IusCommune
IusCommune › Textos › Epitome legum › Epitome

Epit. 1.28

Περὶ δωρεῶν καὶ ἀνατροπῆς δωρεῶν.

Abrir no leitor do IusCommune →

1

pr.Τῶν δωρεῶν δύο εἰσὶ γένη, καὶ ἡ μὲν λέγεται μόρτις καῦσα ἡ δὲ ἴντερ βίβος. καὶ ἡ μὲν μόρτις καῦσά ἐστι δωρεὰ ἐπιθανάτιος αἰτία, οἷον ἐάν τις δωρήσηταί τινι μέλλων πλεῖν ἐπικίνδυνον πλοῦν ἢ ὁδεύειν ὁδὸν ἐνοχλουμένην ὑπὸ θηρίων ἢ λῃστῶν ἢ πολεμίων, ἵνα εἴ τι ἂν τῷ δωρησαμένῳ συμβῇ, ἀναφαίρετον ἔχῃ τὴν δωρεὰν ὁ ταύτην δεξάμενος· εἰ δὲ μεταγνῷ ὁ δωρησάμενος, ἀναλήψεται τὴν δωρεάν, ὡς καὶ εἰ προετελεύτησεν ὁ τὴν δωρεὰν δεξάμενος, ἐξεῖναι τῷ δωρησαμένῳ ῥεπετιτεύειν τὸ δωρηθὲν τουτέστιν ἀναλαμβάνειν. αὗται δὲ αἱ μόρτις καῦσα δωρεαὶ ἐοίκασι λεγάτοις. τὸ δὲ σχεδὸν εἶπον, ἐπειδὴ ἀπὸ ζῶντος εἰς ζῶντα γίνεται. συνίσταται τοίνυν κατὰ τὰ εἰρημένα τῇ θεία διατάξει. ὡς ἐν κεφαλαίῳ δὲ μόρτις καῦσα δωρεά ἐστιν, ὁπότε ἑαυτόν τις βούλεται ἔχειν ἤπερ ἐκεῖνον ᾧ ἐδωρήσατο καὶ μᾶλλον τὸ πρᾶγμα κερδαίνεσθαι βούλεται ὑπὸ τοῦ τὴν δωρεὰν δεξαμένου ἤπερ ὑπὸ τοῦ οἰκείου κληρονόμου.

2

pr.Εἴπωμεν καὶ περὶ τῶν λοιπῶν δωρεῶν, αἵτινές εἰσιν ἴντερ βίβος. γίνονται δὲ αὗται μηδεμιᾶς ἐννοίας ὑποκειμένης θανάτου, αἵτινες ἀπεοίκασι τοῖς λεγάτοις. ἡνίκα ὁ δωρούμενος τὴν οἰκείαν δηλώσῃ γνώμην ἐν γράμμασιν ἢ καὶ ἀγράφως. καὶ ὥσπερ ὁ πωλήσας τὸ πραθὲν ἀναγκάζεται τραδιτεύειν τουτέστι παραδιδόναι, οὕτω τὸν δωρήσασθαι βουληθέντα ἀναγκάζεται πάντως παραδοῦναι τὸ δωρηθὲν, τὸ τέλειον παρέχουσα τῇ δωρεᾷ εἰ καὶ μὴ παρηκολούθησε τραδιτίων τουτέστι παράδοσις.

3

pr.Τὰς δὲ δωρεὰς ἐμφανεῖς ἐπὶ πράξεως ὑπομνημάτων γίνεσθαι παρεκελεύσαντο οἱ πάλαι βεβασιλευκότες, εἴγε ἡ δωρεὰ μείζων ἦν τῶν διακοσίων νομισμάτων. ὁ δὲ ἰουστινιανὸς ἐθέσπισε μέχρι πεντακοσίων νομισμάτων καὶ ἀνεμφάνιστον οὖσαν ἐῤῥῶσθαι [τὴν δωρεάν.] τὰς δωρεὰς, ἃς μηδὲ δεῖσθαι πράξεως ὑπομνημάτων, εἰ καὶ τῶν φ ' νομισμάτων ὑπερβαίνοιεν τὴν ποσότητα, ἀλλ᾽ ἔχειν αὐτὰς τὸ ἰσχυρὸν ἐκέλευσεν.

