Epit. 1.23
Περὶ ὅρου καὶ διαθέσεως γάμου.
Abrir no leitor do IusCommune →1
pr.Γάμος ἐστὶν ἀνδρὸς καὶ γυναικὸς συνάφεια, καὶ συγκλήρωσις βίου παντὸς, θείου τε καὶ ἀνθρωπίνου δικαίου κοινωνία. δεῖ δὲ τὸν ἄνδρα καὶ τὴν γυναῖκα μὴ μόνον ὑπὸ τοὺς αὐτοὺς εἶναι νόμους, ἀλλὰ γὰρ τῆς αὐτῆς εἶναι θρησκείας τε καὶ αἱρέσεως καὶ ἐπίσης σέβειν τὸ θεῖον. καὶ σημ. ὅτι οὐδὲ πρὸς τὸν οἱονδήποτε ἑτερόδοξον συνίσταται γάμος.
2
pr.Ταῦτα λέγομεν, εἴτε αὐτεξούσιοι εἴτε ὑπεξούσιοί εἰσιν οἱ πρὸς γάμον συνιόντες. ἀλλ᾽ ἐπὶ τῶν ὑπεξουσίων καὶ ἕτερόν τι ζητοῦμεν, συναίνεσιν τῶν γονέων, ὧν ὑπεξούσιοί εἰσιν οἱ συναπτόμενοι· τοῦτο γὰρ καὶ ὁ πολιτικὸς καὶ ὁ φυσικὸς ἀπατεῖ λογισμός· πολιτικὸς μὲν διὰ τὸ τῶν ῥωμαίων [ἴδιον], τουτέστιν ὑπεξουσιότητα· φυσικὸς δὲ διὰ [τὸ] τοὺς μέχρι τῆς τοιαύτης ἡλικίας ἀναθρέψαντας ταύτης ἀξιοῦσθαι τιμῆς.
3
pr.Ὁ ἐν γάμῳ συλληφθεὶς, ᾧ οὐ συνήνεσεν ὁ πατὴρ τῆς κόρης, οὐ τίκτεται ὑπεξούσιος τοῦ ἰδίου πατρὸς, κἂν μετὰ θάνατον τοῦ πάππου τεχθῇ. ἐκ γάμων γὰρ ἀσυστάτων συνελήφθη τὴν ἀρχήν. Κανὼν τοῦ ἁγίου βασιλείου. Αἱ κόραι παρὰ γνώμην πατρὸς ἀκολουθήσασαι πορνεύουσι, διαλλαγέντων δὲ τῶν γονέων δοκεῖ θεραπείαν λαμβάνειν τὸ γεγονός. οὐκ εὐθὺς δὲ εἰς τὴν κοινωνίαν ἀποκαθίστασθαι, ἀλλ᾽ ἐπὶ τριετίᾳ ἐπιτιμηθήσεται.
4
pr.Αὐτεξούσιος τελείαν ἄγων τὴν ἡλικίαν καὶ χωρὶς τῆς τοῦ πατρὸς συναινέσεως γαμεῖν δύναται. ὁμοίως καὶ ἡ αὐτεξουσία. καὶ προικίζονται δ᾽ ὑπομνήσεως τοῦ ἄρχοντος κατὰ τὸ δυνατὸν τοῦ πατρός.
5
pr.Ἐὰν ὁ πάππος μαίνηται, ὁ πατὴρ συναινεῖ. εἰ δὲ ὁ πατὴρ, ἀρκεῖ ὁ πάππος συναινῶν. καὶ ὅτε περὶ τοῦ γάμου τῆς κόρης ἀμφιβάλλουσι μήτηρ καὶ συγγενεῖς καὶ ἐπίτροποι, ὀφείλει ὁ ἄρχων τὰ περὶ τούτου διακρίνειν. καθάπερ καὶ ἐπὶ τῆς ἐλάττονος τῶν κέ ἐνιαυτῶν.
