IusCommune
IusCommune › Textos › Epitome legum › Epitome

Epit. 1.26

Περὶ διαλυομένου συνοικεσίου ἡ προῖξ κατὰ ποῖον τρόπον ἀπαιτεῖται· καὶ περὶ διατιμήσεως αὐτῆς.

Abrir no leitor do IusCommune →

1

pr.Αυομένου τοῦ γάμου ἡ προῖξ τῇ αὐτεξουσίᾳ γαμετῇ ἀποδίδοται. εἰ δὲ ὑπεξουσία ἐστὶν καὶ ἡ προῖξ ἐκ τοῦ πατρὸς δεδομένη, κοινὴ αὐτῆς καὶ τοῦ πατρός· καὶ οὐ δύναται παραγνώμην αὐτῆς ἀπαιτεῖν ὁ πατὴρ δι αὑτοῦ ἢ δι᾽ ἄλλου τινὸς, ἐπειδὴ ἐνάγει τῷ ἀνδρὶ ἡ θυγάτηρ ὁτεδήποτε αὐτεξουσία γενομένη.

2

pr.Ὁ πατὴρ ὴν ἀνέλαβεν ὑπὲρ τῆς θυγατρὸς προῖκα τοῦ γαμβροῦ τελευτήσαντος ἀναγκαζέσθω καὶ δευτερογαμούσῃ ἀμειώτως ἐπιδοῦναι τῇ θυγατρὶ, πλὴν εἰ μὴ τυχηρὰν ὑποστὰς ἀποδειχθῇ περίστασιν ἀναγκάζουσαν αὐτὸν ἐλαττῶσαι τὴν προῖκα. νεα. [κβ΄ καὶ] νε΄.

3

pr.Ὁ ἐπερωτηθεὶς διδόναι προῖκα, οὐκ ἀπαιτεῖ [ται] αὐτὴν πρὸ τῶν γάμων. ὡς βι. ιβ΄ τί. ιβ΄ διγ. γ΄. — Οὐδὲ πάλιν δύναται ὁ πατὴρ μετὰ τὴν ἐπίδοσιν ἀκούσης τῆς θυγατρὸς ἐπερωτῆσαι αὑτῷ τὴν ἀνάληψιν τῆς προικός. τί. α΄ διγ. ια΄. Ἐὰν μὴ ῥητῶς ἐπερώτησεν τὴν ἀνάδοσιν, οὐκ ἔχει ἀγωγὴν ἐπ᾿ αὐτῇ ὁ πατὴρ ἐκτὸς τῆς ἰδίας θυγατρὸς περὶ τῆς ἐπιδοθείσης προικὸς, μετὰ τὴν ἐπίδοσιν μέντοιγε, ἡ δὲ μήτηρ προῖκα παρέχουσα ὑπὲρ τῆς θυγατρὸς ἀπαιτεῖ αὐτὴν κἂν μὴ ἐπερωτηθῇ. σημ. Καὶ ὑπεξουσίας οὔσης τῆς θυγατρὸς ἡ δίκη αὐτῆς πιστεύεται εἶναι.

4

pr.Οὔτε ὁ υἱὸς ἔχει τὴν δεσποτείαν τῆς ἐπιδοθείσης ὑπὲρ αὐτοῖ δωρεᾶς, οὔτε ἡ θυγάτηρ ἔχει ὁμοίως τὴν δεσποτείαν τῆς ὑπὲρ αὐτῆς δοθείσης προικὸς παρὰ τοῦ πατρός. τοῦτο νόει ἐφ᾿ ὅσον ζῇ ὁ πατὴρ αὐτῶν. ἐὰν γὰρ τελευτήσει, οὐκ ἀφαιρεῖται παρὰ τῶν παίδων τὰ δοθέντα παρὰ τοῦ πατρὸς ὑπὲρ αὐτῶν· καὶ εἰ μὲν ζῇ ὁ ἀνὴρ καὶ συνίσταται ὁ γάμος, ἔχει τὴν δεσποτείαν τῆς προικὸς καὶ μάλιστα ἐάν ἐστιν διατετιμημένη. ὡς βι. ς ' τί. ξ΄ διατ. β΄ τοῦ κώδ.

