IusCommune
IusCommune › Textos › Epitome legum › Epitome

Epit. 1.24

Περὶ λύσεως γάμου καὶ τῶν αἰτιῶν αὐτῆς. καὶ περὶ παίδων νόθων καὶ ἀθεμιτογαμίας.

Abrir no leitor do IusCommune →

1

pr.Ἐπειδὴ πολλὰς ἐν τοῖς παλαιοῖς νόμοις εὕρομεν αἰτίας, ἐξ ὧν εὐχερῶς αἱ τῶν γάμων λύσεις γίνονται, τούτων ἕνεκα συνείδομεν ἐκ τούτων περιελεῖν τινας, αἵπερ ἡμῖν ἀνάξιαι πρὸς τὸ διαλύειν γάμους ἐφάνησαν, καὶ ταύτας μόνον ὀνομαστὶ τῷ παρόντι ἐντάξαι νόμῳ, ὑπὲρ ὧν εὐλόγως τοὺς γάμους δίχα ποινῆς ἔξεστι διαλύειν.

2

pr.Διαλύεται ὁ γάμος κατὰ πρόφασιν ἀναγκαίαν τε καὶ οὐκ ἄλογον, ὅτ᾽ ἄν τις οὐχ οἷος τε εἴη συνεῖναι τῇ γυναικὶ καὶ τὰ παρὰ τῆς φύσεως ἀνδρᾶσι δεδομένα μὴ πράττῃ, ἀλλὰ τριετία μὲν παραδράμοι ἐκ τοῦ τῶν γάμων καιροῦ, ὁ δὲ ὅτι ταῖς ἀληθείαις ἐστὶν ἀνὴρ οὐ δεικνύει· πάρεστι γὰρ τῇ γυναικὶ ἢ τοῖς γε πατράσι διαζευγνύναι τὸ συνοικέσιον καὶ στεῖλαι διάλυσιν, κἂν εἰ μὴ βούλοιτο τοῦτο ὁ συνοικῶν. κἀνταῦθα ἡ μὲν προῖξ εἴ τις ἐστὶν ὅλως ἐπιδεδομένη ἀκολουθήσει τῆ γυναικὶ καὶ ἀποδώσει ταύτην ὁ ἀνὴρ εἴγε τύχῃ λαβὼν, ἡ δὲ διὰ τὸν γάμον ἤτοι πρὸ τοῦ γάμου δωρεὰ μένει παρὰ τῶ ἀνδρὶ οὐδὲν οἴκοθεν ζημιουμένῳ. σχόλ. Ὅτι περὶ τοῦ γονοποιεῖν τοὺς ἀνθρώπους σκοποῦμεν τὴν φύσιν καὶ τὴν συνήθειαν· οὐ τὸ πρόσκαιρον, ἀλλὰ τὴν ἀσθένειαν τὴν ἐμποδίζουσαν γονοποιεῖν.

3

pr.Θεσπίζομεν καὶ τῶν ἐν αἰχμαλωσίᾳ διαλύεσθαι τοὺς γάμους. καὶ οὐχ ἁπλῶς καὶ ὡς ἔτυχεν, ἀλλ᾽ ἕως μέν ἐστι φανερὸν περιεῖναι ἢ τὸν ἄνδρα ἢ τὴν γυναῖκα, μένειν ἄλυτα τὰ συνοικέσια συγχωροῦμεν, καὶ οὐκ ἐλεύσονται πρὸς δευτέρους γάμους οὔτε γυναῖκες οὔτε ἄνδρες, εἰ μὴ βούλοιντο κατὰ προπέτειαν τοῦτο πρᾶξαι καὶ ὑποπεσεῖν ταῖς ποιναῖς, ὁ μὲν τῆς προγαμιαίας δωρεᾶς φαμεν ἐκτίσει, ἡ δὲ τῇ τῆς προικός. εἰ δε ἄδηλον καθεστήκοι πότερον περίεστιν ἢ μὴ τὸ εἰς πολεμίους ἀφικόμενον πρόσωπον, τηνικαῦτα πενταετίαν μενετέον εἴτε τῷ ἀνδρὶ εἴτε τῇ γυναικὶ, μεθ᾽ ἣν εἴτε σαφῆ γένοιτο τὰ τῆς τελευτῆς εἴτε ἄδηλα μένοι, γαμεῖν ἔξεστιν ἀκινδύνως. ὥστε ἐνταῦθα οὐδὲ διαισίου γίνεται καιρὸς οὕτω τῶν προσώπων διεστώτων ἀλλήλων. καὶ οὐδεὶς ἐνταῦθα κερδανεῖ, οὔτε ὁ ἀνὴρ τὴν προῖκα οὔτε ἡ γυνὴ τὴν προγαμιαίαν δωρεάν, ἀλλ᾽ ἕκαστος ἐπὶ τῶν οἰκείων μενέτω. — σχόλ. Τότε γὰρ εἰ παῖδες εἰσὶν καὶ ἡ προῖξ καὶ ἡ γαμικὴ δωρεὰ αὐτοῖς φυλαχθήσεται. καὶ εἴπερ μετὰ ταῦτα ἁλῶσιν ἑκάτεροι ἢ ὁ εἷς γαμῶν ἢ ἀσώτως ζῶν, ἡ οὐσία τοῦ τοῦτο ποιοῦντος τοῖς παισὶ προσκυροῦται. ὡς νεαρὰ ριδ΄. σημ. εἰ δέ τις τῶν διὰ σωφροσύνην λυσάντων τὸν γάμον ἄλλην ἀγάγεται γαμετὴν ἢ πορνεύσῃ, τὴν πᾶσαν αὐτοῦ περιουσίαν οἱ παῖδες λήψονται. εἰ δε παῖδας οὐκ ἔχουσιν οἱ πταίσαντες, τὸ δημόσιον διαδέξηται τὴν τούτων περιουσίαν.