6
pr.Αὐτεξουσία μέλλουσα δευτερογαμεῖν γνώμῃ τοῦ πατρὸς γαμείσθω. εἰ δὲ ἐτελεύτησεν ὁ πατὴρ, γνώμῃ τῶν συγγενῶν. εἰ δὲ ἐναντιοῦνται ἑαυτοῖς, κρινέτω ὁ ἄρχων τὴν βελτίονα γνώμην, καὶ ὃν ἡ γυνὴ ἐπιλέγεται. προτιμᾶται γὰρ ἡ τῆς γυναικὸς γνώμη.
7
pr.Ὁμοίως καὶ ἡ ὑπερβᾶσα τὸν κέ τῆς ἡλικίας χρόνον δύναται· ἐπιῤῥίπτειν ἑαυτὴν ᾧτινι βούλεται, εἰ καὶ ὁ πατὴρ αὐτῆς ἐῤῥᾳθύμησε περὶ τὸν γάμον, μηδαμῶς ἐκ ταύτης τῆς αἰτίας δυναμένου τοῦ ταύτης πατρὸς γράφειν ἀπόκληρον.
8
pr.Κατὰ δὲ τὰ ἀρτίως διατεταγμένα μὴ ἐξέστω [αὐτῇ ἐπιῤῥίπτειν] αὑτὴν ᾧτινι βούλεται, ἀλλὰ μηνυέτω ἐν μὲν κωνσταντινουπόλει τῷ ἐπάρχῳ ἢ τῷ κοιαίστωρι, ἐν δὲ ταῖς ἐπαρχίαις τῷ κατὰ τόπον ἄρχοντι, καὶ αὐτοὶ ἀναγκαζέτωσαν τοὺς αὐτῶν γονεῖς ταύτας ἐκγαμίζειν κατὰ τὴν δύναμιν τῆς περιουσίας αὐτῶν.
9
pr.Ἐὰν ἐμαγκιπάτος υἱὸς τουτέστιν αὐτεξούσιος παρὰ γνώμην πατρὸς ἄσεμνον καὶ αἰσχρὰν ἀγάγηται γαμετὴν, ὥστε ὕβριν καὶ ἀκοσμίαν καὶ ἑαυτῷ καὶ τῷ πατρὶ αὐτοῦ ἐκ τοῦ τοιούτου γάμου περιγενέσθαι, γνήσιοι μὲν γίνονται τῷ πάππῳ ἐκ τοῦ τοιούτου γάμου ἔκγονοι, εὐλόγως δὲ ποιεῖ αὐτοὺς ἐξαερεδάτους τουτέστιν ἀποκλήρους. ὁ γὰρ τῆς δὲ ἰνοφφικιόσο δεκαστὴς, οὐ μόνον τῶν ἐκγόνων πρόσωπον ἐξετάζει, ἀλλὰ καὶ τὸ τοῦ πατρὸς αὐτῶν, ὅστις ἐλύπησε τὸν ἴδιον πατέρα οὕτως ἄσεμνον γαμετὴν ἀγαγόμενος. ὡς βι. λζ΄ τί. δ΄ διγ. 5'.
10
pr.Οὐκ ἔῤῥωται ὁ γάμος τῆς θυγατρὸς ἢ ἐκγόνης ἢ προεκγόνης τοῦ ἀξιωματικοῦ πρὸς ἀπελεύθερον ἢ σκηνικὸν ἢ σκηνικῆς, χωρὶς συμβολαίων, ὡς φησιν ἡ ριζ νεαρά· ὅτι οἱ ἀξιωματικοὶ καὶ μέχρι ἰλλουστρίων τὰς τοιαύτας γυναῖκας μετὰ προικῴων ἀγάγονται, οἱ δὲ λοιποὶ πάντες καὶ δίχα προικῴων, εἰ μόνον ἐλεύθεραί εἰσιν καὶ ἄλλως ἀπὸ τοῦ νόμου οὐ κεκώλυνται. σημ. καὶ νεαρὰν οδ΄ 16. τὰς εὐτελεῖς καὶ ὁ μεγάλης οἱασδήποτε ὢν ἀξίας μετὰ προικῴων γαμείτω. ὁ δὲ μὴ ὢν ἀξιωματικὸς ἀπὸ διαθέσεως μόνης γαμείτω.
