ἐστὶν οὖν ὁ πάππος δευτέρου βαθμοῦ. τὸ αὐτὸ καὶ ἐπὶ μητρὸς καὶ μάμμης καὶ πάντων τῶν ἀῤῥένων τὲ καὶ θηλειῶν.

5

pr.Ἐπὶ δὲ τῶν ἐκ πλαγίου, ὡς εἴρηται, δεῖ ἀνιέναι ἐπὶ τὸ τῆς συγγενείας αἴτιον πρόσωπον τὰς γεννήσεις ἀριθμοῦντας, καὶ πάλιν κατιέναι ψηφίζοντας τὰς γεννήσεις, ἕως οὗ ἔλθωμεν εἰς τὸ πρόσωπον περὶ οὗ ἡ ζήτησις.

6

pr.Εἰ γάρ τίς σε ἐρωτήσῃ· ὁ ἀδελφὸς πόστου ἐστὶ βαθμοῦ; λέγε δευτέρου. διὰ τί; ἀνέρχῃ πρὸς τὸν πατέρα· ἰδοὺ μία γέννησις τοῦ πατρὸς εἰς σὲ ἕνα βαθμὸν ἀπετέλεσεν. εἶτα ἐπειδὴ εὗρες τὸ αἴτιον τῆς γεννήσεως πρόσωπον, κάτελθε πρὸς τὸν ἀδελφὸν, προστιθεὶς ἐνταῦθα ἑτέραν γέννησιν. ἰδοὺ δύο γεννήσεις δύο βαθμοὺς ἀπετέλεσαν. οὐκοῦν καλῶς εἴρηται, ὅτι ὁ ἀδελφός ἐστι δευτέρου βαθμοῦ.

7

pr.Πάλιν ἐάν τις σε ἐρωτᾷ· ὁ θεῖος πόστου σοί ἐστι βαθμοῦ; λέγε ὅτι τρίτου. ἀνάγκη γάρ σε ἀνιέναι ἐπὶ τὸν πατέρα καὶ λέγειν· ἐμὲ ἐγέννησεν ὁ πατὴρ, τὸν πατέρα ὁ πάππος, ὁ αὐτὸς πάππος τὸν ἐμὸν θεῖον. ἰδοὺ τρεῖς γεννήσεις τρεῖς ἀπετέλεσαν βαθμούς, ὥστε τρίτου μοί ἐστι βαθμοῦ ὁ θεῖος. οὕτω καὶ ἐπὶ τῶν ἑξῆς τῷ αὐτῷ προσέχων κανόνι δύνασαι καταλαβεῖν τοὺς ἀριθμούς.

8

pr.Τοὺς κεκωλυμένους γάμους ὁρίζομεν οὕτως. ἐπὶ μὲν γὰρ τῶν ἀνιόντων καὶ κατιόντων εἰς ἀπέραντον ὁ γάμος κεκώλυται, κἂν μὴ ἐννόμων εἰσὶ γάμων.

9

pr.Οὐ δύναται γάρ τις λαβεῖν τὴν ἰδίαν μάμμην ἢ τὴν ἐκγόνην, εἴτε φυσικαί εἰσιν εἴτε θεταὶ εἰ καὶ τὰ μάλιστα ἐλύθη τῷ τρόπῳ τῆς αὐτεξουσιότητος. αἰσχυνέσθω γὰρ τῇ νῦν ἡ πάλαι προσηγορία.

10

pr.Καὶ μεταξὺ δὲ πάλιν τῶν ἐκ πλαγίου προσώπων ἐστί τις κώλυσις. τὴν τοῦ ἀδελφοῦ ἢ τῆς ἀδελφῆς μου θυγατέρα λαμβάνειν πρὸς γάμον οὐ θέμις. ἀλλ᾽ οὐδὲ τὴν τούτων ἐκγόνην, κἂν τετάρτου ὦσι βαθμοῦ, ἐξ οὗ βαθμοῦ δύναμαι λαμβάνειν πρὸς γάμον. ὁμοίως τὴν θυγατέρα τοῦ θείου ἢ τῆς θείας, τουτέστι τὴν ἐξαδέλφην μου.

