Epit. 1.25
Περὶ δευτερογαμούντων καὶ προγάμου δωρεᾶς, καὶ περὶ τῶν πενθούντων γυναικῶν, καὶ ἀναργυρίας προικός.
Abrir no leitor do IusCommune →1
pr.Ἡ μὴ δευτερογαμοῦσα μήτηρ καὶ πᾶς ἀνιὼν μὴ δευτερογαμῶν λαμβάνει πρὸς τῇ χρήσει τῶν γαμικῶν κερδῶν καὶ μέρος κατὰ δεσποτείαν ἑνὸς παιδός. τοῦτο δὲ ἐπὶ τῶν τελευτῇ· καὶ οὐ διαζυγίῳ λυομένων.
2
pr.Τοῖς δὲ παισὶν ἁρμόζει πᾶν γαμικὸν κέρδος ἐξ οἱασδήποτε λύσεως κατὰ δεσποτείαν κἂν μὴ δευτερογαμήσωσιν οἱ γονεῖς αὐτῶν, οἵτινες τὴν χρῆσιν τῶν τοιούτων κερδῶν ἔχουσιν τρέφοντες τοὺς αὐτῶν παῖδας. ἀνάγν. νεαρὰν β΄.
3
pr.Τῆς δευτερογαμούσης γυναικὸς τὴν δωρεὰν ἤτοι τὰ γαμικὰ κέρδη οἱ παῖδες λαμβάνουσιν κατὰ δεσποτείαν, μὴ δυναμένης αὐτῆς τινα μὲν αὐτῶν τῶν παίδων προτιμᾶν περὶ αὐτὰ ὧν ἔχει μόνην τὴν χρῆσιν. εἰς δὲ τὰ γαμικὰ κέρδη τουτέστιν εἰς τὰ ἐξ ἀπαιδίας ὡς θέλει διανέμει τοῖς παισὶ τὸ κερδαῖνον αὐτὰ πρόσωπον. ὡς νεα. β΄.
4
pr.Τῶν ἁρμοζόντων τοῖς παισὶ καθ ' οἱονδήποτε τρόπον προσκτήσεως ἡ μὲν χρῆσις τῷ πατρὶ αὐτῶν ἀνήκει καὶ δευτερογαμοῦντι ὑφεξῃρημένων τῶν κανστρεσίων πεκουλίων· ἡ δὲ δεσποτεία αὐτοῖς τοῖς παισὶ φυλάττεται.
5
pr.Δευτερογαμῶν ὁ πατὴρ ἀπαιτεῖται ὑπὸ τοῦ ἰδίου παιδὸς λεγαταρίου ὄντος τὴν λεγατόρουμ τουτέστιν ἱκανοδοσίαν. εἰ γὰρ μὴ δευτερογαμήσει, οὐκ ἀπαιτεῖται τὴν τοιαύτην ἀσφάλειαν. ὡς νεα. β΄.
6
pr.Οἱ γονεῖς ἐπὶ παισὶ δευτερογαμοῦντες χρῆσιν μόνον ἔχουσιν ὧν κερδαίνουσιν ἀπὸ τοῦ πρώτου γάμου, μήτε βεβαίως ἐκποιοῦντες αὐτὰ. εἰ γὰρ ἐκποιήσονταί τι αὐτῶν, ἐκδικεῖται, εἰ μὴ ἄρα τριακονταετία παρῆλθεν· ψηφιζόμενος ὁ χρόνος ἀφ᾽ οὗ γεγόνασιν αὐτεξούσιοι οἱ ὀφείλοντες ταῦτα διεκδικεῖν παῖδες ἢ ἔγγονοι.
7
pr.Ὅτι κἂν δευτέρῳ γάμῳ προσομιλήσει ὁ πατὴρ ἢ ἡ μήτηρ κληρονομοῦσιν τὸν υἱὸν αὐτῶν. δηλονότι εἰς τὴν ἰδικὴν αὐτοῦ περιουσίαν, τουτέστιν εἰς τὰς ἔξωθεν τῶν ἕδνων ἢ τῆς προικός· ἐκεῖθεν γὰρ οὐδὲν λήψονται, εἰ μὴ τὸ ἐξ ἀπαιδίας. τὰ δὲ εἰρημένα κρατεῖ κἂν μεθὸ κληρονομήσωσιν δευτερογαμήσωσιν.
8
pr.Περὶ τὰ ἕδνα μόνα ζημιοῦται ἡ δευτερογαμοῦσα. καὶ εὐλόγως· ἐπειδὴ γὰρ εἰς τὸν γάμον ἀνήκουσιν ὃν παρέβη καὶ δοκοῦσιν ἀκμὴν εἶναι τοῦ τελευτήσαντος πρώτου αὐτῆς ἀνδρός. ἡ γὰρ λοιπὴ οὐσία αὐτοῦ μετὰ τελευτὴν νοεῖται τῶν υἱῶν αὐτοῦ. όθεν καλῶς αὐτὴν διαδέχεται ἡ μήτηρ ὡς τῶν παίδων οὖσαν καὶ δευτερογαμοῦσα, οὐκέτι μὴν τοῦ ἀνδρός. εἰ μὴ ἄρα πρὸ τοῦ πενθίμου χρόνου συνήφθη δευτέρῳ ἀνδρὶ καὶ ἄλλους ἔχει υἱούς· κατὰ αὐτὴν τὴν εἰρημένην νεαρὰν κρ΄.
