Epit. 1.29
Περὶ διαθήκης αὐτεξουσίων καὶ ὑπεξουσίων καὶ στρατιωτικῆς διαθήκης καὶ τίνες ἐν αὐτῇ μαρτυροῦσιν.
Abrir no leitor do IusCommune →1
pr.Ὁ διατιθέμενος ὀφείλει τὸν νοῦν, οὐ μὴν τὸ σῶμα ἐῤῥῶσθαι.
2
pr.Ὁ ἄῤῥην πληρώσας τὰ ιδ ' ἔτη διατίθεται, ἡ δὲ θήλεια τὰ ιβ΄.
3
pr.Αἱ διαθῆκαι ἐκ τριῶν νομίμων τὴν σύστασιν ἔχουσιν, ἐκ τοῦ πολιτικοῦ καὶ ἐκ τῶν διατάξεων καὶ ἐκ τοῦ πραίτορος. ἐκ μὲν γὰρ τοῦ πολιτικοῦ κατάγεται τὸ παρόντων τῶν μαρτύρων μιᾷ ὑφῇ συναπτῶς τὴν διαθήκην πληροῦσθαι· ἐκ δὲ τῶν διατάξεων αἱ τοῦ διατιθεμένου καὶ τῶν μαρτύρων ὑπογραφαί. ἐκ δὲ τοῦ πραίτορος αἱ σφραγίδες καὶ ὁ τῶν μαρτύρων ἀριθμός.
4
pr.Ἐπειδὴ δὲ εἰρήκαμεν τοὺς μάρτυρας χρῆναι σφραγίδας ἐπιθεῖναι, ὀφείλεις εἰδέναι ὅτι καὶ ἑνὶ δακτυλίῳ δύνανται σφραγίζειν τὴν διαθήκην.
5
pr.Καὶ ἐν νυκτὶ σφραγίζεται καὶ ὑπογράφεται διαθήκη.
6
pr.Καὶ ὁ γραφεὺς τῆς διαθήκης καλῶς ἐν αὐτῇ μαρτυρεῖ. Ϛ΄. Ὁ ἐν ἀσθενείᾳ σώματος παραφρονήσας οὐ διατίθεται ἐν τῇ παραφροσύνῃ, ἐν τοῖς διαλείμμασι δὲ καλῶς διατίθεται. ἐὰν δὲ τελείως μαίνηται, οὐδὲ κωδικέλλους ποιεῖ, ὡς βι. ς΄ τί. λς΄ διατ. ἐ τοῦ κώδ.
8
pr.Αδειαν ἐχέτω ὁ τυφλὸς, εἴτε ὁ ἐκ γεννητῆς εἴτε ὁ ἀπὸ νόσου, ἄγραφον διαθήκην ποιῆσαι ζ΄ ἢ ἐ μάρτυρας συγκαλῶν καὶ λέγων τὸν κληρονόμον μετὰ σημείων διὰ τὸ μὴ πλανηθῆναι.
9
pr.Εἰ καὶ κοινὰ ἔχουσι τὰ πράγματα ἀδελφοὶ, ὅμως οὐδεὶς αὐτῶν κωλύεται διατίθεσθαι εἰς ἃ βούλεται καὶ ὃν βούλεται γράφειν κληρονόμον, οὐδὲ ἐμποδίζονται διὰ τὸ ἀδιαίρετα εἶναι τὰ πράγματα.
10
pr.Ἐὰν ἀποδειχθῇ βουληθέντα τὸν διατιθέμενον πλείονας εἰπεῖν κληρονόμους φιμωθῆναι, οὐδὲ οἱ παρ᾿ αὐτοῦ λεχθέντες κληρονομοῦσιν.
11
pr.Ἐὰν μέντοιγε ὁ διαθέμενος βούληται μὴ γνῶναι τὰ γεγραμμένα τοὺς μάρτυρας, ἑλιχθεῖσαν ἕως τῶν γεγραμμένων καὶ σφραγισθεῖσαν ὑπ᾿ αὐτοῦ προσφερέσθω τοῖς μάρτυσιν ἵνα ὑπογράψωσιν καὶ λεγέτω τοῖς μάρτυσιν ἰδίαν εἶναι τὴν διαθήκην. λοιπὸν δὲ ἐν ἑνὶ καιρῷ ὑπογραφέτωσαν καὶ σφραγιζέτωσαν καὶ κρατείτω ἰσχυρῶς. οὐ μόνον δὲ ζ΄ ἀλλὰ καὶ ἐ παραλαμβανόμενοι μάρτυρες ἔν τε ἐγγράφῳ πάσῃ καὶ ἀγράφῳ διαθήκῃ βεβαίαν ταύτην παριστῶσιν.
