Epit. 1.32
Περὶ φαλκιδίου καὶ ἀμέτρων δωρεῶν καὶ κωδικέλλων.
Abrir no leitor do IusCommune →1
pr.Φαλκίδιός ἐστιν ἄχρι μὲν δ΄ παίδων τὸ γ΄ μέρος τῆς καθαρᾶς ὑποστάσεως, πλειόνων δὲ ὄντων παίδων τὸ ἥμισυ. ἐν τούτῳ οὖν τῷ εἰρημένῳ τρίτῳ ἢ ἡμίσει μέρει ὑπεισέρχονται ὅσοι ἂν ὁρισθῶσι φαλκίδιον μετὰ τῶν τὴν λοιπὴν ὑπόστασιν κατὰ τελευταίαν διάταξιν κληρονομούντων.
2
pr.Ἐπὶ τοῦ φαλκιδίου δεῖ ἐξαιρεθῆναι τὰ ἐποφληθέντα ὑπὸ τοῦ τελευτήσαντος καὶ τὴν περὶ τὴν κηδείαν δαπάνην καὶ τὰ τιμήματα τῶν ἐλευθερωθέντων οἰκετῶν, καὶ λοιπὸν τὸ ὑπόλοιπον σκοπεῖται ὁπόσον ἐστί. τοῦτο γὰρ νομίζεται εἶναι καθαρὰ οὐσία καὶ ταύτης τὸ τρίτον παρακατέχεται.
3
pr.Ὁ κυοφορούμενος ἀντὶ τεχθέντος ἐστὶν ἐν οἷς ἑαυτὸν καὶ οὐχ ἕτερον ἀφελεῖ. ἀμέλει τοῦ πατρὸς αὐτοῦ δημευομένου λαμβάνει μέρος τῆς οὐσίας ἤγουν τὸ τρίτον. εἰς δέ τινα ἕτερον οὐ συμβάλλεται καὶ ἀντὶ τεχθέντος οὐ παραλαμβάνεται. οὐδὲ γὰρ συμβάλλεται εἰς ἐξκουσατίονα τῷ φύσαντι ὁ κυοφορούμενος. ὡς βι. α΄ τί. ε΄ διγ. ζ΄.
4
pr.Ὅθεν τὸ ἐξ ἀδιαθέτου νόμιμον μέρος οὐ μειοῦται οὔτε κατα χρῆσιν οὔτε κατὰ δεσποτείαν, ἀλλὰ καὶ κατὰ χρῆσιν καὶ κατὰ δεσποτείαν ὀφείλει δίδοσθαι, ἐπειδὴ κανών ἐστιν ὁ λέγων· τὸ παρὰ τοῦ νόμου διδόμενον ἰδιώτης ἀφελέσθαι οὐ δύναται. ση. ὅτι πᾶς ἄνθρωπος πρὸς τὸν νόμον ἰδιώτης ἐστὶ χωρὶς βασιλέως. ἐ΄. Τὰ ὑπὲρ φαλκίδιον καταλειφθέντα οὐ ῥεπετιτεύεται τουτέστιν οὐκ ἀνατρέπεται, ὡς βι. λθ ' τί. ε΄ διγ. ιγ ', διὰ τὸν κανόνα τὸν λέγοντα· ὁ ἀγνοίᾳ τοῦ φαλκιδίου πλείονα καταβαλὼν οὐ ῥεπετιτεύει. – ση. καὶ πάλιν ὁ κληρονόμος φάκτον ἀγνοήσας οὐκ ἐχρήσατο τῷ φαλκιδίῳ καὶ διὰ τοῦτο πλέον κατέβαλε, ῥεπετιτεύει τουτέστιν ἀναστρέφει. μὴ δέξῃ ἐναντία τὰ νόμιμα. οὗτος ἀγνοήσας τὸν φαλκίδιον κατέβαλε τὸ πᾶν, ἐκεῖνος δὲ οὐχ οὕτως, ἀλλὰ πλέον τοῦ φαλκιδίου ἐχρήσατο καὶ διὰ τοῦτο οὐκ ἀναστρέφει.