11
pr.Εάν τις ἀπὼν δι᾽ ἐπιστολῆς οἰκείας ἢ δ᾽ ἀγγέλου προτρέψηται τὴν γυναῖκα εἰς τὸν διαφέροντα αὐτῷ κατελθεῖν οἶκον, συνίσταται ὁ γάμος, ἐὰν εἰς τὸν οἶκον τούτου κατέλθῃ πεισθεῖσα τοῖς γράμμασιν ἢ τῷ ἀγγέλῳ. καὶ ἐὰν ἀποθάνῃ ὁ ἀνὴρ, πρὶν ἢ ἐπανέλθῃ, πενθεῖται παρὰ τῆς γυναικός. καὶ συμβαίνει παρθένον ἔχειν προῖκα καὶ περὶ προικὸς ἀγωγήν.
12
pr.Ἡ ἥττων τῶν ιβ΄ ἐτῶν γαμηθεῖσα τότε γίνεται νόμιμος γαμετή, ὅτε παρὰ τῷ ἀνδρὶ πληρώσῃ τὰ ιβ΄ ἔτη. Proch. IV, 24. Α ις '. Sed lege y. Allegatur enim 1. §. D. 1.. ram partem etiam F praestat, intrudit sic: α '. Τὸν γάμον οὐ τὸ συγκαθευδῆσαι ἀλλήλοις τὸν ἄνδρα καὶ τὴν γυναῖκα συνίστησιν ἀλλ᾽ ἡ γαμικὴ αὐτῶν συναίνεσις. (Proch. IV, 17.) ὡς νεα. οδ΄. ἡ διάθεσις γάμον ποιεῖ καὶ οὔτε τὰ προικῷα συμβόλαια. ἀλλὰ καὶ τῶν συναπτομένων ἡ διάθεσις γάμον ποιεῖ καὶ οὔτε ἐκ τοῦ μὴ γενέσθαι συμβόλαια ἀνατρέπεται ὁ γάμος οὔτε ἐκ τοῦ γενέσθαι ἰσχύει ὁ μὴ ὢν νομικὸς γάμος. A addit, ἡ γυνής Dig. XXIH,
13
pr.Οὐ πᾶσα συνάφεια γάμον ποιεῖ πρὸς τὴν μὴ ἔχουσαν ἡλικίαν γάμου. ἀλλ᾽ ἡ παρανόμως γαμηθεῖσα δύναται διαλύειν τὸν γάμον, καὶ γαμεῖσθαι ἄλλῳ ὕστερον. ὅτι ὁ φθείρων κόρην πρὸ τῆς ἥβης ἤγουν πρὸ τοῦ ιγ΄ χρόνου δίδωσι τὸ ἥμισυ τῆς ὑποστάσεως αὐτοῦ παρεχόμενος τῇ φθαρείσῃ κόρῃ 22. ὡς βι. λέ τί. α΄ διγ. ι΄.
14
pr.Οἰκείᾳ γνώμῃ γαμεῖν ἡ ὀρφανὴ δύναται· ἡ γὰρ τῶν πραγμάτων διοίκησις πρὸς τὸ ὀφφίκιον τοῦ κουράτωρος φέρεται, οὐ μὴν ὁ γάμος αὐτῆς.
