IusCommune
IusCommune › Textos › Epitome legum › Epitome

Epit. 1.33

Περὶ ἐνστάσεως κληρονομίας καὶ ὑποκαταστάσεως καὶ περὶ συνεισφορᾶς προικὸς καὶ διασκέψεως αὐτῶν.

Abrir no leitor do IusCommune →

1

pr.Οἱ κληρονόμοι ἢ ἔνστατοί εἰσιν ἢ ὑποκατάστατοι. ἡ δὲ ὑποκατάστασις ἢ ἁπλή ἐστιν, ὡς τὸ εἰπεῖν· ἐὰν μὴ κληρονομήσῃ ὁ δεῖνα ἔστω ὁ δεῖνα κληρονόμος, ἢ διπλὴ, οἷον εἴτε [κληρονομήσας εἴτε μὴ] κληρονομήσας ὁ δεῖνα ἄνηβος ἀποθάνη ἔστω ὁ δεῖνα κληρονόμος.

2

pr.Ἔνστασίς ἐστιν ἡ πρώτη θέσις τῆς κληρονομίας τουτέστιν ὁ πρῶτος φύσει βαθμὸς τῶν κληρονόμων.

3

pr.Ὑποκατάστασίς ἐστιν ἡ ἐξ ἀποτυχίας τοῦ πρώτου κληρονόμου ἐπὶ ἕτερον τῆς κληρονομίας μετάθεσις ἐκ διορισμοῦ τοῦ κληροδοτοῦντος, οἷον ὡς εἴ τις εἴποι· ἔστω μοι ὁ δεῖνα κληρονόμος, εἰ δὲ μὴ, ἔστω μοι ὁ δεῖνα.

4

pr.Ἐὰν ἀπὸ τοῦ ἐνστάτου ἀπόκληρός τις γένηται, οὐ μὴν ἀπὸ τοῦ ὑποκαταστάτου ἀπόκληρος γενήσεται, κἂν διασκεπτομένου τοῦ ἐνστάτου τελευτήσῃ, οὐ κληρονομήσει ὁ ὑποκατάστατος.

5

pr.Ἐπὶ τοῦ χρόνου τῆς διασκέψεως ἐὰν παραιτήσηται ὁ ἔνστατος διασκεπτομένου αὐτοῦ καὶ τῷ ὑποκαταστάτῳ αὐτοῦ ἄλλος τοσοῦτος χρόνος δίδοται εἰς ἐπίσκεψιν αὐτοῦ, ὡς βι. ζ΄ τί. β΄ διατ. ή΄ τοῦ κώδ. Ὁ μείζων τῶν κε΄ ἐνιαυτῶν ῥεπουδιατεύσας κληρονομίαν ἀβστινατεύει. ὁμοίως βι. ς΄ τί. μ΄ διατ. δ΄. Τοῦτο δὲ νόει ἐπὶ ἐξωτικοῦ κληρονόμου· ὁ γὰρ σοῦος ἑαυτὸν ἀβστινατεύων ἐκ πατρώας οὐσίας καὶ μετὰ γ ' ἔτη παραλαμβάνει αὐτὴν, εἰ μὴ ἐπράθησαν τὰ πράγματα αὐτῆς. ἡ δὲ ιθ΄ διάτ. τοῦ αὐτοῦ τί. λέγει, μεθ᾽ ὃ μάθοι τὶς ὅτι κληρονόμος ἐστὶν, ἔχει ἐνιαυτὸν εἰς διάσκεψιν, δηλονότι βασιλέα αἰτήσας· εἰ γὰρ παρὰ τοῖς ἄλλοις δικασταῖς αἰτήσειεν διάσκεψιν, θ'΄ μόνον μῆνες αὐτῷ δίδονται. ἀλλὰ καὶ ὁ ὑπολειφθεὶς χρόνος τῆς διασκέψεως καὶ ἐπὶ κληρονόμοις τοῦ διασκεψαμένου παραπέμπεται, ὡς βι. ς΄ τί. λά διατ. ιθ΄ τοῦ κώδ. ἐὰν δὲ μὴ αἰτήσῃ διάσκεψιν μήτε ἀδιτεύσῃ, οὐ παραπέμπει ἐπὶ κληρονόμους τὴν κληρονομίαν.