5

pr.Μετὰ τὸν γάμον οὐ δύναται ὁ πατὴρ χείρονα τὴν αἵρεσιν ποιῆσαι τῆς θυγατρὸς, ἐπειδὴ οὐδὲ καταβάλλεται ἡ προῖξ ἀκούσης αὐτῆς.

6

pr.Εἰ καὶ μὴ τῷ γαμβρῷ ἀλλὰ τῇ ἰδίᾳ θυγατρὶ παραδῷ τὰ πράγματα λόγῳ προικὸς αὐτῆς, καὶ εὑρεθῇ ἐν νομῇ αὐτῶν μετὰ θάνατον τοῦ πατρὸς ἡ θυγάτηρ, ἐννόμως παρακρατεῖ αὐτὰ ὡς προικιμαῖα. ὡς βι. ί τί. β΄ διγ. λέ.

7

pr.Ἔνθα κοινὴ τοῦ πατρὸς καὶ τῆς θυγατρός ἐστιν ἡ προῖξ, χρεία τῆς ἑκατέρου γνώμης.

8

pr.Δύο προικῴων ὑπό τινος χρεωστουμένων τὰ μὲν ἐξ αὐτῶν φαινόμενα πράγματα ἐκδικεῖται ὑπὸ τῶν τεχθέντων ἐκ τοῦ αὐτοῦ γάμου, εἰς δὲ τὰ μὴ φαινόμενα ἔχει προγενεσίαν ἡ πρώτη προῖξ ἀπαιτουμένη ὑπὸ τῆς γυναικὸς καὶ ὑπὸ τῶν κατιόντων αὐτῆς ἑκατέρας φύσεως, εἰ μὴ ἄρα ἀπορεῖ.

9

pr.Ἡ προῖξ καὶ συνεστῶτος τοῦ γάμου καλῶς καταβάλλεται ἐπὶ τὸ καταβαλεῖν δανεισταῖς αὐτῆς, ἢ ἀγροὺς εὐπορωτέρους ἀγοράσαι, ἢ ἐπὶ τὸ προνοεῖσθαι παίδων ἐξ ἑτέρου γάμου, ἢ ἀδελφῶν ἢ γονέων πενομένων, θρέψαι προσεπιτούτοις ἢ αὑτὴν καὶ τοὺς ἰδίους εποφελέσει (?) κἄντε ἐν ἐξορίᾳ εἰσὶν κἄντε ἐν αἰχμαλωσίᾳ. ὡς βι. κγ ' τί. γ΄ διγ. οδ΄.

10

pr.Ἐὰν ὁ πατὴρ οὕτως ἐστὶν αἰσχρὸς ὥστε δέος εἶναι μήποτε λαβὼν τὴν προῖκα δαπανήσει, ἀρνεῖται αὐτῷ ἡ ἀγωγὴ, καὶ ὁ δικαστὶς προνοεῖ αὐτοῦ καὶ τῆς θυγατρός.

11

pr.Ἐὰν νομίσασα ἡ γυνὴ τὸν ἀλλότριον δοῦλον ἐλεύθερον εἶναι προῖκα παράσχῃ αὐτῷ, ἔχει προνόμιον καὶ προτιμᾶται τῶν ἐχόντων τὴν περὶ πεκουλίου ἀγωγὴν, οἰ μὴν καὶ τοῦ δεσπότου εἰς τὰς ἐποφειλομένας αὐτῷ, εἰ μὴ ἐπὶ μόνοις τοῖς δοθεῖσιν ἐν προικὶ πράγμασιν.

12

pr.Ἐάν τις νομίσας ἐλευθέραν εἶναι τὴν ἐμὴν δούλην προῖκα ὑπὲρ αὐτῆς ἐπιδῷ ὡς δωρούμενος αὐτῇ, ἐγὼ γίνομαι τῶν δεδομένων δεσπότης καὶ αὐτῶν. ὡς βι. κγ΄ τί. γ΄ διγ. νθ΄.

13

pr.Ἐὰν ἀπατηθεῖσα ἡ γυνή μου δέξηται κατὰ μετάθεσιν χρεώστην ἄπορον ὑπὲρ τῆς προικὸς, σώζεται αὐτῇ ἡ τῆς προικὸς ἀγωγή.