15
pr.Κἂν ἀποδῷ τοὺς λόγους ὁ ἐπίτροπος τῷ κουράτωρι,· τὴν ἐπιτροπευθεῖσαν ὑπ᾿ αὐτοῦ οὐ δύναται γαμεῖν, ἕως ὅτε γένηται κέ ἐτῶν καὶ ὁ τῆς ἀποκαταστάσεως τετραετής χρόνος παραδράμη, εἰ καὶ τὰ μάλιστα συναφθεῖσα πρὸς γάμον ἕτερον παῖδας ἔσχεν 5. οὐ μόνον γὰρ ἀσύστατος ὁ γάμος, ἀλλὰ καὶ ὡς μοιχὸς δύναται κατηγορεῖσθαι, ἡνίκα ἐντὸς τοῦ ὡρισμένου χρόνου ταύτην ἠγάγετο πρὸς γάμον ὁ ἐπίτροπος.
16
pr.Καὶ ὁ κουράτωρ τῆς γαστρὸς ἢ τῆς οὐσίας τῇ κωλύσει ὑπόκειται. χρεωστεῖ γὰρ ἀποδοῦναι τοὺς λόγους, εἴτε πολύν τις διώκησε χρόνον εἴτε ὀλίγον 26. εἰ δὲ πληρωθέντος τοῦ κε ἐνιαυτοῦ γένηται ἡ λογοθεσία, οὐκέτι χρεία τῆς ἀποκαταστάσεως, ἀλλὰ γίνεται ὁ γάμος αὐτῶν ἀκώλυτος ἅμα τῷ δоθῆναι ἐν τῷ κς ' χρόνῳ τοὺς ἐπιτροπικοὺς λόγους.
17
pr.Τὸ δὲ δόγμα τῆς συγκλήτου τὸ βουλόμενον [μή] συνίστασθαι γάμους μεταξὺ τῆς ἐπιτροπευθείσης ἢ τοῦ υἱοῦ τοῦ ἐπιτρόπου, οὐ δυνατὸν οὖν οὐδὲ προφάσει ἀγροικίας ἢ ἀπει- ρίας παραιτεῖσθαι, ἀλλὰ πάντως ἄχρηστον ποιεῖ τὸν γάμον. εἰ δὲ ὁ πατὴρ τῆς κόρης ἐκέλευσε τοῦτο γενέσθαι, ἔῤῥωται ὁ γάμος.
18
pr.Δύναται ὁ κουράτωρ συνάψαι τὴν ἰδίαν θυγατέρα τῷ κουρατορευομένῳ ὑπ᾿ αὐτοῦ 29. ἀνάγν. τί. κβ κεφ. λβ ' καὶ λγ '
19
pr.Ὁ πατὴρ ὁ μὴ ἐναντιούμενος τοῖς γάμοις τοῦ παιδὸς συναινεῖν δοκεῖ, καὶ τὸν ἐκ τούτου τικτόμενον ἔκγονον ἀναγκάζεται τρέφειν 31. σημ. οὕτως καὶ ὁ ἐν εἰδήσει σιωπῶν καὶ μὴ ἀντιλέγων. δοκεῖ γὰρ ἐντέλλεσθαι. Ε τῇ παρ ' αὐτοῦ, omissa voce παρεχ. Proch. XXXΙΧ,.
20
pr.Ἐὰν υἱοθετήσωμαι τὸν ἤδη λαβόντα τὴν παρ᾿ ἐμου διαζευχθεῖσαν, οὐκ ἐστὶν ὁ γάμος ἀθέμιτος.