9
pr.Οἱ γονεῖς δύνανται ἐκποιεῖν τὰ κερδανθέντα, ἐὰν οἱ παῖδες αὐτῶν προετελεύτησαν, δηλονότι μὴ ἔχοντες ἄλλους κληρονόμους ἢ διαδόχους. εἰ γὰρ ἔχουσιν, τὸ ἐξ ἀπαιδίας μόνον ἐκποιοῦσιν.
10
pr.Ἑνὸς τῶν παίδων τελευτῶντος ἄπαιδος ὁ μὲν περιὼν γονεὺς δευτερογαμήσας δηλονότι μόνον τὸ ἐξ ἀπαιδίας μέρος λαμβάνει, τὸ δὲ λοιπὸν εἰς τοὺς διαδόχους τοῦ ἀδελφοῦ αὐτοῦ ἐλεύσεται.
11
pr.Ἰστέον δὲ ἐὰν παραλειφθῇ ἡ μήτηρ ὑπὸ τοῦ αὐτῆς παιδὸς διαθεμένου ἢ ἀλόγως ἀπόκληρος γένηται, ἔχει κατὰ τῆς διαθήκης τὸ περὶ μέμψεως. δεῖ γὰρ τὸ νόμιμον μέρος αὐτῇ καταλειφθῆναι.
12
pr.Ἡ μήτηρ καὶ δευτερογαμοῦσα λαμβάνει τὸ ὑπὸ τοῦ ἰδίου παιδὸς ἐαθὲν αὐτῇ ἐν διαθήκῃ. ἔγνως γὰρ ἐν τῇ β ' νεαρᾷ ὡς ἀναγκάζεται αὐτῇ ἐάσαι τὸ νόμιμον ποστημόριον. ὡς βι. ς΄ διατ. ε΄ τοῦ κώδ.
13
pr.Ἡ μήτηρ συγκληρονομεῖ τοῖς ἰδίοις τέκνοις, κἂν ἄῤῥενες κἂν θήλειαί εἰσιν, τὸ τελευτῆσαν αὐτῆς μὲν τέκνον, ἐκείνων δὲ ἀδελφὸν, ἑνὸς ἀδελφοῦ μέρος λαμβάνουσα. Ἰστέον δὲ τὸν περὶ ἀχαριστίας νόμον, ὅτι ἀχάριστος ἀδελφὸς νοεῖται ὁ ἐπιβουλεύων τῇ ζωῇ ἢ τῇ οὐσίᾳ τοῦ ἀδελφοῦ αὐτοῦ ἢ ἐγκληματικῶς αὐτὸν κατηγορῶν. τοῦ γὰρ τοιούτου ἀδελφοῦ τὸ μέρος συγκληρονομεῖ μετὰ τοῖς ἀδελφοῖς αὐτοῦ τοῖς λοιποῖς ἡ μήτηρ. ὅτι καὶ ἀχαριστία καὶ ἐξ ἀδιαθέτου τρακταΐζεται, καὶ ὅτι οἱ ἔγγονοι ὑπεισέρχονται τῷ προσώπῳ τῶν ἰδίων γονέων καὶ κληρονομοῦσιν.
14
pr.Τῆς δὲ προγαμιαίας δωρεᾶς εἰς δεύτερον ἐλθοῦσα συνοικέσιον μηδὲ καθόσον κληρονομεῖ τοῦ παιδὸς ἀπολαυέτω, ἀλλὰ τοῦτο τῶν παίδων ἔστω μόνον κέρδος αὐτοῖς παρὰ τοῦ νόμου δεδομένον, καὶ μὴ δοκοῦν εἶναι μέρος τοῦ κλήρου τοῦ παιδὸς, ἀλλ᾽ ἔτι τῆς προγαμιαίας δωρεᾶς οὐκ ἀποβαλὸν τὴν φύσιν.
15
pr.Ἐάν τις ἀδιάδετος τελευτήσῃ ἐπὶ δευτερογαμησάσῃ μητρὶ καὶ ἀδελφοῖς, τῶν μὲν πατρῴων τῶν αὐτῶν πραγμάτων ἤτοι τῶν ἕδνων ἡ μήτηρ ἐχέτω τὴν χρῆσιν. ἐπὶ δὲ τελευτώσης αὐτῆς καὶ ἡ χρῆσις τῶν τοιούτων πραγμάτων τοῖς περιλιμπανομένοις παισὶν ἁρμόζει κατὰ τὴν β΄ νεαράν. εἰ δὲ προτελευτήσωσιν οἱ παῖδες, λαμβάνει ἀπὸ τῶν ἕδνων τὸ ἐξ ἀπαιδίας καὶ κατὰ δεσποτείαν. Τὸ οὖν εἰρημένον ἐνταῦθα νόμιμον, εἴ γε ζώντων τῶν παίδων δευτερογαμήσει ἡ μήτηρ. μόνην γὰρ τὴν χρῇσιν ἔχει τῶν ἕδνων, ὡς ταῦτά φησιν ἡ προλεχθεῖσα νεαρὰ β΄. εἰς δὲ τὰ λοιπὰ πράγματα τοῦ πρώτου αὐτῆς ἀνδρὸς καλεῖται μετὰ τῶν ἀδελφῶν αὐτοῦ, δηλονότι ἐπίσης φυλαττομένων καὶ ἐνταῦθα τῶν περὶ ἀχαριστίας νόμων.
