Epit. 1.27
Περὶ πάκτου προικὸς καὶ δικαίου προικὸς καὶ τῶν βαρῶν αὐτῆς.
Abrir no leitor do IusCommune →1
pr.Ὁ ἐπερωτηθεὶς διδόναι προῖκα οὐκ ἀπαιτεῖται αὐτὴν πρὸ τοῦ γάμου, ὡς βι. ιβ ' τί. ιβ΄ διγ. νζ΄.
2
pr.Ἔτι συνεστῶτος τοῦ γάμου ἐγγυητὴς οὐ δίδοται. εἰ γὰρ ἑαυτὴν ἐπίστευσεν, πολλῷ μᾶλλον τὴν ἰδίαν προῖκα. ση. ὅτι ὁ ἐγγυώμενος τὴν ἐπερωτηθεῖσαν προῖκα ἐνέχεται.
3
pr.Ὁ πατὴρ ἐπὶ τοιούτῳ συμφώνῳ προικίζων τὴν θυγατέρα ἐπὶ τῷ μηδὲν ἄλλο τῆς κληρονομίας αὐτοῦ λαβεῖν αὐτὴν οὐκ ἀποκλείει αὐτὴν τὴν τῆς κληρονομίας μετουσίαν, ὡς βι. λή΄ τί. ις ' διγ. ις '.
4
pr.Επὶ τῆς ἑτερογενοῦς τουτέστιν ἐπὶ τῆς προικὸς ὁ ἐναγόμενος ἔχει τὴν ἐπιλογὴν ὃ βούλεται παρασχεῖν, ἢ τὰ πράγματα ἢ τὴν διατίμησιν τῶν πραγμάτων.
5
pr.Ἐὰν συμφωνηθῇ μετὰ θάνατον τῆς γυναικὸς ἐπιδοθῆναι τὴν προῖκα, ἀνισχύρως συνεφωνήθη. οὐ γάρ ἐστι προῖξ ἡ τῷ βάρει τοῦ γάμου μὴ δουλεύσασα. εἰ δὲ μετὰ θάνατον τοῦ ἀνδρὸς ἐπιδοθῇ, ἰσχύει τὸ σύμφωνον.
6
pr.Ἐὰν τὴν πατρῷαν κληρονομίαν οἱ τοῦ τελευτήσαντος παῖδες διαδέξωνται, δεῖ τὸν ἕνα τῶν παίδων, ὑπὲρ οὗ καὶ τὴν προῖκα περιὼν ὁ πατὴρ ὑπεδέξατο, κατ᾿ ἐξαίρετον ταύτην λαμβάνειν, ἐπειδὴ καὶ μετὰ τὴν τοῦ πατρὸς τελευτὴν τὰ τοῦ γάμου μόνος ὑφίσταται βάρη.
7
pr.Ὅπου τὰ βάρη τοῦ γάμου ἐκεῖ καὶ ἡ προῖξ ὀφείλει εἶναι· παραχρῆμα δὲ τοῦ ἀποθανεῖν τὸν πατέρα τῷ υἱῷ ἕπονται ὥσπερ καὶ οἱ παῖδες καὶ ἡ γυνή. ὡς βι. μθ΄ τί. ιζ ' διγ. ις '. ἡ προῖξ διὰ τὰ βάρη τοῦ γάμου δίδοται καὶ διὰ τοὺς παῖδας. ἐκεῖνος γὰρ λαμβάνει τὴν προῖκα ὁ μέλλων ἔχειν τοὺς παῖδας ὑπεξουσίους κἄντε πατήρ ἐστι κάντε πάππος.
8
pr.Ἐὰν ὁ πατὴρ κατὰ φιλοτιμίαν ἐπιδῷ ἑνὶ τῶν παίδων εἰς χρῆσιν ἢ εἰς προῖκα πράγματα τῆς γυναικὸς αὐτοῦ, ἐκδικοῦσιν αὐτὰ ἐξίσης οἱ ἕτεροι καὶ μειοῦται ἡ προῖξ καὶ ἐνάγει ὁ γαμβρὸς αὐτόν. ση. τὰ μητρῷα οἱ παῖδες ἐπίσης μερίζονται.
9
pr.Ἐὰν ἐπηγγείλατο ἡ γυνὴ προῖκα διδόναι, μὴ εἴπῃ δὲ ποσότητα ἢ πρᾶγμα ῥητὸν, ἄχρηστός ἐστιν ἡ τῆς προικὸς ἐπαγγελία, ὡς δυναμένης τῆς γυναικὸς εὐτελέστατόν τι παρασχεῖν.