6

pr.Ὁ γραφεὶς κληρονόμος δύναται εἴσω γ΄ μηνῶν παραιτεῖσθαι, καὶ οὐκ ἐνέχεται δανεισταῖς, κἂν προέγνω ὅτι κληρονόμος ἐστίν.

7

pr.Ὁ ἴμβεντον ποιῶν οὐ δεῖται διασκέψεως· ὁ δὲ διάσκεψιν αἰτῶν οὐκ ὀφείλει ποιῆσαι ἴμβεντον, ὡς βις ' τί. λα΄ διατ. κβ΄.

8

pr.Ὁ ποιῶν ἴμβεντον εἴσω λ΄ ἡμερῶν ἀφ᾽ οὗ ἐμφανισθῇ ἡ διαθήκη ἢ ἀφ᾽ οὗ γνῷ ὅτι κληρονόμος ἐστὶν ὀφείλει ἄρξασθαι καὶ πληροῦν αὐτὸ εἴσω γ΄ μηνῶν, εἰ μὴ ἄρα ἄπεστιν ἢ ἀλλαχοῦ εἰσὶ τὰ κληρονομιαῖα· τότε γὰρ ὀφείλει ἐντὸς ἐνιαυτοῦ πληρῶσαι τὸ ἰμβεντάριον. ὡς διατ. κς ' τοῦ αὐτοῦ τί. λέγει ὅτι οὐκ ἀναγκάζεταί τις καθ ' οἱονδήποτε τρόπον λαβεῖν ἐπιζήμιον κληρονομίαν. ση. ὅτι ὁ ποιῶν ἴμβεντον κληρονόμος ἐὰν χρεωστῆται παρὰ τοῦ τεστάτορος, οὐ πάσχει κομφουσίονα τουτέστι σύγχυσιν, ἀλλὰ μετὰ τῶν ἄλλων δανειστῶν ἀπαιτεῖ τὸ ἴδιον χρέος αὐτοῦ.

9

pr.Δεύτερόν τις οὐκ αἰτεῖ διάσκεψιν. ὡς βι. ς ' τί. λ΄ διατ. κβ΄.

10

pr.Τῷ ὑποκαταστάτῳ οὐ καταφέρεται ἡ κληρονομία ἐν ὅσῳ ὁ ἰνστιτοῦτος διασκέπτεται. ὥστε ἐὰν ἀποθάνῃ ὁ ὑποκατάστατος, οὐ παραπέμπει τοῖς ἰδίοις κληρονόμοις τὴν τοῦ πατρὸς κληρονομίαν κἂν ὕστερον ὁ ἔνστατος παραιτήσηται.

11

pr.Οὐ μόνον τὰ πατρῶα ἀλλὰ καὶ τὰ ἐπικτηθέντα λαμβάνουσιν οἱ ὑποκατάστατοι, εἰ μὴ ἄρα στρατιώτης τοιαύτῃ γνώμῃ ὑποκατέστησεν ὥστε μόνα τὰ ἐξ αὐτοῦ περιελθόντα εἰς αὐτούς. καὶ τῷ ἀποκλήρῳ ὑποκαθιστῶμεν.

12

pr.Ἐάν τις υἱοθετήσῃ ὀρφανὸν καὶ ὑποκαταστήσῃ αὐτῷ, μόνα τὰ ἐξ αὐτοῦ καὶ τὰ κατὰ πρόφασιν αὐτοῦ τυχὸν ἀπὸ φίλων καὶ συγγενῶν τοῦ υἱοθετήσαντος περιελθόντα εἰς τὸν ἄνηβον λαμβάνει ὁ ὑποκατάστατος, διὰ τὸν κανόνα τὸν λέγοντα ὅτι ἡ προσαύξησις τῆς κληρονομίας καὶ εἰς ὑποκαταστάτους ἐκφέρεται.