6
pr.Κανών ἐστιν ὁ λέγων· ὅσα ἀπὸ ὑπερθέσεως κερδαίνει ὁ κληρονόμος ψηφίζονται εἰς τὸν φαλκίδιον. καρποὶ οὓς εὗρε πεπείρους ὁ κληρονόμος αὔξουσι τὸν κλῆρον ἐν τῷ φαλκιδίῳ, οὐ μὴν τὸ ἐν τῇ γαστρὶ τῆς δούλης· τὸ γὰρ μήπω τεχθὲν οὐ νοεῖται ἄνθρωπος. ση. οἱ μέντοι ἐν μέσῳ καρποὶ μειοῦσι τὸ χρέος· τῆς γὰρ ἐν καιρῷ τελευτῆς οὐσίας χρεωστοῦμεν τὸ τρίτον. καὶ ἀπὸ παντὸς προσώπου καὶ πράγματος κρατεῖ ὁ φαλκίδιος χωρὶς δανειστοῦ.
7
pr.Ὁ κληρονόμος τότε ποιεῖν ὑπέρθεσιν δοκεῖ καὶ τότε καταδικάζεται τόκον ἀπαιτεῖσθαι τοῦ ληγάτου, ὅτε μετὰ τὴν ψῆφον καὶ τὸν τετραμηνιαῖον χρόνον ὑπέρθεσιν ἐποίησεν. εἰ δὲ ἐτρακτάϊσε μήποτε ὁ φαλκίδιος χώραν σχῇ, οὐκ ἔδοξεν ὑπέρθεσιν ποιεῖν.
8
pr.Ἐὰν ὁ κληρονόμος μὶ καταβάλῃ τὸ προστεταγμένον αὐτῷ ὑπὸ τοῦ τεστάτορος ἐντὸς ἐνιαυτοῦ ψηφιζομένου μετὰ τὴν ὑπόμνησιν τὴν δικαστικὴν, ἐκπίπτει τῆς κληρονομίας. ταῦτα μὲν περὶ κληρονομίας νεαρᾷ α΄, τὰ δὲ ληγάτα τετράμηνον.
9
pr.Τὸ ἀννάλιον ληγάτον ὑπόκειται φαλκιδίῳ, κἂν πρώτῳ ἢ δευτέρῳ ἔτει ἀνυπερθέτως καταβληθῇ. ὃ γὰρ χρεωστεῖ ὁ τεστάτωρ παρακρατῶ, κἂν ἠξιώθην τὰ ἐμὰ πράγματα ἀποκαταστῆσαι.
10
pr.Ἐὰν μετὰ τοῦ δούλου μου γραφῶ κληρονόμος, ὃ προσπορίζεταί μοι [ου] λογίζεταί μοι εἰς φαλκίδιον. καὶ ἐὰν τῷ δούλῳ μου δοῦλος ληγατευθῇ κἀμοὶ ί νομίσματα, οὐ παρακρατεῖται φαλκίδιος τῷ ληγατευθέντι δούλῳ.
11
pr.Ἐὰν ἐγὼ καὶ ὁ υἱός μου γραφῶμεν κληρονόμοι, ὁ προσπορίζει μοι λογίζεταί μοι εἰς φαλκίδιον.
12
pr.Θάνατος δούλων ἢ ἄλλων ζάων τὸν κληρονόμον ὁρᾷ μὲ παρ᾽ αἰτίαν τοῦ ληγαταρίου συμβὰς, καὶ τὸ κέρδος τὸν κληρονόμον ὁρᾷ, οἷον καρποὶ, τοκετός.