10
pr.Πατὴρ δὲ ἐπαγγειλάμενος προῖκα ὑπὲρ τῆς ἰδίας θυγατρὸς κἂν μὴ εἴπῃ ποσότητα ἔῤῥωται ἡ ἐπαγγελία. βι. κγ ' τί. γ΄ διγ. [ξθ ' θέ. ε΄]. – ὁ πατὴρ οὕτω λέγων οὐχ ὅσην θέλει δίδωσι προῖκα ἀλλ᾽ ὅσην εὐπορεῖ.
11
pr.Ὁ ἀνὴρ ἐπιτρέπων ἑτέρῳ τινὶ δοθῆναι τὴν προῖκα αὐτὸς πιστεύεται αὐτὴν εἰληφέναι.
12
pr.Ἡ γυνὴ κατὰ τῶν τοῦ ἀνδρὸς κληρονόμων ὀφείλει κινεῖν τὴν περὶ προικὸς ἀγωγήν. ἐπὶ νομῆς γὰρ τῶν πραγμά των γενέσθαι οὐ δύναται μήτε συναινούντων ἐκείνων, μίτε ἀποφάσεως ἀρχικῆς προηγουμένης οὐ δύναται. κἂν ἐν νομῇ γένηται οὐ δεσπόζει αὐτῶν, ὡς βι. ζ΄ τί. οβ΄ διατ. ή΄. πλὴν παρακελεύεται τύπος τὶς λέοντος, οὗ ἡ ἀρχή· ὁ κράτιστος καὶ γαληνότατος βασιλεὺς, δύνασθαι τὴν γυναῖκα ἐπὶ νομῆς εἶναι τῶν πραγμάτων ποιοῦσαν μέντοιγε καταγραφὴν κατὰ τὴν διάταξιν τῶν ἐκλογῶν, ὡς νεα. φθ΄.
13
pr.᾿Αγρὸν διατετιμημένον ἐπιδοῦσα γυνὴ ρ ' νομισμάτων ὕστερον συνεφώνησεν ἵνα διαζυγίου γενομένου τοσούτου ἄξιος ὁ ἀγρὸς ἀποδοθῇ. τοῦτον ὁ ἀνὴρ συναινούσης αὐτῆς σ΄ νομισμάτων ἐπώλησεν. ση. εἰ γὰρ ἦν ἀδιατίμητος, οὐδὲ συναινούσης αὐτῷ τῆς γυναικὸς ἠδύνατο αὐτὸν ἐκποιεῖν, ὡς βι. β΄ ἰνστ. η΄. εἰ καὶ διατετιμημένος ἦν ὁ ἀγρὸς, οὐ δοκεῖ χείρων γίνεσθαι ἡ αἵρεσις τῆς γυναικὸς διὰ τῆς μετὰ ταῦτα συναινέσεως.
14
pr.Ἐὰν συμφωνήσῃ ὁ ἀνὴρ τῇ γυναικὶ ἐκ τῶν καρπῶν τῆς προικὸς ἀποτραφῆναι ταύτην καὶ τοὺς αὐτῆς, ἰσχύει τὸ σύμφωνον. — Α μὲν ἐπερωτηθῇ ὁ ἀνὴρ δοῦναι κατὰ χάριν τῇ ἰδίᾳ γυναικὶ δαπανήματα οὐκ ἀπαιτεῖται. ἐὰν δὲ καταβάλῃ τὶ ἐξ αὐτῶν, οὐκ ἔχει ἀνάληψιν. ὡς βι. κα΄ τί. α΄ διγ. α΄. τὰ καταβληθέντα ἐξ ἀνάγκης νόμου μὴ ὀφειλόμενα, ἐὰν ἐκπροαιρέσεως ἕνεκα καταβληθῶσιν, οὐκ ἀναλαμβάνονται. ὡς βι. έ τί. ις΄ διατ. ια΄ τοῦ κώδ.
15
pr.Αγροικος πατὴρ προῖκα ὑπὲρ θυγατρὸς ἐπιδοὺς συνεφώνησε τρέφειν τὴν γυναῖκα καὶ τοὺς αὐτῶν, καὶ μετὰ χρόνον τινὰ ὡς τόκους χρεωστῶν ἐχειρογράφησεν τῷ γαμβρῷ διδόναι τοὺς τόκους. οὐκ ἀπαιτεῖται αὐτούς. ὡς βι. μδ΄ τί. δ΄ διγ. ιζ΄. τοῦτο φύσει ἦν τὸ χρέος καὶ διὰ τοῦτο οὐκ ἀπαιτεῖ αὐτὸ ὁ δικαστής. ὅτι τὸ φύσει χρεωστούμενον ἀπαιτεῖσθαι μὲν οὐ δύναται, καταβληθέν δὲ οὐ ῥεπετιτεύεται τουτέστιν οὐκ ἀναστρέφεται. σχόλ. ἐν τοῖς ἰδιωτικοῖς συμφώνοις τὰ κοινὰ νόμιμα οὐ καταβλάπτονται.