13

pr.Ἐὰν νομίσας τὸν δοῦλον ἐλεύθερον εἶναι γράψω αὐτον κληρονόμον δοὺς αὐτῷ ὑποκατάστασιν, καὶ κελεύσει τοῦ δεσπότου αὐτοῦ κληρονομήσῃ, τὸ ἥμισυ τῆς κληρονομίας ὁ δεσπότης αὐτοῦ λαμβάνει καὶ τὸ ἥμισυ ὁ ὑποκατάστατος.

14

pr.Ἐν οἱῳδήποτε βαθμῷ ὁ γραφεὶς ἔνστατος ἢ ὑποκατάστατος ἐὰν [μή] κληρονομήσῃ, τὸ μέρος αὐτοῦ πᾶσι πρὸς τὰ κληρονομιαῖα μέρη προσαύξει, εἰ μή τινων ἦν συνημμένος.

15

pr.Οἱ κατιόντες, κἂν ἄρρενες κἂν θήλειαι ὦσιν, προτιμῶνται τῶν ἀνιόντων.

16

pr.Οἱ κληρονόμοι δικαίου εἰσὶ διάδοχοι, καὶ ἐὰν μὴ διέλῃ εἰς αὐτοὺς ὁ διαθέμενος, ἐξ ἴσου καλοῦνται. ση. ἐπὶ τῶν ἐξ ἀδιαθέτου ἐξ ὁλοκλήρου ἀπαιτοῦνται οἱ κληρονόμοι τὰ ἀδιαίρετα. καὶ ἐν ἀπορίᾳ συγγενῶν ἡ γυνὴ τὸν ἄνδρα ἐξ ἀδιαθέτου διαδέχεται, ὡς βι. λβ ' τί. ια διγ. θ΄.

17

pr.Ἐὰν εἷς τῶν παίδων κληρονομήσῃ τοῦ ἰδίου γονέως, προσπορίζει τῷ ἑαυτοῦ πάππῳ τὸν οὐσούφρουκτον τουτέστι τὴν χρῆσιν.

18

pr.Ἐὰν πάππος τελευτήσῃ ἐπὶ υἱῷ καὶ ἐγγόνοις ἀπὸ ἄλλου παιδὸς, οἱ ἔγγονοι ὑπεισέρχονται τὸ πρόσωπον τοῦ ἰδίου γονέως καὶ ἅμα τῷ υἱῷ τουτέστι τῷ ἰδίῳ θείῳ κληρονομοῦσιν αὐτὸν, λαμβάνοντες αὐτοὶ εἴ τι ἔμελλεν λαμβάνειν εἰ περιῆν ὁ πατὴρ αὐτῶν, κἂν ἄῤῥενες κἂν θήλειαι ὦσιν, εἴτε αὐτεξούσιοί εἰσιν εἴτε ὑπεξούσιοι.

19

pr.Κατιόντων μὲ ὑπόντων προκαλοῦνται οἱ ἀνιόντες τῶν ἐκ πλαγίου πάντων χωρίς τῶν ἐκ τῶν αὐτῶν γονέων φύντων ἀδελφῶν. ἰστέον δὲ ὅτι ἐπὶ τῶν ἀνιόντων προτιμᾶται ὁ ἐγγύτερος τῷ βαθμῷ τοῦ μὴ πλησιάζοντος, κἂν θῆλυ πρόσωπον εἴη. εἰ γάρ εἰσι πάντες τοῦ αὐτοῦ βαθμοῦ, ὁμοῦ καλοῦνται εἰς τὴν κληρονομίαν.

20

pr.Οἱ ἀμφιθαλεῖς ἀδελφοὶ καὶ ἀδελφαὶ καὶ ἀνιόντες ὁμοῦ καλοῦνται ἐξ ἴσης, καὶ οὐδὲ προσπορίζουσι τοῖς γονεῦσιν αὐτῶν οἱ ἀδελφοὶ τὴν χρῆσιν τοῦ ἁρμόσαντος αὐτοῖς μέρους ἐκ τῆς κληρονομίας τοῦ ἰδίου ἀδελφοῦ, κἂν ὑπεξούσιοι κἂν αὐτεξούσιοί εἰσιν.