14

pr.Ἐὰν παρὰ κέλευσιν τοῦ πατρὸς ὁ ὑπεξούσιος υἱὸς ὑποδέξηται προῖκα, χώρα κατὰ τοῦ πατρὸς τῇ περὶ πεκουλίου ἀγωγῇ.

15

pr.Ἐὰν ἐπὶ πενταετίαν ὁ ἀνὴρ μισθώσει τὸν ἀγρὸν καὶ μετὰ α΄ ἐνιαυτὸν ὁ γάμος λυθῇ, οὐκ ἀποκαθίστησιν ὁ ἀνὴρ τὸν ἀγρὸν, εἰ μὴ λάβῃ τῆς γυναικὸς ἀσφάλειαν ὑπὲρ τῶν δ΄ ἐνιαυτῶν. καὶ αὐτὸς ἀσφαλίζεται, ὡς εἴτι λάβοι ἔξωθεν τοῦ α΄ ἐνιαυτοῦ, δίδωσιν αὐτῇ.

16

pr.Καρπός ἐστιν ὁ μετὰ τὴν δαπάνην περιττεύων. εἴτε γὰρ ἡ γυνὴ εἴτε ὁ ἀνὴρ ἢ ἑκάτερος δαπανήσει, πληροῦται.

17

pr.Διαζυγίου γενομένου οἱ καρποὶ μερίζονται, εἴτε οἱ πρὸ τῆς μισθώσεως καὶ μετὰ τὴν μίσθωσιν ἀναλόγως τῷ χρόνῳ τοῦ γάμου σκοπεῖται. ἐὰν δὲ ἐπὶ δ΄ μῆνας ὁ γάμος ἐκταθῇ, τὸ γ΄ ὁ ἀνὴρ λαμβάνει. εἰ δὲ καὶ τρυγήσασα ἡ γυνὴ τὸν ἀγρὸν ἐπιδῷ αὐτὸν ἐπὶ προικὶ παραχρῆμα καὶ μισθώσει ὁ ἀνὴρ τῇ ἀρχῇ τοῦ μαρτίου μηνὸς, καὶ λυθῇ ὁ γάμος τῇ ἀρχῇ τοῦ ἀπριλλίου, οὐ μόνον τὸ δωδέκατον τοῦ μισθοῦ λαμβάνει, ἀλλὰ τὴν ἀναλογίαν τοῦ παντὸς χρόνου, ἐν ᾧ προικιμαῖος ἦν γήμαντος ὑπεξουσίου πατὴρ καὶ αὐτὸν ἀναγκάζεται τρέφειν καὶ τὴν γαμετὴν αὐτοῦ. αὐτὸς γὰρ ὑπόκειται τοῖς βάρεσι τοῦ γάμου τοῦ υἱοῦ αὐτοῦ. βι. ί τί. β΄ διγ. νέ΄. εἰ δὲ ἀποθάνῃ ὁ πατὴρ αὐτοῦ· καὶ ἡ προὶξ καὶ οἱ παῖδες καὶ ἡ γαμετὴ τῷ ἀνδρὶ ἀνήκει διὰ τὰ βάρη τοῦ γάμου (Dig.,, ὁ ἀγρὸς παρακρατεῖ τοῦ μισθοῦ. – σχόλ. Ἐκεῖνος τὰ τοῦ θέρους συλλογίζεται, αὕτη δὲ τὰ τῆς σπορᾶς.

18

pr.Ἐὰν ὁ ἀνὴρ ἀνέλῃ τὴν γυναῖκα, οὐ κερδαίνει τὴν προῖκα, ἀλλὰ τοῖς κληρονόμοις αὐτῆς ἀποδίδοται. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ἐναντίου, ἐὰν ἡ γυνὴ τὸν ἄνδρα ἀνέλῃ. εἰ καὶ ἀλλότριον ἐπιδῷ γυνὴ ἐν εἰδήσει, ἀποδίδοται αὐτῇ μετὰ τὸ διαζύγιον σὺν τῇ ἀναλογίᾳ τῶν καρπῶν.