4

pr.Ἐπειδὴ δὲ κατὰ συναίνεσιν ἢ διὰ σωφροσύνην ἐλύετο ὁ γάμος, θεσπίζομεν μὴ ἄλλως πως ἢ καὶ παρευθὺ τὰ ἑκάτερα μέρη προσέρχεσθαι τῶ μονήρει βίῳ ἀζημίων δηλονότι φυλαττομένων αὐτῶν. - ᾿Απελεύθεροι νομίμως καταδουλούμενοι λύουσι τὸν πρὸς αὐτοὺς γάμον. καὶ λοιπὸν μένει ὁ ἀπὸ τελευτῆς κάσος παρ᾿ αὐτοῖς, τὰ δε λοιπὰ πάντα τῷ δεσπότῃ τοῦ καταδουλωθέντος ἁρμόζει. ὡς νεαρὰ κβ΄. – Ὅτι ὁ καταδουλούμενος δοκεῖ τελευτᾶν, ὡς βι. έ τί. ιβ΄ διατ. κα τοῦ κώδ. ὁμοίως καὶ ὁ δούλῳ προσώπῳ ὡς ἐλευθέρῳ συναπτόμενος γάμον οὐ συνίστησιν, ἀλλὰ καὶ ἐκδικεῖ τὰ προφάσει τοῦ γάμου ἐπιδιδόμένα. ὡς νεαρὰ κβ΄. – σημ. Ὁ διὰ τὸ μονάσαι λύων τὸν γάμον μιμεῖται τὸν τελευτῶντα, καὶ διὰ τοῦτο ἁρμόζει ὁ ἀπὸ τελευτῆς κάσος.

5

pr.Δεπορτάτιον τουτέστιν ἐξορία γάμον οὐ λύει. δουλεία δὲ ἐπιγενομένη θανάτῳ ἔοικεν καὶ γάμον λύει. ὡς βι. κα΄ τί. α΄ διγ. ιγ΄.

7

pr.Ἴσθι τὸ περὶ τοῦ χρόνου λεχθὲν ἐκεῖ. δύο γὰρ ἔτη λέγει μόνον μεῖναι τὴν γυναῖκα καὶ οὕτω μονάσαι. εἴτε ἐπὶ ἀνδρὸς εἴτε ἐπὶ γυναικὸς ἐπέλθοι ὁ κάσος, μετὰ θάνατον αὐτοῦ ἐπανέρχεται εἰς τοὺς παῖδας.

8

pr.Ἐὰν ἐπὶ τριετίαν μὴ δυνηθῇ ὁ ἀνὴρ συμμιγῆναι τῇ γυναικὶ, ἀζημίως ἡ γυνὴ λύει τὸν γάμον. ὡς νεαρὰ ριζ΄. λύσις γάμου ἐστὶν ἀτιμώρητος ἡ εἰρημένη αἰτία.

9

pr.Τὰς αἰτίας ἐξ ὧν ὁ ἀνὴρ χωριζόμενος τῆν προῖκα τῆς γυναικὸς ἀποκερδαίνειν δύναται, φυλαττομένης τῆς ἐπ᾿ αὐτῆς δεσποτείας τοῖς ἐκ τοῦ αὐτοῦ γάμου παισὶν ἢ παίδων οὐκ ὄντων ἀπολαύειν αὐτοὺς τῆς δεσποτείας, ταύτας εἶναι διατυποῦμεν.

10

pr.Εἰ κατὰ τῆς βασιλείας βουλομένοις τισὶ σύνοιδεν ἡ γυνὴ καὶ τῷ ἰδίῳ ἀνδρὶ μὴ φανερώσει. εἰ δὲ ὁ ἀνὴρ τοῦτο παρὰ τῆς γυναικὸς προσαγγελθὲν σιωπήσει, ἔξεστι τῇ γυναικὶ δι ' οιουδήποτε τρόπου ἢ προσώπου τοῦτο προσαγγέλλειν τῇ βασιλείᾳ, ὥστε τὸν ἄνδρα μηδεμίαν ἐκ ταύτης τῆς αἰτίας λύσεως γάμου εὑρεῖν πρόφασιν.

11

pr.Εἰ περὶ μοιχείας ὁ ἀνὴρ νομίσει δύνασθαι τὴν ἑαυτοῦ γαμετὴν ἐλεγχθῆναι, προσήκει τὸν ἄνδρα πρότερον ἐγγράφεσθαι τὴν γυναῖκα ἢ καὶ τὸν μοιχόν· καὶ εἴπερ ἡ τοιαύτη κατηγορία ἀληθὴς ἀποδειχθείη, τηνικαῦτα χωρισμοῦ γενομένου ἔχειν τὸν ἄνδρα πρὸς τῇ προγάμου δωρεᾷ καὶ τὴν προῖκα, καὶ πρὸς τούτοις εἰ παῖδας μὴ ἔχοιεν, τοσοῦτον λαμβάνειν ἐκ τῆς ἄλλης τῆς γυναικὸς περιουσίας, ὅσον τῆς προικὸς τὸ τρίτον μέρος γινώσκεται εἶναι. ὥστε τῇ αὐτοῦ δεσποτείᾳ καὶ τὴν προῖκα καὶ τὴν παρ᾽ ἡμῶν ὁρισθεῖσαν ποινὴν προσκυροῦσθαι.