16
pr.Ὁ [δευτερογαμήσας τὰ ἐκ τοῦ πρώτου γάμου κέρδη τῶν αὐτοῦ παίδων προτελευτησάντων ἐχέτω καὶ ἐκδικείτω παρὰ τῶν ἐχόντων]. ὡς νεαρὰ ξθ΄. βι. ε΄ τί. θ ' διατ. ιδ΄ τοῦ κώδ. – Ἐὰν ἐκ τοῦ προτέρου γάμου παῖδες ἐτέχθησαν ἢ τεχθέντες ἐτελεύτησαν, οὐκ ὀφείλει κερδᾶναι ἐξ αὐτοῦ τοῦ συνοικεσίου τὸ δευτερογαμοῦν πρόσωπον εἰ μὴ μόνον τὸ ἐξ ἀπαιδίας κάσον.
17
pr.Ἐὰν οἱ δευτερογαμοῦντες [τὰ] γαμικὰ κέρδη μὴ ἐκποιήσωσιν μήτε ὑποθῶνται ῥητῶς μήτε ἄλλοις παραπέμψωσιν ἀπὸ τελευταίας βουλήσεως, λαμβανέτωσαν αὐτὰ οἱ τεχθέντες αὐτοῖς ἐκ τοῦ αὐτοῦ γάμου ἐξίσου, κἂν μὴ κληρονομήσωσιν αὐτοὺς, εἰ μὴ ἄρα ὀφθῶσιν ἀχάριστοι. [τὸ γὰρ τοῦ ἀχαρίστου παιδὸς μέρος προσαυξάνεται τοῖς λοιποῖς ἀδελφοῖς· εἰ δὲ πάντες οἱ παῖδες εὑρεθῶσιν ἀχάριστοι], τότε τὸ μέρος αὐτῶν προστίθεται τοῖς κληρονόμοις τῶν ἰδίων γονέων κἂν ἐξωτικοί εἰσιν. Ἴσθι δὲ ὅτι καὶ ἐνταῦθα ὑπεισέρχονται οἱ ἔγγονοι τὸ πρόσωπον τοῦ ἰδίου γονέως, ἐὰν τὸν πατέρα κληρονομήσωσιν. Κρατεῖ τὰ εἰρημένα καὶ ἐπὶ τῶν ἀπροίκων κερδαινόντων τὸ τέταρτον τῆς οὐσίας οἱουδήποτε μέρους τῶν κάσων. ἀνάγν. βι. ἐ τί. θ΄ διατ. θ΄ τοῦ κώδ.
18
pr.Τὸ ἐπὶ τὸ μὴ δευτερογαμῆσαι καταλιμπανόμενον ὑπὸ τοῦ συνοίκου οὐκ ἀπαιτεῖται πρὸ ἐνιαυτοῦ, εἰ μὰ ἄρα ἱερωσύνη τὴν δευτερογαμίαν ἐκώλυσεν· μετὰ γὰρ τὸν ἐνιαυτὸν λαμβάνει αὐτὰ ἀσφαλιζόμενος ὡς εἰ δευτερογαμήσει ἀναδίδωσιν αὐτὰ μετὰ τῶν ἐπαυξήσεων. ἀλλ᾽ εἰ μὲν ἀκίνητά εἰσιν, διομνύτω τὴν αὐτῶν ἀποκατάστασιν ὑποτιθέμενος τὰ ἑαυτοῦ κἂν τὰ μάλιστα σιωπηρῶς ὑπόκεινται. εἰ δὲ κινητά εἰσιν, ὁμολογείτω τὴν αὐτῶν ἀποκατάστασιν μετὰ καὶ τῶν καρπῶν ἐὰν εὔπορός ἐστιν. εἰ δὲ χρήματά εἰσιν, ἀναδιδότω καὶ οὓς ἔλαβεν ἐξ αὐτῶν τόκους δανείσας. εἰ δὲ καὶ οὐκ ἐδάνεισεν ἀλλὰ συνεχρήσατο, τρίτον ἑκατοστῆς τόκον διδότω· ἐὰν δὲ ἀπορῇ, καὶ ἐγγυὰς ἀπαιτείσθω. εἰ δὲ καὶ ἐγγυῶν οὐκ εὐπορεῖ, ἐξομνύσθω. ἀνάγν. βι. ἐ τί. θ΄ διατ. γ΄ τοῦ κώδ.
19
pr.Τὰ εἰρημένα κρατεῖ οὐ μόνον ἐπὶ τῶν ἀλλήλοις συναπτομένων καὶ λεγατευνόντων ἑαυτοῖς τινα πράγματα ἐπὶ τὸ μὴ δευτερογαμεῖν, ἀλλὰ καὶ ἐπὶ ἐξωτικῶν λεγατευόντων τισιν ἐπὶ τοιαύτην αἵρεσιν. καὶ μὴ λάθῃ σε ὡς οὐ δύναται ὁ καταλιμπάνων τὸ τοιοῦτον λεγάτον συγχωρῆσαι τὴν περὶ αὐτοῦ εἰρημένην ἀσφάλειαν. ὡς βι. ς ' τοῦ κώδ. τί. μδ΄ διατ. ς΄. ἴσθι δὲ ὡς φησιν ἡ νεα. ρκγ ', ὡς τὰ ἐαθέντα τινὶ ἢ ἐπὶ αἱρέσει γάμου ἢ παιδοποιΐας καταλιμπανόμενα, εἰ χειροτονηθῇ ἢ μονάσῃ, λύεται ἡ τοιαύτη ἀσφάλεια.