19

pr.Διαζυγίου οἱουδήποτε γενομένου τοῦ τελευταίου ἐνιαυτοῦ οἱ καρποὶ διαιροῦνται, ὁ δὲ χρόνος ἀριθμεῖται οὐκ ἀπὸ τῆς ἀρχῆς τοῦ γάμου οὔτε ἀπὸ τῆς συστάσεως τῆς προικὸς, ἀλλ᾽ ἀφ᾽ οὗ παρεδόθη τῷ ἀνδρὶ ὁ ἀγρός. εἰ δὲ καὶ πρὸ τοῦ γάμου παρεδόθη, ἀπὸ τῆς ἡμέρας τοῦ γάμου ἕως τῆς αὐτῆς ἡμέρας τοῦ ἑξῆς ἐνιαυτοῦ ψηφίζεται ὁ ἐνιαυτὸς, καὶ οὕτως ἐφεξῆς. οἱ δὲ πρὸ τοῦ γάμου ληφθέντες καρποὶ ὡς τῆς προικὸς γενόμενοι μετὰ τὴν λύσιν τοῦ γάμου ἐπιδίδονται.

20

pr.Ἐὰν ἀπολιμπανομένης τῆς θυγατρὸς ὁ πατὴρ ἀπαιτήσῃ προῖκα, μὴ δεδωκὼς τὴν ὑπὲρ αὐτῆς ἀσφάλειαν, ἀγωγὴν ἡ θυγάτηρ οὐκ ἔχει, εἴγε διὰ κληρονομίας ἢ ληγάτου εἰς τοσοῦτο ἐκ τοῦ πατρὸς ἐκέρδησεν.

21

pr.Ἐὰν ἐξωτικὸς ἐπερωτήσει τὴν ἀνάδοσιν καὶ μετὰ τὸ διαζύγιον ἡ γυνὴ ὑποστρέψει πρὸς τὸν ἄνδρα, οὐ κωλύεται ἡ τῆς ἐπερωτήσεως ἀγωγή. σημ. Ἐὰν ἡ γυνὴ συμφωνήσῃ, μετὰ τὴν λύσιν τοῦ γάμου ἀναδοθῆναι τὴν προῖκα τῷ ἐπιδεδωκότι αὐτὴν, δύναται μεταμεληθεῖσα κωλύσαι δοθῆναι αὐτῷ τὴν προῖκα. ὡς βι. μέ τί. γ ' διγ. πβ΄.

22

pr.Ἐὰν ληγατεύσω τῆ γαμετῇ μου ἀντὶ τῆς προικὸς αὐτῆς, καὶ μὴ δυνηθῇ τὰ ληγατευθέντα λαβεῖν, ἔχει τὴν περὶ προικὸς ἀγωγήν.

23

pr.Ἐὰν τοῦ ἀνδρὸς προαγωγεύσαντος ἡ γυνὴ μοιχευθῇ, οὐδὲν ἐκ τῆς προικὸς παρακρατεῖ· πῶς γὰρ ἀποδοκιμάσει τοὺς τρόπους, οὓς ἔφθειρεν ἢ φθαρέντας ἀπεδέξατο;

24

pr.Ἐὰν ὁμολογήσῃς γυναικὶ παρέχειν αὐτῇ γαμουμένῃ ι νομίσματα, καὶ ἐπιδοίη μοι τὸ τοιοῦτον γραμματεῖον ἐν προικὶ, καὶ χωρὶς δόλου καὶ ῥαθυμίας μηδέν σε δυνηθῶ ἀπαιτῆσαι, οὔτε περὶ προικὸς οὔτε περὶ ἐντολῆς ἀγωγῇ ἐνέχομαι.

25

pr.Ὁ ἀνὴρ καὶ ὁ γονεὺς καὶ ὁ κοινωνὸς καὶ ὁ πάτρων μέχρι εὐπορίας καταδικαζόμενοι τὰ ἑτέροις χρεωστούμενα οὐχ ὑπεξαιροῦσιν. ὁ δὲ δωρησάμενος ὑπεξαιρεῖ καὶ κοινωνὸς ὑπεξαιρεῖ τοῖς ἐκ τῆς αὐτῆς αἰτίας χρεωστουμένοις.