12

pr.Εἰ γὰρ παῖδας ἔχοι ἐκ τοῦ αὐτοῦ συνοικεσίου, κελεύομεν καὶ τὴν προῖκα καὶ τὴν ἄλλην τῆς γυναικὸς περιουσίαν κατὰ τοὺς ἔμπροσθεν ὡρισμένους νόμους τοῖς παισὶ φυλάττεσθαι, καὶ οὕτως τὸν μοιχὸν νομίμως ἐλεγχόμενον ἅμα τῆ γυναικὶ τιμωρεῖσθαι· καὶ εἰ μὲν ἔχει ὁ μοιχὸς γυναῖκα, λαμβάνειν αὐτὴν τὴν ἰδίαν προῖκα καὶ τὴν διὰ τοὺς γάμους γενομένην δωρεάν, ὥστε εἰ παῖδας ἔχοιεν, μόνης τὴν γυναῖκα τῆς· χρήσεως ἀπολαύειν τῆς δωρεᾶς, τῆς δεσποτείας κατὰ τοὺς νόμους τοῖς παισὶ φυλαττομένης. τὴν δὲ ἄλλην τοῦ ἀνδρὸς περιουσίαν τοῖς αὐτοῦ παισὶ δωρούμεθα.

13

pr.Παίδων δὲ μὴ ὑπόντων τὴν μὲν τῆς προγαμιαίας δω ρεᾶς δεσποτείαν τῇ γυναικὶ διαφέρειν θεσπίζομεν, τὴν δὲ ἄλλην αὐτοῦ πᾶσαν περιουσίαν τῷ φίσκῳ κατὰ τοὺς παλαιοὺς προσκυροῦσθαι νόμους. σημ. εἴσω ξ΄ ἡμερῶν μετὰ τὸ ῥεπούδιον τουτέστι μετὰ τὴν διάζευξιν τοῦ γάμου κατηγορῶν μοιχείαν ὁ ἀνὴρ τῆς γυναικὸς αὐτοῦ οὐκ ἀπαιτεῖται συκοφαντίας τιμωρίαν. ὡς βι. θ΄ τί. θ΄ διατ. λζ΄.

14

pr.Ἐὰν οἱῳδήποτε τρόπῳ ἡ γυνὴ τῇ ζωῇ τοῦ ἀνδρὸς ἐπιβουλεύσει ἢ ἄλλοις τοῦτο ποιοῦσιν συνειδυῖα τῷ ἀνδρὶ μὴ φανερώσῃ. σχολ. Ἐὰν ἐψηφίσθη ἑκάτερον τῶν συνοικούντων τὴν αἰτίαν παρασχεῖν τοῦ διαζυγίου, οὐκ ἔχουσιν κατὰ ἀλλήλων. τὰ γὰρ ἴσα πλημμελήματα ἀντιλογίζονται.

15

pr.Ἐὰν ἀνδρᾶσι μὴ βουλομένου τοῦ ἀνδρὸς ἐξωτικοῖς συμποσιάζει ἢ συμβουλεύεται.

16

pr.Ἐὰν μὴ βουλομένου τοῦ ἀνδρὸς ἔξω τοῦ οἴκου μείνῃ, εἰ μήτοιγε τυχοῦσα παρὰ τοῖς ἰδίοις γονεῦσιν.

17

pr.Ἐὰν ἱππικοῖς ἢ θεάτροις ἢ κυνηγίοις παραγενήσεται ἐπὶ τὸ θεωρῆσαι ἀγνοοῦντος ἢ κωλύοντος τοῦ ἀνδρός.

18

pr.Ἐὰν δὲ συμβῇ τινα δίχα μιᾶς τῶν προειρημένων αἰτιῶν τὴν ἑαυτοῦ γαμετὴν τοῦ ἰδίου οἴκου ἐξωθήσασθαι, ὥστε ἐκείνη μὴ ἔχουσα γονεῖς πρὸς οὓς δύναται μένειν ἐξ ἀνάγκης ἔξω τὴν νύκτα διάγειν, κελεύομεν μηδεμίαν εἶναι τῷ ἀνδρὶ ἄδειαν διὰ τὴν τοιαύτην αἰτίαν χωρισθῆναι τῆς γυναικὸς διότιπερ αὐτὸς αἴτιος τούτου γίνεται. σχολ. Εἰ δὲ ὁ ἀνὴρ τὸν πρὸς τὴν γυναῖκα [σπουδάσῃ] διαλῦσαι γάμον ἀλόγως καὶ ῥεπούδιον πέμψαι, ἀποδιδότω μὲν ἣν ἐδέξατο προῖκα ἅμα τῇ προγάμου δωρεᾷ, [καὶ] τοσοῦτον ἐκ τῆς ἄλλης αὐτοῦ περιουσίας παρεχέτω ὅσον τὸ τρίτον μέρος τῆς προγάμου ποιεῖ δωρεᾶς, καὶ τούτων τὴν χρῆσιν ἢ καὶ τὴν δεσποτείαν ἡ γυνὴ καὶ καθέξει παίδων ὑπόντων ἢ μὴ ὑπόντων.