4

pr.Ἐστὶ καὶ ἕτερον εἶδος τῆς ἴντερ βίβος δωρεᾶς, ἡ μεταξὺ τοῦ μνηστῆρος πρὸς τὴν μνηστὴν γενομένη δωρεὰ ἡνίκα παρακολουθήσωσιν οἱ γάμοι. ὠνόμασται γὰρ πρὸ γάμου δωρεὰ διὰ τὸ πρὸ τῆς συστάσεως τοῦ συνοικεσίου γίνεσθαι αὐτὴν, οὐδέποτε δὲ μετὰ τὸν γάμον. καθόλου δὲ πᾶσα δωρεὰ ἐν συνεστῶτι τῷ γάμῳ γινομένη μεταξὺ ἀνδρὸς καὶ γυναικὸς ἀπηγόρευται. ἀλλὰ γέγονε διάταξις τοῦ τῆς θείας λήξεως ἰουστινιανοῦ ἐπιτρέπουσα ὥσπερ ἐκ τῶν πάλαι νομικῶν ἔξεστιν ἐν συνεστῶτι τῷ γάμῳ αὔξειν τὴν προῖκα, [καὶ δύναται] ἡ γυνὴ καὶ ἐπιδοῦναι ὅσα ἄλλα βούλεται χρήματα καὶ πλείονα ποιῆσαι τὴν προῖκα, ὡσαύτως καὶ τὴν πρὸ γάμου δωρεὰν δύνασθαι τὸν ἄνδρα μείζονα ποιεῖν, καὶ τοῦ ἑνὸς αὔξοντος μέρους ἐπέτρεψεν ἐξεῖναι καὶ τῷ ἑτέρῳ τὰ αὐτὰ πράττειν. εἰ γὰρ συνήφθην ἐγὼ γυναικὶ πρὸς γάμον οὐ ποιησάμενος εἰς αὐτὴν πρὸ γάμου δωρεὰν ἢ διὰ πενίαν τυχὸν ἢ καὶ δι᾽ ἑτέραν αἰτίαν, νῦν δὲ συστήσασθαι βούλομαι, ἀκώλυτον εἶναί μοι τὸ πρᾶγμα, οὐκέτι πρὸ γάμου δωρεὰν ἀλλὰ διὰ γάμους ταύτην θεσπίσας.

5

pr.Πρῖμος καὶ τίτιος εἶχον ἐπίκοινον οἰκέτην. ὁ πρῖμος παρὰ γνώμην τοῦ τιτίου τὸν κοινὸν ἠλευθέρωσεν οἰκέτην βινδίκτᾳ τουτέστιν ἐν διαθήκῃ. ἐκέλευσεν ἡ πολιτική νομοθεσία τῶν πρῖμον μηδὲν ποιεῖν μηδὲ τὸν οἰκέτην ἀπαλλάττειν τῆς δουλείας, ἀλλὰ καὶ ἀπολλύειν ὅπερ μέρος εἶχεν ἐπ᾿ αὐτῷ δεσποτείας, ἀπολλύμενον δὲ τοῦτο ἐπὶ τὸν τίτιον ἔρχεσθαι δικαίῳ προσαυξήσεως. ἀλλ᾽ ἐπειδὴ κάκιστον ἦν τοῦτο τὸ παράδειγμα τὸ καὶ τὸν οἰκέτην στερεῖσθαι τῆς ἐλευθερίας καὶ τοὺς μὲν φιλάνθρωπόν τι βουλευσαμένους ἐπὶ τῷ οἰκέιῃ δεσπότας ζημιοῦσθαι, τοὺς δὲ μὴ βουληθέντας τοῦτον ἐλεῆσαι καὶ δουλείας ἀπαλλάξαι κερδαίνειν τοῦ μέρους αὐτοῖς προσαυξανομένου, βασκανίας ἀνάμεστον τὸ τοιοῦτον κρίνας ὁ εὐσεβέστατος βασιλεὺς θείαν ἐξεῖρεν αὐτοῖς θεραπείας ὁδὸν, δι᾿ ἧς καὶ πρῖμος ὁ ἐλευθερώσας καὶ τίτιος ὁ μὴ συναινέσας καὶ ὁ τὴν ἐλευθερίαν δεξάμενος οἰκέτης τῇ αὐτοῦ χάριτας ὁμολογήσουσι διατάξει. ἐκέλευσε γὰρ τὸν μὲν οἰκέτην πάντως ἐλεύθερον εἶναι, ἐπειδὴ καὶ οἱ παλαιοὶ ἐπέθαλψαν τὴν ἐλευθερίαν, καὶ τὸν μὲν πρῖμον χαίρειν ἐφ᾽ οἷς ἡ παρ᾽ αὐτοῦ δοθεῖσα ἐλευθερία τὸ βέβαιον ἔχει, τῷ δὲ κοινωνῷ φυλάττεσθαι τὸ ἀζήμιον, τοῦ τιμήματος ἀποκαθισταμένου αὐτῷ παρὰ τοῦ ἐλευθερώσαντος καθ᾽ ὅπερ ἐπ᾿ αὐτῷ δεσποτείας ἔχει μέρος.