26

pr.Τὸ τοῦ ἀνδρὸς ἄπορον καὶ ἐπὶ τῶν κληρονόμων τῆς κόρης χρεωστεῖται, εἰ καὶ μέχρις εὐπορίας ὁ ἀνὴρ, οὐ μὴν καὶ ὁ κληρονόμος αὐτοῦ καταδικάζεται. τὸ γὰρ προνόμιον προσωπικόν ἐστιν. ἔχει δὲ αὐτὸ καὶ διεκδικητής.

27

pr.Εἰ καὶ συμφωνήσει ὁ ἀνὴρ εἰς ὁλόκληρον καταδικάζεσθαι, οὐκ ἔῤῥωται τὸ σύμφωνον. ἐν δὲ τῷ καιρῷ τῆς ψήφου σκοπεῖται ἡ οὐσία τοῦ ἀνδρὸς, εἰ καὶ εἰς ὁλόκληρον ὁ κληρονόμος αὐτοῦ καταδικάζεται.

28

pr.Καὶ ὁ πατὴρ τοῦ ἀνδρὸς μέχρις εὐπορίας τῇ νύμφῃ καταδικάζεται. τάξιν γὰρ πατρὸς ὁ πενθερὸς ἐπέχει. καὶ οἱ παῖδες τῆς γαμετῆς κληρονόμοι ὄντες τοῦ πατρὸς μέχρις εὐπορίας καταδικάζονται.

29

pr.Εἰ καὶ τοῦ ἀνδρὸς ὑπέρθεσιν ποιήσαντος ὕστερον ἡ γυνὴ [μή] θελήσει δέξασθαι καὶ τελευτήσει ὁ δοῦλος, οὐ χρεωστεῖ ὁ ἀνὴρ τὴν ἀποτίμησιν αὐτοῦ.

30

pr.Ἐὰν ἐγράφη προικιμαῖος δοῦλος κληρονόμος, εἰ μὲν παραιτεῖται ἡ γυνὴ τὴν κληρονομίαν, κελευέτω ὁ ἀνὴρ τῷ δούλῳ παραιτεῖσθαι· εἰ δὲ καταδέχεται, τῇ κελεύσει αὐτῆς ὁ δοῦλος ὑπεισελθέτω τὴν κληρονομίαν. εἰ δὲ ὁ ἀνὴρ ἐλευθερώση αὐτὸν κατὰ γνώμην αὐτῆς, ὡς δωρουμένης αὐτῆς ἰλευθέρωσεν, καὶ τὸ μέρος τὸ ἁρμόζον αὐτῷ ὡς πάτρωνι ἀποκαθίστησιν ἤγουν τὸ τρίτον, τὸ δὲ δίμοιρον ἐκδικεῖ διὰ τῆς ἀγωγῆς τῆς προικός.

31

pr.Τῆς ἀποδοτέας προικὸς μέρος ἐστὶ καὶ τὸ ὀφεῖλον ἐκ τοῦ πεκουλίου τοῦ δούλου ἀποδοθῆναι τῇ γυναικί.

32

pr.Ἐὰν γυνὴ παρὰ πολεμίοις ἐστὶν, οὐ δύναται ὁ ἀδελφὸς αὐτῆς ἀπαιτεῖν τὴν προῖκα· ἐὰν δὲ ἐτελεύτησεν, ὁ ἀδελφὸς αὐτῆς ὡς κληρονόμος αὐτὴν ἀπαιτεῖ.

33

pr.Γυνὴ τὸ χρεωστούμενον αὐτῇ μετὰ τῶν τόκων ἐπιδέδωκεν ἐν προικί. καὶ οἱ μετὰ τὸν γάμον ἁρμόσαντες μέρος εἰσὶ τῆς προικός. καὶ ἐὰν ἐπεκράτησεν ὁ γάμος ἐπὶ ἐνιαυτὸν ἕνα καὶ διελύθη ἐπὶ χρόνους γ΄, τοῦ ἐνιαυτοῦ ὁ τόκος δίδοται.

