IusCommune
IusCommune › Textos › Epitome legum › Epitome

Epit. 1.30

Περὶ ἀνατροπῆς διαθήκης καὶ περὶ μέμψεως αὐτῆς.

Abrir no leitor do IusCommune →

1

pr.Ἐὰν τὴν γενομένην ὀρθῶς διαθήκην ἕτερός τις διαῤῥήξῃ παρὰ γνώμην τοῦ διατιθεμένου, οὐδὲν τῶν ἐν αὐτῇ ἀνατρέπεται, ὡς βι. λς ' τί. α΄ διγ. δ΄.

2

pr.Ὁ ὑπεξούσιος υἱὸς καλῶς διατίθεται εἰς τὰ ἀπρο τρόπῳ αἱ διαθῆκαι συνίστανται. τοῦ βι. ς ' τί. κγ ' Ανατολίου. Εάν οἱ μάρτυρες μὴ ἐπ᾽ ὄψεσι τοῦ διαθεμένου σφραγίσωσιν τὴν διαθήκην, ἄχρηστός ἐστιν, εἰ μὴ ἄρα προνόμιόν ἐστιν ἰδικὸν ἐν ἐκείνῃ τῇ πόλει, ὥστε μὴ ἐπ᾿ ὄψεσι τοῦ διαθεμένου τὰς σφραγίδας ἐπιτίθεσθαι (Cod.,,). Ἡ διάταξις κελεύει μὴ πάντως ἀνάγκην εἶναι τῷ διατιθεμένῳ παρόντων τῶν μαρτύρων ὑπαγορεύειν τὴν διαθήκην, ἀλλ᾽ ἐξεῖναι αὐτῷ καὶ ἀπόντων αὐτῶν ὑπαγορεῦσαι καὶ ὑπογράψαι, ἵνα μέντοι παραγενομένων αὐτῶν ἐφ᾽ ᾧ σφραγίσαι προσομολογήσῃ τὴν διαθήκην ἰδίαν εἶναι, καὶ ἐν ἑνὶ καὶ τῷ αὐτῷ καιρῷ καὶ σφραγίσωσιν οἱ μάρτυρες καὶ ὑπογράψωσιν (Cod.,, pr.) Μὴ ἐῤῥώσθω τελευταία οἱαδήποτε διατύπωσις τοῦ ἥττονος τῶν ιδ ' ἐνιαυτῶν. ὁ δὲ τοῦτον ἐξελθὼν τὸν χρόνον, κἂν μὴ κεκόσμηται τὸ σῶμα θριξὶν, διατίθεται καλῶς (Cod.,,). Cf. Dig.,, §. σπόριστα αὐτοῦ πράγματα, δηλονότι ζῶντος τοῦ πατρὸς αὐτοῦ.