6

pr.Δωρεά ἐστι τὸ χωρὶς ἀνάγκης διδόμενον. ὡς βι. ν΄ τί. ιζ ' διγ. πβ΄.

7

pr.Ἐὰν δωρούμενος ἀποστείλω σοι πρᾶγμα καὶ πρὶν ἢ δοθῆναι ἀποθάνω, οὐ γίνεται σόν.

8

pr.Μεταξὺ ἀνδρὸς καὶ γυναικὸς οὔτε πρᾶσις οὔτε δωρεὰ ἐῤῥωται.

9

pr.Ὅσα ἐδωρήσατο ὁ ἀνὴρ πρὸ τῶν γάμων, διαλυθέντος τοῦ γάμου ἀπαιτεῖ αὐτά.

10

pr.Γυνὴ δωρεάν λαβοῦσα παρὰ τοῦ ἀνδρὸς φυσικῶς νέμεται τὸ δωρηθέν· τὰ γὰρ ἐν φάκτῳ ὁ πολιτικὸς νόμος οὐκ ἀναιρεῖ. ὅτε θέλει ὁ ἀνὴρ λύει τὴν νομήν.

11

pr.Τῆς γυναικὸς λαβούσης ἐν γάμῳ δωρεὰν καὶ πρὸ τοῦ ἀνδρὸς τελευτησάσης ἀπαιτεῖται ὁ κληρονόμος αὐτῆς δοῦναι τῷ ἀνδρὶ εἰς ὅσον πλουσιωτέρα γέγονεν ἐκ τῆς δωρεᾶς, ὡς βι. λέ τί. β΄.

12

pr.Συμφωνῶν ὁ ἀνὴρ ἐκ τῶν καρπῶν τῶν προικιμαίων ἀγρῶν διδόναι τὰ χρέη τῆς γυναικὸς δωρεῖσθαι αὐτῇ πιστεύεται καὶ διὰ τοῦτο οὐκ ἔῤῥωται τὸ σύμφωνον, εἰ μὴ πρὸ τῶν γάμων ἐγένετο, ὡς βι. κε τί. δ΄ διγ. κή΄.

13

pr.Αἱ ἐν γάμῳ γενόμεναι δωρεαὶ τοῦ προτελευτῶντος ἐπὶ τῆς αὐτῆς γνώμης τοῦ δωρησαμένου μένοντος βεβαιοῦνται. ὡς βι. λγ ' τί. [δ '] διγ. α΄.

14

pr.Καὶ ἐπὶ τῷ προσάγειν τὶ τῷ θεῷ καλῶς δωροῦμαι τῇ γαμετῇ μου.

15

pr.Ἐὰν γυνὴ τὰ δωρηθέντα αὐτῇ παρὰ τοῦ ἀνδρὸς αὐτῆς δαπανήσῃ περὶ συνήθειαν προκοπῆς συγγενῶν αὐτῆς, ἔῤῥωται ἡ δωρεά. πλουσιωτέρα γὰρ οὐ γέγονεν, εἰ καὶ μὴ ἔμελλλε δανείζεσθαι.

16

pr.Οὐκ ἔῤῥωται δωρεὰ διὰ τὸν ἔρωτα καὶ διὰ τὸ μὴ γίνεσθαι τὸν εὔπορον ἄπορον καὶ τὸν ἄπορον εὔπορον. τοῦτο μὲν ἐν γάμῳ ἐπὶ τῆς αὐτῆς γνώμης τελευτώντων ἐῤῥῶσθαι, ἐπὶ δὲ διαζυγίου μὴ ἐῤῥῶσθαι.