11

pr.᾿Αλλ᾽ οὐδὲ ὁ υἱός μου τὴν ἐκγόνην αὐτῶν, οἵτινες λέγονται δισεξάδελφοι. ἀλλ᾽ οὐδὲ τὴν πρὸς πατρὸς ἢ πρὸς μητρὸς θείαν, εἰ καὶ εἰσι θεταὶ, ἐπειδὴ μητέρων τάξιν ἐπέχουσιν. καὶ πῶς συμβαίνει θετὴν εἶναι θείαν; οἷον ὁ πάππος μου ὁ πρὸς πατρὸς, ἔχων υἱὸν τὸν ἐμὸν πατέρα, ἔλαβε κόρην τινὰ εἰς θέσιν, καὶ ὁ μὲν ἐμὸς πατὴρ ἐκάλει αὐτὴν θετὴν ἀδελφὴν, ἐγὼ δὲ θείαν. ὡσαύτως οὐδὲ τὴν μεγάλην θείαν δύναμαι λαβεῖν, τουτέστι τοῦ πάππου ἀδελφὴν, εἰ καὶ θετή ἐστιν, ἐπειδὴ μάμμης τάξιν ἐπέχει.

12

pr.Εἰσὶ δὲ καὶ ἕτεροι οὐ διὰ θεσμὸν συγγενείας, διὰ δὲ ἀγχιστείας μὴ προβαίνοντες. ἀγχιστεία δὲ ἐστιν οἰκειότης προσώπων ἐκ γάμων ἡμῖν συνημμένων συγγενείας ἐκτός. οἷον οὐ δύναμαι λαμβάνειν τὴν ἐμὴν προγόνην ἢ νύμφην. καὶ προγόνη μέν ἐστιν ἡ ἐξ ἄλλου θυγάτηρ καὶ ἐκγόνη καὶ προεκγόνη τῆς γαμετῆς μου. νύμφη δὲ ἡ τοῦ υἱοῦ καὶ ἐκγόνου καὶ προεκγόνου γαμετή.

13

pr.Οὐδὲ τὴν πενθερὰν ἢ τὴν μητρυάν μου, ἐπειδὴ μητέρων τάξιν ἔχουσιν.

14

pr.Οὐδὲ τὴν θυγατέρα τῆς ἀποζευχθείσης μου γυναικὸς τὴν μετὰ τὴν ἀπόζευξιν τεχθεῖσαν ἐξ ἑτέρου ἀνδρός.

15

pr.Οὐδὲ τὴν τοῦ πατρός μου ἢ τοῦ ἀδελφοῦ μου μνηστὴν, κἂν γαμεταὶ αὐτῶν οὐ γεγόνασιν, ὥσπερ οὐδὲ τὴν αὐτοῦ ὁ αὐτεξούσιον ποιήσας αὐτὸν θετὸς πατήρ. ἡ μὲν γὰρ μητρυᾶς, ἡ δὲ νύμφης τάξιν ἐπέχει.

16

pr.Καὶ ὁ φυσικὸς γὰρ πατὴρ οὐ λαμβάνει τὴν πορνογενῆ αὐτοῦ θυγατέρα· τὸ φύσει γὰρ δίκαιον καὶ τὸ εὐπρεπὲς ἐν τοῖς γάμοις σκοπεῖται. ταῦτα καὶ περὶ δουλικῆς συγγενείας καὶ ἀγχιστείας.

17

pr.Οὐ μόνον ἡ τοῦ πατρός μου ἀλλὰ καὶ τοῦ πάππου μου γαμετὴ μητρυὰ λέγεται, καὶ κωλύομαι λαβεῖν αὐτὰς. κἂν πολλὰς ἔσχεν ὁ πατήρ μου, οὐδεμίαν αὐτῶν λαμβάνω.

18

pr.Πενθερά ἐστιν ἡ μήτηρ καὶ ἡ μάμμη τῆς γαμετῆς μου, καὶ οὐδεμίαν αὐτῶν λαμβάνω. οὐδὲ τὴν μητέρα τῆς ποτέ μου μνηστῆς. γέγονε γὰρ πενθερά. οὔτε τὴν γυναῖκα τοῦ προγόνου μου.

19

pr.Οὔτε ἡ μητρυὰ λαμβάνει τὸν γενόμενον ἄνδρα τῆς προγόνης αὐτῆς.

20

pr.Τὴν προεγγόνην τῆς ἀδελφῆς μου γαμεῖν οὐ δύναμαι. γονέων γὰρ ἔχω πρὸς αὐτὴν τάξιν. οὐδὲ τὴν θυγατέρα τῆς προγόνης μου λαμβάνω.

