Epit. 1.31
Περὶ διαθήκης ἀπελευθέρων καὶ περὶ προνομίων πατρώνων καὶ περὶ διακατοχῶν.
Abrir no leitor do IusCommune →1
pr.Ἡ συγγένεια ὄνομά ἐστι γενικὸν, διαιρεῖται δὲ εἰς ἀνιόντας καὶ εἰς κατιόντας καὶ εἰς τοὺς ἐκ πλαγίου. ἀλλ᾽ αὖται αἱ τρεῖς συγγένειαι ἐπὶ τῶν εὐγενῶν σκοποῦνται· ἐπὶ δὲ τῶν ἀπελευθέρων ἀνιόντας οὐκ ἴσασιν οἱ παλαιοί (πῶς γὰρ ὁπότε ἐν δουλείᾳ ἐτέχθησαν;) οὔτε τοὺς ἐκ πλαγίου· ὁ γὰρ μὴ ἔχων ἀνιόντας οὔτε τοὺς ἐκ πλαγίου κέκτηται· ἐξ ἐκείνων γὰρ οὗτοι καταλαμβάνονται. μόνην γὰρ ἔχουσι τὴν τῶν κατιόντων συγγένειαν τουτέστι τῶν συλληφθέντων καὶ τεχθέντων αὐτοῖς παίδων καὶ ἐγγόνων καὶ ἐφεξῆς. ὅθεν ἐὰν ἀπελεύθερος ἀδιάθετος τελευτήσῃ, εἰ μὲν ὑπεστιν αὐτῷ παῖς συλληφθεὶς ἢ μετὰ τὴν ἐλευθερίαν ἢ πρὸ τῆς ἐλευθερίας ὁ καὶ συνελευθερωθεὶς αὐτῷ ἢ προελευθερωθεὶς ἢ καὶ μετὰ τὸ ἐλευθερωθῆναι αὐτὸν ἐλευθερωθεὶς, οὗτος κληθήσεται ἐπὶ τὸν κλῆρον. τούτου δὲ μὴ ὑπόντος τὸν πάτρωνα ὁ νόμος ὑπενόησεν. εἰ δὲ διαθέμενος μηδὲν καταλιπὼν τῷ πάτρωνι ἄπαις ὢν, ἢ ἔχων παῖδας ἢ ἐγγόνους, ἀποκλήρους δὲ αὐτοὺς ποιήσας ἐτελεύτησε, καὶ μὴ δυνηθῶσιν οὗτοι οἱ παῖδες ἀνατρέψαι τὴν διαθήκην, τότε ὁ πάτρων τὸ γ΄ μέρος λήψεται τῆς ὅλης περιουσίας, ὥστε ληγάτον ἐκ τούτου μὴ ἀναγκάζεσθαι αὐτὸν καταβαλεῖν.
2
pr.Οὐ μόνον δὲ ὁ πάτρων καὶ ἡ πατρώνισσα καὶ οἱ τούτων κατὰ νόμους καλοῦνται ἐπὶ τὴν τοῦ ἀπελευθέρου κατὰ τὰ εἰρημένα κληρονομίαν, ἀλλὰ καὶ οἱ ἐκ πλαγίου αὐτῶν μέχρι πέμπτου βαθμοῦ.
3
pr.Εἰ δὲ τοῦ αὐτοῦ πάτρωνος ἢ τῆς πατρωνίσσης ἢ δύο πατρώνων ἢ πατρωνισσῶν ἢ καὶ πλειόνων ὕπεισι παῖδες, ὁ ἐγγύτερος τῷ βαθμῷ εἰς τὰ τοῦ ἀπελευθέρου κληθήσεται πράγματα.
4
pr.Εἰ δὲ ἑνὸς πάτρωνός εἰσι δύο παῖδες, ἄλλου δὲ τρεῖς, διαθήκης ὑποκειμένης. εἰ γὰρ ἀδιάθετος τελευτήσει παῖδας μὲ καταλιπὼν ὁ ἀπελεύθερος ἢ ἡ ἀπελευθέρα, ἐχέτω τηνικαῦτα ὁ πάτρων τὴν ὁλοκληρίαν. εἰ δὲ παῖδας κατέλειψεν, οὐ λήψονται οἱ πάτρωνες πλέον τοῦ τετραουγκίου ἐκ τῆς οὐσίας αὐτοῦ, καὶ τότε ἐὰν ὑπερβαίνῃ ἡ οὐσία τῶν ρ ' νομισμάτων. εἰς ε΄ μερισθήσεται ἡ κληρονομία. τὸ αὐτὸ καὶ ἐπὶ τῶν ἐκ πλαγίου.