17

pr.Τὰς βασιλικὰς δωρεὰς ἐν ὑπομνήμασιν ἢ εἰς βασιλέα γενομένην δωρεὰν μὴ ἐῤῥῶσθαι.

18

pr.Ἐὰν ἡ δωρεά πρᾶσις γένηται, οὐ συνίσταται ἡ πρᾶσις, ἀλλ᾽ ἡ δωρεὰ μένει ἐῤῥωμένη.

19

pr.Ἐὰν ἐκ τῶν δωρηθέντων χρημάτων ἀγρὸν ἀγοράσῃ καὶ ἥττονός [ἐστιν ἐν] τῇ προκατάρξει, μόνην τὴν τιμὴν δίδωσιν· εἰ δὲ πλείονός ἐστιν, τὸ δωρηθὲν ποσὸν δίδοται χωρὶς τόκων. ση. τὸ αὐτὸ κἂν ἡ γυνὴ μέμφηται ἥττονος τὴν προῖκα διατιμηθῆναι. αὐτῇ γὰρ δίδοται ἡ ἐπιλογή.

20

pr.Ἐὰν τῆς γυναικὸς ἀγορασάσης ἢ δανεισαμένης ὁ ἀνὴρ ὑπὲρ αὐτῆς καταβαλὼν ἐλευθερώσῃ αὐτὴν, τὸ ὅλον αὐτὴν ἀπαιτεῖ ὡς γενομένην εὐπορωτέραν.

21

pr.Ἐὰν ὑπεξουσίας οὔσης τῆς γυναικός μου παραδῶ αὐτῇ πράγματα καὶ ἐν τῷ τελευτᾶν με εὑρεθῇ αὐτεξουσία, αὐτῆς γίνεται ἡ δωρεὰ καὶ τὸ κέρδος ἅπαν. τὸ αὐτὸ καὶ ἐπὶ γυναικὸς δωρουμένης ὑπεξουσίῳ ἀνδρί.

22

pr.Ἐὰν πρᾶγμά σοι δωρήσωμαι, οἱ καρποὶ αὐτοῦ οὐ λογίζονται εἰς δωρεὰν, ἐὰν δὲ καὶ καρποὺς, [εἰς] δωρεάν ψηφίζονται.

23

pr.Ἐπὶ τῶν κεκωλυμένων εἰ μὲν φαίνεται τὰ δωρηθέντα, ἐκδικεῖται· εἰ δὲ δεδαπάνηται, ἀπαιτεῖται ὁ δεξάμενος μέχρις οὗ γέγονεν εὐπορώτερος. - ση. ὁ γὰρ ἐξ ἀκύρου δωρεᾶς τι κατέχων ἢ ἄνευ αἰτίας ἢ μὴ ἐκ δικαίας αἰτίας κατέχει ἐκδικεῖται. τότε γὰρ ἡ δωρεὰ ἐμποδίζεται, ὅτε ὁ λαμβάνων κερδαίνει καὶ ὁ δωρούμενος οἴκοθεν ζημιοῦται.

24

pr.Ὅσα δωρεῖται ὁ ἀνελὼν ἑαυτὸν διὰ κακὴν συνείδησιν τῇ γαμετῇ αὐτοῦ ἢ μετὰ τὸ τελευτῆσαι καταδικασθῇ ἡ μνήμη αὐτοῦ, ἀνατρέπεται ἡ δωρεά, τὰ δὲ παρ᾽ αὐτοῦ ἑτέροις δωρηθέντα ἔῤῥωται εἰ μὴ θανάτου αἰτίᾳ ἐδωρήσατο. ἐὰν δὲ ἐπιτραπῇ διαθέσθαι, ἔῤῥωται ἡ δωρεὰ αὐτοῦ· ὁ γὰρ ἐπιτραπεὶς διαθέσθαι δύναται θανάτου αἰτίᾳ δωρεῖσθαι.

25

pr.Ἐὰν νύμφη δωρήσηται τῷ πενθερῷ, τῷ θανάτῳ αὐτῆς προσέχομεν εἰ ἐπὶ τῆς αὐτῆς διέμεινε γνώμης. εἰ δὲ καὶ προετελεύτησε τῆς νύμφης ὁ πενθερὸς καὶ ἡ νύμφη τοῦ ἀνδρὸς αὐτῆς, φυλαττέσθω ἡ δωρεὰ ὡς νεωστί γενομένη πρὸς τὸν ἄνδρα ὡς κληρονόμον· εἰ γὰρ μὴ ἐκληρονόμησεν αὐτὸν, λύεται ἡ δωρεά.