19

pr.Τὰς αἰτίας δι ὧν εὐλόγως δύναται ἡ γυνὴ τοῦ ἀνδρὸς χωρισθῆναι καὶ ἐξ ὧν δύναται τήν τε προῖκα λαμβάνειν καὶ τὴν διὰ τοὺς γάμους ἀπαιτεῖν δωρεάν, ὁμοίως τοῖς παισὶ φυλαχθησομένης τῆς ἐπὶ [τῇ] δωρεᾷ δεσποτείας ἢ παίδων μὴ ὄντων ἔχειν καὶ τὴν αὐτῆς δεσποτείαν, ταύτας εἶναι διατυποῦμεν·

20

pr.Ἐὰν κατὰ τῆς βασιλείας ἢ αὐτὸς βούληταί τι ἢ τοῦτό τισι βουλομένοις συνειδὼς μὴ φανερώσῃ τῇ βασιλείᾳ ἢ δι᾽ ἑαυτοῦ ἢ διὰ οἱουδήποτε τρόπου.

21

pr.Ἐὰν οἱῳδήποτε τρόπῳ ὁ ἀνὴρ ἐπιβουλεύσῃ τῇ ζωῇ τῆς γυναικὸς, ἢ ἄλλων βουλομένων εἰδὼς μὴ φανερώσῃ τῇ γυναικὶ καὶ σπουδάσῃ κατὰ τοῦς νόμους ἐκδικῆσαι.

22

pr.Ἐὰν ὁ ἀνὴρ [τῇ] τῆς γυναικὸς σωφροσύνῃ ἐπιβουλεύων ἄλλοις αὐτὴν εἰς τὸ μοιχευθῆναι ἐπιχειρήσει προδοῦναι, ὑπόκειται τῇ διαλύσει.

23

pr.Οὐκ ἔρρωται διαζύγιον εἰ μὴ προσληφθῶσιν ζ΄ μάρτυρες ῥωμαῖοι ἔφηβοι, ἐν οἷς οὐκ ἐστιν ἀπελεύθερος τοῦ ποιοῦντος τὸ διαζύγιον ἢ τῶν ἀνιόντων ἢ τῶν κατιόντων.

24

pr.Οὐ δύνανται οἱ παῖδες διαλύειν τοῦς ὑπὲρ αὐτῶν γάμους εἰς βλάβην καὶ ζημίαν τῶν ὑπὲρ αὐτῶν τὰς προῖκας ἢ τὰς προγαμιαίας δωρεὰς ἐπιδεδωκότων.

25

pr.Οὐ δύναται ἡ μήτηρ διαζύγιον πέμπειν τῶ ἀνδρὶ τῆς θυγατρὸς, οὔτε ὁ πατὴρ ὁ συναινέσας τῷ γάμῳ μὲ συναινούσης αὐτῷ τῆς θυγατρὸς, εἰ μὴ ἄρα ἀπὸ μεγάλης καὶ εὐλόγου αἰτίας γένηται. εἰ δὲ συναινούσης αὐτῆς διαλυθῇ ὁ γάμος, οὐ δύναται ἀνακαινίζειν αὐτὸν ἐν τῷ ὑποστρέφειν [πρὸς] τὸν ἄνδρα.

26

pr.Ἐὰν ὑπεξουσία διαζύγιον στείλῃ ὥστε τὸν ἄνδρα κερδάναι καὶ τὸν πατέρα ζημιωθῆναι, οὕτως ἀπαιτεῖ τὴν προῖκα ὁ πατὴρ ὡσανεὶ ἐν τῷ γάμῳ ἡ παῖς ἐτελεύτησεν. – Ἐπὶ γὰρ τούτου καὶ μόνον τοῦ θέματος ἀναλαμβάνει ὁ πατὴρ τὴν προῖκα τῆς αὐτεξουσίας θυγατρὸς αὐτοῦ.

27

pr.Τῆς μαινομένης ὁ γάμος μένει ἐῤῥωμένος καὶ καλῶς αὐτῇ στέλλεται διαζύγιον. ἔοικε γὰρ τῷ ἀγνοοῦντι. αὐτὴ δὲ οὐ στέλλει οὔτε ὁ κουράτωρ αὐτῆς. ὁ δὲ πατὴρ δύναται στέλλειν διαζύγιον. – Μαινομένην ἐνταῦθα νόει τὴν πρὸ τῶν γάμων καὶ διὰ τοῦτο ἀγνοεῖν τὸ γινόμενον. σημ. εἰ δὲ ὁ πατὴρ μαίνεται, αὐτὴ στέλλει τὸ διαζύγιον καὶ ἡ προῖξ συναινούσης αὐτῆς καλῶς τῷ κουράτωρι τοῦ πατρὸς αὐτῆς καταβάλλεται. ὡς βι. μς΄ τί. γ΄ διγ. ξ [ε΄].