13
pr.Ὁ φαλκίδιον θέλων παρακρατεῖν ποιείτω καταγραφὴν ἐμπροθέσμως ἐντὸς γ΄ μηνῶν παρόντων ληγαταρίων ἢ δανειστῶν ἢ καὶ εἰ μὴ εἰσὶν οὗτοι παρόντων γ΄ μαρτύρων ἀξιοπίστων. ἐὰν γὰρ παρόντες οἱ ληγατάριοι μὴ βουληθῶσι παραγενέσθαι ἐπὶ τῇ ποιήσει τοῦ ἰμβέντου, ἀρκοῦσιν οἱ εἰρημένοι μάρτυρες.
14
pr.Τὸ δωρηθὲν γυναικὶ παρὰ ἀνδρὸς οὐ λογίζεται τῷ κληρονόμῳ αὐτῆς εἰς τὸ δ΄. καὶ γὰρ ἀπαιτεῖται τὸ σωζόμενον ἐξ αὐτοῦ καὶ εἴ τι αὐτὸς ἐμείωσεν. οἱ καρποὶ τῶν ὑπὸ αἵρεσιν ληγατευθέντων λογίζονται εἰς τὸ δ΄. ὡς βι. λέ τί. β΄ διγ. κ΄.
15
pr.Ὁ ἀξιωθεὶς ἀποκαταστῆσαί τινι τὴν ἑαυτοῦ κληρονομίαν φυλάττειν ὀφείλει τοῖς ἰδίοις παισὶ τὸ νόμιμον καθὼς Theod. Nov. § 8. - addit: Δεῖ σημειώσασθαι τὸν ἀναγινώσκοντα τοῦτο τὸ κεφάλαιον τὸν προσδιορισμὸν τούτου τοῦ χρόνου τοῦ παρασυρμοῦ τοῦ πληροῦντος τὸν κληρονόμον τὴν διατύπωσιν τοῦ τελευτήσαντος, ὡς ἐνιαύσιον αὐτὸν ὁρίζει ὁ νόμος, ἀλλ᾽ οὐχὶ μετὰ τὴν τελευτὴν ἀπαριθμεῖ τοὺς ιβ΄ μῆνας, ἀλλὰ καὶ μετὰ τὸ ἐγκληθῆναι αὐτὸν ὑπὸ τοῦ νομοθέτου καὶ κριθῆναι πληρῶσαι τὰ διατεταγμένα. ἡμεῖς δὲ κελεύομεν, ἀπὸ τῆς τελευτῆς τοῦ διατιθεμένου τὸν ἐνιαύσιον χρόνον τηρεῖσθαι. Dig.,, §. λεις δὲ εἰδέναι καὶ τοῦτο, ὅτι μετὰ τὴν προῖκα καὶ τὰ ἕδνα τρακταΐζεται ὁ φαλκίδιος. ἀνωτέρω εἴρηται, καὶ ὑπεξαίρειν ἐξ αὐτῆς τὰ γαμικὰ συναλλά γματα καὶ ἃ χρεωστεῖ ἀπὸ προγάμου δωρεᾶς ἢ ἀπὸ προικός. ἀλλὰ καὶ τὰς μόρτις καῦσα δωρεάς μειοῖ ὁ φαλκίδιος.