3

pr.Ταῖς διαθήκαις τρία πάθη παρενοχλεί, οἷον ῥῆξις ἀκυρωσία καὶ ἀτέλεια. ἀλλ᾽ αἱ μὲν ῥηγνύμεναι ἢ καθόλου ῥήγνυνται ἢ ἐκ μέρους. καὶ καθόλου μὲν κατὰ τρόπους ἕξ. καὶ πρῶτος μὲν τρόπος ἐστὶν, ὅταν τὶς μετὰ τὴν ποίησιν τῆς διαθήκης εἰς υἱοθεσίαν τινὰ λάβῃ καθ ' οἱονδήποτε τρόπον τῆς υἱοθεσίας. δεύτερος δὲ, ὅταν μετα τὴν ποίησιν τῆς διαθήκης ἢ τὸν θάνατον τοῦ διατιθεμένου υἱὸς τεχθῇ ἢ ὑπεξουσίου υἱοῦ θανόντος ἔγγονος παροφθῇ, κἂν μετὰ τοὺς ὁρισθέντας κληρονόμους πρόσκειται οὕτως· ἔστωσαν ἀπόκληροι, εἰ μὴ ἄρα ληγατευθῇ ἢ ἐκτρώσῃ ἡ τίκτουσα. τρίτος· ὅταν ὁ θετὸς υἱὸς ὑπεξούσιος ὢν οὐ μνημονευθῇ ἐν τῇ διαθήκῃ. τέταρτος· ὅταν δευτέρα γένηται διαθήκη κατὰ νόμον, εἴτε γέγονέ τις ἐν αὐτῇ κληρονόμος εἴτε μὴ γέγονε τῶν πεφυκότων κληρονομεῖν. πέμπτος· ὅταν δευτέρα διαθήκη κατὰ νόμους γενομένη κληρονόμον ἕτερον εἰς ὡρισμένα πράγματα καταστήσῃ μὴ βεβαιοῦσα τὰ τῆς πρώτης διαθήκης. ἕκτος· ὅταν στρατιώτου υἱὸς ἐγκυμονούμενος παρ᾿ αὐτῷ ἐν τῇ ποιήσει τῆς διαθήκης ἠγνοήθη· εἰ γὰρ γνοὺς αὐτὸν ἐσιώπησεν, οὐ ῥήγνυται ἡ διαθήκη.

4

pr.Ἐκ μέρους δὲ κατὰ τρόπους δύο. καὶ πρῶτος τρόπος ἐστὶν, ὅταν ἡ δευτέρα διαθήκη τὰ μὲν ἐν τῇ πρώτῃ βέβαια μένειν διαγορεύῃ, ἕτερον δὲ κληρονόμον εἰς ὡρισμένα πράγματα κατέστησεν. ἀρκεῖ γὰρ αὐτῷ τὰ ἐαθέντα, εἰ καὶ μὴ ποιεῖ τὸν φαλκίδιον, ὥστε ἀναπληροῦσθαι τὸ λεῖπον τοῦ φαλκιδίου αὐτοῦ. ὡς βι. β΄ ἰνστιτ. ζ΄. δεύτερος τρόπος ἐστὶν, ὅταν τὶς θυγατέρα ὑπεξουσίαν ἔχῃ ἢ ἔγγονον ἢ ἐγγόνην οὐκ ἔγραψε δὲ αὐτοὺς κληρονόμους. τότε ἡ μὲν διαθήκη οὐ ῥήγνυται τέλεον, αὐτοὶ δὲ τῇ κληρονομίᾳ ὑπεισέρχονται· καὶ εἰ μέν ἐστι γραφεῖσα ἡ κληρονομία εἰς ἐξωτικοὺς τουτέστι τοὺς μὴ ὄντας συγγενεῖς, τὸ ἥμισυ οἱ οἰκεῖοι λαμβάνουσιν εἰς προσαύξησιν· εἰ δὲ εἰς οἰκείους, ἐπίσης πάντες. ἀνάγνωθι βι. β΄ ἰνστιτ. ση. προσαύξησις δέ ἐστι μέρος ἀφαιρέσεως.