34

pr.Καὶ ἐπὶ βεβιασμένης προικὸς τόκος ἀνεπερωτήτως οὐ δίδοται. καὶ ὅτε ἀπαιτεῖται παρὰ τοῦ ἀνδρὸς ἡ προῖξ, καλῇ πίστει ἐστίν· ὅτε ἀπαιτεῖται παρὰ τοῦ πατρὸς, βεβιασμένη ἐστίν.

35

pr.Τὰ προφάσει προικὸς διδόμενα τῷ ἀνδρὶ μὴ προβαινόντων ταῦτα τῶν γάμων ἀναδίδοται τῇ γυναικὶ, εἰ καὶ αὐτὴ ἐμποδίσει τὴν σύστασιν τοῦ γάμου. καὶ οἱ πρὸ τοῦ γάμου λαμβανόμενοι ἐκ τοῦ ἀνδρὸς καρποὶ ἐκ τῶν προικιμαίων ἀγρῶν εἰς προῖκα λογίζονται αὐτῷ καὶ μετὰ τῆς προικὸς ἀποδίδονται τῇ γυναικί.

36

pr.Τῆς γονῆς τῶν δοταλίων ἀνδραπόδων κἂν μὴ δεσπότης ἐστὶν ὁ ἀνὴρ, ὅμως τὴν χρῆσιν αὐτὸς ἔχει. – Ἐὰν ἐκκινδυνεύῃ ὁ ἀνὴρ ἐπὶ τὰ ἀνδράποδα, καὶ ὁ τοκετὸς αὐτῶν ἐν αὐτῷ μένει. – Καὶ τὰ ἐκ τῶν προικιμαίων χρημάτων ἀγορασθέντα προικιμαῖά εἰσιν.

37

pr.Καὶ γονὴ καὶ ἔρια τῶν προικιμαίων θρεμμάτων τῷ ἀνδρὶ διαφέρει ὡς καρπὸς καὶ ὀπέραι τουτέστιν οἱ κάματοι τῶν οἰκετῶν. Οὐ προσπορίζει πατὴρ θυγατρὶ τὴν ἀπὸ συμφώνου ὠφέλειαν.

38

pr.Ἐπὶ τῶν εὐφθάρτων πραγμάτων εὐχαριστεῖν ὀφείλει ἡ γυνὴ ὁσονδήποτε λαμβάνουσα τίμημα. ση. ὁ πενθερὸς ὑπὸ τοῦ γαμβροῦ καὶ ἡ γυνὴ ὑπὸ τοῦ ἀνδρὸς ἀπαιτούμενοι ἣν ἐπερωτήθησαν προῖκα, πρὸς τὸ μέτρον τῆς οὐσίας αὐτῶν καταδικάζονται.

39

pr.Ἐὰν πρὸ τῶν γάμων δωρηθῇ τι ἢ ληγατευθῇ τῷ προικιμαίῳ δούλῳ, προστίθεται τῇ προικὶ, ὡς καὶ οἱ ληφθέντες πρὸ τῶν γάμων ἀπὸ τοῦ ἀγροῦ καρποί. θεμάτισον τὸν δοῦλον καὶ μετὰ τὸν γάμον, ἐπειδὴ ὡς ἐξ ἰδίων ἐργασιῶν λαμβάνει ὁ ἀνὴρ τὸν δοῦλον, ληγάτα δὲ καὶ κληρονομίαι τοῦ δούλου τῇ γυναικὶ ὁρῶνται.

40

pr.Ὁ παρέχων ὑπέρ τινος προῖκα εἰ μὴ ἑαυτῷ ἀλλ᾽ ἑτέρῳ ἐπερωτήσῃ τὴν ἀνάδοσιν, οὔτε αὐτὸς οὔτε ὁ ἐξωτικὸς ἔχει ἀγωγήν. ἀλλ᾽ ἡ κόρη δηλονότι ἔχει τὴν πρόσφορον ἀγωγήν.

41

pr.Τῆς ὀφειλομένης παρὰ τινος λαβεῖν ἐν προικί τι διαλυομένου τοῦ γάμου ἀναλαμβάνει ὅσα κατέβαλεν ἐν προικί. τοῦτο νόει ἐπὶ ἐξωτικοῦ.