16
pr.᾿Ανισχύρως συμφωνεῖ ἡ γυνὴ τελευτώσης αὐτῆς ἐν τῷ γάμῳ μέρος τῆς προικὸς ἀποδοθῆναι τῇ μητρὶ αὐτῆς, ὡς βι. κά τί. α΄ διγ. α΄.
17
pr.Ἰσχυρῶς πακτεύει ὁ πατὴρ τουτέστι συμφωνεῖ μὴ ἀπαιτηθῆναι ἕως ὅτε περίεστι προῖκα ἣν ἐπερωτήθη τῷ γαμβρῷ αὐτοῦ. ὡς βι. κθ΄ τί. α΄ διγ. α΄.
18
pr.Ἐὰν συμφωνηθῇ τὰ διατετιμημένα πράγματα τῆς προικός μετὰ τὴν λύσιν τοῦ γάμου ἐν τῷ οἰκείῳ σώματι ἀποδοθῆναι μετὰ τῆς συμβαινούσης αὐτοῖς αὐξήσεως ἢ μειώσεως, ἔῤῥωται τὸ σύμφωνον.
19
pr.Ὁ ἐπερωτηθεὶς τῷ γαμβρῷ αὐτοῦ προῖκα καὶ ληγάτον εἶναι αὐτὴν τῇ θυγατρὶ [διαθέμενος] οὐ ποιεῖ τοῖς δυσὶν ἔνοχον τὸν ἴδιον κληρονόμον, ἀλλ᾽ εἷς μόνος ἀπαιτεῖ ὃς ἐὰν συναρέσῃ αὐτοῖς, διὰ τὸν κανόνα τὸν λέγοντα· δύο ἐπικερδεῖς αἰτίαι εἰς τὸ αὐτὸ πρόσωπον ἢ εἰς τὸ αὐτὸ πρᾶγμα συντρέχειν οὐ δύνανται. σχόλ. ἡνίκα γὰρ εἰς τὸ αὐτὸ πρόσωπον συντρέχουσι δύο ἀγωγαὶ, ἡ μὲν πρωτότυπος ἡ δὲ προσθήκη, ἀναιρεῖται ἡ προσθήκη· ἐὰν δὲ αἱ δύο πρωτότυποί εἰσιν, μένουσιν ἐῤῥωμέναι. Ἐὰν ὁ πατὴρ ὁμολογήσας προῖκα ληγατεύσῃ [προῖκα], εἰ μὲν τῷ γαμβρῷ, ἀνίσχυρον τὸ ληγάτον· οὐ γὰρ ἐῤῥωμένως τὶς ληγατεύει τῷ δανειστῇ αὐτοῦ, ὅπερ αὐτῷ χρεωστεῖ. εἰ δὲ τῇ θυγατρὶ, ἔῤῥωται. ἡ μὲν γὰρ προῖξ τῷ ἀνδρὶ ἀπὸ τῆς ἐπερωτήσεως διαφέρει, τὸ δὲ ληγάτον τῇ θυγατρὶ κεχρεώστηται, καὶ λαμβάνει ἡ θυγάτηρ ἑκάτερον.
20
pr.Ἐὰν συμφωνηθῇ ἐξ ἀπαιδίας τὸν ἄνδρα κερδάναι τὴν προῖκα, καὶ ναυαγήσῃ ἡ γυνὴ μετὰ ἐνιαυσιαίου παιδίου, δοκεῖ προτελευτᾶν τῆς μητρὸς αὐτοῦ ὁ παῖς, καὶ κερδαίνει ὁ ἀνήρ. – σῆ. τοῦτο νόησον ἐπὶ τῶν συμπτώσεων προκρίνειν τὸν παῖδα παρὰ τὴν μητέρα ὡς ἀσθενέστερον.
21
pr.Ἐὰν γυνὴ κατὰ ἀψιμαχίαν λαβοῦσα τοὺς παῖδας ὑπαναχωρήσῃ τοῦ ἀνδρὸς, ὁ δὲ ἀγοράζων τὴν φιλίαν αὐτῆς συμφω νήσῃ μὴ ἀπαιτῆσαι τὴν προῖκα εἴγε πρὸς αὐτὸν ὑποστρέψοι, οὐκ ἔῤῥωται τὸ σύμφωνον.