5

pr.Αἱ δὲ ἀκυρούμεναι κατὰ δ΄ τρόπους γίνονται. καὶ πρῶτος τρόπος, ὅταν ὁ διατιθέμενος θανάτῳ καταδικασθῇ ἐξορισθῇ ἢ αὐτεξούσιος ὢν ἑαυτὸν εἰς υἱοθεσίαν ἑτέρῳ παράσχῃ ἢ ὑπεξούσιος ὢν αὐτεξούσιος γέγονεν. δεύτερος, ὅταν δευτέρας ἐννόμου γραφείσης διαθήκης, τότε ἡ μὲν πρώτη ῥήγνυται, ἡ δὲ δευτέρα ἀκυροῦται δι᾽ αἰτίαν τῶν πεφυκότων κληρονομεῖν τουτέστιν ὅταν ἀποτάξωνται τῇ κληρονομίᾳ, ἢ ὅταν προτελευτήσωσι τοῦ διατιθεμένου, ἢ ὅταν μετὰ τὴν τελευτὴν τοῦ διατιθεμένου πρὸ τοῦ παραλαβεῖν τὴν κληρονομίαν τελευτήσωσιν, ἢ ὅταν ὑπὸ αἵρεσιν ἐγράφησαν καὶ ἡ αἵρεσις ἠτόνησεν. τρίτος δὲ τρόπος, ὅταν τὶς δίκην ἔχων πρός τινα τὸν βασιλέα κληρονόμον ποιήσῃ ἐγγράφως ἢ ἀγράφως, εἰ μὴ ἄλλως πως κατὰ νόμους κληρονομῇ αὐτὸν ὁ βασιλεύς· εἰ γὰρ καὶ νόμοις οἱ βασιλεῖς οὐχ ὑπόκεινται, ἀλλ᾽ οὖν κατὰ νόμους πολιτεύονται. τέταρτος δὲ τρόπος ἐστὶν, ὅταν ἀποσφραγίσας εἴασεν αὐτὴν οὕτως ἢ εἶπεν ὅτι οὐκ ἰσχύειν αὐτὴν βούλομαι· τὰ γὰρ κατὰ νόμους γενόμενα ἐννόμως ἀνατρέπεσθαι δεῖ.

6

pr.Αἱ δὲ ἀτελεῖς κατὰ ἑ τρόπους νοοῦνται. καὶ πρῶτος μὲν τρόπος, ὅταν μὴ παρόντων ζ΄ ἢ ἑ μαρτύρων κατὰ τὰ παρ᾽ ἡμῶν νομοθετηθέντα γένηται ἡ διαθήκη. δεύτερος δὲ, ὅταν παρόντες οὐ πάντες ὑπέγραψαν. τρίτος, ὅταν πάντες μὲν ὑπέγραψαν, οὐκ ἐσφράγισαν δὲ πάντες. τέταρτος, ὅταν ὁ διαθέμενος οἰκείᾳ χειρὶ τὸ τοῦ κληρονόμου ὄνομα μὴ γράψας οὐκ ἐμνημόνευσεν ἐπὶ τῶν μαρτύρων. πέμπτος, ὅταν αὐτεξουσίους ἢ ὑπεξουσίους υἱοὺς ἢ ἐκγόνους ἐξ ὑπεξουσίων παίδων τελευτησάντων ἔχων τὶς τούτους οὔτε κληρονόμους οὔτε ἀποκλήρους ἔγραψε· κἂν τύχῃ αὐτοὺς προτελευτῆσαι τοῦ πατρὸς οὐδὲν ἧττον ἄκυρος ἡ διαθήκη διὰ τὸν κανόνα τὸν λέγοντα· τὰ ἐξ ἀρχῆς ἐν διαθήκαις ἀνυπόστατα ἐκ τῶν μετὰ ταῦτα ἐπιγινομένων ἰσχὺν λαμβάνειν οὐ δύναται.

7

pr.Ὁ ὑπὸ κεφαλικὴν ἀπόφασιν γενόμενος εἰ ἐγκαλέσηται ἐν τῷ μέσῳ καιρῷ καλῶς διατίθεται, εἰ καὶ μὴ δέξηται τὴν ἔκκλητον ὁ ἀποφηνάμενος.

8

pr.Ὁ περὶ τῆς οἰκείας καταστάσεως ἀμφιβάλλων οὐ διατίθεται.

9

pr.Ἡ προγενεστέρα διαθήκη ἀνατρέπεται ὑπὸ τῆς μεταγενεστέρας τελείας οὔσης, κἄν ἐστιν ἡ πρώτη ἔγγραφος.