16
pr.Ὁ γραφεὶς κληρονόμος καὶ κελευσθεὶς ἀρκεσθῆναι ῥητοῖς πράγμασιν ἀναπληροῦται τὸ λοιπὸν τοῦ φαλκιδίου, ἐὰν οὐκ ἐπαρκῶσιν αὐτῷ τὰ ἐαθέντα πρὸς τετραούγκιον. – σχολ. ὁ ἀποκαθιστῶν κληρονομίαν ὀφείλει ἔχειν τὸν φαλκίδιον. κἂν γὰρ ἐαθῇ αὐτῷ ῥητὸν πρᾶγμα παρὰ τοῦ τεστάτορος καὶ οὐκ ἀναλογεῖ πρὸς φαλκίδιον, λαμβάνει τὸ λεῖπον. ὡς βι. γ΄ τί. λς΄ διατ. κδ΄ τοῦ κώδ. ση. ὁ πατὴρ ἀναγκάζεται εἰς τὴν νόμιμον μοῖραν ἐνιστᾶν τοὺς αὐτοῖ κληρονόμους, εἰ μὴ ἄρα ἀχάριστοι ὀφθῶσι. τοὺς γὰρ ἀχαρίστους καλῶς καταλιμπάνει ἀκληρονομήτους, προστιθέμενος μέντοιγε ἐν τῇ ἰδίᾳ διαθήκῃ τὰς αὐτῶν ἀχαριστίας. ὀφείλει δεῖξαι ὁ κληρονόμος αὐτοῦ ὅτι ἀχάριστοί εἰσιν οἱ παραλειφθέντες.
17
pr.Ὁ λαμβάνων ἀργύρια ἐπὶ τὸ παραιτεῖσθαι τὴν κληρονομίαν αὐτὸς ἀπαιτεῖται τὰ ἐν τῇ διαθήκῃ καταλελειμμένα ληγάτα καὶ φιδικόμισσα. δύναται δὲ παρακρατῆσαι φαλκίδιον, εἰ μὴ στρατιώτης ὁ διαθέμενος. ὡς βι. μθ ' τί. β΄ διγ. ζ΄.
18
pr.Ὁ φαλκίδιος ἐλευθερίας οὐ κόπτει οὐδὲ χρέη. μετὰ δὲ τὸν φαλκίδιον δίδοται τὰ ληγάτα. ὁ φαλκίδιος τὴν ἐν καιρῷ θανάτου οὐσίαν τοῦ τεστάτορας περιεργάζεται. ὁ φαλκίδιος οὐ περικόπτει τὸ ληγατευθὲν τῷ δούλῳ.
19
pr.Ἐὰν ἀνὴρ τῇ γυναικὶ ἐν συνεστῶτι τῷ γάμῳ δωρήσηται καὶ ἐν διαθήκῃ βεβαιώσῃ τὴν δωρεάν, χώρα γίνεται τῷ φαλκιδίῳ.
20
pr.Ἐὰν ληγάτον τινὶ καταλείψας ἀξιώσω αὐτὸν ἄλλῳ τοῦτο καταλεῖψαι ἢ ἀποκαταστῆσαι, οὐ παρακρατεῖ τὸν φαλκί-- διον. καὶ ἐὰν ὑπεξουσίου γραφέντος κληρονόμου ὁ πατὴρ ἀξιώσῃ ἑτέρῳ τινὶ ἀποκαταστῆσαι τὴν κληρονομίαν, παρακρατεῖ φαλκίδιον ἐξ αὐτῆς. εἰ δὲ αὐτῷ τῷ υἱῷ ἀξιώσει αὐτὸν ἀποκαταστῆσαι, οὐ παρακρατεῖ τὸν φαλκίδιον, ἐπειδὴ τοῦτον οὐχ ὡς κληρονόμον ἀποκαθίστησιν ὁ πατὴρ ἀλλ᾽ ὡς υἱόν. σχόλ. τὸ ληγατευόμενον ξένῳ ἐφ᾽ ᾧ μὴ πραθῆναι οὐχ ὑπόκειται φαλκιδίῳ, ὡς νεαρᾷ ριθ΄.
21
pr.Ὅτε μὲν αὐτῇ τῇ γυναικὶ ληγατεύηται ἡ προὶξ αὐτῆς, οὐ μειοῦται τῷ φαλκιδίῳ τὸ ληγάτον, εἰ δὲ ἕτερόν τι πρὸς τῇ προικὶ ληγατευθῇ ἐπάνω, εἰς τοῦτο ὑπομένει φαλκίδιον ἡ γυνή.