22
pr.Ἐὰν συνεφώνησε πρὸς τὸν πενθερὸν ὁ γαμβρὸς, ἵνα ἐὰν συμβῇ αὐτὸν ἐν τῷ γάμῳ τελευτῆσαι παίδων ὑπόντων τὸ ἥμισυ τῆς προικὸς μόνον ἀποδοθῇ, ἄχρηστόν ἐστι τὸ σύμφωνον.
23
pr.Ἐὰν ὁ ἀνὴρ συμφωνήσῃ πρὸς τὴν γυναῖκα ἵνα τελευτῶσαν αὐτὴν κληρονομήσῃ, τοῦτο τὸ σύμφωνον ἄχρηστόν ἐστιν. οὐδὲ γὰρ δυνατὸν διὰ συμφώνου τυποῦσθαι τὰ περὶ τῆς ἡμετέρας κληρονομίας· ἐξωτικὸς γὰρ ἄνθρωπος διαθήκης χωρὶς ἕτερον οὐ δύναται κληρονομεῖν· ἡ γὰρ κληρονομία τοῖς ἐξωτικοῖς ἐν διαθήκῃ δίδοται. σχόλ. ὅσα σύμφωνα ὑπεναντία τοῦ νόμου ἢ τῶν καλῶν τρόπων, ἐκ τῶν μετὰ ταῦτα ἐπιγινομένων οὐδεμίαν ἰσχὺν ἔχει.
24
pr.Ὁ ἀνὴρ συνεστῶτος τοῦ γάμου μὴ διδότω τῇ γυναικὶ τὴν προῖκα χωρὶς εὐλόγου αἰτίας. τοῦτο γὰρ ποιῶν δοκεῖ δωρεῖσθαι αὐτῇ καὶ ἀπαιτεῖται τὴν προῖκα αὐτῆς μετὰ καὶ τῶν ἐν μέσῳ καρπῶν. ὡς βι. ιβ΄ τί. δ΄ διατ. ιθ΄.
25
pr.Ὁ κατὰ πλάνην νομίσας χρεωστεῖν γυναῖκα καὶ διὰ τοῦτο προῖκα ὑπὲρ αὐτῆς ἐπερωτηθεὶς προβαινόντων τῶν γάμων ἀπαιτεῖται αὐτὴν ἰσχυρῶς. ὡς βι. ιβ΄ τί. δ΄ διγ. θ΄.
26
pr.Ἐὰν γένηται σύμφωνον ἵνα προτελευτώσης τῆς γυναικὸς ἡ προῖξ ἀπομείνῃ παρὰ τῷ ἀνδρὶ, ἐὰν παρὰ τοῦ πατρὸς δεδομένη ἐστὶν ἡ προῖξ, ἔῤῥωται τὸ σύμφωνον καὶ ἀποκλείεται ὁ πατήρ· δυνατὸν γὰρ βλάπτεσθαι ἀπὸ συμφώνου τὴν προῖκα ὅτε μόνος ὁ πατὴρ μέλλει περὶ αὐτῆς ἐνάγειν.
27
pr.Εἴτε ἀγρὸς εἴτε χρῆσις ἐν προικὶ δοθῇ, καλῶς συμφωνεῖται τοὺς καρποὺς εἶναι προικιμαίους καὶ μόνους τοὺς τόκους αὐτῶν τὸν ἄνδρα καρπίζεσθαι. σῆ. ὁ ἀνὴρ τοὺς καρποὺς τῆς προικὸς λαμβάνει διὰ τὰ βάρη τοῦ γάμου. σῆ. ἀλλ᾽ οὐδὲ δύναται συμφωνεῖν ὁ ἀνὴρ ὥστε κληρονομεῖν τὰ ἐξώπροικα τῆς ἰδίας γυναικός. - σχόλ. Οὐκ ἐξουσιάζει ὁ ἀνὴρ τῶν ἐξω προίκων τῆς ἰδίας γυναικός. ὅθεν εἰ κατὰ γνώμην αὐτῆς δαπανήσει αὐτὰ, καταδικάζεται εἰς ὅσον εὐπορεῖ· εἰ δὲ χωρὶς αὐτῆς ἀναλώσει αὐτὰ, τὸ πᾶν ἀπαιτεῖται.