26

pr.Καλῶς δωροῦμαι τῇ γαμετῇ μου τὸ ἀρκοῦν πρὸς ἀνανέωσιν τοῦ καυθέντος αὐτῆς οἴκου.

27

pr.Ἐὰν γυνὴ τὰ δωρηθέντα αὐτῇ δανείσῃ καὶ λάβοι τόκους, κερδαίνει αὐτοὺς, καὶ κἂν ἀπόληται μέρος τοῦ κεφαλαίου παρὰ τῷ χρεώστῃ, οὐκ ἐμποδίζει αὕτη τῷ ἀνδρὶ ἐκ τοῦ δωρηθέντος αὐτῇ τόκου. ση. κερδαίνει τοὺς καρποὺς τοῦ δωρηθέντος, οὐ μὴν καὶ τὰ προσπορισθέντα διὰ τοῦ δωρηθέντος δούλου· τῷ γὰρ δωρησαμένῳ διαφέρουσιν.

28

pr.Ἐπὶ τῶν κεκωλυμένων καὶ ἡ μνηστεία ἄκυρος καὶ τὸ δωρηθὲν οὐ δημεύεται.

29

pr.Ἐπὶ τῆς ὑπεξουσίας θυγατρὸς ὅσα δωρεῖται ὁ πενθερὸς τῷ γαμβρῷ καὶ τελευτήσει, μετὰ δὲ ταῦτα διαζύγιον ἐὰν γένηται, ἄχρηστός ἐστιν ἡ δωρεά.

30

pr.Ἐὰν αὐτεξουσίῳ τῷ ἀνδρὶ δωρήσηται ἡ γυνὴ καὶ εὑρεθῇ ἐν τῷ τελευτᾶν ὑπεξούσιος, τοῦ πατρὸς αὐτοῦ γίνεται τὸ κέρδος.

31

pr.Ἐὰν τοὺς καρποὺς τῶν προικιμαίων πραγμάτων ἔλαβεν ἡ γυνὴ, εἰ μὲν ἐδαπάνησεν αὐτοὺς, ἐκέρδησεν· εἰ δὲ πλουσιωτέρα γέγονεν ἐξ αὐτῶν, ἀποκαθίστησι τῷ ἀνδρί.

32

pr.Ἐὰν τὰ ἐξώπροικα τῆς γυναικὸς ὁ ἀνὴρ δαπανήσῃ, εἰ μὲν δωρησαμένης ἐκείνης, οὐκ ἐνάγεται ὁ κληρονόμος αὐτοῦ, εἰ μὴ μόνον εἰς ὃ γέγονε πλουσιώτερος.

33

pr.Ἐὰν γυνὴ συνισταμένων τῶν γάμων δωρήσηται τῇ ἰδίᾳ θυγατρὶ, ἔῤῥωται ἡ δωρεά. – ση. αὐτεξουσία ἦν ἡ θυγάτηρ ἢ ἐξ ἄλλων γάμων.

34

pr.Δύναται ὁ ἀνὴρ δωρεῖσθαι δοῦλον, ἵνα λαβοῦσα αὐτὸν ἐλευθερώσῃ. ση. κἂν τὸ πατρωνικὸν δίκαιον κτᾶται ἡ γυνὴ, οὐ γίνεται πλουσιωτέρα, ἐπειδὴ ἐν ἐλπίδι ἐστὶν, ἐλπὶς δὲ ἐν περιουσίᾳ οὐ πιστεύεται.

35

pr.Εἴτε διαζύγιον γένηται εἴτε προτελευτήσοι ὁ τὴν δωρεὰν δεξάμενος, ἄδειαν ἔχει ὁ δωρησάμενος ἀνατρέπειν τὴν δωρεάν. εἰ δὲ μετὰ τὸ διαζύγιον ὁ γάμος ἀνανεωθῇ καὶ τελευτήσοι ἐν τῷ γάμῳ ὁ δωρησάμενος, βεβαιοῦται ἡ δωρεά.