22
pr.Ἐὰν ὁ πενθερὸς ὑποδεξάμενος προῖκα τουτέστι τῷ ἀνδρὶ αὐτῆς οὗτος ὑπομένει φαλκίδιον ἐπὶ τῇ προικὶ, καὶ εἰ μὲν κληρονόμος ἐστὶν ἀπαιτεῖ τοὺς συγκληρονόμους εἴ τι ἐκ τοῦ φαλκιδίου ἐμείωσε τῇ προικὶ, κἂν ἐξνερεδάτος γέγονε τουτέστιν ἄκληρος. ὡς βι. ε΄ τί. β΄. ση. ὅτι τὰς ἀμέτρους δωρεὰς ἢ προῖκας οὐκ ἀνατρέπει ἡ δινοφφικιόσο τοῦ τεστάτορος. σχόλ. οὐ μειοῖ ὁ φαλκίδιος τὴν προικῶν καὶ προγάμου δωρεῶν ἐπίδοσιν κατὰ τὴν ρή΄ νεαράν.
23
pr.Ὁ ἐπερωτήσας προῖκα δύναται καὶ περὶ μελλούσης κληρονομίας ζημίας ἐπερωτᾶν διὰ τὸ ὅλως ἔχειν τοὺς ὑπολειπαζομένους παῖδας καθαρὸν τὸν φαλκίδιον.
24
pr.Ἐὰν ὁ ἐπιτυχὼν ἀμέτρου δωρεᾶς καὶ ἀρεσθεὶς φιδικομίσσῳ θέλῃ παρακρατῆσαι ἐκ τοῦ φιδικομίσσου φαλκίδιον, οὐ συγχωροῦμεν αὐτῷ τὴν παρακατάσχεσιν ὡς ἔχοντι τὸ κέρδος τῶν ἀμέτρως δωρηθέντων αὐτῷ.
25
pr.Εἴ τις δωρεὰν ἄμετρον εἴς τινα ἤ τινας τῶν παίδων ποιήσηται, ἀνάγκην ἔχει ἐν τῇ διανομῇ τοῦ κλήρου τοσοῦτον ἑκάστῳ τῶν παίδων φυλάττειν τὸ ἐκ τοῦ νόμου μέρος, ὅσον ἦν πρὶν τὴν δωρεὰν ὁ πατὴρ εἰς τοὺς παῖδας τοὺς ταύτῃ τετιμημένους ποιήσαιτο. οὕτω γὰρ οὐδὲν ἔτι ταῖς δωρεαῖς ἐγκαλέσουσιν, ἔχοντες μὲν ἐπὶ πάσῃ τῇ οὐσίᾳ τοῦ πατρὸς τὸ ἀπὸ τῶν νόμων, κατὰ τοσοῦτον δὲ αὐξανομένου τούτου τοῦ μέτρου καθόσον καὶ τὰ πράγματα εἶχον τοῦ πατρὸς πρὶν ταῖς δωρεαῖς ἐξαντληθῇ. οὐ δυναμένων τῶν ἐπὶ ταῖς δωρεαῖς τετιμημένων παίδων φάσκειν ἀρκεῖσθαι μὲν ταῖς ἀμέτροις ταύταις δωρεαῖς, δοκεῖν δὲ ἀφίστασθαι τοῦ πατρῴου κλήρου, ἀλλ᾽ οὐκ ἀναγκαζομένων μὲν εἰ ἀρκοῦνται ταῖς δωρεαῖς καταδέχεσθαι τὸν κλῆρον, ἀνάγκην δὲ ἐχόντων πᾶσι τρόποις ἐπανισοῦν τοῖς