21
pr.Ὁ ἐν ἐπαρχίᾳ ἐγχειρίζων ὀφφίκιον οὐ δύναται γαμεῖν τὴν ἐν αὐτῇ γεννηθεῖσαν ἢ τὴν οἴκησιν ἔχουσαν ἐκεῖ. μνηστεύεσθαι δὲ ἢ ἐγγαμίζειν οἰκείους καὶ ἰδίους εἰ βούλοιντο οὐκ ἐκωλύοντο παρὰ τῶν παλαιῶν ἐξ ἀρεσκείας τῶν ἀμφοτέρων 34. ἀρτίως δὲ διάταξις γέγονε παρὰ τοῦ εὐσεβεστάτου βασιλέως ἡμῶν λέοντος, μὴ ἔχειν ἄδειαν τοὺς ἐν ἐπαρχίᾳ ἡγεμονεύοντας μηδαμῶς συναλλάγματα ἢ μνηστείαν ποιεῖν παίδων καὶ τῶν ἄλλων συγγενῶν αὐτῶν ἢ οἰκείων προσώπων, ἀλλὰ τοῦτο κεκωλυμένον ἔσται ἐπί τε ἄῤῥενος καὶ θηλείας, καθὼς περιφέρε- ται ἐν ταῖς νεαραῖς αὐτοῦ διατάξεσιν. σημ. ὑπέξελε τὸν ἐν τῇ οἰκείᾳ πατρίδι στρατευόμενον. οὗτος γὰρ δύναται γαμεῖν, ὡς ἐκ τῆς αὐτῆς πόλεως ἢ ἐπαρχίας ὤν. ὡς βι. κγ΄ τί. β΄ διγ. ξέ΄.
22
pr.Ἐὰν παρὰ τὰς διατάξεις ὁ ἄρχων ἐκ τῆς ἐπαρχίας ἀγάγηται συναινοῦσαν γυναῖκα, τέως μὲν ἄχρηστος ὁ γάμος. ἐὰν δὲ μετὰ ταῦτα στέρξῃ τὸν πρὸς αὐτὸν γάμον ἡ γυνὴ, καὶ οἱ μετὰ ταῦτα τικτόμενοι νόμιμοί εἰσιν. σημ. τοῦτο γὰρ ποιῶν ἱ χρυσίου λίτρας προτιμᾶται καὶ τῆς ἐπαρχίας ἐκβάλλεται.
23
pr.Τοῦ μεμηνότος ἢ παρὰ πολεμίοις ὄντος πατρὸς ὁ υἱὸς καὶ ἡ θυγάτηρ καλῶς συνάπτονται, ὁ μὲν γαμετῇ, ἡ δὲ ἀνδρί. τοῦ δὲ αἰχμαλώτου ἡ γυνὴ οὐ δύναται γαμεῖσθαι ἑτέρῳ ἀζημίως, ἕως ὅτε περίεστιν ὁ ἀνὴρ αὐτῆς καὶ δῆλόν ἐστι ζῆν αὐτόν. ἀμφιβαλλομένης δὲ τῆς ζωῆς αὐτοῦ ἐπὶ πέντε ἔτη ὑπερτίθεσθαι τὸν πρὸς ἕτερον γάμον. ὡς βι. κγ΄ τί. δ ' διγ. η΄.
24
pr.Καὶ οἱ τοῦ ἄφρονος καὶ οἱ τῶν μαινομένων παῖδες καλῶς συνάπτονται γάμῳ, καὶ προικὸς καὶ προγάμου δωρεᾶς ἐπιδεδομένης διὰ τοῦ κουράτωρος τοῦ πατρὸς αὐτῶν, κατὰ δοκιμασίαν τοῦ ἐπάρχου τῆς πόλεως ἐν τῇ βασιλίδι πόλει, ἐν δὲ ταῖς ἐπαρχίαις τοῦ ἄρχοντος. χρὴ δὲ παρεῖναι καὶ τοὺς ἐπισήμους τοῦ γένους αὐτῶν καὶ τοὺς ἐπισκόπους πρὸς ὑπόληψιν καὶ τὴν οὐσίαν τῶν συναπτομένων, ἵνα ἐν μηδενὶ καταβλάπτωνtercalat: ὁ τοῦ γήμαντος ὑπεξουσίου πατὴρ καὶ αὐτὸν ἀναγκάζεται τρέφειν καὶ τὴν γαμετὴν αὐτοῦ. αὐτὸς γὰρ ὑπόκειται τοῖς βάρεσι τοῦ γάμου τοῦ ται τῶν μαινομένων ἢ τῶν ἀφρόνων οἱ παῖδες. βι. α΄ τί. δ΄ τοῦ κώδ. διάτ. κη΄.