28
pr.Ἐὰν γυνὴ γραμματεῖα ἔχουσα χρεωστῶν ἰδίων ταῦτα δέδωκεν ἐξώπροικα τῷ ἰδίῳ ἀνδρὶ, τὰς μὲν ἀγωγὰς αὐτὴ ἐχέτω, ἐξέστω δὲ τῷ ἀνδρὶ ταύτας κινεῖν ὡς προκουράτορι τῆς γυναικὸς μηδεμίαν ἀπαιτουμένῳ ἱκανοδοσίαν· ἀρκεῖ γὰρ αὐτῷ πρὸς ἀσφάλειαν τὸ ἐπιδεῖξαι ὅτι γέγραπται ἐν τῷ προικῴῳ συμβολαίῳ ἡ τούτων τῶν πραγμάτων ἐν ἐξωπροίκοις ἐπίδοσις. ἀπαιτήσας μὲν τοὺς τόκους εἰς ἑαυτὸν καὶ τὴν γυναῖκα δαπανάτω, τὸ δὲ κεφάλαιον φυλαττέτω τῇ γυναικὶ καὶ εἰς τὰς ἀρεσκούσας αὐτῇ χρείας ἀναλισκέτω.
29
pr.Καλῶς συμφωνεῖ ὁ πατήρ· ἐὰν ἐμοῦ ζῶντος ἀποθάνῃ ἡ θυγάτηρ μου ἡ προῖξ ἀποδοθῇ μοι, εἰ δὲ προαποθάνω τῷ υἱῷ μου, ἢ κἀκείνου προτελευτήσαντος ἀποδοθῇ τῷ κληρονόμῳ μου.
30
pr.Ταχύτερον τοῦ ὡρισμένου χρόνου δύναται συμφωνεῖν ἀποδοθῆναι τὴν προῖκα, οὐ μὴν βραδύτερον, ὥσπερ οὔτε τὸ μηδόλως ἀπαιτηθῆναι.
31
pr.Ὁ νόμιμος χρόνος ἐστὶν ὁ ἐνιαυτὸς τῆς ἐπιδόσεως. καὶ εἰ μὲν ἀκίνητά εἰσι, παραχρῆμα ἀποδίδοσθαι ὀφείλουσιν, εἰ δὲ κινητὰ ἢ αὐτοκίνητα ἢ ἀσώματα, ἐντὸς ἐνιαυτοῦ. μετὰ γὰρ τὸν χρόνον καὶ ὁ τῆς ἐπιδόσεως καὶ ὁ τῆς ἀναδόσεως χρόνος σκοπεῖται.
32
pr.Ἡ ὁμολογήσασα προῖκα ῥητοῦ ποσοῦ καλῶς συμφωνεῖ ἀντὶ τῶν χρημάτων ἀνδράποδα παρασχεῖν ἐφ᾽ ᾧ αὐτῇ ἐγκινδυνεύειν καὶ αὐτῇ διαφέρειν τὰ ἐξ αὐτῶν τικτόμενα. δυνατὸν γὰρ ἐπὶ λυσιτελείᾳ τῆς γυναικὸς τὴν ἐν χρήμασι προῖκα μεταγαγεῖν εἰς πράγματα.
33
pr.Πατὴρ ἐπαγγειλάμενος προῖκα συνεφώνησε μὴ ἀπαιτηθῆναι αὐτὴν τοῦ γάμου συνεστῶτος. καὶ εἰ μὲν ἡ θυγάτηρ αὐτοῦ ἐν τῷ γάμῳ τελευτήσοι ἄπαις, τὸ ἥμισυ τῆς προικὸς μεῖναι παρὰ τῷ γαμβρῷ καὶ τὸ ἥμισυ δοθῆναι τῷ υἱῷ αὐτοῦ, ἢ καὶ τελευτῶν ὅλην τὴν προῖκα τῇ θυγατρὶ ἐληγάτευσε, καὶ τεκοῦσα ἡ θυγάτηρ ἐτελεύτησεν ἐπὶ παιδὶ καὶ ἀδελφῷ κληρονόμοις, ἤδη τοῦ γάμου διαζυγίῳ διαλυθέντος. τὸ ἥμισυ ὁ ἀνὴρ λαμβάνει, τὸ δὲ ἥμισυ ἐπ᾿ ὀνόματι τοῦ παιδός.