10

pr.Ἐὰν διάθηται ὑπεξούσιος ἢ ἄνηβος ἢ δοῦλος, οὐκ ἔῤῥωται, κἂν ὁ μὲν αὐτεξούσιος ἀποθάνῃ, ὁ δὲ ἔφηβος, ὁ δὲ ἐλεύθερος. – ση. οὔτε ἄνηβος οὔτε μαινόμενος οὔτε ἄσωτος οὔτε ὑπεξούσιος διατίθεται καὶ συναινούντων τῶν πατέρων.

11

pr.Ὁ παρὰ τοῖς πολεμίοις ὢν οὐ καλῶς παρ᾿ αὐτοῖς διατίθεται, εἰ μὴ συμβῇ τοῦτον εἰς τὴν ἡμετέραν πολιτείαν ἐλθεῖν.

12

pr.Ὁ μετὰ τὸ διατίθεσθαι παρέχων ἑαυτὸν εἰς θέσιν ἀναχωρεῖ τῆς πρὸς τὸν κληρονόμον εὐνοίας, καὶ διὰ τοῦτο εἰ καὶ αὐτεξούσιος τελευτήσει οὐ καλῶς ἐκδικεῖ τὴν κληρονομίαν αὐτοῦ ὁ σκρίπτος, εἰ μὴ ἄρα ἢ ἐν κωδικέλλοις ἢ ἐν ἄλλῳ τινὶ σημανεῖ ὅτι ἐπ᾿ αὐτῇ τῇ διαθήκῃ θέλει τελευτῆσαι.

13

pr.Ποστούμου ἐπιγεννηθέντος ῥοῦπταν ποιεῖ τὴν διαθήκην καὶ οὐδὲν τῶν ἐν αὐτῇ καταλειφθέντων ἔῤῥωται.

14

pr.Ἐάν χειρὶ τοῦ υἱοῦ μου γραφῇ ἡ ἐξνερεδατίων αὐτοῦ, ἔῤῥωται. ὅσα γὰρ καθ᾽ ἑαυτοῦ γράψει τὶς ἐν ἀλλοτρίᾳ διαθήκῃ, ἰσχυρῶς γράφει, ὡς βι. λζ΄ τί. δ΄ διγ. η΄.

15

pr.Καὶ τὴν γαστέρα καλῶς τις ποιεῖ ἐξνερεδάτον ὁ ἐλπίζων ὑπεξούσιον ἐξ αὐτῆς τίκτεσθαι αὐτῷ.

16

pr.Ἐὰν ἐγκύμονα γυναῖκα ῥεπουδιατεύσω καὶ γεννήσασα ἔκθηται τὸ παιδίον καὶ ἕτερός τις ἀναθρέψῃ αὐτὸ, καὶ ἐν ὅλῃ τῇ ζωῇ μου ἐγὼ καὶ ἡ μήτηρ τοῦ παιδίου ἀγνοήσομεν εἰ περίεστιν, ὅμως ἀπόκληρος [μὴ] γινόμενος ἀνατρέπει τὴν διαθήκην, ὡς βι. κθ ' τί. α΄ διγ. λς΄.

17

pr.Ἐὰν τῷ πάππῳ διαθεμένῳ γεννηθῇ ἔγγονος ἐξ υἱοῦ περιόντος, οὐ ῥήγνυσι τὴν διαθήκην, ὡς βι. κθ ' τί. α΄ διγ. α΄.

18

pr.Ὁ ἐξ υἱοῦ ἔγγονος ἀποκληρονόμος ὑπὸ τοῦ πάππου γινόμενος οὐδὲ ἐπαναβαίνων τῷ τόπῳ τοῦ πατρὸς ἀφανίζει τοῦ πάππου τὴν διαθήκην. ση. οὐκ ἀνατρέπεται παρὰ τοῦ υἱοῦ τοῦ υἱοῦ τοῦ πάππου ὡς τοῦ υἱοῦ αὐτοῦ κληρονομοῦντος.