25
pr.Μανία ὑποῦσα κωλύει συστῆναι τὸν γάμον, ἐπειδὴ τῆς τῶν συναλλασσόντων δεῖται συναινέσεως. ἐπιγενομένη δὲ μανία τὸν ὀρθῶς ἤδη συστάντα γάμον οὐκ ἀδικεῖ.· κς '. Ἐὰν ἐπὶ τριετίαν ὁ πατὴρ ἠγνόηται, ποῦ διάγει καὶ εἰ περίεστι, δύνανται καὶ οἱ ἑκατέρας φύσεως αὐτοῦ παῖδες νομίμως γαμεῖν. εἰ δὲ καὶ πρὸ τῆς τριετίας οἱ παῖδες τοῦ αἰχμαλώτου ἢ τοῦ ἀπόντος γαμήσωσι, καὶ δῆλόν ἐστι μὴ ἀπαρέσκειν τῷ πατρὶ τὸ πρόσωπον, καὶ εἶθ᾽ οὕτως ἔῤῥωται ὁ γάμος.
27
pr.Ἡ γὰρ τῶν γάμων χρησιμότης δημοσία ἐστίν. ἀλλ᾽ ἡ πρὸ τῆς αἰχμαλωσίας μου γεγαμημένη μοι, εἰ καὶ ὑποστρέψω [ἀπὸ] τῶν πολεμίων, οὐκ αὐτομάτως γίνεταί μου γαμετὴ, ἀλλὰ καινῇ διαθέσει ἀνανεοῦται ὁ μεταξὺ ἡμῶν γάμος. σημ. ἔχει δὲ λ ' ἡμέρας τοῦ πενθεῖν ἡ γυνὴ τοὺς ἰδίους γονεῖς κατὰ τὸν μωσαϊκὸν νόμον ἡ αἰχμάλωτος.
28
pr.Κἂν αἰχμάλωτος γένηται ὁ πάτρων, οὐ δύναται ἡ ἀπελευθέρα ἑτέρῳ γαμεῖσθαι. διὰ γὰρ τὴν τιμὴν τοῦ πάτρωνος μένει ὁ γάμος αὐτῶν. εἰ δὲ ἄλλως ὁ πάτρων καταδουλωθῇ, λύεται ὁ γάμος. ἡνίκα ἑαυτὸν πράσῃ πρὸς τὸ μετασχεῖν μέρος τῆς τιμῆς αὐτοῦ. ἐπειδὴ κανών ἐστιν ὁ λέγων· δεπορτατίων γάμον οὐ λύει, τουτέστιν ἐξορία. δουλεία δὲ ἐπιγινομένη θανάτῳ ἔοικε καὶ γάμον λύει. σημ. λαμβάνει δὲ ἡ γυνὴ ὥσπερ ἀπὸ τελευτῆς τὸν κάσσον.
29
pr.Οὐ δύναμαι τὴν ὑπὸ ἄλλου ἐλευθερωθεῖσαν γαμεῖν ματριμόνισσαν τουτέστιν ἀπελευθέραν· δούλη γὰρ μένει. λέγει ὁ νόμος, τὴν ἀπελευθέραν τὴν γαμηθεῖσαν ἤδη τῷ πάτρωνι μὴ δύνασθαι παρὰ γνώμην τοῦ πάτρωνος ἑτέρῳ γαμεῖσθαι πάτρωνι. εἰ δὲ μνηστευθῇ, δύναται 49. ὡς βι. κή τί. ζ διγ. κς'΄ καὶ βι. μ ' τί. θ ' διγ. κέ΄.
30
pr.Καὶ παλλακὴ γενομένη τοῦ ἰδίου πάτρωνος ἡ ἀπελευθέρα καὶ ἄκοντος αὐτοῦ ἀποστᾶσα οὐ δύναται νομίμως ἑτέρῳ γαμηθῆναι. βι. κέ τί. ζ΄ διγ. ά.