28

pr.᾿Αναγκαζέσθω ὁ ἀνὴρ πᾶσαν ἐπιμέλειαν ποιεῖσθαι τῆς μαινομένης αὐτοῦ γαμετῆς. εἰ δὲ ἐλπίζεται δαπανᾶν ἀσώτως τὴν προῖκα αὐτῆς, χρὴ μεσεγγυᾶσθαι αὐτὸν καὶ ἐξ αὐτῆς ἀποτρέφεσθαι τὴν γυναῖκα καὶ τὴν φαμηλίαν αὐτῆς. ὡς βι. κδ΄ τί. γ΄ διγ. κς΄.

29

pr.Ὁ γαμετὴν ἀλλοτρίαν ἐκ τῆς ὁδοῦ εἰς τὸν ἴδιον οἶκον λαμβάνων κἀκεῖ στείλας διαζύγιον τῷ ἀνδρὶ αὐτῆς, ἐπὶ τριετίαν ἐξορίζεται.

30

pr.Δεσπότης συνάπτων τὸν ἴδιον δοῦλον ἐλευθέρῳ προσώπῳ τινὶ συναινοῦντος τῷ γάμῳ ἢ ἐν εἰδήσει κακούργως σιωπῶν, οὔτε λῦσαι τὸν γάμον δύναται, ἀλλὰ καὶ τῆς δεσποτείας ἐκπίπτει. ὡς νεαρά κζ ' κεφ. – σχολ. Μεταξὺ δούλου καὶ ἐλευθέρας οὐ συνίσταται γάμος, οὐδὲ προῖξ οὐδὲ προγαμιαία δωρεά.

31

pr.Εάν τις καταλιπών μοι κέρδος ἐν διαθήκῃ ἀξιώσει δέ με ἐλευθερῶσαι θεράπαιναν καὶ ἀγαγέσθαι αὐτὴν γαμετὴν, ἀνάγκην μὲν ἔχω ἐλευθερῶσαι αὐτὴν ὡς κερδάνας ἐκ τῆς διαθήκης, γῆμαι δὲ αὐτὴν οὐκ ἀναγκάζομαι. ὡς βι. μ΄ τί. β΄ διγ. ν΄.

32

pr.Ἐὰν ἐπίτροπος δούλῃ τοῦ ἐπιτροπευομένου συναφθῇ δῆθεν πρὸς γάμον καὶ τελευτήσει, ἐγγράψει δὲ αὐτὴν κληρονόμον, οὐδὲ τῆς δεσποτείας αὐτῆς ἀποστερεῖ τὸν ἐπιτροπευόμενον ἐκ τοῦ λαβεῖν αὐτὴν πρὸς γάμον, ἀλλ᾽ οὐδὲ ἐν διαθήκη γράψας αὐτὴν κληρονόμον ἐλευθέραν αὐτὴν ἐποίησεν. ἀλλ᾽ ὀφείλει κελεῦσαι τῷ ἐπιτροπευομένῳ καταδέξασθαι καὶ προσπορίσαι αὑτῷ τὴν κληρονομίαν. – Οὐ δύναται δευτερογαμῆσαι ἄκοντος τοῦ πάτρωνος δούλη ἐλευθερωθεῖσα καὶ νομίμως αὐτῷ γαμηθεῖσα· τοῦτο γὰρ ποιοῦσα γάμον οὐ συνιστᾷ, ἀλλὰ πορνείαν καὶ φθορὰν πλημμελεῖ. ὡς κεφ. κθ΄.

33

pr.Οἱ ἀπὸ κεκωλυμένων γάμων τικτόμενοι οὐδὲ τῆς τῶν νόθων ἀξιοῦνται προσηγορίας οὐδὲ διαδέχονται κατά τινα τὸν ἴδιον πατέρα.

34

pr.Περὶ νόθων. – ᾿Αθέμιτος γάμος ἐστὶν ὁ μεταξὺ ἀνιόντων καὶ κατιόντων. ἐπὶ δὲ τῶν κεκωλυμένων γάμων ἐκ πλαγίου ἢ δ᾽ ἀγχιστείας ὁ λάθρα πλημμελῶν πλέον τιμωρεῖται τοῦ φανερῶς ἁμαρτάνοντος. ὁ μὲν γὰρ ἀγνοεῖ ὃ ποιεῖ, ὁ δε λάθρα ποιῶν καταφρονεῖ. Ὁ νόθος παῖς γενόμενος γνήσιος μόνου ποῦ πατρὸς αὐτοῦ γίνεται γνήσιος, οὐκέτι δὲ καὶ τῶν κατιόντων ἢ τῶν ἀνιόντων ἢ τῶν ἐκ πλαγίου συγγενῶν τοῦ πατρός. οὐ κληρονομεῖ αὐτοὺς οὐδὲ κληρονομεῖται ἐξ αὐτῶν χωρὶς διαθήκης. καὶ σημ. ξένον νόμιμον. ὡς νεαρὰ πθ΄.