42

pr.Τὸ λεγόμενον ὅτι τὰ ἀναγκαῖα δαπανήματα τῷ αὐτῷ δικαίῳ μειοῖ τὴν προῖκα τοῦτο δηλοῖ, ὥστε τὸν ἄνδρα παρακρατεῖν τὸν ἀγρὸν ἢ μέρος αὐτοῦ ἕως οὗ λάβῃ τὴν δαπάνην. εἰ δὲ κατὰ μέρος εἰς τὸν ἀγρὸν ἐδαπανήθη ὅσον ἦν ἄξιος, παύεται εἶναι προικιμαῖος, εἰ μὴ ἐντὸς ἐνιαυτοῦ παράσχῃ τὰς δαπάνας.

43

pr.Τῶν δαπανημάτων τὰ μὲν διὰ ἀναγκαίαν γίνονται χρείαν, τὰ δὲ διὰ τέρψιν ἢ διὰ κέρδος. διὰ ἀνάγκην εἰσὶ τὰ ἀναγκαίως γινόμενα καὶ ταῦτα μειοῦσι τὴν προῖκα ὅτε περὶ αὐτὴν γίνονται, οἷον μῶλοι ἐν θαλάσσῃ ἢ ἐν ποταμῷ, δέμα ἢ παράχωμα, ἢ ἀρτοκοπεῖον ἢ ὥρειον ἢ οἴκημα καταπίπτον [ἀνανεῶσαι], ἢ ἀμπελῶνα ἢ ἐλαιῶνα φυτεῦσαι, ἢ [εἰς] ἀσθένειαν πρὸς ὑγιείαν τῶν δούλων, ἢ περὶ μελλούσης συμπτώσεως ἀσφάλειαν, ἢ φροντίσαι τῶν δένδρων, ἢ σπερματοθήκας, ταῦτά εἰσι δαπανήματα ἀναγκαῖα ἁπλῶς.

44

pr.Τὰ δὲ ἐπὶ τέρψιν ἢ κέρδος γινόμενα οὐκ εἰσιν ἀναγκαῖα δαπανήματα· φυτεῦσαι παραδείσους ἢ [πρὸς] τέρψιν ποιεῖν τῆς γυναικὸς καὶ τὴν τῶν καρπῶν συλλογίαν τῆς γεωργίας. ταῦτα ὁ ἀνὴρ ἐκ τῶν ἰδίων ποιεῖται.

45

pr.Ἐὰν ὁ ἀνὴρ ἐκ τοῦ προικιμαίου ἀγροῦ δένδρα κόψῃ, εἰ μὲν ἐξ ὕλης τεμνομένης ἢ τὰ ἐν ἀγκάλαις φερόμενα, καρπός ἐστι καὶ ἀναλόγως μερίζεται. εἰ δὲ μὴ τοιαῦτα ἦσαν, ἐνέχεται ὁ ἀνὴρ βλάψας τὸν ἀγρόν. τὰ δὲ ἀπὸ βίας ἀνέμων κατενεχθέντα οὐκ ἐνέχεται.

46

pr.Ἐὰν ὁμολογήσει τὶς διδόναι προῖκα εἴσω ἐνιαυτοῦ, ὁ ἐνιαυτὸς οὐκ ἀπὸ τῆς ἡμέρας τῆς ἐπερωτήσεως σκοπεῖται ἀλλ᾽ ἀπὸ τοῦ γάμου ἀριθμεῖται.

47

pr.Ἡ διατετιμημένη προῖξ τῷ ἀνδρὶ κινδυνεύεται· κἂν ἡ γυνὴ τὴν ἐσθῆτα κατατρίψῃ, τὴν ἀποτίμησιν αὐτῶν δίδωσιν. τῆς δὲ ἀδιατιμήτου καὶ ἡ αὔξησις καὶ ἡ μείωσις τὴν γυναῖκα ὁρᾷ. καὶ αὐτὴ λαμβάνει τὸν τοκετὸν τῶν δούλων, τοὺς δὲ καρποὺς καὶ τὴν γονὴν τῶν θρεμμάτων ὁ ἀνὴρ λαμβάνει, πρότερον μέντοι πληρῶν τὰ πρωτότυπα καὶ ὑποβάλλων ἀντὶ τῶν τελευτώντων ἐκ τῶν ἐπιγινομένων.