5
pr.Εἴρηται δὲ ἐν τῷ γ΄ βι. ἰνστ. ζ΄, ὅτι οἱ ἀπελεύθεροι ἥττονα ἔχοντες περιουσίαν τῶν ρ ' νομισμάτων μηδεμία χώρα τῷ πάτρωνι διδόσθω εἰς τὸ κληρονομῆσαι διαθήκης ὑποκειμένης. εἰ γὰρ ἀδιάθετος τελευτήσειεν παῖδας μὴ καταλιπὼν ὁ ἀπελεύθερος ἢ ἡ ἀπελευθέρα, ἐχέτω τηνικαῦτα ὁ πάτρων τὴν ὁλοκληρίαν.
6
pr.Εἰ δὲ παῖδας ἔχοι καὶ διάθηται τὰ κατ᾿ αὐτῶν, οὐκ ἀναγκάζεταί τι καταλιπεῖν τοῖς ἰδίοις πάτρωσιν ὁ ἀπελεύθερος. εἰ δὲ μὴ διάθηται εἰς τοὺς παῖδας αὐτοῦ, ἀλλ᾽ εἰς τοὺς ἐξωτικοὺς, τότε ὀφείλει ἐάσαι τοῖς πάτρωσιν αὐτοῦ τὸ νόμιμον αὐτοῖς μέρος, ὡς βι. ς ' τί. ιγ ' διατ. α΄ τοῦ κώδ. Ϛ΄. Ἐὰν ὁ πάτρων γραφῇ κληρονόμος ὑπὸ τοῦ ἀπελευθέρου εἰς τὸ κεχρεωστημένον αὐτῷ τετραούγκιον καὶ βαρηθῇ φιδικομίσσοις καὶ ὁμολογήσῃ τοῖς φιδικομμισσαρίοις διδόναι τὰ καταλειφθέντα, οὐκ ἔῤῥωται ἡ ἐπερώτησις, ἵνα μὴ μειωθῇ τὸ ἀπὸ τοῦ νόμου κεχρεωστημένον τῷ πάτρωνι, διὰ τὸν κανόνα τὸν λέγοντα· τὸ ἀπὸ τοῦ νόμου διδόμενον ἰδιώτης ἀφελέσθαι οὐ δύναται. ἡ΄. Εἰ δὲ καὶ μείζων εἴη τῶν ρ ' νομισμάτων ἡ περιουσία τοῦ ἀπελευθέρου ἢ τῆς ἀπελευθέρας καὶ μὴ δυνηθῶσιν οἱ τούτων παῖδες διὰ τῆς δινοφφικιόσο τὴν διαθήκην ἀνατρέψαι, τότε ἐκ τῆς τοῦ θειοτάτου Ἰουστινιανοῦ διατάξεως τοῖς πάτρωσι καὶ ταῖς πατρωνίσσαις διδομένης τῆς κόντρα ταβούλας οὐ τὸ ἥμισυ ὥσπερ τὸ παλαιὸν κατὰ τὸν Παπίου νόμον, ἀλλὰ τὸ γ΄ μέρος ἀποσπασθήσεται ἢ τὸ ἐλλεῖπον τοῦ τρίτου ἀναπληρωθήσεται, ὥστε ληγάτον ἢ φιδικόμισσον ἐκ τούτου μὴ ἀναγκάζεσθαι αὐτοὺς καταβαλεῖν οὐ μόνον ἐξωτικοῖς, ἀλλ᾽ οὐδὲ τοῖς παισὶ τοῦ ἀπελευθέρου ἢ τῆς ἀπελευθέρας. ἀλλ᾽ ὅπερ ἔτυχεν παρ᾿ αὐτῶν καταλειφθὲν, ὁ συγκληρονόμος ἐπιγνώσεται τοῦτο. ση. ἡ τῶν ἀπελευθέρων ἡμῶν κληρονομία ὡς χρέος ἡμῖν ἁρμόζει. σχολ. ὁ πάτρων οὐκ ἔχει τὴν κόντρα ταβοίλας κατὰ τῆς διαθήκης τοῦ ἀπελευθέρου, ἐὰν τὰς δωρεὰς καὶ τὰς ὀπέρας προέκρινε τῆς διακατοχῆς. ὡς βι. ς ' τί. γ΄ διατ. α΄. ση. ὅτι πᾶς ἀπελεύθερος ἀναγκάζεται τας ἐπιτεθείσας αὐτῷ ὀπέρας διδόναι εἴτε δι᾽ ἑαυτοῦ εἴτε δι᾽ ἑτέρου προσώπου, καὶ οὐ δύναται συμφωνεῖν ὥστε τιμὴν ἀντ᾿ αὐτῶν διδόναι. πλὴν ἡ. διάτ. τοῦ παρόντος τί. λέγει καὶ διατίθεται εἰς αὐτὰς ὡς βούλεται καὶ καλῶς δίδωσιν ὁ ἀπελεύθερος μισθὸν ὑπὲρ τῶν ἑαυτοῦ ὀπερῶν.