35

pr.Ὁ ἐλάττων ἐπὶ προφανῆ γάμον [ἴνκεστον] ἁμαρτάνων ἐὰν ἀποστῇ τοῦ τοιούτου γάμου, συγγινώσκεται· μοιχείαν δὲ ἁμαρτάνων οὐ συγγινώσκεται. ὡς βι. μ΄ τί. ς ' διγ. Ὅτι ὁ πρὸ κατηγορίας ἀναχωρῶν τοῦ ἰνκέστου γάμου συγγινώσκεται. τοῦτο δοκεῖ λέγειν ἴνκεστον γάμον πρὸς τὴν προγονὴν, πρὸς τὴν νύμφην, πρὸς τὴν μητρυιάν. ὅτι ἴνκεστος γάμος οὐδὲ ἀπὸ βασιλείας βεβαιοῦται. – Ἐπὶ ἰνκέστου γάμου προῖξ οὐ συνίσταται, ἀλλὰ καὶ οἱ καρποὶ ἀπαιτοῦνται. σχόλ. Ἴσθι ὅτι ὀκταούγκιον λαμβάνουσιν οἱ ἐκ τοῦ πρώτου γάμου καὶ τὸ τετραούγκιον οἱ ἐκ τοῦ ἀθεμίτου, ἐὰν μετὰ τὴν διετίαν διελύθη ὁ γάμος. εἰ δὲ καὶ τῆς διετίας παραδραμούσης μὴ λύσει τὸν γάμον, τότε δημεύονται πάντα, τοῦ μὲν ἀνδρὸς ἡ περιουσία, τῆς δὲ γυναικὸς ἡ προῖξ, νομίμων μέντοιγε παίδων μὴ ὑπόντων αὐτοῖς. ὡς νεαρὰ οδ΄. ὡς βι. μή τί. δ΄ διγ. λή΄.

36

pr.Ὁ γάμον ἀθέμιτον συναλλάξας ἐὰν οὐκ ἔχει παῖδας ἀπὸ προτέρων νομίμων γάμων δημεύεται μετὰ τῆς ἐπιδοθείσης αὐτῷ προικός. τὰ οὖν εἰρημένα ἐπὶ ἀνδρὸς καὶ [ἐπὶ] γυναικὸς κρατεῖ. εἰ δὲ παῖδας ἔχει ἀπὸ τοῦ πρώτου γάμου, εὐθέως αὐτεξούσιοι γίνονται, πλὴν ὀφείλουσιν τρέφειν τοὺς ἑαυτῶν γονεῖς. Ἐπὶ τῶν ἐν ἀγνοίᾳ ἐνκέστων γάμων γενομένων δίδωσι συγγνώμην φύσις [καὶ] ἡλικία καὶ ἡ ἐπανόρθωσις τοῦ ἁμαρτηθέντος, καὶ μάλιστα εἰ μήπω τὶς αὐτῶν ἐκατηγόρησεν.

37

pr.Προικῴων ὑπόντων ἢ καὶ μὴ ὑπόντων γνησίους ποιεῖ τοὺς παῖδας ἡ πρὸς τὴν αὐτῶν μητέρα ἐλευθέραν οὖσαν γαμικὴ διάθεσις γενομένη παρὰ τοῦ οἰκείου πατρός.

38

pr.Νόθοι εἰσὶν οἱ ἐξ ἐλευθέρας γινόμενοι παῖδες πρὸς ἣν οὐκ ἔσχεν ὁ πατὴρ αὐτῶν γαμικὴν διάθεσιν. – Τὸ αὐτὸ δὲ ἐστὶν καὶ [ἐπὶ] τῶν ἀπὸ δούλης τεχθέντων. κακεῖνοι γὰρ νόθοι νοοῦνται ἤτοι φυσικοί. σχόλ. οἱ ἐκ πορνείας καὶ συγκεχυμένης σπορᾶς τικτόμενοι παῖδες λέγονται σπούριοι. οὗτοι δὲ τῇ μητρὶ ἕπονται, οἱ δὲ νόμιμοι παῖδες τῷ πατρί.

39

pr.Ὁ μὴ ἔχων γυναῖκα καὶ λαβὼν τὴν ἰδίαν δούλην παλλακὴν, ἐὰν ἐπιμείνῃ τῇ αὐτῇ βουλήσει μέχρι θανάτου, οὐ μόνον ἡ δούλη ἐλευθεροῦται, ἀλλὰ καὶ τὰ ἐξ αὐτῆς γεννώμενα· τοῦτο δὲ καὶ ἡ κθ ' νεαρὰ λέγει, ὅτι ὁ ἐλευθερῶν οὓς ἔσχεν παῖδας ἀπὸ δούλης γνησίους αὐτοὺς ποιεῖ. ὡς βι. ε τί. δ΄ διατ. ιὲ τοῦ κώδ. σχόλ. Δύναται ἡ ἀπελευθέρα παλλακὴ γενέσθαι συγκλητικοῦ πάτρωνος, καὶ ἡ πρὸς αὐτὴν δωρεὰ ἔῤῥωται. ὡς βι. κδ΄ τί. α΄ διγ. ε΄. – Ὅτι ἰσχυρῶς ληγατεύεται τὰ τῇ παλλακίδι καταλιμπανόμενα· καὶ ἀπελευθέραν δὲ τὴν μὴ οὖσαν τοῦ πάτρωνος. καὶ ὅτι τὸ ἀπὸ παλλακίδος τικτόμενον πορνογενές ἐστι καὶ καλῶς γράφεται ἀπὸ τοῦ φυσικοῦ πατρὸς κληρονόμος.