19

pr.Οἱ ἐξνερεδάτοι παῖδες κληρονομοῦσιν, ἐὰν ῥούπτα γένηται ἡ διαθήκη, ὡς βι. μά. τί. α διγ. ιγ.

20

pr.᾿Ανίσχυρός ἐστιν ἡ διαθήκη, ἐάν τις γράψη τὸν υἱὸν αὐτοῦ κληρονόμον ἐὰν δείξῃ ὅτι υἱὸς αὐτοῦ ἐστιν. ση. ἀνατρέπεται ἡ διαθήκη ὡς αὐτομοιχοῦ ὄντος τοῦ πατρός. κα· Εἰ καὶ ἐν ἀχρήστῳ διαθήκῃ εἴποι ὁ διαθέμενος ὅτι βούλεται εἶναι ταύτην κυρίαν ἐπὶ πάσης ἐξουσίας, φυλάττεται καὶ ἐξ ἀδιαθέτου τὰ ἐν αὐτῇ γεγραμμένα.

22

pr.Ὅτε τῷ τῆς καθοσιώσεως ἐγκλήματι κατακρίνεται ἡ τοῦ τελευτήσαντος μνήμη, ἴνριτος τουτέστιν ἄκυρος γίνεται ἡ διαθήκη αὐτοῦ, ὡς βι. λα΄.

23

pr.Ἐὰν υἱὸς ἀμνημόνευτος καταλειφθῇ, ἀνατρέπεται ἡ διαθήκη καὶ ἐξ ἀδιαθέτου ἔρχεται. ὡς βι. λζ΄ τί. α΄ διγ. ια΄.

24

pr.Ἐάν τις δευτέραν ποιήσας διαθήκην σχίσῃ αὐτὴν ἵνα ἐκ τούτου ἡ προτέρα βεβαιοῦται εἴη ἡ πρώτη. ση. ἀπὸ ψιλῆς διαθέσεως διαθήκη οὐκ ἰσχυροποιεῖται.

25

pr.Κἂν ἀγνοῇται ὁ παῖς ῥούπταν ποιεῖ τὴν διαθήκην μηδὲ κληρονόμος γραφόμενος μηδὲ ἀπόκληρος. τὰς δὲ ἐλευθερίας ἐὰν ἐπὶ πενταετίαν κρατήσωσι καὶ τότε κινήσει κατὰ τῆς διαθήκης, οὐκ ἀνατρέπει αὐτάς. ὡς βι. μ΄ τί. δ΄ διγ. κθ΄. σχόλ. λαμβάνει δὲ ὁ κληρονόμος ἀνὰ κ΄ νομισμάτων ὑπὲρ τοῦ τιμήματος αὐτῶν.

26

pr.Ἀπὸ ῥούπτας διαθήκης οὐ διρέκτα οὐδὲ φιδικομισσαρία ἐλευθερία δίδοται, εἰ μὴ ἄρα κελεύσει ὁ τεστάτωρ καὶ ἐξ ἀδιαθέτου ἢ ἐν κωδικέλλῳ κρατεῖν αὐτὰς, ὡς βι. μ΄ τί. ε διγ. κδ΄.

27

pr.Ἐὰν τὸν ἐμαγκιπάτον μου υἱὸν λάβω εἰς θέσιν ἤδη ποιήσας διαθήκην, τὰ φυσικὰ δίκαια πλέον ἐπ᾿ αὐτῷ ἰσχύει τῶν τῆς θέσεως. ἡ διαθήκη οὐ ῥήγνυται ὡς ἐξ ἀρχῆς μείναντος αὐτοῦ ἐπὶ τῆς φύσεως. – ση. οὐ δύναται γὰρ τῇ εἰκόνι τῆς θέσεως ἡ ἀλήθεια τῆς φύσεως σκέπεσθαι, ὡς βι. κή τί. β΄ διγ. 5΄.