9
pr.Ἐὰν ἀπελεύθερος δημευθῇ, μένει ἔχων ὁ πάτρων κατὰ τῆς οὐσίας αὐτοῦ τὸ πατρωνικὸν δίκαιον. ὁμοίως καὶ οἱ παῖδες τῶν πατρωνισσῶν ἔχουσι κατὰ τοῦ δημευθέντος πατρωνικὸν δίκαιον.
10
pr.Ὁ ἀπελεύθερος ἔχων οὐσίαν ἥττονα τῶν ρ ' νομισμάτων ὡς θέλει διατίθεται εἰς αὐτὴν, κἂν ἔχῃ κἂν μὴ ἔχῃ παῖδας. τὸ αὐτὸ καὶ ἐπὶ τοῖς ἐκ πλαγίου.
11
pr.Ὁ τοῦ πάτρωνος υἱὸς μὴ κληρονομῶν τὸν ἴδιον πατέρα ὡς ἀχάριστος οὐδὲ τοῦ ἐκείνου ἀπελευθέρου κληρονομίαν δέχεται.
12
pr.Πᾶσα διακατοχὴ ἐντὸς ἐνιαυτοῦ σβέννυται. δύναται δὲ καὶ ὁ υἱὸς ἀγνοοῦντος τοῦ πατρὸς αὐτῆσαι διακατοχὴν ἰδίῳ κινδύνῳ αὐτοῦ. ἐὰν δὲ ὁ πατὴρ μὴ ἤτησεν, ὁ υἱὸς οὐ δύναται αἰτεῖν. καὶ πάλιν ἐὰν ἔδραμεν τὸν πατέρα ὁ χρόνος τῆς διακατοχῆς, αἰτεῖ ὁ υἱὸς καὶ προσπορίζει τῷ πατρὶ τὸν οὐσούφρουκτον τουτέστι τὴν χρῆσιν. εἰ δὲ ἠμέλησεν ὁ πατὴρ καὶ οὐκ ἐξήτησε τὴν διακατοχὴν τοῦ υἱοῦ ἣν εἶχεν ἐκ μητρικῆς κληρονομίας, οὐ προσπορίζει τῷ πατρὶ τὴν χρῆσιν, ἀλλ᾽ ἑαυτῷ μόνῳ προσπορίζει, ἐὰν αὐτὸς ὁ υἱὸς διεξεδίκησε τὴν κληρονομίαν αὐτοῦ.
13
pr.Ὁ χρόνος τῶν διακατοχῶν τέλειός ἐστι. καὶ ἐάν ἐστι κατὰ φάκτου ἡ ἄγνοια αὐτοῦ, οὐ τρέχει ὁ χρόνος τῆς διακατοχῆς. τὴν τοῦ νόμου ἄγνοιαν μηδὲ ταῖς γυναιξὶ συμβάλλεσθαι εἰς τὸν τοῦ διηνεκοῦς ἐδίκτου περὶ ἐπιγνώσεως διακατοχῆς [χρόνον], κατὰ τὸν κανόνα τὸν λέγοντα· ἡ τοῦ φάκτου ἄγνοια συγγινώσκεται, ἡ δὲ τοῦ νόμου ἄγνοια οὐ συγγινώσκεται. σχόλ. Ὁ μείζων τῶν ζ΄ ἐτῶν αὐτεξούσιος καὶ ἀδιτεύει καὶ διακατοχὴν αἰτεῖ συναινέσει τοῦ ἰδίου πατρὸς, ὡς βι. ς΄ τί. λ΄ διατ. ιβ΄.
14
pr.Καὶ ὁ περὶ φάκτον πεπλανημένος πρὸ ἀποφάσεως βοηθεῖται, μετὰ δὲ τὴν ἀπόφασιν οὐκέτι δύναται τὴν τοῦ φάκτου ἄγνοιαν προβάλλεσθαι.
15
pr.Φανερὸς δέ ἐστιν ὁ τέλειος χρόνος ἀνιοῦσι καὶ κατιοῦσιν. ἐπὶ δὲ τῶν ἐκ πλαγίου ἐντὸς ρ ' ἡμερῶν διάστημα ἔχει εἰς τὸ κληρονομῆσαί τις τὸν ἀπελεύθερον αὐτοῦ. τοῦ δὲ φάκτου ἡ ἄγνοιά ἐστιν, ἐὰν ἠγνόει τὴν κληρονομίαν καὶ τὴν τελευτὴν τοῦ ἀπελευθέρου καὶ ἐκ πόσου μέρους ὤφειλε κληρονομεῖν, καὶ ἐν τούτῳ συγγινώσκεται.