31
pr.Ἐὰν γυνὴ ἐπερωτήσῃ τινά· ὁμολογεῖς διδόναι μοι νόμισμα, ἐὰν γαμηθῶ σοι; οὐκ ἔῤῥωται ἡ ἐπερώτησις. ὡς βι. μέ τί. α΄ διγ. ζ '.
32
pr.Ὁ σεμνὴν γυναῖκα λαμβάνων ὡς παλλακὴν προδιαμαρτύρασθαι ὀφείλει, ὅτι παλλακὴν αὐτὴν λαμβάνει, ἐπεὶ ἀναγκάζεται γαμετὴν αὐτὴν ἔχειν, μὴ βουλόμενος δὲ στοῦπρον ἁμαρτάνει, τουτέστι πορνείαν 54. ὡς εἰ μὴ βούλεται τοῦ λοιποῦ ἔχειν αὐτὴν, οὐ νομισθήσεται πρὸς τοῦτο γαμετὴ εἶναι. εἰ μέντοι ἀναξίαν αὐτῷ ταύτην κρίνοιτο γυναῖκα ἔννομον κεκλῆσθαι, μηδεμίαν πρὸς αὐτὴν κατὰ συνουσίαν ἐχέτω κοινωνίαν, ἀλλὰ ταύτην ἀποδιωκέτω· εἰ δὲ σωφρόνως βιοῦν αἱρεῖται, εὐκταῖον ἡμῖν τοῦτο. λγ ' 57. Καὶ τὴν ἰδίαν συγγάλακτον ἐλευθερώσας δύναται αὐτὴν ἀγαγέσθαι πρὸς γάμον.
34
pr.Ἡ διάταξις κελεύει, τὸν μείζονα τῶν ξ΄ ἐνιαυτῶν συνάπτεσθαι τῇ ἐλάττονι τῶν ν ' ἐνιαυτῶν 50. ὁ οὖν μείζων τῶν ὁ΄ ἐτῶν οὐ δύναται συνάπτεσθαι γάμῳ.
35
pr.Υἱὸς ὑπεξούσιος ἀσώτως πολιτευόμενος μὴ παραιτείσθω γαμεῖν.
36
pr.Καὶ κατὰ τὰ ἀρτίως εὐσεβῶς νομοθετηθέντα ἡμῖν ὁ ἐν σωφροσύνῃ διάγων μὴ ἀναγκαζέσθω πρὸς γάμον ἐλθεῖν παρὰ τοῦ ἰδίου πατρὸς, κἂν ὑπεξούσιός ἐστιν.
37
pr.Καὶ ὁ κωφὸς καὶ ὁ ἄλαλος δύναται γαμεῖν, καὶ ὁ τεχθεὶς γνήσιος ἐστιν ὡς ἀπὸ νομίμου γάμου. καὶ ὁ μὲν σπάδων πιστεύεται γάμον συναλλάσσειν, ὁ δὲ καστράτος οὐδαμῶς, τουτέστι σιδηρότμητος. καὶ ὁ θλιβίας δύναται γάμον συναλλάττειν, κἂν τὰ γεννητικὰ μόρια ὑπεθλίβησαν παρὰ τῆς τροφοῦ ἢ κατὰ ἄλλην αἰτίαν. σημ. ἰδοὺ τρεῖς εὐνούχους καλεῖ ὁ νόμος ἄνευ τοῦ ἑρμαφροδίτου, τουτέστι τοῦ. ἔχοντος ἀνδρὸς καὶ γυναικὸς φύσιν.