12
pr.Ὁ μέντοιγε ἐν πολέμῳ πληγεὶς καὶ ἐν ὁδῷ περιπατῶν καὶ ὁ πρὸς τῷ θανάτῳ ἐγγίσας ὁ τοιοῦτος οὐ μόνον ἐπὶ τριῶν διαθήκην δύναται ποιεῖν, ἀλλὰ καὶ δύο μόνα εὑρισκόμενα πρόσωπα διὰ τὴν συμβᾶσαν περίστασιν δύναται τὴν ἐκείνου διαθήκην βεβαίαν παριστᾶν.
13
pr.Ἐν τῇ φυλακῇ τῆς διαθήκης προτιμᾶται ὁ γεραιότερος τοῦ νεωτέρου, ὁ ἀξιωματικώτερος τοῦ ἥττονος, ὁ ἄῤῥην τῆς θηλείας, ὁ εὐγενὴς τοῦ ἀπελευθέρου. ὡς βι. κβ΄ τί. δ΄ διγ. 5΄.
14
pr.Ὁ ἐπὶ ῥητῷ πράγματι γραφεὶς κληρονόμος οὐκ ἀνα τρέπει τὴν διαθήκην, ἀλλὰ τὸ λεῖπον ἀναπληροῦται. νεαρὰ ριβ΄.
15
pr.Οὐδεὶς δύναται ἐν τῇ διαθήκῃ αὐτοῦ ἀσφαλίσασθαι ἵνα μὴ ἔχωσι χώραν οἱ νόμοι. ἰσχυρότεροι γάρ εἰσι τῆς τῶν ἰδιωτῶν γνώμης. διὰ τὸν κανόνα τὸν λέγοντα· αἱ τῶν ἰδιωτῶν ἀσφάλειαι τοὺς νόμους οὐ καταβλάπτουσι. καὶ τὸ παρὰ τοῦ νόμου δεδομένον ἰδιώτης ἀφελέσθαι οὐ δύναται. – ῞Α γὰρ παρὰ τὸν νόμον ὁ τεστάτωρ κελεύσει οὐκ ἀνάγκη πληροῦν, οἷον εἰ τὸν κεκωλυμένον ἐλευθερωθῆναι ληγατεύσω σοι ἐφ᾽ ᾧ ἐλευθερῶσαι, κερδαίνεις τὸ ληγάτον, ὡς βι. λέ τί. α΄ διγ. λζ΄.
16
pr.Δύναται ὁ διαθέμενος καὶ μετὰ τὰ ληγάτα ἐπιφέρειν τὴν ἔνστασιν. κἂν παρέλθῃ ἡ δεκαετία μετὰ τὴν ποίησιν τῖς διαθήκης, οὐκ ἀνατρέπεται, ὡς βι. ς΄ τί. κβ΄ διατ. η΄ τοῦ κώδ.
17
pr.Αἱ οὖσαι ἐν διαθήκῃ ἐλευθερίαι διδόσθωσαν μὴ ὑπερτιθέμεναι ἑνὸς ἐνιαυτοῦ, εἰ μὴ ἄρα πλαστή ἐστιν. νεα. κβ΄.
18
pr.Ἐὰν ἐν ἑνὶ μέρει ἀνατρατῇ ἡ διαθήκη ἀπὸ τῆς δινοφφικιόσο, αἱ ἐλευθερίαι εἰς ὁλόκληρον δίδονται.