48

pr.Ἐὰν δὲ πρὸ τῶν γάμων τελευτήσῃ τινὰ τῶν διατετιμημένων, τὴν γυναῖκα ὁρᾷ ἡ ζημία. εἰ μὴ ἰδικῶς συνεφωνήθη ὥστε τὰ πράγματα αὐτὰ ἀναδοθῆναι, ὅτι ἐὰν τοῦτο ἔδοξε, τὰ πράγματα καὶ οὐ τὸ τίμημα αὐτῶν ἀναδίδοται. ὡς βι. ε τί. ιβ΄ τοῦ κώδ.

49

pr.Τὰ κατὰ διατίμησιν ἐπιδοθέντα πράγματα ὅτε προβῶσιν οἱ γάμοι λαμβάνουσι τὴν σύστασιν. τὸ γὰρ ἐπισυμβαῖνον τῷ ἀνδρὶ ὡς ἀγοραστῇ ἐκκινδυνεύεται. ὅτι ὁ ἀδιατιμήτως λαμβάνων πράγματα ἐν προικὶ ἀγοράζειν αὐτὰ πιστεύεται διὰ τὰ βάρη τοῦ γάμου. θεται κἂν συναινέσῃ αὐτῷ ἡ γυνὴ, δηλονότι εἰ μὴ ἀποτάξηται ἡ γυνὴ τὸ τῆς ἰντερκεσσίωνος δίκαιον, καὶ εὑρεθῇ ὁ ἀνὴρ εὐπορῶν ὥστε ἀλλαχόθεν ποιῆσαι αὐτῇ τὸ ἱκανὸν κατὰ τὴν νεαράν. ὡς γὰρ ἔγνως οὐ [δὲ ἡ γυνὴ].). Ἐάν τις προικίζων τὴν ἰδίαν θυγατέρα ἐπερωτήσῃ τῷ παιδὶ τῷ αὐτεξουσίῳ τὴν προῖκα ἀναδοθῆναι, οὐδὲ αὐτὸς ἔχει τὴν ἀπαιτοῦσαν τὴν προῖκα ἀγωγὴν, ἐπειδὴ ἑαυτῷ μὴ ἐπερώτησεν, οὐδὲ ὁ παῖς, ἐπειδὴ δ᾽ ἐλευθέρου προσώπου ἀγωγὴ οὐ προσπορίζεται (Cod.,,). Πᾶσα δὲ χρόνου παραγραφὴ ἀντικειμένη τῇ γυναικὶ ἐξ ἐκείνου τοῦ καιροῦ ψηφιζέσθω αὐτῇ ἐξ οὗ ἠδύνατο κινῆσαι, τουτέστιν εἰ μὲν εὔπορός ἐστιν ὁ ἀνὴρ ἐκ τῆς τοῦ γάμου διαλύσεως, εἰ δὲ ἄπορός ἐστιν ἐκ τοῦ καιροῦ τῆς ἀπορίας (Cod.,,). Πάντες οἱ τὴν ἀπαίτησιν ἔχοντες καὶ οἱ τῇ δόσει ὑποκείμενοι συμφωνεῖν ὀφείλουσι περὶ τῆς ἀποδόσεως ἢ καὶ ἀναδόσεως (Dig.,,

50

pr.Συνεστηκότος τοῦ γάμου ἡ προῖξ περιουσία ἐστὶν τοῖ ἀνδρός.

51

pr.Ἐὰν διατετιμημένον πρᾶγμα εἰς προῖκα δοθῇ καὶ εὑρεθῇ ὑποκείμενον ἐκδικεῖται καὶ ὁ δεδωκὼς ἐλευθεροῖ αὐτὸ τῆς ὑποθήκης], ὡς βι. ιθ΄ τί. α΄ διγ. νβ΄.

52

pr.Αχρήστως συμφωνεῖ ὁ ἀνὴρ τὸν τοκετὸν τῶν ἀδιατιμήτων θεραπαινῶν ἐπίκοινον ἑαυτοῦ καὶ τῆς γυναικὸς εἶναι. ἡ γονὴ γὰρ τοῦ ἀνδρός ἐστιν ἐπὶ τῶν διατετιμημένων πραγμάτων τῆς προικός.