28

pr.Ἐν ταῖς περὶ τῶν διαθηκῶν ζητήσεσιν οὐ χρὴ πρὸς τοὺς ἀκριβεῖς ὅρους τῶν ὀνομάτων ἡμᾶς καταγίνεσθαι, ἐπειδὴ ὡς ἐπὶ τὸ πλεῖστον οἱ διατιθέμενοι καταχρηστικῶς διαλέγουσι καὶ οὐ κυριολεκτοῦσιν, ὡς βι. λβ ' τί. ζ΄ διγ. ξη΄.

29

pr.Οὐκ ἄλλως δὲ τῆς σημασίας τῶν λέξεων τοῦ διατιθεμένου ἀναχωρεῖν ἡμᾶς, εἰ μὴ ὅτε πρόδηλόν ἐστιν ὡς ἕτερόν τι διενοήθη.

30

pr.Τὰ μετὰ τὴν συμπλήρωσιν τῆς διαθήκης ἐγγραφόμενα αὐτῇ οὐκ ἔῤῥωται, ὡς βι. ή τί. ε διγ. ια΄.

31

pr.Τὸ ὑπερτιθέναι τὴν ἄνοιξιν τῆς διαθήκης οὐ καταβλάπτει τὸν κληρονόμον. ἡ τῆς δεκαετίας παραδρομὴ εἰ μὴ ἄρα τελείας γενομένης ἐγγράφου ἢ ἀγράφου ἐναντίαν γνάμην τοῦ διατιθεμένου δηλούσης ἐπὶ ζ΄ ἢ ἐ μαρτύρων. ὡς βι. κή τί. ε διγ. [γ΄].

32

pr.Ἐάν τις οὐ κατὰ φόβον ἐγκλήματος ἀλλὰ διὰ τὸ μισεῖν τὴν ἰδίαν ζωὴν ἢ διὰ τὸ μὴ φέρειν τὸν ἐπικείμενον αὐτῷ πόνον ἀνέλῃ ἑαυτὸν, καλῶς ἀνοίγεται καὶ ἀναγινώσκεται ἡ τούτου διαθήκη, ὡς βι. κθ ' τί. ε διγ. [α΄].

33

pr.Ὁ ἐπιμείνας μέχρι ἀποφάσεως κινῶν τὸ πλαστὸν κατὰ τῆς διαθήκης καὶ ἡττηθεὶς οὐδὲν ἐξ αὐτῆς λαμβάνει, ἀλλ᾽ εἰς τον φίσκον ἔρχονται τὰ καταλελειμμένα, ὡς βι. ς ' τί. λέ διατ. γ΄ τοῦ κώδ.

34

pr.Εἰ δὲ κινήσας ἀπέστη πρὸ τῆς ψήφου, οὐδὲν ζημιοῦται, ὡς βι. δ΄ τί. νβ΄ ζ΄ τοῦ κώδ.

35

pr.Τῆς διαθήκης εἰς μέρος ἀνατρεπομένης ἐκ τῆς δινοφφικιόσο ἰσχύουσιν αἱ ἐν αὐτῇ ἐλευθερίαι καὶ τὰ ληγάτα, ὡς βι. λζ΄ τί. ζ΄ διγ. ς΄. ση. τὰ μεταξὺ ἄλλων κρινόμενα ἄλλους οὐ καταβλάπτει.

36

pr.Ὁ λαβὼν ληγάτον ἐν διαθήκῃ οὐ δύναται δινοφφικιόσο κατ᾿ αὐτῆς κινεῖν ὅτι ἠσπάσατο τὴν τοῦ πατρὸς βούλησιν. ὁ δὲ ἀγνοήσας δύναται ὡς πλαστῆς αὐτῆς κατηγορῆσαι.

37

pr.Ὁ ἐναγόμενος τῇ δινοφφικιόσο κληρονόμος καὶ ἡττώμενος οὐκ ἐκπίπτει τοῦ εἶναι κληρονόμος.