ἀδελφοῖς τὸ ἐντεῦθεν διαφέρον καθ᾽ ὅσον εἰρήκαμεν μέτρον, ὥστε μὴ ἔλαττον αὐτοῖς ἔχειν τὸ ἐκ τῶν νόμων ὀφειλόμενον διὰ τὴν γενομένην ἐπὶ ταῖς δωρεαῖς ἀμετρίαν. ὅπουγε ἔξεστι παρ ' αὐτοῦ μᾶλλον ἀγαπωμένοις χαρίσασθαί τι πλέον καὶ μὴ τοὺς λοιποὺς παῖδας διὰ τῆς εἰς ἐκείνους γενομένης ἀμετρίας βλάψαι καὶ τὸν ἡμέτερον παραβῆναι σκοπόν. σχόλ. Ὁ δωρησάμενος πάντα τὰ αὐτοῦ πράγματα τοῖς οὖσιν οἰκείοις παισὶν ἐὰν σχῇ ἄλλον υἱὸν νόμιμον, ἀναγκάζεται περιποιεῖν αὐτῷ τὸ τρίτον ἀφαιρούμενος ἐκ τῶν λαβόντων παίδων ὅσα τὰ αὐτῶν. ἀνάγν. καὶ τὴν φβ΄ νεαρὰν τὴν λέγουσαν ὅτι ὀφείλει ἕκαστος τῶν γονέων ἐάσαι τὸ νόμιμον μέρος πρὸς ὁ ἔχει κατὰ τὸν καιρὸν τῶν δωρεῶν. σκόπει δὲ μὴ τὸ τρίτον μέρος διδόμενον ἀλλὰ τὸ ἥμισυ κατὰ τὴν τὴ νεαράν. ὡς βι. γ΄ τί. κθ ' διατ. ε΄.
26
pr.Ταῦτα μέντοι περὶ παίδων φαμὲν κεχαρισμένων, οὐ μὴν περὶ τῶν ἀγνωμόνων καὶ οἷς ὁ πατὴρ δικαίαν καὶ νόμι μον ἀχαριστίαν ἐπάγει. εἰ γὰρ τοῦτο οὕτως ἔχον φανείη καὶ ἀποδειχθείησαν αἱ τῆς ἀχαριστίας αἰτίαι, ἔστω τὰ τῶν νόμων τῶν ἐπὶ τοῖς ἀχαρίστοις κειμένων κύρια οὐδὲν ἐκ τῆσδε ἡμῶν τῆς νομοθεσίας ἐλαττούμενα.
27
pr.Θεσπίζομεν μὴ ἐξεῖναι παντελῶς πατρὶ ἢ μητρὶ ἢ πάππῳ ἢ μάμμῃ τὸν ἴδιον υἱὸν ἢ θυγατέρα ἢ τοὺς λοιποὺς παῖδας ἀμνημονεύτους καταλιμπάνειν ἢ ἀκλήρους ἐν τῇ ἰδίᾳ ποιεῖν διαθήκῃ, ἀλλὰ διὰ οἱασδήποτε δωρεᾶς ἢ ληγάτου ἢ φιδικομίσσου ἢ ἄλλου οἱουδήποτε τρόπου τὸ ἐκ τῶν νόμων αὐτοῖς ὀφειλόμενον παρέχειν, εἰ μὴ τυχὸν ἀχάριστοι ἀποδειχθῶσιν.
28
pr.Ὁ ἀξιώσας τὸν κληρονόμον ἀγρὸν ἄξιον ρ ' νομισμάτων πωλῆσαι ν ' νομίσμασι, δοκεῖ ληγατεύειν καὶ οὐ χώρα τῷ φαλκιδίῳ.