19
pr.Τοῦ τεστάτορος τουτέστι τοῦ διατιθεμένου ἀπογραφὴν ποιησαμένου τῆς ἰδίας οὐσίας παρόντων τῶν σκρίπτων κληρονόμων ἢ ἐνίων καὶ ὅρκον ὑποσχόντος ἐν αὐτῇ ἢ κατὰ τὴν διαθήκην διομοσαμένου περὶ τοῦ μέτρου τῆς οὐσίας, τοῖς μὲν δανεισταῖς πρόκριμα μὴ γίνεσθαι, οἱ δὲ κληρονόμοι στεργέτωσαν. οἱ δὲ πολυπραγμονεῖν μετὰ ταῦτα σπουδάζοντες τῶν ἐγκαταλελειμμένων ἐκπιπτέτωσαν. νεαρά μθ΄. – Ἔξεστι τοῖς δανεισταῖς μετὰ τὴν ποίησιν τοῦ ἰνβέντου τουτέστι τῆς καταγραφῆς πᾶσαν ἔρευναν ποιεῖν καὶ βασανίζειν τοὺς οἰκέτας, καὶ ὅρκον ἐπάγειν τῷ κληρονόμῳ ἐὰν λέγωσιν αὐτὸν κλέπτην· καὶ εἰ δειχθῇ κλέπτης ἢ κρύψας, διπλοῦν ἀπαιτείσθω. εἰ δὲ ἴνβεντον οὐκ ἐποίησεν, οὐκ ἐπιφέρεται αὐτῷ ὅρκος ὁ λεγόμενος ἰν λίτημ.
20
pr.Δύναται ὁ ἄρχων τιμωρῆσαι τοὺς σφραγιστὰς τῆς διαθήκης, ἐὰν μὴ ἀνέχωνται καλούμενοι ἐλθεῖν καὶ ἐπιγνῶναι τὰς οἰκείας σφραγίδας.
21
pr.Εἴ τις οὖν μέχρι τῆς παρούσης διατάξεως τῇ οἰκείᾳ χειρὶ τὸ τοῦ κληρονόμου ὄνομα οὐκ ἔγραψεν, ἀλλὰ τὸ τετραούγκιον μόνον τοῖς παισὶ κατέλιπεν, μὴ ἀκυρούσθω ἡ διαθήκη αὐτοῦ. νεαρὰ ξζ΄.
22
pr.Ἡ στρατιωτική διαθήκη ἕως ἐνιαυτοῦ μόνου μετὰ τὴν ἄφεσιν τῆς σρατείας ἔῤῥωται τὰ ἐν αὐτῇ, ὡς βι. ε [τί. β΄] διγ. η΄. ση. ὅτι καὶ ἐν τῇ εἰσόδῳ τῆς στρατείας εἴσω ἐνιαυτοῦ βετεράνος λέγεται τουτέστι τήρων.
23
pr.Τοῖς ὑπαγορεύουσι διαθήκην δυνατὸν καταλιμπάνεσθαι εἴ τι ἂν ὁ διαθέμενος βούλοιτο· ὁμοίως καὶ τοῖς μάρτυσιν.
24
pr.Οἱ ὅμηροι εἰ μὴ ἐπιτραπῶσιν οὐ διατίθενται, ἀλλὰ καὶ κατὰ τοὺς ῥωμαίων νόμους πολιτεύονται.
25
pr.Ἔῤῥωται ἡ διαθήκη τοῦ ἐν φυλακῇ μετὰ κατηγορίαν πρὸ καταδίκης τελευτήσαντος.
26
pr.Ἐὰν περὶ τὸν χρηματισμὸν ἢ τὴν πατρωνυμίαν ἢ τὴν προσηγορίαν τοῦ κληρονόμου γένηται πλάνη, δῆλον δέ ἐστι περὶ τίνος ὁ διατιθέμενος ἐνενόησεν, ἔῤῥωται ἡ διαθήκη.
27
pr.Αφανισθεισῶν τῶν σφραγίδων καὶ τοῖ παντὸς λίνου κοπέντος ἢ τοῦ πλείονος μέρους αὐτοῦ, εἰ μὲν ὁ διατιθέμενος τοῦτο πεποίηκεν, ἀναιρείσθω ἡ διαθήκη· εἰ δὲ κατὰ τύχην ἐγένετο, μηδὲν αὐτὴν ἀδικείτω, μόνον εἰ νομίμως συνετέθη.
28
pr.Αἱ διαθῆκαι αἱ ἐν πᾶσι πόλεσι ῥωμαϊκαῖς καὶ ἐγγράφως καὶ ἀγράφως γινόμεναι... τὴν τοῦ τόπου συνήθειαν ἀντὶ νόμου δεχόμεθα. ἐπεὶ ἐ μάρτυρες ἀρκοῦσι ἢ γ΄.