21

pr.Ἐν τοῖς γάμοις οὐ μόνον τὸ ἐπιτετραμμένον ἀλλὰ καὶ τὸ εὐπρεπὲς ζητοῦμεν.

22

pr.Τὴν ἐκ πορνείας ἀδελφὴν οὐδεὶς λαμβάνει.

23

pr.Οὔτε ὁ θετὸς πατὴρ τὴν τοῦ θετοῦ υἱοῦ θυγατέρα ἢ τὴν ἐκγόνην.

24

pr.Οὐκ εὐπρεπῶς ἡ γυνὴ τοῦ ἰδίου πάτρωνος γαμεῖται ἀπελευθέρῳ αὐτοῦ, κἂν ἀποδῷ τοὺς λόγους.

25

pr.Καὶ ὁ κουράτωρ τῆς γαστρὸς ἢ τῆς οὐσίας ἀπόκειται τῇ κωλύσει. χρεωστεῖ γὰρ ἀποδοῦναι τοὺς λόγους, καὶ ἀδιάφορον εἴτε πολύν τις διώκησε χρόνον εἴτε ὀλίγον.

26

pr.Οὔτε ὁ πατὴρ τοῦ ἐπιτρόπου οὔτε ὁ συνυπεξούσιος αὐτοῦ ἀδελφὸς δύνανται γαμεῖν τὴν ὀρφανήν.

27

pr.Ὁ θετὸς υἱὸς οὐ δύναται τὴν γαμετὴν τοῦ θετοῦ πατρὸς λαμβάνειν, εἰ καὶ μὴ ἅπτεται τοῦ γένους.

28

pr.Ὁ ἐπὶ μοιχείᾳ γυναικὸς κατηγορηθεὶς οὐ δύναται ταύτην γαμετὴν ἀγαγέσθαι 24. βι. λδ τί. θ ' διγ. ιγ.

29

pr.Ὁ παρθένον ἢ χήραν ἁρπάσας οὐ δύναται ταύτην γαμεῖν οὐδὲ συναινοῦντος τοῦ ταύτης πατρὸς καὶ συγχωροῦντος αὐτῆς τὸ ἔγκλημα.

30

pr.Ὁ μέντοι ἀπὸ τοῦ ἁγίου βαπτίσματός τινα δεξάμενος οὐ δύναται ταύτην ὕστερον πρὸς γάμον ἀγαγέσθαι, ὡς δῆθεν θυγατέρα αὐτοῦ γενομένην· οὐδὲ τὴν ταύτης μητέρα ἢ θυγατέρα· ἀλλ᾽ οὐδὲ ὁ υἱὸς αὐτοῦ. ἐπειδὴ οὐδὲν ἄλλο οὕτως δύναται εἰσαγαγεῖν πατρικὴν διάθεσιν καὶ δικαίαν γάμου κώλυσιν, ὡς ὁ τοιοῦτος δεσμὸς, δι οὗ θεοῦ μεσάζοντος αἱ ψυχαὶ αὐτῶν συνάπτονται.

31

pr.Ἔσθ᾽ ὅτε ὁ ἀδελφὸς τοῦ ἀδελφοῦ μου οὔκ ἐστί μου συγγενής. ὡς βι. λή τί. ί.

32

pr.Δύναται ὁ κουράτωρ συνάπτεσθαι τὴν ἰδίαν θυγατέρα τῷ κουρατωρευομένῳ ὑπ᾽ αὐτοῦ. τὸν δὲ υἱὸν αὐτοῦ οὐ δύναται συνάπτειν τῇ κουρατωρευομένῃ ὑπ᾽ αὐτοῦ χωρὶς θείας κελεύσεως· ἐπεὶ ἀτιμοῦται. ὡς βι. έ τοῦ κώδ. τί. ς ' διατ. ς '.

33

pr.Ἡ μήτηρ τῆς ἐπιτροπευθείσης δύναται τῷ ἐπιτρόπῳ τῆς θυγατρὸς αὐτῆς γαμηθῆναι.

34

pr.Οὐκ ἐῤῥωμένως δὲ ἡ θυγάτηρ τοῦ συγκλητικοῦ ἀπελευθέρῳ γαμεῖται.