36

pr.Οἱ ἀλλήλοις δωρησάμενοι σύνευνοι τῇ ἄφνω καταπτάσει αὐτῶν, ἔῤῥωται ἡ πρὸς ἀλλήλους δωρεά. ὅτε γὰρ ἐπιζητεῖ ὁ τὴν δωρεὰν ἐπιδεδωκὼς λέγομεν αὐτὴν ἀνατρέπεσθαι.

37

pr.Εάν τινα τῶν δωρηθέντων τῇ γαμετῇ μου ληγατεύσω, οὐ δοκῶ τὰ λοιπὰ ἀνατρέπειν.

38

pr.Ἐπὶ τῆς δωρεᾶς τῶν συμπενθέρων κἂν ἐδωρήσαντο ἀλλήλοις, τῷ θανάτῳ τοῦ δωρησαμένου ζητοῦμεν, ἐὰν ἔμεινεν ἐν τοῖς αὐτοῖς.

39

pr.Οὔτε πενθερὸς τῷ συμπενθέρῳ οὔτε πενθερὰ τῇ συμπενθέρᾳ δωρεῖται ἐὰν ὑπεξουσίους ἔχωσι τοὺς ἀλλήλοις συναπτομένους.

40

pr.Τὰ τῷ ἀνδρὶ παρὰ τῆς γυναικὸς δωρούμενα διὰ τὸ τυχεῖν αὐτὸν ἀξίας ἔῤῥωται μέχρι τοῦ προχωροῦντος ποσοῦ, εἰ καὶ μὴ εἰς προκοπὴν αὐτὰ δωρεῖται.

41

pr.Ἐὰν τῇ παλλακῇ μου ἅπερ ἐδωρησάμην αὐτὴ ἀμείψῃ πρός με μετὰ τὸν γάμον, οὐκ ἐστι δωρεὰ ἀλλὰ συνάλλαγμα.

42

pr.Ἐὰν ἀποθρέψω τοὺς δούλους τῆς γαμετῆς ἢ τῆς παλλακῆς, οὐκ ἀπαιτῶ τὴν δαπάνην.

43

pr.Ἐὰν δωρήσωμαι τῇ γαμετῇ μου ἐφ᾽ ᾧ δοῦναί μοι αὐτὰ ἐν προικὶ καὶ προτελευτήσω, βεβαιοῦται.

44

pr.Ὁ πατρωὸς καὶ ὁ προγονὸς καλῶς δωροῦνται ἀλλήλοις. καλῶς δὲ δωροῦμαι καὶ τῇ γαμηθείσῃ μοι ἀνήβῳ.

45

pr.Μέχρι φ ' νομισμάτων καὶ ἀνεμφανίστων οὐσῶν ἐῤῥῶσθαι τὴν δωρεὰν εἰ καὶ τῶν φ ' νομισμάτων ὑπερβαίνοιεν τὴν ποσότητα, ἀλλ᾽ ἔχειν αὐτὰς τὸ ἰσχυρὸν ἐκέλευσεν ὁ ἰουστινιανός. ἀρτίως δὲ καὶ μετὰ ἐμφανείας ἐκέλευσαν αἱ διατάξεις γενέσθαι τὴν δωρεὰν κἂν μὴ ὑπερβαίνῃ τὴν ποσότητα κἂν ἄλλας εὐσεβεῖς γίνωνται πράξεις κἄντε εἰς ἐκκλησίαν κἄντε εἰς ξενοδοχεῖον ἢ πτωχοτροφεῖον ἢ ὀρφανοτροφεῖον. σχόλ. Τὰ δωρηθέντα τῇ γυναικὶ παρὰ τοῦ ἰδίου ἀνδρὸς ἔῤῥωται, εἰ μὴ ἄρα πρὸ τελευτῆς ὁ ἀνὴρ τὴν δωρεὰν ἀνεκαλέσατο ἢ ἀπέθανε χρεωστῶν πριμίπιλον. ση. ὁ ἀνὴρ καὶ ἡ γυνὴ [ἐν] συνεστῶτι τῷ γάμῳ ἀλλήλοις χαριζόμενοι καὶ τελευτῶντες τὴν δωρεὰν ἐπικυρώσωσιν, ἔῤῥωται, κἂν ὁσηδήποτέ ἐστιν μὴ χρῃζουσα πράξεως ὑπομνημάτων. εἰ δὲ προτελευτήσοι ὁ τῆς δωρεᾶς τυχῶν, ἐπανατρέχει τὸ δωρηθὲν ἐπὶ τὸν χαρισάμενον. τὸ αὐτὸ καὶ ἐὰν ῥεπουδίῳ λυθῇ ὁ γάμος· ὡς βι. ε τί. ιβ΄ διατ. κέ τοῦ κώδ.