29
pr.Δύναταί τις καὶ ἀγράφως μετὰ τὸ διαθέσθαι ἐναλλάξαι τὴν διατυπωθεῖσαν αὐτῷ προτέραν ἔγγραφον διαθήκην, ὡς βι. ς ' τί. κγ ' διατ. κζ ' τοῦ κώδ.
30
pr.᾿Απὸ σχηδαρίου διαθήκης οὐκ ἔῤῥωται ληγάτον. ἐὰν δὲ ταῦτα τὰ ῥήματα ἔχῃ· ταύτην τὴν διαθήκην βούλομαι εἶναι κυρίαν ἐπὶ πάσης ἐξουσίας, ἔῤῥωται τὰ ἐν αὐτῇ καταλειφθέντα, κἂν τὰ ἐξ ἀδιαθέτου χώραν σχῇῇ. ση. ᾿Απὸ ἀτελοῦς διαθήκης μηδὲ βασιλεὺς κληρονομείτω. — Ὁ κατὰ φύσιν κωφὸς καὶ ἄλαλος οὐ διατίθεται, ὁ δὲ κατὰ πάθος γενόμενος ἐὰν γράμματα εἰδὼς διαθήκην γράψῃ ἰδίᾳ χειρὶ, ἐῤῥῶσθαι τὸ γινόμενον. ση. τὰ αὐτὰ καὶ ἐπὶ θηλείας κρατείτω.
31
pr.Τὸ πεκούλιον ἐν τοῖς ὑπεξουσίοις ὁρᾶται. ὅθεν τῶν πεκουλίων τὰ μέν ἐστιν ἰδιόκτητα, τὰ δὲ παγανικά. καὶ ἰδιόκτητα μέν ἐστιν ὅσα ἰδικῶς ἐξ ἰδίου ἐπιτηδεύματος ἢ στρατείας ἢ βαθμοῦ ἢ οἱουδήποτε κλήρου ἐκτήσατο ἢ ἀπὸ μακρᾶς καυσώδους καὶ χειμερινῆς ὁδοιπορίας ἢ ἀπὸ ἄλλων τινῶν ἔσχεν αἰτιῶν. ἔξεστιν ἐν αὐτοῖς διατίθεσθοι ἕως τῶν ἡ οὐγκιῶν, τὸ δὲ τετραούγκιον ἀνιοῦσιν καὶ κατιοῦσιν ἀποκληροῦσθαι μήτε τὴν μέμψιν τῆς διαθήκης εὐλαβούμενος.
32
pr.Παγανικά δὲ ἅπερ παρὰ τῆς τῶν γονέων αὐτοῖς ὑπηρεσίας λόγῳ χρείας ἐδόθησαν ἢ καὶ ἐκ τῶν δοθέντων ἐπεκτήσαντο. τὸ μὲν παγανικὸν ἀφαιρεῖσθαι δύναται πεκούλιον, τὸ δὲ ἰδιόκτητον οὐκέτι.
33
pr.Ἐὰν πολλοῖς ἐποφείλων τὶς ὑποστῇ διάπρασιν ὑπὸ τῶν ἰδίων δανειστῶν, τὸ μὲν παγανικὸν τοῦ παιδὸς συνδιαπιπράσκεται πεκούλιον, τὸ δὲ ἰδιόκτητον οὐδαμῶς.
34
pr.Ἐὰν πολλῶν ὄντων παίδων ὁ πατὴρ τελευτήσῃ, συμβῇ δὲ ἕνα ἐξ αὐτῶν παγανικὸν ἔχειν πεκούλιον καὶ ἰδιόκτητον.. μόνου τοῦ κτησαμένου. Cod.,,. addit Δύναται ἡ διαθήκη ἐν πάσῃ τῇ ὕλῃ καὶ πολλοῖς ἴσοις καταγράφεσθαι. ἰνστιτ. β΄ τί. ί. καὶ οἱ ἐν πολλοῖς γεγραμμένοις ἴσοις καταγραφεῖσα διαθήκη μία νοεῖται καὶ οὐ πολλαί (Dig.,,). οἱ ζ ' μάρτυρες προσκληθέντες καὶ τοῦ διατιθεμένου ἀκούοντες ὀφείλουσι κατ᾿ ἰδίαν σημειώσασθαι παρ᾿ αὐτοῦ ὅτι ἤκουσαν λέγοντος τοῦ τεστάτορος. βι. λδ ' τί. θ ' διγ. θ '.