40

pr.Ἐάν τις ἀγράφως κατὰ διάθεσιν γαμικὴν γυναῖκα λάβῃ καὶ παιδοποιήσει ἐξ αὐτῆς, εἶτα λύσας τὸ πρὸς αὐτὴν συνοικέσιον ἄλλην ἀγάγοιτο μετὰ προικῴων συμβολαίων καὶ ἐκ τῆς δευτέρας ὁμοίως παιδοποιήσει, μηδὲν γινέσθω πρόκριμα περὶ τὴν πατρικὴν κληρονομίαν τοῖς ἐκ τοῦ προτέρου γάμου παισὶν, ἀλλ᾽ ἐπίσης τοῖς ἐκ τῆς δευτέρας τῆς μετὰ προικῴων συναφθείσης εἰς τὸν τοῦ πατρὸς καλείσθωσαν κλῆρον. τὸ δὲ αὐτὸ ἐστὶν εἰ καὶ τὸ ἀνάπαλιν τῇ μὲν πρώτη μετὰ προικῴων συνήφθη, τῇ δε δευτέρᾳ ἐκ μόνης διαθέσεως.

41

pr.Ὁ ἔχων νόθους παῖδας εἴπερ ἔχει καὶ γνησίους οὐ δύναται αὐτοῖς τοῖς νόθοις ἐν διαθήκῃ πλέον τῆς μιᾶς οὐγκίας ἅμα τῇ μητρὶ αὐτῶν δοῦναι· εἰ δὲ οὐκ ἔχει νόθους παῖδας, ἀλλὰ παλλακὴν μόνην, τότε ἡμισυούγκιον καταλιμπάνει τῇ παλλακῇ.

42

pr.Ἐὰν δὲ γνησίους παῖδας οὐκ ἔχει, ἀλλὰ νόθους μόνον, τότε καλῶς γράφει αὐτοὺς κληρονόμους καὶ εἰς πᾶσαν τὴν οὐσίαν αὐτοῦ ἐν τῇ ἰδίᾳ διαθήκῃ, εἰ μὴ ἔχει ἀνιόντας. τούτοις γὰρ ὤφειλεν φυλάξαι τὸ νόμιμον, τὸ δὲ λοιπὸν τῆς αὐτοῦ ὑποστάσεως δύναται καταλιπεῖν αὐτοῖς τοῖς νόθοις αὐτοῦ υἱοῖς. – σχόλ. Ὅτι ἐξ ἀδιαθέτου σὺν τῇ μητρὶ β ' οὐγκίας λαμβάνουσιν, ὅτε οὐκ εἰσὶν κληρονόμοι ἄλλοι γνήσιοι. – Ὁ τὸν ἐξ ἐλευθέρας υἱὸν ἐν ἀγοραίῳ ἰδιοχείρῳ συμβολαίῳ ὑπὸ τριῶν ἀξιοπίστων μαρτύρων ἢ ἐπὶ πράξεως ὑπομνημάτων υἱὸν ἀποκαλέσας, μὴ προσθεὶς φυσικὸν, αὐτὸν ἅμα τοῖς ἄλλοις παισί, κἂν νόθοι εἶεν, γνήσιον καὶ τὸν γάμον νόμιμον ποιεῖ.

43

pr.Οἱ ἐκ διαφόρων παλλακῶν παῖδες οὐ κληρονομοῦσιν ὑπόντων γνησίων παίδων ἢ γαμετῆς ἢ ἄλλων διαδόχων αὐτοῦ, ἀλλὰ μόνον τρέφονται ἐκ τῶν κληρονομούντων τὸν πατέρα αὐτῶν, ἐὰν οὐ διέθετο. ἡ γὰρ πρόνοια τῶν ἀλιμέντων τουτέστι τῶν τροφῶν οὐ δοκεῖ προκριματίζειν τὴν ἀλήθειαν. – Τούτῳ τῶ κανόνι περὶ ἀμφιβαλλομένου παιδός ἐστιν, τίς αὐτὸν διαθρέψει, κάντε ὁ λεγόμενος πατὴρ κἄντε ἡ μήτηρ αὐτοῦ. Οἱ μὲν ἐξ ἐννόμων [γάμων] ἕπονται τῷ πατρὶ καὶ τὴν αὐτοῦ ἐπιδιώκουσι φαμιλίαν, ὁ δὲ ἐκ πορνείας συνειλημμένος τῇ μητρὶ κατακολουθεῖ. ὡς βι. α τί. ε΄ διγ. ιθ΄.

44

pr.Ὁ ἐν τάξει γαμετῆς ἀγόμενος γυναῖκα μετὰ ὅρκου δόσεως προικὸς μὴ παρακολουθησάσης, ἐὰν ἀλόγως αὐτὴν ἐξωθήσῃ, διδότω αὐτῇ τὸ τέταρτον τῆς ἰδίας περιουσίας. ὡς κεφ. κθ '.

45

pr.Ὁ συγκλητικὸς καὶ πᾶς ἁπλῶς τίμιος ἄνθρωπος οὐδὲ διὰ βασιλικῆς κελεύσεως δύναται νομίμους ποιῆσαι οὓς ἔσχε ἐξ ἀτίμων ἢ εὐτελῶν γυναικῶν. ἰστέον γὰρ καὶ εἰ τοῖς τοιούτοις παισὶ δώσει τὶ οἱονδήποτε, διεκδικοῦσιν αὐτὸ οἱ νόμιμοι υἱοί. εἰ δὲ παῖδας νομίμους οὐκ ἔχει, φισκοῦνται τὰ δοθέντα.