29
pr.Τάκητόν ἐστιν ὅπερ ἐπαγγέλλεται ὁ κληρονόμος διδόναι τῷ μὴ δυναμένῳ λαβεῖν. δύναται δὲ καὶ ὁ κληρονόμος cit. § 1. - addit §: Kἂν ἄῤῥην καὶ θήλεια καὶ υἱοὶ καὶ ἔγγονοι ὅσοι ἂν ὦσιν ὀφείλουσιν ὀνομαστὶ ἐξνερεδατεύεσθαι, ἐπεὶ ὑπεξούσιοι ὄντες ῥηγνύουσι ἢ ῥούπταν ποιοῦσι τὴν διαθήκην· εἰ γὰρ αὐτεξούσιοί εἰσιν, τὴν κοντραβούλας αὐτοῦσι κατ᾿ αὐτῆς. βι. ς ' τί. κή διατ. [δ '] τοῦ κώδ. Const τί. θ ' διγ. ί. ση. ἐπὶ περιγραφῇ νόμου πίστιν προκιχρᾶ τὸ καταλειφθὲν ἐπαγγειλάμενος τάκητον ἀπο [δοῦναι] φιδικόμισσον, ἐὰν τὰ ἄλλα ληγάτα ὑπὲρ τὸ μέτρον εἰσὶ, καὶ παρακατασχεῖν ἐξ αὐτῶν πρὸς ἀναλογίαν φαλκιδίου. εἰ γὰρ καὶ ἀπὸ τακήτου φιδικομίσσου μὲ παρακρατῆται φαλκίδιος, ὅμως τοῦτο τοῖς ληγαταρίοις οὐ συμβάλλεται. - σχόλ. καὶ τὰ ἐν κωδικέλλῳ ληγατευόμενα ὑπόκειται φαλκιδίῳ. ση. τάκητόν ἐστι τὸ διδόμενον καὶ τοῦτο φαλκιδίῳ οὐχ ὑπόκειται ὡς νεα. ριβ΄.
30
pr.Ἐὰν ὁ ἔχων λ΄ νομισμάτων περιουσίαν ἑνὶ μὲν ληγατεύσῃ λ ' νομίσματα, ἄλλῳ κ΄ καὶ ἄλλῳ ί, λαμβάνει ὁ πρῶτος ιέ καὶ ὁ ἄλλος ί καὶ ὁ ἕτερος ε΄.
31
pr.Εἰ στρατιώτης διάθηται καὶ ἀπολυθῇ τῆς στρατείας, εἶτα ποιήσει κωδικέλλους καὶ τελευτήσει εἴσω ἐνιαυτοῦ, τὸ ὑπὲρ τὴν οὐσίαν καταλειφθὲν ἐκ πάντων μειοῦται τῶν ληγάτων, ὁ δὲ φαλκίδιος ἐκ τῶν ἐν τοῖς κωδικέλλοις. ση. ἐπὶ στρατιωτικῆς διαθήκης ἀργεῖ ὁ φαλκίδιος. ὡς βι. γ΄ τί. κή διατ. ιδ ' ὅτι οὐδὲ τῇ δινοφφικιόσο ὑπόκειται. καὶ ὅτι δύναται ὁ στρατιώτης πᾶσαν τὴν οὐσίαν αὐτοῦ ληγατεύειν· οὐ γὰρ ὑπόκειται φαλκιδίῳ ἡ διαθήκη αὐτοῦ, ὡς βι. ς ' τί. ή διατ. η΄. Περὶ κωδικέλλου. λβ΄. Κωδίκελλός ἐστιν ἐλλιποῦς ἐν διαθήκῃ γνώμης τοῦ διατιθεμένου ἀναπλήρωσις.
33
pr.Διαφορὰ δὲ διαθήκης καὶ κωδικέλλου, ὅτι ἐν μὲν τῇ διαθήκῃ καὶ κληρονόμον καὶ ἀποκληρονόμον ἔξεστι γράφειν καὶ ληγάτα καὶ ἐλευθερίας καὶ ἔνστατον καὶ ὑποκατάστατον, ἐν δὲ κωδικέλλῳ οὔτε κληρονόμον οὔτε ἀποκληρονόμον οὔτε ἔνστατον οὔτε ὑποκατάστατον. ἵνα μή τις σύγχυσις γένηται μεταξὺ διαθήκης καὶ κωδικέλλου.