20
pr.Τὸ δευτερογαμοῦν ἐπὶ παισὶ πρόσωπον κατ᾿ οὐδένα τρόπον δίδωσιν ἐκ τῆς αὐτοῦ περιουσίας εἰς προῖκα ἢ προγάμου δωρεάν πλέον τοῦ ἁρμόζοντος μέρους ἑνὶ τῶν παίδων τὸ ἔλαττον ἔχοντι, δηλονότι ἐχόντων αὐτῶν [τῶν] παίδων τὸ ποστημόριον τουτέστι τὸ νόμιμον, ἐξωθουμένων τῶν ἀχαρίστων. ἰστέον δὲ, ἡ οὐσία τοῦ τοιούτου προῖκα ἢ προγάμου δωρεὰν καταγραφέντος σκοπεῖται ἐξ ἰμβέντου κατὰ τὴν τελευτὴν τοῦ προαποθανόντος, οὐ μὴν ἀλλὰ καὶ τὸ ποσὸν [ὧν] ἐπιδίδωσιν. ἀνάγν. βι. ἐ τοῦ κώδ. τί. θ΄ διατ. ς ' καὶ θ ' καὶ ί, καὶ μὴ λάθῃ σε ἡ ιγ ' διάτ. τοῦ αὐτοῦ τί. καὶ βι. δια [στίζουσα] περὶ ἐπερωτήσεως. καὶ ἀνάγν. τὴν ιή διάτ.
21
pr.Τὸ περὶ διακατοχῆς. Ἐὰν τὰ ἕδνα ἀκίνητά εἰσιν, κρατεῖ αὐτὰ ἡ γυνὴ καὶ τὴν χρῆσιν αὐτῶν ἔχει καὶ δευτερογαμοῦσα, τῆς εἰρημένης διαιρέσεως κρατούσης ἐπὶ τῆς τῶν παίδων αὐτῆς διακατοχῆς. εἰ δὲ κινητά εἰσιν, μένουσι μὲν παρὰ τοῖς τεχθεῖσι παισὶν ἐκ τοῦ πρώτου ἀνδρὸς, αὐτὴ δὲ ἡ γυνὴ λαμβάνει τρίτον ἑκατοστῆς τόκον σὺν ἀσφαλείᾳ ᾗ δ᾽ ἂν βούληται. εἰ δὲ ἐν κινητοῖς καὶ ἀκινήτοις ὑπάρχουσιν αὐτὰ τὰ ἕδνα, τότε τῶν μὲν ἀκινήτων ἔχει πάλιν τὴν χρῆσιν, τῶν δὲ κινητῶν λαμβάνει τὸν λεχθέντα τόκον. καθὼς κεῖται ἐν τῇ κβ΄ νεαρᾶ· εἰ δὲ ἐν κινητοῖς καὶ ἀκινήτοις εἰσὶ τὰ ἕδνα, ἐπιλεγέσθω ἡ γυνὴ τὰ πράγματα σὺν τῇ ἀσφαλείᾳ τῆς ἀποκαταστάσεως τῶν τόκων· ὁ γὰρ βούλεται ποιείτω. ὡς βι. ε΄ τί. θ ' διατ. γ ' καὶ δ΄ τοῦ κώδ.
22
pr.Κἄν δευτερογαμήσει ὁ πατὴρ, τὴν δεσποτείαν τῶν μητρῴων αὐτοῦ πραγμάτων ἔχει ὁ ὑπεξούσιος αὐτοῦ υἱὸς, τὸν δὲ οὐσούφρουκτον τῷ ἰδίῳ πατρὶ προσπορίζει, ὥστε τελευτῶντος τοῦ πατρὸς λαμβάνει κατ᾿ ἐξαίρετον ὁ υἱὸς τὰ μητρῷα καὶ τὰ γαμικὰ αὐτοῦ πράγματα. ἡ δὲ α΄ διάτ. τοῦ ἡ τί. τοῦ ἡ΄ βι. τοῦ κώδ. λέγει, δύνασθαι τὴν μητέρα κελεύειν μὴ ἔχειν τὴν χρῆσιν τὸν πατέρα τῶν ἐαθέντων παρ᾿ αὐτῆς τῷ κοινῷ ὑπεξουσίῳ παιδὶ μετὰ νόμιμον μέρος. ἡ δὲ γ ' διάτ. τοῦ ζ΄ τί. τοῦ ς΄ βι. τοῦ κώδ. διαγορεύει, ὅτι ὁ αὐτεξούσιος υἱὸς μερίζεται τὸν οὐσούφρουκτον τῶν μητρῴων αὐτοῦ πραγμάτων μετὰ τοῦ ἐμαγκηπατεύσαντος αὐτὸν ἰδίου πατρὸς, τουτέστι ποιήσαντος αὐτὸν αὐτεξούσιον, καὶ ἐὰν ἔχει ἀδελφὸν ὑπεξούσιον, λαμβάνει μὲν ἐκεῖνος κατ᾿ ἰδίαν τὸ ἀναλογοῦν αὐτῷ τῆς χρήσεως τῶν κοινῶν μητρικῶν αὐτοῦ πραγμάτων, τὸ δὲ ὑπολειφθέν μέρος μερίζεται μετὰ τοῦ πατρός. τοῦτο δὲ κρατεῖ καὶ ἐπὶ ὑπεξουσίου ἐγγόνου.