38

pr.Ἐὰν ὑπὸ αἵρεσιν γραφῇ κληρονόμος ὁ κυοφορούμενος, καὶ πρὶν ἢ τεχθῇ ἐξέλθῃ ἡ αἵρεσις, οὐ ῥήγνυται ἡ διαθήκη τῇ ἐπιγεννήσει αὐτοῦ.

39

pr.Καὶ κατὰ διαθήκης θετῶν πατέρων κινεῖται δινοφφικιόσο τουτέστιν μέμψις, εἰ μὴ διελύθη τῇ ἐμαγκιπατίονι τοῦ παιδὸς τουτέστι τῇ αὐτεξουσιότητι. καὶ ὁ διαλυσάμενος περὶ τῆς δινοφφικιόσο δύναται ὡς πλαστῆς κατηγορῆσαι αὐτῆς.

40

pr.Εἴσω μὲν ἐ ἐνιαυτῶν κινουμένης τῆς δινοφφικιόσο καὶ κρατούσης οὐκ ἰσχύουσιν αἱ διδόμεναι ἐν τῇ διαθήκῃ ἐλευθερίαι, μετὰ δὲ ἐ ἐνιαυτοὺς κινουμένης αὐτῆς καὶ ἀνατρεπούσης τὴν διαθήκην ἁρμόσει μὲν ἑκάστῳ οἰκέτῃ ἡ ἐλευθερία, ἀπαιτοῦνται δὲ ἀνὰ κ΄ νομισμάτων παρασχεῖν τῷ νενικηκότι. ὡς βι. κα τί. δ΄ διγ. νθ΄. ση. τῶν ἐν διαθήκῃ ἐλευθερουμένων τὰ πεκούλια τῷ κληρονόμῳ διαφέρουσιν.

41

pr.Ἐάν ὁ κληρονόμος δοῦλον ἐλεύθερον ἀποκαλέσῃ, ἀνατραπῇ δὲ μετὰ ταῦτα ἡ διαθήκη ἐκ τῆς δινοφφικιόσο, κ ' νομίσματα ἀπαιτεῖται ὁ οἰκέτης ὑπὲρ τοῦ ἰδίου τιμήματος, ὡς βι. μ΄ τί. δ΄ διγ. κθ '.

42

pr.Ὁ τικτόμενος ὑπεξούσιος κἂν ἀτελὴς ᾖ, ἀναπνέων μέντοι, καὶ ὁ ἐξ ἀνατομίας ῥήσσει τὴν διαθήκην. ὁμοίως καὶ ὁ τῷ ἑτέρῳ καιρῷ τεχθείς.

43

pr.Ἐὰν ὁ κυοφορούμενος ἀμνημόνευτος ἐαθῇ ἐν διαθήκῃ, καὶ τεχθῇ μὲν φωνὴν δὲ μὴ ἀφήσῃ, εἰ ὅλως τελείως γεννηθῇ ζῶν, κἂν ἅμα τῷ πεσεῖν ἐν τῷ ἐδάφει ἐτελεύτησεν ἢ ἐν ταῖς χερσὶ τῆς ἰατρίνης, ῥήγνυσι τὴν διαθήκην.

44

pr.Ἐάν τις ἀπὸ χριστιανῶν ἢ ἰουδαῖος ἢ ἕλλην γένηται, ἔξεστι περισκοπεῖν καὶ ἀντιψηλαφᾶν τὴν τούτου διαθήκην καὶ μετὰ τὴν τελευτὴν αὐτοῦ εἴσω ὁ ἐνιαυτῶν. οὗτος γὰρ ὁ χρόνος δινοφφικιόσῳ ὥρισται, καὶ ἐὰν ἐλεγχθῇ ἡ τούτου αἵρεσις, ἀνατρέπεται ἡ διαθήκη αὐτοῦ, ὡς βι. α΄ τί. ζ΄ διατ. β΄.