38
pr.Ὁ πρὸς ἐλευθέραν μὴ ποίησαμένην πόρον ἐκ τοῦ σώματος ἔχων συνήθειαν, οὐ παλλακὴν ἀλλὰ γαμετὴν αὐτὴν ἔχειν δοκεῖ. φανερῶς δὲ δοκεῖ πόρον ποιεῖν οὐ μόνον ἡ ἑαυτὴν ἐν χαμαιτυπίῳ προστήσασα, ἀλλὰ καὶ ἡ τῆς οἰκείας αἰδοῦς ἐν ἐργαστηρίῳ μὲ φεισαμένη. τότε δὲ φανερῶς λέγομεν, ἐὰν χύδην ἄνευ φειδοῦς ἑαυτὴν ἐκδῷ μοιχοῖς ἢ αἰσχρουργοῖς ὡς ἐν τάξει προεστώσης ἔχουσα τὴν ἐπιμιξίαν. οὐ μὴν ἐάν τις ἐξ ἑνὸς ἢ δευτέρου λαβοῦσα χρήματα ἐπιμίξῃ αὐτὴν, πόρον φανερῶς ἐκ τοῦ σώματος οὐ δοκεῖ ποιεῖν, ἀλλὰ κατὰ ἡδυπάθειαν.
39
pr.Ἤδη μὲν τοῖς ἀρχαίοις γέγραπται νόμος καὶ πρόσγε παρὰ τοῦ εὐσεβεστάτου ἰουστινιανοῦ κεκύρωται, δι οὗ καὶ μέχρι τετάρτου γάμου παρεκτείνεσθαι τοῖς βουλομένοις τὰ συνοικέσια· ἴσως καταστοχαζομένου, ὡς τοῖς πολλοῖς εἰκὸς τοῦτο συμβαίνειν, τὸ ταχέως τὸ συνοικοῦν πρόσωπον ἀποβάλλεσθαι καὶ νέους τοῦτο παθεῖν, καὶ οὐδὲ ἀνθίστασθαι τὰς τῆς φύσεως ὁρμὰς, ὥστε τούτοις συμβαίνειν τῶν σωφρόνων μὲν γάμων ἀποτρέπεσθαι, φοιτᾶν δὲ εἴς τινας μίξεις ἀπηγορευμένας. ἐχρῆν γὰρ καὶ ἡμᾶς ὡς τῆς αὐτῆς φύσεώς τε καὶ ἀσθενείας κεκοινωνηκότας ἐν τούτῳ τοῖς παλαιοῖς ἐμμένειν νόμοις. ἀλλ᾽ ὁρῶμεν θεῖον νόμον ἡμᾶς εἴργοντα. διὰ τοῦτο ἡ ἡμετέρα γαληνότης, ταῖς ἀνειμέναις τῶν ἐρώντων ἐπιθυμίαις ἐπιθεῖναι χαλινὸν βουλομένη, τοσοῦτον ἀπαγορεύει τὸ πρὸς δ΄ συνοικέσιον ἀφικέσθαι τινὰ, ὥστε τοὺς εἰς γ΄ ἐλθόντας τοῖς ἐκκλησιαστικοῖς καθυποβάλλει κανόσιν. ὥστε οὖν τὰ αὐτὰ δίκαια προβαίνειν καὶ ἐπὶ τοῦ γ΄ συνοικεσίου, ὁπόσα καὶ ἐπὶ τοῦ β΄.
40
pr.Ἔστω τοίνυν ἅπασι δῆλον, ὡς εἴ τις τολμήσει πρὸς δ γάμον τὸν οὐ γάμον ἐλθεῖν, οὐ μόνον ἀντ᾽ οὐδενὸς ὁ τοιοῦτος νομιζόμενος γάμος λογισθήσεται, ἀλλ᾽ οὔτε οἱ ἐξ αὐτοῦ τεχθέντες παῖδες παῖδες γνήσιοι λογισθήσονται, ἀλλὰ καὶ ταῖς ποιναῖς τῶν μεμολυσμένων τοῖς τῆς πορνείας ῥυπάσμασι καθυποβληθήσονται, δηλονότι ἀπ᾿ ἀλλήλων διϊσταμένων.