34
pr.Καὶ συνεστῶτος τοῦ γάμου δυνατὸν συμφωνεῖν τὴν διατετιμημένην προῖκα γενέσθαι ἀδιατίμητον καὶ τῇ γυναικὶ κινδυνεύειν. εἰ δὲ βλάψοι τοὺς ἀγροὺς ὁ ἀνὴρ, ἐνέχεται τῇ ἀγωγῇ τῇ περὶ προικός. σῆ. δύναται τὰ συμβόλαια τῆς προικὸς καὶ συνεστώτων ἔτι τῶν γάμων ἐναλλάττεσθαι τοῦ πατρὸς τῆς κόρης τοῦτο κελεύσαντος ἐν διαθήκῃ. βι. κς ' τί. ε΄ διγ. ζ΄. καὶ αὐξάνεσθαι καὶ ἐλαττοῦσθαι δύναται ἡ προῖξ συνεστηκότων ἔτι τῶν γάμων, ὡς βι. λα΄ τί. κς ' διγ. ζ΄.
35
pr.Ὁ δόλος τοῦ πατρὸς τῆς γυναικὸς τὴν γυναῖκα ὀφείλει μᾶλλον βλάπτειν περὶ τὴν προῖκα, οὐχὶ δὲ τὸν ἄνδρα. ὡς βι. κδ΄ τί. γ΄ διγ. μθ΄.
36
pr.Ἐὰν ἐξωτικὸς ἐπαγγειλάμενος προῖκα ἀπορήσῃ, ὁ ἀνὴρ ὡς μὴ ἀπαιτήσας ἐγκινδυνεύει, εἰ μὴ ἄρα κατὰ δωρεὰν ἐπηγγείλατο. τότε γὰρ τοῦ ἀνδρὸς φειδόμεθα μὴ κατακρημνίσαντος πρὸς καταβολὴν τὸν δωρησάμενον, ἐπειδὴ καὶ οἱ δωρούμενοι μέχρις εὐπορίας καταδικάζονται.
37
pr.Πάντες οἱ ἐπαγγειλάμενοι προῖκα ἐνέχονται οἵας ἂν εἶεν φύσεως ἢ αἱρέσεως. εἰ δὲ μὴ γένωνται οἱ γάμοι, οὐ κινεῖται ἡ περὶ τῆς ἀπαιτήσεως τῆς προικὸς ἀγωγή· οὐ γὰρ τοῖς ῥήμασιν ἀλλὰ τοῖς πράγμασι δεῖ προσέχειν.
38
pr.Ἡ διάταξις κελεύει· ἐπὶ πάσης ὁμολογίας ἀπαίτησιν ἔχει ἡ προῖξ, κἂν μὴ προηγήσατο ἐπερώτησις. – σῆ. ὅτι ἐπὶ τοῖς ῥητοῖς πράγμασιν οὐ κωλύεται ὁ ἀνὴρ τοὺς προικιμαίους δούλους ἐλευθεροῦν ἐν συνεστῶτι τῷ γάμῳ καὶ ἅμα τῷ τελευτῆσαι καὶ κατὰ ἀποκατάστασιν μετὰ χρόνους τινὰς καὶ ἔτι ζῶν. ἔῤῥωνται αἱ ἐλευθερίαι κἂν τὰ μάλιστα ἁρμόσῃ τῷ πενθερῷ ἡ ἀπαίτησις τῆς προικός. κἂν ἀδιατίμητοί εἰσι· προικιμαῖοι γὰρ κυρίως οἱ ἀδιατίμητοι λέγονται.
39
pr.Ὁ κωφὸς καὶ ὁ ἄλαλος καὶ ὁ τυφλὸς ἐνέχονται περὶ προικὸς, ἐπειδὴ καὶ γαμεῖν δύνανται.
40
pr.Ἡ κατὰ φόβον γενομένη τῆς προικὸς ἐπερώτησις οὐδεμίαν τίκτει ἀγωγήν.
41
pr.Ἐὰν δοκιμασίᾳ τοῦ πενθεροῦ μου ἐπερωτήσω αὐτὸν προῖκα μὴ δηλωθέντος πράγματος ἢ ποσοῦ, ἔῤῥωται καὶ περιαιρουμένης τῆς δοκιμασίας ὁρίζεται ἡ προῖξ πρὸς τὴν οὐσίαν αὐτοῦ καὶ τὴν ἀξίαν μου. σχόλ. τὸ περιαιρεθὲν ἶσόν ἐστι τῷ ἀφαιρεθέντι, ὡς βι. λέ τί. δ΄.
42
pr.Ὅσα δίδωσιν ἔξωθεν τῆς προικὸς ὁ πατὴρ τῇ θυγατρὶ δύνανται οἱ κληρονόμοι τοῦ πατρὸς ἐκδικεῖν, ἐὰν ἄρα καὶ ἡ θυγάτηρ κληρονομῇ. ἐὰν δὲ μὴ κληρονομῇ, οὐδὲν λαμβάνουσιν.