23
pr.Ἐάν τις τῶν γημάντων κατὰ οὐσούφρουκτον πράγματα ἐάσῃ, οὐδὲ δεύτερος γάμος λύει αὐτὸν, εἰ μὴ ἄρα ὁ καταλιπὼν εἴπῃ μὴ δοθῆναι αὐτῷ τὸν οὐσούφρουκτον τῇ δευτερογαμίᾳ. εἰ δὲ εὑρεθείη χρῆσις μέρος τῶν ἐπιδοθέντων ἐν προικὶ ἢ προ γάμου δωρεᾷ, τότε οὐ λύεται, κἂν κελεύσει ὁ ἐάσας αὐτὸ λυθῆναι, ἐφ᾿ ὅσον περίεστιν ἐκεῖνος ᾧπερ ὁ κάσος ἥρμοσεν. ὡς νεα. β΄.
24
pr.Μήτηρ υἱῷ δωρουμένη εἰ δευτερογαμήσει οὐκ ἀφαιρεῖται παρ᾿ αὐτοῦ τὸ δωρηθὲν, οὐδὲ ὡς ἀπὸ ἀχαρίστου, εἰ μὴ ἄρα περὶ τὴν ζωὴν ἢ περὶ πᾶσαν τὴν οὐσίαν αὐτῆς ἐπεβούλευσεν ἢ ἐξ αὐτοῦ ἐτύφθη. ἀνάγν. βι. η΄ τί. νε διατ. β΄ καὶ θ ' τοῦ κώδ.
25
pr.Ὁ πατὴρ προῖκα ἢ προγάμου δωρεὰν ὑπὲρ τῶν ἑαυτοῦ παίδων ἐπερωτώμενος δοκεῖ ἐκ τῆς ἰδίας ὑποστάσεως ταύτην ποιεῖσθαι, οὐ μὴν ἐκ τῶν ἀποκτηθέντων παρὰ τῶν παίδων. ὅθεν εἰ πράγματα ἔχει ὁ παῖς ἀπροσπόριστα μένουσιν, μὴ δυναμένου τοῦ πατρὸς μετὰ ταῦτα λέγειν ὡς ἐκ τούτων τὴν προῖκα ἢ τὴν προγάμου δωρεὰν ἐποιησάμην. ἐχρῆν γὰρ αὐτὸ ἐν τῷ καιρῷ τῆς ἐπερωτήσεως εἰπεῖν.
26
pr.Εἴ τις ἄπορον γυναῖκα κατὰ τὴν τοῦ νόμου παρατήρησιν λάβοι καὶ ταύτης προτελευτήσοι, εἰ μὲν ἄχρι τριῶν παίδων ὁ ταύτης ἀνὴρ εἴτε ἐξ αὐτῆς εἴτε ἐξ ἑτέρου συνοικεσίου ἔχει, τὸ τέταρτον μέρος τῆς οὐσίας τοῦ ἀνδρὸς λαμβάνει, οὕτω μέντοιγε ὥστε μὴ ὑπερβαίνειν τῶν ρ ' τοῦ χρυσίου λιτρῶν ποσότητα. εἰ δὲ πλείονές εἰσιν οἱ παῖδες, τοσοῦτον ἐπὶ τοῦ τοιούτου θέματος λαμβάνειν, ὅσον ἑνὶ τῶν παίδων ἁρμόζει, οὕτω δηλαδὴ ὥστε χρῆσιν μόνην ἐπὶ τοῖς τοιούτοις πράγμασιν ἔχειν τὴν γυναῖκα, τὴν δεσποτείαν [δὲ] ἐκείνοις τοῖς παισὶ φυλάττεσθαι οὓς ἐξ αὐτῶν τῶν γάμων ἔσχεν. εἰ δὲ ἡ τοιαύτη γυνὴ παῖδας ἐξ αὐτοῦ μὴ ἔχοι, κελεύομεν καὶ δεσποτείας δικαίῳ ἔχειν αὐτὴν τὰ πράγματα, ἅπερ ἐκ τῆς τοῦ ἀνδρὸς οὐσίας εἰς αὐτὴν ἐληλύθασιν. ὡς νεαρὰ ριζ΄. εἰ δὲ ληγάτον αὐτῇ καταλειφθῇ ἐξ αὐτοῦ τοῦ ἀνδρὸς, ἀναπληρούσθω τὸ τέταρτον μέρος, λογιζομένη αὑτῇ τὰ ἀπὸ τοῦ ληγάτου εἰς αὐτό. τὸ λεχθὲν κρατεῖ καὶ ἐπὶ τοῦ ἀνδρὸς ἕδνον μὴ ὁμολογήσαντος· καὶ αὐτὸς γὰρ ἀπορῶν λήψεται τὸ [δ΄] κατὰ τὴν νεα. νγ '. εἰ γὰρ εὐπορεῖ ὁ ἀνὴρ ἢ γυνὴ, οὐ λήψεται τὸ δ΄ τὸ εἰρημένον. ἀλλ᾽ ἐάν τις ἐξ αὐτῶν τίποτε τῷ ἄλλῳ καταλείψῃ ἐν λεγάτῳ ἢ ἐνστάσει, τὸ ἐαθὲν μόνον λαμβάνουσιν.