21

pr.᾿Ανιόντων ὑπόντων τῷ τελευτήσαντι καὶ ἀδελφῶν γνησίων καὶ παίδων ἀδελφοῦ ἀμφιθαλοῦς προτελευτήσαντος πάντες καλοῦνται εἰς τὴν αὐτοῦ διαδοχὴν, κἂν θήλειαι κἂν ἄῤῥενες ὦσιν. οἱ γὰρ ἀδελφόπαιδες ὑπεισέρχονται τὸ τοῦ ἰδίου πατρὸς πρόσωπον καὶ λαμβάνουσιν εἴ τι ἔμελλε λαμβάνειν εἰ περιῆν ὁ πατὴρ αὐτῶν.

22

pr.Οἱ ἐκ τῶν αὐτῶν γονέων φύντες ἀδελφοὶ πρώτην ἔχουσι τάξιν εἰς τὸ κληρονομῆσαι τὸν ἴδιον ἀδελφὸν, ἄλλων ἀδελφῶν προκειμένων μὴ ὄντων ἀμφιθαλῶν· πλὴν εἰ ὕπεισι παῖδες ἑτέρου ἀδελφοῦ αὐτῶν ὁμομητρίου καὶ ὁμοπατρίου, κἀκεῖνοι ὁμοῦ καλοῦνται, τουτέστιν οἱ ἀδελφοὶ καὶ οἱ παῖδες τοῦ ἀμφιθαλοῦς ἀδελφοῦ, εἰς τὰ τοῦ τελευτήσαντος αὐτῶν μὲν ἀδελφοῦ, ἐκείνων δὲ θείου. εἰ δὲ μὴ ὑπεισιν ἀδελφοὶ ἢ παῖδες ἀδελφῶν τοιούτων δηλονότι, τότε οἱ ἐκ διαφόρων φύντες γονέων ἀδελφοὶ κληρονομοῦσι τὸν ἀποθανόντα ἑτεροθαλῦ ἀδελφόν.

23

pr.Εάν τις τελευτήσῃ ἐπὶ ἀδελφῷ ἐκ διαφόρων γονέων ὑπάρχοντι καὶ ἐπὶ υἱοῖς ἀδελφοῦ ὁμοπατρίου καὶ ὁμομητρίου οἱ τεκνάδελφοι προτιμῶνται τοῦ ἀδελφοῦ εἰς τὴν κληρονομίαν αὐτοῦ. καὶ γὰρ οἱ ἀπὸ τῶν αὐτῶν γονέων θεῖοι προτιμῶνται τῶν ἐκ διαφόρων ὄντων γονέων ἀδελφοπαίδων.

24

pr.Ἰστέον δὲ ὅτι ἀδελφῶν ἀμφιθαλῶν καὶ παίδων τοιούτων ἀδελφῶν μὴ ὑπόντων τότε οἱ ἐκ διαφόρων γονέων ἀδελφοὶ κληρονομοῦσι τὸν ἐξ ἑνὸς γονέως ὄντα ἀδελφὸν αὐτῶν. ση. καὶ γὰρ οἱ ἀπὸ τῶν αὐτῶν γονέων θεῖοι προκαλοῦνται τῶν ἀπὸ διαφόρων καταγομένων ἀδελφοπαίδων, ὡς νεαρὰ ιή΄.