43
pr.Ἐὰν ἡ γυνὴ τὸν ἐπαγγειλάμενον αὐτῇ προῖκα κληρονομήσῃ, αὐτὴ ἐγκινδυνεύει τῇ προικί.
44
pr.Ἐὰν ἑτέρου ἐπαγγειλαμένου προῖκα ὑπὲρ τῆς θυγατρός μου κληρονομήσω αὐτὸν καὶ παράσχω τὴν προῖκα, εἰ μὲν πρὸ τῶν γάμων ἐκληρονόμησα, ὡς παρὰ πατρὸς δεδομένη ἐστί. ἠδυνάμην γὰρ στεῖλαι διαζύγιον καὶ λῦσαι τῆς προικὸς τὴν ἐπερώτησιν. εἰ δὲ μετὰ τὸν γάμον, οὐκ ἐστιν ὡς παρὰ πατρὸς δεδομένη, ἀλλ᾽ ὡς κληρονόμου.
45
pr.Ἐπὶ τοῖς προικιμαίοις πράγμασιν χρεωστεῖ ὁ ἀνὴρ δόλον καὶ ῥαθυμίαν καὶ ἐπιμέλειαν οἵαν καὶ ἐν τοῖς ἰδίοις.
46
pr.Ἡ πατρώνισσα τὸν ὁμολογηθεῖσαν ὑπὲρ τῆς ἀπελευθέρας προῖκα παρακρατεῖν οὐ δύναται καθὸ γέγονεν ἀχάριστος.
47
pr.Ἡ ἐπιδοθεῖσα παρὰ τοῦ τελευτήσαντος προῖξ οὐκ ἀνατρέπεται, εἰ καὶ διὰ τῆς δε ἰνοφφικιόσο ἀνετράπη, ὡς βι. έ τί. δ΄ διγ. ιθ΄.,
48
pr.Ὅσα ἡ μήτηρ καὶ ὁ πατὴρ ἐξώπροικα ὑπὲρ τῆς θυγατρὸς παρέχουσι πράγματα τῷ γαμβρῷ εἰ καὶ ἀπαιτήσειαν αὐτὸν ὁμολογίαν δηλοῦσαν, ὅτι εἰς χρῆσιν τῆς θυγατρὸς δεδώκαμεν αὐτῷ, οὐ παρὰ τοῦτο μόνον ἰσχύει, ἀλλ᾽ ὅτι καὶ δέσποιναν αὐτὴν ἐποίησαν. διὰ τοῦ μόνον χωρίσαι ταῦτα τῆς προικὸς τὴν τοιαύτην ὁμολογίαν ἔλαβον παρὰ τοῦ γαμβροῦ αὐτῶν. βι. μα τί. δ΄ διγ. λβ΄.
49
pr.Πατρὸς αὐτεξουσίαν θυγατέρα προικίζοντος οὐκ ἐν τῇ αὐτοῦ περιουσίᾳ ἀλλ᾽ ἐν τῇ τῆς θυγατρὸς ἡ προῖξ εἶναι πιστεύεται. ὡς βι. λζ ' τί. ς ' διγ. δ΄.
50
pr.Ἡ μὲν μήτηρ προῖκα παρέχουσα ὑπὲρ θυγατρὸς καὶ συμφωνοῦσα τὴν ἀνάδοσιν ἀπαιτεῖ αὐτὴν κἂν μὴ ἐπερώτησεν. ὁ δὲ πατὴρ ἐπιδοὺς προῖκα ἐὰν μὴ ῥητῶς ἐπερωτήσει τὴν ἀνάδοσιν, οὐκ ἔχει ἀγωγὴν ἐπ᾿ αὐτῇ. ὡς βι. ἐ τί. ιβ΄ διατ. ς΄ τοῦ κώδ. Οὐ μόνον οὐκ ἀναγκάζεται ἡ μήτηρ προικίσαι τὴν θυγατέρα αὐτῆς ἐκτὸς τῶν ἐγνωσμένων αἰτιῶν τοῖς νόμοις, ἀλλ᾽ οὐδὲ ὁ ἀνὴρ ἐκ τῶν πραγμάτων αὐτῆς μὴ θελούσης. τοῦτο μόνον δέξαι ἐπὶ μητρὸς, οὐκέτι μὴν καὶ ἐπὶ πατρός. ἀναγκάζεται γὰρ ὁ πατὴρ τὴν θυγατέρα αὐτοῦ προικίσαι. διατ. ια΄. τὸ γὰρ μεῖζον λέγει καὶ φζ ' νεαρὰ, ὡς καὶ ἣν ἔδωκεν προῖκα τῇ θυγατρὶ ἀναλαβὼν ὀφείλει φυλάξαι.