27
pr.Οἱ ἀπὸ πρώτου γάμου καὶ δευτέρου τεχθέντες παῖδες τὸν μὲν κοινὸν γονέα ἀδιάθετον τελευτῶντα ἐξίσης κληρονομοῦσιν· ἕκαστος δὲ αὐτῶν τὰ ἐκ τοῦ κάσου τῆς προικὸς καὶ προγάμου δωρεᾶς περιγενόμενα κέρδη τῷ ἰδίῳ γονεῖ κατεξαιρέτως λήψεται, κἂν μὴ τρίτοις γάμοις οἱ δεύτεροι ἐνυβρίσθησαν παῖδες. ὅσα δὲ ἕτερα μετὰ τὴν προῖκα ἢ προγάμου δωρεάν περιῆλθον πράγματα ἢ κατὰ πρεσβεῖον ἢ κατὰ ἔνστασιν ἢ καθ ' ἕτερον τρόπον ἐκ τῆς δευτέρας συναφείας εἰς τὸ δευτερογαμῆσαν πρόσωπον, ταῦτα κοινῶς διαδέξονται ὅσοι ἀπὸ πρώτου καὶ δευτέρου παῖδες τοῦ ταῦτα κερδήσαντος γονέως τρίτοις μὴ ὁμιλήσαντος γάμοις· πλὴν εἰ μὴ ἔφθασέν τινα ἐκποιήσας ὁ ταῦτα κερδήσας.
28
pr.Ἡ δευτερογαμοῦσα μήτηρ ἔχουσα ἐκ προτέρου γάμου παῖδας αἰτείτω πρὸ τοῦ συναλλάγματος ἐπίτροπον τοῖς παισὶν αὐτῆς καὶ οὕτως συναλλασσέτω. εἰ δὲ μὴ τοῦτο γένηται, ὑπεύθυνα ἔσονται τὰ αὐτῆς καὶ τοῦ δευτέρου ἀνδρὸς αὐτῆς πράγματα ἐπὶ τῇ ἀποκαταστάσει τοῖς νέοις πράγμασιν. σημ. βι. ε τί. ιζ ' τῆς συλλογῆς, ὅτι κἂν ἐν τοῖς ἁμαρτήμασιν.. διὰ τὸ τῆς ἡλικίας σαθρὸν ἡ μήτηρ ἐλάττων οὖσα τῶν κε΄ ἐνιαυτῶν οὐκ ᾔτησε τοῖς παισὶ ἐπίτροπον, τὴν τούτων διαδοχὴν οὐδαμῶς ἀπαρνεῖσθαι ἀρέσκει, ὁπότε τοῦτο τὸ νόμιμον ἐπὶ τοῖς μείζόσιν μόνον κρατεῖ.
29
pr.Καὶ ἐπὶ τῶν ἀπροίκων τῶν κερδαινόντων τὸ τέταρτον τῆς οὐσίας [ἢ] οἱονδήποτε μέρος ἀπὸ τοῦ κάσου εἴτε ἀπὸ ληγάτου εἴτε ἀπὸ δωρεᾶς εἴτε ἀπὸ ἄλλου τινὸς κερδήσωσιν. καὶ αὐτοὶ γὰρ καλῶς πακτεύουσιν τουτέστι συμφωνοῦσιν καὶ ἐπὶ κληρονόμων παραπέμπουσιν κἂν ἀπὸ πρώτου γάμου κἂν ἀπὸ δευτέρου εἰσίν.
30
pr.Περὶ πενθουσῶν γυναικῶν. Ἡ πρὸ τοῦ πενθίμου χρόνου δευτερογαμοῦσα γυνὴ ἀτιμοῦται μηδὲν ἐκ τοῦ πρώτου γάμου κερδαίνουσα μήτε πλέον τοῦ γ΄ μέρους τῆς ἰδίας οὐσίας δυναμένη ἐπιδοῦναι τῷ δευτέρῳ ἀνδρί. καὶ τότε τοῦτο νόει ὅτι δύναται ποιῆσαι ὅτε παῖδας οὐκ ἔχει τοῦ πρώτου ἀνδρός. εἰ γὰρ ἔχει παῖδας, τὸ ἁρμόζον ἑνὶ τῶν παίδων ἀπὸ τοῦ τρίτου μέρους τῆς προτέρας αὐτῆς προικὸς μεριζομένου πᾶσιν τοῖς ἐκ τοῦ πρώτου γάμου τεχθεῖσιν παισὶν δίδωσι τῷ δευτέρῳ ἀνδρὶ εἰς προῖκα, μὴ δυναμένη πρὸς τοῖς εἰρημένοις λαβεῖν τι ἀπὸ οἱασδήποτε φιλοτιμίας. ἀλλὰ καὶ τὰ ἐκ τοῦ ἀνδρὸς αὐτῇ ἐαθέντα ἐλεύσονται εἰς τὰ πρόσωπα τῶν συγγενῶν τοῦ ἀνδρὸς αὐτῆς, ἀνιόντας φημὶ καὶ κατιόντας καὶ τοὺς ἐκ πλαγίου μέχρι δευτέρου βαθμοῦ. εἰ δὲ οὐχ ὑπέστη ἓν τῶν εἰρημένων προσώπων, εἰς τὸ ταμεῖον προσκυροῦται. οὐ μόνον δὲ τὸ λεχθὲν ὑπομένει ἡ δευτερογαμοῦσα, ἀλλ᾽ οὐδὲ τοὺς ἐπέκεινα τοῦ γ΄ βαθμοῦ συγγενεῖς αὐτῆς διαδέχεται. ὡς βι. ε΄ τί. θ΄ διατ. β΄ τοῦ κώδ.