25

pr.᾿Αδελφοῦ μὴ ὑπόντος μηδὲ ἀδελφόπαιδος οἱ λοιποὶ ἐκ πλαγίου συγγενεῖς καλοῦνται, οἱ τῷ βαθμῷ μέντοιγε ὄντες ἐγγύτεροι· καὶ εἰ εὑρεθῶσι πολλοὶ τοῦ αὐτοῦ βαθμοῦ ὑπάρχοντες, ἐξ ἴσης κληρονομοῦσιν. σχόλ. τὸ δὲ ἰν κάπητα οὕτως ἐστίν· οἷον συνέβη με τελευτῆσαι ἀδιάθετον καταλιπόντα ἀδελφοῦ προτελευτήσαντος καὶ ἀδελφῆς προτελευτησάσης παῖδας. ἀλλὰ τοῦ μὲν ἀδελφοῦ ἦσαν γ΄ ' δ΄, τῆς δὲ ἀδελφῆς α΄ ἢ καὶ β΄. οὐ δεῖ οὖν λέγειν ὅτι οἱ ἀπὸ τῆς ἀδελφῆς τὸ ἥμισυ καὶ οἱ ἀπὸ τοῦ ἀδελφοῦ τὸ ἥμισυ, ἀλλ᾽ ἐν κάπητα γίνεται ἡ διαίρεσις, καὶ οἱ μὲν ἀπὸ τοῦ ἀδελφοῦ ὄντες δ΄ τέσσαρας μοίρας λαμβάνουσιν, οἱ δὲ ἀπὸ τῆς ἀδελφῆς ὄντες β΄ δύο ἕξουσι μέρη.

26

pr.Πάντες οἱ κατιόντες κἂν ἄῤῥενες κἂν θήλειαι ὦσιν ἐξ ἀῤῥένων ἢ ἐκ θηλειῶν ἐξ ἴσου κληρονομοῦσι τοὺς ἰδίους γονεῖς ἐξ ἀδιαθέτου.

27

pr.Εάν τις τελευτήσῃ καὶ ἔγγονον ἢ ἐγγόνην ἀπὸ τοῦ προτελευτήσαντος υἱοῦ καταλίπῃ, καὶ ἀπὸ ἐγγόνου καὶ αὐτοῦ τελευτήσαντος προέγγονον ἢ προεγγόνην, ὁ ἔγγονος ἀπὸ τοῦ υἱοῦ καὶ ὁ προέγγονος ἀπὸ τοῦ ἐγγόνου ἅμα κληρονομήσουσιν. ὥσπερ οἱ ἔγγονοι τὴν τῶν υἱῶν οὕτως καὶ οἱ προέγγονοι τὴν τῶν οἰκείων προγόνων τάξιν ὑπεισέρχονται. ὥστε ὁ μὲν υἱὸς λήψεται τὸ ἥμισυ τῆς κληρονομίας, οἱ δὲ ἐκ τοῦ προτελευτήσαντος υἱοῦ ἔγγονοι δύο ἢ καὶ πλείονες ὄντες τὸ ἕτερον ἥμισυ, ἐπειδὴ ὁ τούτων πατὴρ περιὼν ἐλάμβανε τὸ ἥμισυ.

28

pr.Ἐτελεύτησέ τις ἀδιάθετος ὑπόντων διαφόρων βαθμῶν. εἰ καὶ ὕπεισιν ἀδελφὸς τῷ τελευτήσαντι καὶ υἱὸς ἀδελφοῦ προτελευτίσαντος καὶ θεῖος πρὸς πατρὸς, ὁ ἀδελφὸς ἔσται κληρονόμος καὶ οἱ παῖδες τοῦ τελευτήσαντος ἀδελφοῦ, κἂν ὁ μὲν δευτέρου βαθμοῦ ἐστιν, ὁ δὲ τρίτου.