51
pr.Τὰ ἐπαγγελθέντα λόγῳ προικὸς εἰ μὴ ἐντὸς δύο ἐτῶν καταβληθῶσιν, ἀπαιτοῦνται καὶ οἱ τόκοι αὐτῶν ἑκατοστιαῖοι· καὶ ἐὰν ὦσι κινητὰ καὶ διετιμήθησαν, μεθοδεύονται πρὸ τῆς διετίας, καὶ πάλιν εἰ ὑπερτεθῶσιν, ἀπαιτοῦνται οἱ τόκοι αὐτῶν. σχόλ. Ἐὰν [ἡ] μήτηρ δαπανήσῃ τὴν οὐσίαν αὐτῆς εἰς προῖκα, ἐχέτωσαν οἱ παῖδες αὐτῆς τὴν de inofficiosis dotibus. τί γὰρ, ὅτι δευτερογαμήσασα ἐπέδωκε πάντα τὰ ἴδια; ὡς βι. ή τί. β΄ διατ. α΄ καὶ β΄ (?) καὶ βι. γ΄ τί. λ ' διατ. α΄.
52
pr.Οὐδεὶς [νόμος] κωλύει πᾶσαν ἅμα τὴν οὐσίαν τῆς γυναικὸς εἰς προῖκα ἐπιδοθῆναι, ἐὰν μὴ ὑπερβαίνῃ τὰς τετρακοσίας τοῦ χρυσίου λίτρας.
53
pr.Ἡ γυνὴ συνισταμένων ἔτι τῶν γάμων ἐὰν ἄπορον ὁρᾷ τὸν ἄνδρα, δύναται ὑπὲρ προικὸς καὶ προγάμου δωρεᾶς καὶ ἐξωπροίκων διακρατῆσαι τὴν αὐτοῦ οὐσίαν ὡς ὑποθήκην, καὶ εἴτε ἐνάγεται ἔχει παραγραφὴν, εἴτε ἐνάγει νικᾷ. οὐδὲ γὰρ ἀντίκειται αὐτῇ τὸ μηδέπω διαλυθῆναι τὸν γάμον, ἀλλὰ τέως μὲν λαμβάνει τὰ πράγματα οὕτως ὡσανεὶ διελύθη ὁ γάμος καὶ ἥρμοσεν αὐτῇ ἡ τῆς προικὸς ἀγωγί. σχόλ. ὡς θέλει καὶ ὅτε θέλει ὁ ἀνὴρ ἐλευθεροῖ ὅσους ἔλαβεν ἐν προικὶ ἀδιατιμήτους δούλους, κἂν ἔχῃ τὰς ὀπέρας αὐτῶν ἡ γυνή.
54
pr.Εἰ μὲν εὔπορός ἐστιν ὁ ἀνὴρ ἐκ τῆς τοῦ γάμου διαλύσεως σκοπεῖται ὁ χρόνος, εἰ δὲ ἄπορος ἐκ τοῦ καιροῦ τῆς ἀπορίας. καὶ ἐὰν ἐλάνθανεν ὁ ἀνὴρ ἄπορος ὢν, οὐκ ἐγκαλεῖται ἡ γυνὴ διὰ τί μὴ ἐκίνει. καὶ ὅσα ἂν ἐπικτήσηται ἡ γυνὴ, οὐ δύναται ἐκποιῆσαι αὐτὰ, ἀλλ᾽ ὀφείλει αὐτὸν καὶ τοὺς ἰδίους παῖδας διαθρέψαι, δηλονότι μὴ διαλυομένου τοῦ γάμου.
55
pr.Ἐὰν πάντα τὰ πράγματα αὑτῆς ἐπιδῷ ἡ γυνὴ ἐν προικὶ, οὐχ ὑπόκειται τοῖς δανεισταῖς ὁ ἀνὴρ ὡς κληρονόμος αὐτῆς.
56
pr.Γυνὴ τὰ ἐξ ἄλλων προσώπων αὐτῇ ἐπελθόντα δύναται αὐτὰ ὑπεξαιρεῖν ἐν τῇ ἀναδόσει τῆς προικός. τῇ δὲ τῶν πραγμάτων ἐπαγγελίᾳ τὰ καθαρὰ μετὰ τὰ χρέη δηλοῦνται.