46

pr.Ἡ παρὰ πατρὸς εἰς ὑπεξούσιον γενομένη δωρεὰ οὐδὲ μετὰ θάνατον τοῦ πατρὸς βεβαιοῦται, ἐὰν ἐξνερεδάτος γέγονεν ὁ τὴν δωρεὰν λαβὼν, εἰ μὴ ἄρα οἱ κληρονόμοι τοῦ πατρὸς κυρίαν ἡγήσοιντο τὴν δωρεάν· ὡς βι. κδ΄ τί. ζ΄ διγ. β΄. ἐπειδὴ εἰς πάντα μεσιτεύει ὁ φαλκίδιος, εἰς οἷον ἂν μέρος ἐξνερεδάτος γέγονεν· ἀλλὰ καὶ ἡ in factum ἀγωγὴ κινεῖται κατὰ τοῦ λαβόντος τὴν δωρεάν.

47

pr.Ὁ δωρεάν λαβὼν ἔνοχος γίνεται φυσικῶς εἰς τὸ ἀντιδωρεῖσθαι τῷ δωρησαμένῳ.

48

pr.Ἐάν τις δωρήσηταί μοι δοῦλον ἐπὶ τῷ ἐλευθερῶσαι αὐτὸν, τότε γίνομαι αὐτοῦ δεσπότης, ὅτε ἄρξομαι ἐπιθεῖναι αὐτῷ τὴν ἐλευθερίαν.

49

pr.Ὁ ἐπερωτήσας τόκον τῆς ἐπαγγελθείσης αὐτῷ προικὸς καὶ ἐν ὅλῳ τῷ καιρῷ τῶν γάμων μὴ ἀπαιτήσας αὐτὸν, δωρεῖσθαι αὐτὸν πιστεύεται.

50

pr.Ὁ ἀλλότριον ἤδη χαρισάμενος πρᾶγμα εἰ νῦν ἕτερον ἀντὶ αὐτοῦ δωρήσηται διδοὺς, οὐ καινὴν ποιεῖ τὴν δωρεὰν, ἀλλὰ τὴν προτέραν βεβαιοῖ. σκοπουμένης τῆς οὐσίας τοῦ δωρησαμένου, ἵνα πρὸς τὸ μέτρον αὐτῆς καταδικασθῇ. πρότερον ὑπεξαιρεῖται ὅσα ἑτέροις χρεωστεῖ καὶ πρὸς τὴν ἐναπομένουσαν καθαρὰν οὐσίαν καταδικάζεται.

51

pr.Ὁ δωρούμενος πρᾶγμα ἐπὶ τῷ μὴ ἀναλαβεῖν αὐτὸ δωρεῖται. καὶ ὁ δωρούμενος ἑτέρῳ ὅπερ ἑτέρῳ ἐληγάτευσεν ἀνατρέπει τὸ ληγάτον, εἴτε ἔρῤῥωται ἡ δωρεὰ εἴτε ἀσθενεῖ.

52

pr.Εάν τις δωρησάμενός τινι κατὰ μόρτις καῦσα δωρεὰν πᾶσαν αὐτοῦ τὴν οὐσίαν καὶ ἐπὶ ἑτέρῳ κληρονόμῳ τελευτήσοι μὴ ἔχοντι φαλκίδιον, ὁ τοιοῦτος κληρονόμος τὴν ἰμφάκτουμ ἀγωγὴν κατὰ τοῦ λαβόντος τὴν μόρτις καῦσα δωρεὰν [ἔχει]. Ἐὰν ἐπεγεννήθη αὐτῷ υἱὸς, ἀκυροῦται ἡ δωρεὰ, κάντε μερική ἐστι κάντε πλήρης. εἰ δὲ ἀπόκληρος ἦν, εἰς τὸ ἥμισυ ἀνατρέπει τὴν δωρεὰν ἐὰν γέγονε πρὸς περιγραφὴν αὐτοῦ.