35
pr.Τὰ ἀπὸ ταξειδίων γινόμενα πεκούλια τοῖς ὑπεξουσίοις ἰδιόκτητά ἐστι καὶ δύνανται καὶ ἐν τούτοις διατίθεσθαι.
36
pr.Ὁμοίως καὶ τοῖς ὑπεξουσίοις στρατιώταις εἰς τὰ κανστέρσια πεκούλια. ἕως ὅτε ἀδιτεύῃ ὁ γραφεὶς κληρονόμος ὑπὸ χώραν ἔχει τὸ δεδομένον αὐτοῖς προνόμιον, οὐχὶ δὲ τὸ ἀσώματον τῆς κληρονομίας αὐτοῦ ὑφέστηκε. ση. τὸ προνόμιον ἐν ταῖς διαθήκαις οἱ στρατιῶται ἔχουσιν οὐ πρὸς τὸ βλάψαι ἕτερον, ἀλλὰ πρὸς τὸ διοικῆσαι ὡς βούλονται τὰ ἴδια.
37
pr.Ὅτε μηδεὶς ὑπεισέρχηται τῇ κληρονομίᾳ, ἀσθενεῖ ἡ διαθήκη. τότε γὰρ ἰσχὺν λαμβάνει, ὅτε ὁ κληρονόμος ἀδιτεύσει.
38
pr.Τοῦ στρατιώτου ἡ διαθήκη καὶ ἀτελὴς μείνασα ἔῤῥωται καὶ ἀνατρέπει τὴν πρὸ αὐτῆς διαθήκην.
39
pr.Ὁ στρατιώτης κατάκριτος γενόμενος οὐ δύναται διατίθεσθαι εἰ μὴ αἰτήσει βασιλικῇ.
40
pr.Ἔξεστι τῷ στρατιώτῃ ἄλλον εἰς τὰ παγανικὰ καὶ ἄλλον εἰς τὰ κανστέρσια πράγματα γράφειν κληρονόμον. κἂν ὑπεξούσιοι ὦσιν διατίθενται ἐν αὐτοῖς, ὡς βι. λθ ' τί. τελευταίῳ. καὶ ἐὰν ὁ μὲν εἷς καταδέξηται τὰ κανστέρσια, ὁ δὲ ἕτερος παραιτήσηται τὰ παγανικὰ, οὐκ ἀναγκάζεται ὁ κληρονομήσας τὰ κανστέρσια καταδέξασθαι καὶ τὰ παγανικὰ κατὰ τὸν κανόνα τὸν λέγοντα ὅτι ὁ μέρος κληρονομήσας καὶ τὸ ἄλλο μέρος ἀναγκάζεται κληρονομεῖν.
41
pr.Ὁ κληρονόμος οὐ δύναται μαρτυρεῖν, ὁ δὲ ληγατάριος καὶ ὁ διδόμενος ἐπίτροπος ἐν διαθήκῃ μαρτυροῦσιν.
42
pr.Οὔτε καθ᾽ οἱονδήποτε τρόπον μαρτυρεῖ ὑπεξούσιος ἡμῶν ἔνθα τὶ προσπορίζεται. καὶ πατὴρ καὶ πολλοὶ αὐτοῦ ὑπεξούσιοι ἅμα μαρτυρεῖν ἐν διαθήκῃ δύνανται. – Ὁ γραφεὺς τῆς διαθήκης καλῶς ἐν αὐτῇ μαρτυρεῖ, καὶ ὁ ἀλλότριος δοῦλος καλῶς γράφει τὴν διαθήκην.
43
pr.Ὁ κατὰ δόλον κωλύσας τοὺς μάρτυρας μὴ εἰσελθεῖν ἐκπίπτει τοῦ κλήρου.
44
pr.Ἐάν τις ἀρνῇται τὴν ἰδίαν σφραγίδα, ὕποπτος μέν ἐστιν ἡ διαθήκη, ἀνοίγεται δέ.