16
pr.Ἐὰν δὲ αἰτήσῃ ἄνηβος διακατοχὴν χωρὶς αὐθεντίας τοῦ ἐπιτρόπου, καταδέξασθαι οὐ δύναται.
17
pr.Ἐπὶ τῶν ἐξ ἀδιαθέτου διακατοχὴ οὐ τρέχει, οὔτε ἐπὶ τῶν ἀνηλίκων οὔτε ἐπὶ τῶν ὑπεξουσίων.
18
pr.Οὐδεὶς εὐχερῶς συγγινώσκεται νόμον ἀγνοῶν. ὅθεν ὁ μείζων τῶν κέ ἐνιαυτῶν καὶ ἀποταξάμενος τῇ ἰδίᾳ κληρονομίᾳ οὐδὲ ἀπὸ σάκρας δύναται αὐτὴν ἀναλαμβάνειν, κἂν ὡς μητρώαν αὐτὴν ἐπιζητῇ. ση. Διακατοχὴ μὴ αἰτηθεῖσα εἰς κληρονόμους οὐ παραπέμπεται.
19
pr.Σήμερον οὐ χρεία τῆς αἰτήσεως τῶν διακατοχῶν. καὶ ἐκτὸς γὰρ τοῦ αἰτεῖν διακατοχὴν ἀπαιτεῖ ἕκαστος τὴν αὐτοῦ κληρονομίαν, δηλονότι ἐντὸς ὡρισμένου χρόνου, ὡς βι. ς ' τί. διατ. ή΄ τοῦ κώδ.
20
pr.Περὶ ἀγαθῆς διακατοχῆς ἀπὸ διαθήκης. βι. λε΄ τί. ιζ '. Οὐκ ἐκ πάσης διαθήκης δίδοται ἡ διαθήκης βοήθεια, ἀλλ᾽ ἐκ τῆς ὑστέρας μεθ᾽ ἣν ἄλλη οὐ γέγραπται. – Ἐὰν ἀπὸ μυῶν ἢ παλαιότητος μέρος τῆς διαθήκης κοπῇ, δοκεῖ ἐσφραγίσθαι, μάλιστα ἐὰν τρίτον ἢ τέταρτον εἵλητο περὶ τὴν διαθίκην ὁ λίνος καὶ τὸ ἓν μέρος ἐῤῥάγη. – Πρώτη ἐστὶ διακατοχὴ ἡ κατὰ τῆς διαθήκης ἐναντίωσις. καὶ ὅτε πληρωθῇ ὁ χρόνος αὐτῆς ἢ προτελευτήσωσιν οἱ παῖδες ἢ ἀπείπωσιν ἢ ἀπολέσωσιν τὸ δίκαιον τοῦ αἰτῆσαι, δίδοται ἡ ἐκ διαθήκης βοήθεια. – Εἴτε ἐν νέῳ χάρτῃ εἴτε ἐν ὀπισθογράφῳ γέγραπται ἡ διαθήκη, ἁρμόζει ἡ διακατοχή. ἀμφότερα γὰρ καλεῖται χάρτης. Ἡ πλάνη τοῦ διαθεμένου περὶ τὸ ὄνομα ἢ τὸ ἐπάνυμον τοῦ κληρονόμου οὔτε τὴν κληρονομίαν οὔτε τὴν διακατοχὴν βλάπτει. ἐὰν δὲ κατὰ γνώμην αὐτοῦ χαραγῇ τὸ ὄνομα αὐτοῦ, κἂν ἀναγινώσκεσθαι δύναται, εἰς ἑκάτερον βλάπτεται.
21
pr.Περὶ διανεμήσεως καὶ περὶ βουλήσεως τῶν εἰς τοὺς παῖδας γενομένων. Εἰ γὰρ διανέμοι τὶς τα οἰκεῖα πράγματα καὶ αὐτοὺς τοὺς οἰκείους παῖδας προσκαλε σάμενος ποιήσειεν ὑπογράψαι ταῖς νεμήσεσιν αὐταῖς καὶ κυρίας ταύτας ἡγήσασθαι, καὶ ὁμολογήσει ταῦτα κατὰ τοῦτον ἔχειν τὸν τρόπον, ἔστω καὶ τοῦτο κύριον ἐπὶ τοιαύτης πραγμάτων διαιρέσεως κατὰ τὴν ἡμετέραν διάταξιν ἣν περὶ τούτου τεθείκαμεν, ἣν ἐπὶ πᾶσιν τοῖς αὐτῇ περιεχομένοις κυρίαν εἶναι διὰ τοῦδε τοῦ νόμου θεσπίζομεν.