46

pr.Ὁ συνήθειαν ἔχων πρὸς ἐλευθέραν γυναῖκα μὴ κεκωλυμένην αὐτῷ παρὰ τοῦ νόμου γαμεῖσθαι, ἐὰν σχῇ παῖδας ἐξ αὐτῆς· καὶ μετὰ ταῦτα ποιήσει προικῷον συμβόλαιον, οὐ μόνον οἱ μετὰ ταῦτα τικτόμενοι γνήσιοι νοοῦνται, ἀλλὰ καὶ οἱ προτεχθέντες. – Ωσαύτως καὶ τὰ ἄπροικα συνοικέσια τὸν ἀλόγως λύοντα τὸν γάμον ζημιοῦσιν εἰς τὸ τέταρτον τῆς οὐσίας αὐτοῦ, ἐὰν δηλονότι οὐχ ὑπερβαίνει τὰς ρ ' λίτρας τοῦ χρυσίου. καὶ εἰ μὲν ἀνήρ ἐστιν, ἐνιαυτὸν ποιήσει εἰς τὸ μὴ δευτερογαμῆσαι. εἰ δὲ γυνὴ ἡ τοῦτο ποιοῦσα, οἰ δύναται δευτερογαμεῖν, εἰ μὴ παρέλθῃ ὁ β ' χρόνος. καὶ εἰ παῖδας ἔχουσιν, τρέφονται παρὰ τῷ μὴ δεδωκότι τὴν αἰτίαν τὴς λύσεως τοῦ συνοικεσίου. κατὰ ιζ ' νεαράν.

47

pr.Πενταετίᾳ σβέννυται τὸ ἔκγλημα τῆς μοιχείας. ἀλλὰ τοῦτο λέγομεν περὶ τῶν εἰς ἑκοῦσαν ἡμαρτηκότων.

48

pr.Μηδεὶς τοῦ ἀδελφοῦ γαμετὴν ἀγέσθω κἂν παρθένος ἐστίν. οὐδὲ γὰρ τῇ συναφείᾳ ὁ γάμος ἀλλὰ τῇ διαθέσει συνέστη. οὐδὲ παῖδες οἱ ἐντεῦθεν τικτόμενοι, ὑφεξῃρημένων τῶν αἰγυπτίων τῶν ἤδη τοῦτο ποιησάντων.

49

pr.Δύο γαμετὰς οὐδεὶς δύναται ἔχειν. διὸ ὁ τοῦτο τολμῶν ποιῆσαι τυπτέσθω ἐκδιωκομένης τῆς ἐπεισάκτου μετὰ τῶν κακῶς ἐξ αὐτῆς τεχθέντων παίδων.

50

pr.Περὶ ἀποκαταστάσεως προικιμαίων καὶ προγαμιαίων πραγμάτων καὶ περὶ τῆς τεκούσης τῷ ια μηνὶ μετὰ τὴν τοῦ ἀνδρὸς τελευτήν. βι. κη΄. Ἴσμεν ὅτι πρώην νόμον ἐγράψαμεν καθ᾽ ἅπαξ κωλύοντα τὰ ἀποκαστάσει βεβαρημένα πράγματα μὴ ἐκποιεῖσθαι ἢ ὑποτίθεσθαι, ἀλλὰ μετὰ τῆς ἰδίας ὁδεύειν τύχης, καὶ παρ᾽ ᾧπερ ἂν γένοιτο μὴ μένειν ἰσχυρῶς, ἀλλ᾽ ἐπανιέναι πρὸς τὸν ᾧ δοθῆναι προσετάχθη. καὶ ὅ γε νόμος ἤδη που καὶ χρόνιός ἐστιν καὶ ἐν τοῖς δικαστηρίοις εὐδοκιμῶν διετέλεσεν. ἀλλ᾽ ἔμελλεν ὅπερ εἰπόντες ἔφημεν ὁ φέρειν ἅπαντα πεφυκὼς χρόνος δεικνύναι, δεῖν τινος ἐξαιρέσεως ἀναγκαίας τῷ νόμῳ. ὥστε θεσπίζομεν, εἴ τι τοιοῦτο συμβαίη καὶ πρὸ τοῦ πενθίμου χρόνου τέκοι γυνὴ πρὸς τῷ πέρατι τοῦ ἔτους, ὥστε ἀναμφισβήτητον εἶναι τὴν γονὴν ἐκ τοῦ προτέρου μὴ καθεστάναι συνοικεσίου, παντοίως αὐτὴν στερεῖσθαι τῆς προγαμιαίας δωρεᾶς καὶ κατὰ δεσποτείαν καὶ κατὰ χρῆσιν, ὑποκειμένην καὶ τοῖς ἄλλοις ἅπασιν ἐπιτιμίοις ὡσανεὶ δευτέροις ἔτυχε πρὸ τοῦ πενθίμου χρόνου νομίμοις ὁμιλήσασα γάμοις. μὴ γάρ ποτε πλεῖον ἐχέτω σωφροσύνης ἀσέλγεια· ἀλλ᾽ ὑποκείσθω μὲν καὶ αὐτὴ ταῖς αὐταῖς ποιναῖς, κινδυνευέτω δὲ καὶ περὶ τὴν ἐλπίδα τῆς ἀπὸ τῆς μοιχείας γραφῆς, ὅπως ἂν μηδὲ γάμον ἄωρον ἐπιθυμοίη μηδὲ τοὺς νομίμους γάμους μείζονι κακῷ ἐσφέροιτο.