45
pr.Ὅτε ἡ διαθήκη ἐν πρώτοις ἀνοίγεται, ἀναγκάζονται παρεῖναι οἱ μάρτυρες καὶ τὰς οἰκείας ἐπιγινώσκειν σφραγίδας ἢ ἀρνεῖσθαι αὐτάς. καὶ τοῦ πλείονος μέρους τῶν μαρτύρων εὑρισκομένου ἀποσφραγίζεται καὶ ἀναγινώσκεται.
46
pr.Παρακελευόμεθα πᾶσιν ἀνδράσιν καὶ γυναιξίν τοῖς ὀφείλουσιν τελευταίαν βούλησιν παρασκευάσαι μὴ ἔλαττον τῶν ε μαρτύρων προσκαλεῖσθαι εἰς τὴν μέλλουσαν γενέσθαι διατύπωσιν. καὶ εἰ μὲν φανερὰ καθίσταται, μετὰ τὴν γραφὴν τοῦ ὕφους τῆς τοιαύτης διατυπώσεως ἀναγινώσκεσθαι ταύτην κατενώπιον τοῦ διαθεμένου καὶ τῶν μαρτύρων. μετὰ τὴν ἀνάγνωσιν ἐρωτάσθω ὁ διαθέμενος παρόντων τῶν μαρτύρων, εἰ ἄρα αὐτὸς διετάξατο τὰ ἐπαναγινωσκόμενα, καὶ καταθεμένου αὐτοῦ ὑπογραφέτωσαν οἱ αὐτοὶ μάρτυρες ἐν τῇ τοιαύτῃ διατυπώσει ταῖς ἰδίαις χερσὶν αὐτῶν κατενώπιον τοῦ διαθεμένου. καὶ μετὰ τὸ ὑπογράψαι σφραγιζέτωσαν οἱ αὐτοὶ μάρτυρες, καὶ μετὰ τὸ σφραγίσαι αὐτοὺς παρεχέτωσαν αὐτὴν τῷ διαθεμένῳ ὁμοῦ πάντες οἱ μάρτυρες παρόντες μηδενὸς ἐλλείποντος ἐκ τοῦ ἀριθμοῦ, καὶ μετὰ τοῦτο ὑποχωρείτωσαν. ἐὰν δὲ μυστικῶς ὀφείλουσι διατυπώσασθαι, τὸ μέν ὕφος τῆς διατυπώσεως ὁ γραφεὺς ἐκτελείτω καὶ μετὰ τὴν γραφὴν προσκαλείτωσαν μάρτυρας οὐκ ἔλαττον τῶν ἑ΄, καὶ λεγέτω αὐτοῖς ὁ διαθέμενος ὅτι ἡ διατύπωσις ἰδία αὐτοῦ ἐστιν καὶ ὅτι μυστική ἐστιν, καὶ προτρεπέτω αὐτοὺς ἐν αὐτῇ ὑπογράψαι καὶ βουλλῶσαι, καὶ εὐθέως ὑπογραφέτωσαν αὐτὴν πάντες ἐν μιᾷ ὥρᾳ κατενώπιον αὐτοῦ καὶ σφραγιζέτωσαν αὐτὴν, καὶ μετὰ τὸ σφραγισθῆναι τὴν διατύπωσιν παρεχέτωσαν αὐτὴν τῷ διαθεμένῳ. οὗτοι δὲ ὀφείλουσιν μυστικὰς διατυπώσεις ποιεῖσθαι ἄνδρες τε καὶ γυναῖκες, ὁπόσοι γράμματα ἀναγινώσκουσιν. ἐὰν δὲ ἀγράμματοι καθίστανται εἴτε ἄνδρες ὦσιν εἴτε γυναῖκες, μὴ ποιείτωσαν μυστικὰς διατυπώσεις, ἀλλὰ φανεράς. ὅστις δὲ εὑρεθῇ ἔξω τῆς τοιαύτης προστάξεως διαπραττόμενος καὶ ἐν ἀσυστάτῳ διατυπώσει ἤγουν ἀνυπογράφῳ μαρτυρῶν, ἵνα δέρεται καὶ κουρεύεται καὶ ἐξορίζεται. ἔτι δὲ καὶ τοῦτο προτυπώμεθα πᾶσιν τοῖς μετὰ τελευτὴν τοῦ διαθεμένου εἴτε καὶ ἀδιαθέτου τελευτῶντος εὑρισκομένοις κληρονόμοις, εἴτε γυνή ἐστιν τοῦ τελευτήσαντος εἴτε παιδίον εἴτε ἐπίτροπος εἴτε ἄλλος τὶς ἐξ ἀδιαθέτου κληρονόμος καλούμενος, [ἵνα] ἔσωθεν τοῦ τριμηνιαίου καιροῦ ἀπογράφεται πᾶσαν τὴν περιουσίαν τοῦ τελευτήσαντος κατενώπιον μαρτύρων, τῶν αὐτῶν μαρτύρων ὑπογραφόντων τὴν αὐτὴν ἀπογραφήν. ὅστις δὲ βουληθῇ ἐκ τῶν εἰρημένων προσώπων ἀκατάγραφον κατασχεῖν ὑπόστασιν τελευτῶντος ἵνα δέρεται καὶ κουρεύεται καὶ ἐξορίζεται.