31
pr.Ἡ ἀτιμία τῆς δευτέρῳ γάμῳ πρὸ τοῦ πενθίμου προσομιλούσης λύεται ἐξ ἀπαιδίας μὲν βασιλικοῖς γράμμασιν τοῦτο κελεύουσιν, ἐπὶ παισὶν δὲ οὐδὲ βασιλέως κελεύσει, εἰ μὴ ἄρα αὕτη ἡ γυνὴ τὸ ἥμισυ τῆς ἰδίας οὐσίας δωρήσηται τοῖς ἐκ τοῦ πρώτου ἀνδρὸς παισὶν, μήτε τὴν χρῆσιν αὐτοῦ τοῦ ἡμίσεος μέρους παρακατέχουσα. ἰστέον δὲ, ἐάν τελευτήσει εἷς τῶν εἰρημένων αὐτῆς υἱῶν, κληρονομοῦσιν αὐτὸν οἱ ἴδιοι αὐτοῦ παῖδες· εἰ δὲ υἱοὺς οὐκ ἔχει, διαδέχονται αὐτὸν οἱ ἴδιοι ἀδελφοὶ εἰς τὸ λεχθὲν ἥμισυ μέρος τὸ δωρηθὲν αὐτοῖς ἐκ τῆς μητρός. εἰ δὲ ὁ τελευτήσας τούτους οὐκ ἔχει, ἄλλα μόνος ἦν καὶ οὐ διέθετο, τότε ἡ ἰδία μήτηρ ἡ δευτερογαμοῦσα κληρονομεῖ αὐτὸν, δηλονότι εἰς μόνον τὸ πολλάκις ῥηθὲν ἥμισυ μέρος τὸ δωρη θὲν παρ᾽ αὐτῆς διὰ τὴν τῆς ἀτιμίας ἐπίλυσιν. σὺ γὰρ οὕτω νόει τὸ ῥητὸν τῆς παρούσης διατάξεως καὶ μὴ εἴπῃς ὅ τι ἕτεροι δοξάζουσιν, ὅτι ἄλλων παίδων μὴ ὑπόντων κληρονομεῖ ἡ μήτηρ τὸν μόνον ὑπολειφθέντα υἱὸν αὐτῆς εἰς τὸ πᾶν τῆς ἄλλης καὶ ὅλης περιουσίας αὐτοῦ. ἀνάγν. βι. ς΄ τί. νς΄ διατ. δ΄ τοῦ κώδ. σχόλ. Τὸν γάμον τῆς τοῦ τελευτήσαντος γαμετῆς διὰ τὴν τοῦ αἵματος ἢ τῆς γονῆς σύγχυσιν ὁ πραέτωρ ἐκώλυσεν. ὡς βι. γ΄. τί. [β΄] διγ. ί΄. 45. Ὅτι ὁ ἐν ἀγνοίᾳ τῇ τοιαύτῃ συναφθεὶς οὐκ ἀτιμοῦται, καὶ μάλιστα ὅτε οὐκ ἐκ συνηθείας τῆς πόλεως ἢ τῆς χώρας τοῦτο φυλάττεται.
32
pr.Περὶ ἀναργυρίας. Οὐκ ἂν εἴη δίκαιον ἡ γυνὴ παντελῶς προῖκα μὴ δοῦσα τῷ συνοικήσαντι προγαμιαίαν λαβεῖν δωρεάν. εἰ δὲ καὶ μὴ εἰς ὁλόκληρον δοίη, καὶ αὐτὴ κατὰ τοσοῦτον ἀπαιτείτω τὴν δωρεάν καθ᾽ ὅσον ἐπιδοίη τὴν προῖκα. ἰσότητος γὰρ ἐσμὲν καὶ δικαιοσύνης ἐρασταὶ, καὶ ταῦτα ἐν ἅπασίν τε καὶ τοῖς ἄλλοις καὶ πρός γε τοῖς συνοικεσίοις βουλόμεθα κρατεῖν. ὥστε ἡ μηδ᾽ ὁτιοῦν δοῦσα μηδ᾽ ὁτιοῦν λαμβανέτω. εἰ δὲ δοῦναι μὲν βουληθῇ τὴν προῖκα ἢ ὅστις ἄλλος ὑπὲρ αὐτῆς παρεχόμενος αὐτὴν, καὶ τὸ τῆς γυναικὸς προεμαρτύρατο μέρος καὶ ἑτοίμως εἶχεν ταύτην καταβαλεῖν, ἢ καὶ εἰς δικαστήριον ἀξιοῖ ταῦτα γενέσθαι, ἐπιμείνῃ δὲ καὶ οὕτως ἀναβαλλόμενον τὸ τοῦ ἀνδρὸς μέρος, μὴ δύνασθαι τοῦ γάμου διαλυομένου τὴν τῆς προγαμιαίας δωρεᾶς ἔκτισιν ἐκκλίνειν ὡς δὴ προικὸς μὴ ἐπιδοθείσης. ἐπ᾿ αὐτῷ ἁρμόσει τὸν κανόνα τὸν λέγοντα· ὁ γὰρ δοῦναι βουληθεὶς, ἐν ᾧ τὴν λῆψιν ὁ λαμβάνων ἐξεπίτηδες παραιτεῖται, παραπλήσιος ἐστιν τῷ δεδωκότι. ὥς φησι νεα. β΄.