34
pr.Δύναταί τις ἕκαστος καὶ μετὰ τὴν διατύπωσιν τῆς ἰδίας διαθήκης καὶ μετὰ τὴν ἔνστασιν τῶν ἑαυτοῦ κληρονόμων κωδίκελλον ποιῆσαι καὶ ἀφαιρεῖσθαί τινα ἐξ ὧν εἴα τοῖς κληρονόμοις καὶ ληγατείειν αὐτὰ καὶ ἀποκαθιστᾶν οὐ μόνον ἐξωτικοῖς ἀλλὰ καὶ πᾶσι τῶν ἐαθέντων αὐτῷ κληρονόμων. ση. καὶ ἐν κωδικέλλῳ δίδοται ὑποκατάστασις. καὶ τὰ ἐν κωδικέλλοις καταλιμπανόμενα ὑπόκειται φαλκιδίῳ. σχόλ. εἴρηται βι. ς ' τί. λέ διατ. β΄, ὅτι οὔτε ἔνστασις οὔτε ὑποκατάστασις ἐν κωδικέλλῳ δίδοται. ἐν τούτῳ γὰρ ἡ διαθήκη διαφέρει αὐτοῦ.
35
pr.Ἡ μὲν διαθίκη ζ΄ μάρτυρας ὀφείλει ἔχειν, ὁ δὲ κωδίκελλος καὶ αἱ τελευταῖαι βουλήσεις οὐ δέονται εἰ μὴ ε΄ μαρτύρων. ὡς βι. ς ' τί. λς΄ διατ. ς΄ τοῦ κωδ. Ἠρώτων. ἆρα χρὴ τοὺς κωδικέλλους σφραγίζεσθαι; Θεοδώρου. οὐδαμῶς ἐν ὅλῳ τῷ κώδικι εἴρηται ναὶ ἢ οὔ. πλὴν κεῖται ὅτι οὐκ ἀνάγκη αὐτοὺς σφραγίζεσθαι. ἐγὼ δὲ οἶμαι ὅτι δεῖ τῇ συνηθείᾳ τῶν τόπων προσέχειν καὶ οὕτω ποιεῖν.
36
pr.Καὶ διαθήκης μὴ ὑπούσης γίνεται κωδίκελλος καὶ καταλιμπάνεται φιδικόμισσον. ὡς βι. ς΄ τί. λς΄ διατ. α΄ τοῦ κώδ.
37
pr.Ὁ κληρονόμος ἀναγκάζεται ἐκδικεῖν τὸν φόνον τοῦ ἰδίου τεστάτορος, ἐπεὶ ἀποκαθιστᾶν ἀναγκάζεται τὰ νερεδιτάρια πράγματα μετὰ τῶν καρπῶν. ἡ δὲ γ΄ διάτ. τοῦ λέ τί. τοῦ 5΄ βι. τοῦ κώδ. λέγει, ὅτι κἂν ἀνοιχθῇ ἡ διαθήκη τοῦ φονευθέντος βιαίως πρὸ τοῦ ζητηθῆναι ὁ φόνος αὐτοῦ, φισκοῦται ἡ κληρονομία αὐτοῦ.
38
pr.Ὀφείλει πᾶς κληρονόμος ἐκδικεῖν τὸν φόνον τοῦ αὐτοῦ τεστάτορος, εἰ μὴ ἄρα ἥττων ἐστί. καὶ δοῦλοι ἀκούσαντες τῆς φωνῆς τοῦ φονευθέντος αὐτῶν δεσπότου καὶ μὴ βοηθήσαντες αὐτῷ τιμωροῦνται. ὡς βι. ς΄ τί. κέ διατ. ιζ΄ τοῦ κώδ.
39
pr.Αἱ τελευταῖαι βουλήσεις τῶν τελευτώντων ἐκδίδοσθαι ὀφείλουσι τῷ θέλοντι αὐτὰς μεταγράφεσθαι ὀμνύοντι τὸν περὶ συκοφαντίας ὅρκον.