47
pr.Ἐὰν ἄπεστι μάρτυς, πέμπεται ἡ διαθήκη ὅπου διάγει εἰς τὸ ἐπιγνῶναι τὴν σφραγίδα, οὐ μὴν αὐτὸς ἄγεται. ἄδικον γάρ ἐστι ἐπιζήμιόν τινι γενέσθαι τὸ ἴδιον ὀφφίκιον. ἐὰν ἀπολιμπάνωνται οἱ μάρτυρες [καὶ] ἀναγκαῖόν ἐστιν αὐτὴν [ἀνοιγῆναι], ὁ ἄρχων παρασκευάσει παρόντων ἀνδρῶν εὐϋπολήπτων ἀνοιγῆναι, καὶ μετὰ τὸ γραφῆναι καὶ ἀναγνωσθῆναι πάλιν ἀνασφραγίζεται διὰ τοῦ ἄρχοντος καὶ πέμπεται ὅπου εἰσὶν οἱ μάρτυρες εἰς τὸ ἐπιγνῶναι τὰς ἰδίας σφραγίδας.
48
pr.Ἐὰν εἷς τῶν μαρτυρησάντων εὑρεθῇ ἐπὶ μοιχείᾳ κατακεκριμένος, οὔτε κατὰ τὸν πολιτικὸν οὔτε κατὰ τὸν πραέτορα ἔῤῥωται ἡ διαθήκη. Ὅτι καὶ οἱ ἄρχοντες καὶ οἱ στρατηγοὶ χρεωστοῦσι τοὺς κατὰ χώραν μάρτυρας καὶ σφραγιστὰς παραπέμπειν τοῖς μέλλουσι διατίθεσθαι.
49
pr.Ἐὰν γὰρ εἰς νομὴν πεμφθῇ γαστὴρ, ἀνοίγεται διὰ τὸ γνωσθῆναι τίς αὐτῇ κατελείφθη κουράτωρ. ση. κουράτωρ ἐν διαθήκῃ πατρὸς ἢ μητρὸς οὐ δίδοται, ἀλλ᾽ ἐπίτροπος. ὡς βι. κγ΄ τί. γ ' διγ. α΄.
50
pr.Ἐάν τις διαθέμενος τὸν δεσπότην ἰησοῦν χριστὸν γράψῃ κληρονόμον ἢ ἐξ ὁλοκλήρου ἢ ἐκ μέρους, πιστεύεται τῇ ἐκκλησίᾳ τῇ [ἐν] ἐκείνῃ τῇ πόλει ἢ τῇ κώμῃ τῇ διακειμένῃ.. καὶ [οἱ] οἰκονόμοι τῆς ἐκκλησίας ἀπαιτεῖν ὀφείλουσιν τὸ καταλειφθὲν καὶ περὶ τοὺς πτωχοὺς ταῦτα δαπανᾶν.
51
pr.Οἱ ἀποστάται μήτε κληρονομείτωσαν παρά τινος μήτε διατιθέσθωσαν. ἡ δὲ αὐτῶν περιουσία τοῖς ὀρθοδόξοις ἔσται χριστιανοῖς, κάντε συγγενέσι κάντε ἄλλοις.