33
pr.Ἐὰν ἐν τῷ προικῴῳ συμβολαίῳ ἐγράφη μὲν ποσότης προικὸς, μὴ ἐπεδόθη δὲ, ἔξεστι τῷ ἀνδρὶ καὶ τοῖς αὐτοῦ κληρονόμοις ἀντιτιθέναι τῇ γυναικὶ ἀναργυρίαν εἴσω ἐνιαυτοῦ μετὰ τὴν λύσιν τοῦ γάμου, ἢ εἴσω διετίας ἀριθμουμένης συναπτῶς μετὰ τὴν συνοίκησιν τῆς γυναικός. ὁ δὲ ἐλάττων μὴ διαμαρτυρούμενος ἐγγράφως ἢ παρὰ τῷ ἄρχοντι περὶ τῆς ἀναργυρίας τῆς προικὸς τὸν ἐπερωτηθέντα ἐπὶ ἕνα ἐνιαυτὸν τὴν μέμψιν τοῖς κληρονόμοις παραπεμπέτω. εἴσω δὲ δεκαετίας μὴ γενομένης μέμψεως τελευτῶν ὁ ἀνὴρ ἐπὶ ἑτέρους τρεῖς μῆνας τὴν παραγραφὴν παραπέμπει. δεκαετίας δὲ παραδραμούσης τελείως σβεννύσθω καὶ αὐτῷ καὶ τοῖς κληρονόμοις αὐτοῦ ἡ ἀναργυρία. σχόλ. Ὅτι οἱ χρόνοι τῆς ἐπὶ τῇ προικὶ ἀγωγῆς οὐκ ἀπὸ τῆς συστάσεως, ἀλλὰ ἀπὸ τῆς λύσεως τῶν γάμων ἀριθμοῦνται. Ὁ ἥττων ἀντὶ τῆς δεκαετίας τὴν δωδεκαετίαν ἐχέτω, καὶ μετὰ ταύτην ὁ κληρονόμος αὐτοῦ ἐνιαυτόν· οἱ δὲ ἥττονες κληρονόμοι εἴτε ἥττονες τελείων τεστατόρων ἀντὶ τοῦ ἐνιαυτοῦ πενταετίαν ἐχέτωσαν. 51. σημ. Ὅτι καὶ μερικῆς γενομένης καταβολῆς χώραν ἔχει ἡ μέμψις, πληναρέας δὲ γενομένης οὐ δύναται ἀναργυρίαν προβάλλεσθαι. ἀνάγν. βι. λγ ' τί. δ΄ διγ. ξθ΄. Ἐὰν γυνὴ ἐπερωτηθῇ προῖκα καὶ μὴ καταβάλη αὐτὴν ζῶντι τῷ ἀνδρὶ, τῷ κληρονόμῳ αὐτοῦ χρεωστεῖ δοῦναι αὐτήν.
34
pr.Ὁ ἐσχολακὼς περὶ τῶν δημοσίων πραγμάτων καὶ συμβῇ αὐτὸν ἄρχειν ἐν ἐπαρχίαις, ὥστε εἶναι δυσχερὲς τὸ μέμψαι αὐτὸν περὶ ἀναργυρίας, ἐξέστω τῷ ἁγιωτάτῳ ἐπισκόπῳ τῆς πόλεως ἢ καὶ πρὸς ἄλλον ἄρχοντα εἴσω δύο ἐνιαυτῶν προσιέναι καὶ διαμαρτύρεσθαι τῷ λαβόντι παρ᾽ αὐτοῦ ἔγγραφον περὶ ἀναργυρίας, καὶ λοιπὸν ἔχει διηνεκῆ τὴν ἐξ αὐτῆς ὠφέλειαν. σχολ. Ἡ μετὰ τὴν τελευτὴν τοῦ ἀνδρὸς τῷ ἑνδεκάτῳ μηνὶ ἢ τοιούτῳ ἁπλῶς καιρῷ τεκοῦσα, ὅστις αὐτὴν πρὸ τοῦ πενθίμου χρόνου διελέγχει πορνεύουσαν, καὶ ταῖς στούπρου καὶ ταῖς κατὰ τῶν πρὸ πενθίμου χρόνου γαμουσῶν ὑποκείσθω ποιναῖς. μὴ γάρ ποτε πλέον ἐχέτω σωφροσύνης ἀσέλγεια.
35
pr.Ὁ ἔχων ἀναργυρίας παραγραφὴν καὶ μὴ δυνάμενος ἀντιτιθέναι αὐτὴν διὰ τὸν φόβον τοῦ ἰδίου διαδίκου ποιείσθω διαμαρτυρίαν παρὰ τῷ ἄρχοντι ἢ παρὰ τῷ ἐπισκόπῳ, καὶ διακόπτει τὸν τῆς δεκαετίας χρόνον.