53

pr.Ὅσα σχῇ ἡ γυνὴ ὁθενδήποτε κἂν ἀπὸ τοῦ ἀνδρὸς οὐκ ἀφαιρεῖται ἐξ αὐτῆς, οὐδὲ εἰ τιμωρηθῇ αὐτὸς ὁ ἀνὴρ καὶ δημευθῇ· ὡς βι. ε΄ τί. ις΄ διατ. κδ΄. Καλῶς ἀπαιτεῖ ἡ γυνὴ ἀπὸ δωρεᾶς τὸ δωρηθὲν αὐτῇ ὑπὸ τοῦ οἰκείου ἀνδρὸς κἄν ἐαθῇ αὐτῇ αὐτὸ παρ᾿ αὐτοῦ ἢ ἐν φιδεκομίσσῳ ἢ ἐν ληγάτῳ· ὡς διατ. ιδ΄.· ἀνάγν. βι. θ΄ τί. μθ΄ διατ. θ ' προστιθέμενον, ὅτι οὐ συνυπάγεται τοῖς πράγμασι τοῦ ἀνδρὸς δημευομένου ὅσα τῇ γυναικὶ αὐτοῦ ἐχαρίσατο. ση. ὅτι τὰ πράγματα τῆς γυναικὸς οὐ συνυπάγονται τοῖς πράγμασι τοῦ ἀνδρὸς δημευομένου ἢ χρεωστοῦντος πριμίπιλον. Περὶ ἀνατροπῆς δωρεῶν. νδ΄. Ἐὰν ὁ τὴν δωρεὰν εἰληφὼς ἀχάριστος ὀφθῇ περὶ τὸν δωρησάμενον σκαιαῖς κατὰ τούτου χρησάμενος ὕβρεσιν ἢ χεῖρας ἀδίκους ἐπαγάγῃ ἢ ζημίαν μεγίστην περιβάλῃ ἐξ οἰκείας ἐπιβουλῆς ἢ περὶ τὴν ζωὴν ἐπιβουλεύσῃ ἢ τὰ ἐν τῇ δωρεᾷ πάκτα εἴτε ἐγγράφως εἴτε ἀγράφως διγ. α΄ (§). ὁ δὲ ἄνηβον ἐγγυησάμενος κἂν καταβάλλῃ οὐκ ἔχει κατὰ τοῦ ἐγγυηθέντος ἀγωγήν. βι. λδ ' τί. γ΄ διγ. ε΄ κεφ. να΄. Οὐδὲ ἡ μόρτις καῦσα δωρεὰ ἔῤῥωται, ἐὰν μὴ περιττεύῃ μετὰ τὰ χρέα καθαρὰ περιουσία τῷ δωρησαμένῳ, ὥσπερ οὐδὲ τὰ ληγάτα. Ἐπὶ δωρεᾶς αἰτίᾳ διατίμησις γενομένη οὐκ ἔῤῥωται. Ὁ δωρησάμενος θανάτου αἰτίᾳ μεταμελούμενος ἔχει ἀγωγὴν εἰς τὸ ἀπαιτῆσαι τὸ δωρηθέν. βι. μζ ' τί. γ΄ κεφ. ιβ΄ τῶν ἐκλογῶν (Βas.,,). Καὶ ἔτι νοσῶν ὁ δωρησάμενος δύναται τὴν δωρεὰν ια ' ν βι. ιδ΄. γεγονότα μὴ πληρώσῃ· μία γὰρ ἐκ τούτων τῶν αἰτιῶν ἐὰν ἐν δικαστηρίῳ τηρηθῇ καὶ κατὰ σύστασιν φανερῶς ἀποδειχθῇ, ἀνατρεπέσθωσαν αἱ γενόμεναι δωρεαί.

55

pr.Μεταξὺ ἀνδρὸς καὶ γυναικὸς πρᾶσις οὐκ ἐστὶν καὶ ἡ κατὰ δωρεάν πρᾶσις ἀκυροῦται. εἰ μὲν ἥττονος ἠγόρασεν ἢ τὸ τίμημα συνεχώρησεν μετὰ ταῦτα, ἔῤῥωται ἡ δωρεά. ση. οὐχ ἡ πρᾶσις ἀλλὰ τὸ σύμφωνον ἀκυροῦται. ἀνάγν. κεφ. ιη΄ τοῦ παρόντος τίτλου.