29

pr.Ἐτελεύτησέ τις ἀδελφὴν ὁμοπάτριον καὶ ὁμομήτριον καταλιπὼν καὶ υἱὸν ἀδελφοῦ προτελευτήσαντος. αὐτὴ προετιμᾶτο παρὰ τὸν υἱὸν ὡς ἀδνατικὰ κτησαμένη δίκαια. τὸ δὲ παλαιὸν ὁ υἱὸς τοῦ τελευτήσαντος ἀδελφοῦ προετιμᾶτο ὡς ἀδνάτος, κἂν τρίτου βαθμοῦ ἦν οὗτος καὶ ἡ θεία δευτέρου. ἀπὸ δὲ τῆς διατάξεως ἰουστινιανοῦ ὡς ἐπαναβαίνων τῷ προσώπῳ τοῦ πατρὸς ὁ υἱὸς κληρονομεῖ ἐπίσης μετὰ τῆς θείας τὸν θεῖον ἢ τὴν θείαν αὐτοῦ. Χ΄. Ἐπεὶ καὶ λυσιτελέστερον ἔδοξεν εἶναι ῥωμαίοις τοὺς ἄῤῥενας μᾶλλον ἐπὶ τὰς κληρονομίας καλεῖσθαι ἢ τὰς θηλείας, ὡς τῇ πολιτείᾳ χρειώδεις ὄντας τοὺς ἄῤῥενας πολεμούντων λειτουργούντων ἀρχόντων. ἀλλ᾽ ἐπειδήπερ ἀτοπώτατον ἐνομίσθη ἐξωθεῖσθαι αὐτὰς καθόλου τῆς τῶν τελευτησάντων διαδοχῆς ἐξωτικοὺς μιμουμένας. κατὰ τὸ εἰρημένον ὅτι αἱ θήλειαι ἀδνατικῷ δικαίῳ κληρονομοῦνται μὲν, οὐ κληρονομοῦσι δὲ βαθμὸν ὁμαιμότητος κἂν ὑπερβᾶσιν. ὁ γοῦν δυοκαιδεκάδελτος τὴν τοῦ νόμου συνήθη φιλῶν ἁπλότητα ἅπαντας ὁμοῦ ἀδνάτους οἱουδήποτε εἶεν βαθμοῦ καθ᾽ ὁμοιότητα σούων ἤτοι γνησίων ἐπὶ τῶν τοῦ τελευτήσαντος ἐκάλει πραγμάτων. ὁ θειότατος ἰουστινιανὸς τὴν ἐπινοηθεῖσαν ἐπὶ τοῦ δυοκαιδεκαδέλτου. εἴτε ἄῤῥενες εἴτε θήλειαι ἴσῳ τρόπῳ εἰς τὰ λεγίτημα τουτέστιν εἰς τὰ νόμιμα τούτους ἐξ ἀδιαθέτου καλεῖσθαι εἰς τὴν διαδοχὴν, τῆς προτιμήσεως τοῦ βαθμοῦ πανταχοῦ σωζομένης, κάντε ἀδνάτισσαί εἰσι κάντε κογνάτισσαι.

31

pr.Εάν τις τελευτήσῃ ἀδιάθετος καὶ ὕπεισιν αὐτῷ υἱὸς θείου πρὸς πατρὸς τελευτήσαντος καὶ θυγάτηρ θείου, εἰ καὶ δ ' εἰσὶ βαθμοῦ, ἐπίσης τὸν οἰκεῖον ἐξάδελφον τὸν τελευτήσαντα διαδέχονται.

32

pr.Ἐὰν κατὰ διαθήκην ἐνστήσωμαι κληρονόμους τὸν δεῖνα εἰς οὐγκίας ς ' καὶ τὸν δεῖνα εἰς οὐγκίας δ΄ καὶ τὸν δεῖνα εἰς οὐγκίας β΄ καὶ ἀμοιβαδὸν αὐτοὺς ὑποκαταστήσω, καὶ οἱ μὲν καταδέξονται τὴν κληρονομίαν οἱ δὲ οὐ καταδέξονται, ἀνάγκην ἔχουσιν οἱ καταδεξάμενοι καὶ τῶν συγκληρονόμων τὸ μέρος καταδέξασθαι, διὰ τὸν κανόνα τὸν λέγοντα· ὁ μέρος κληρονομίας καταδεξάμενος ἀνάγκην ἔχει καὶ τὸ ἕτερον μέρος καταδέξασθαι. ση. τοῦτο ἐπὶ στρατιωτικῆς διαθήκης οὐκ ἔῤῥωται, ἀλλὰ ἀνάγν. τί. κθ ' κεφ. μβ΄.

33

pr.Ὁ εἰπών· ἔστω μοι ὁ δεῖνα κληρονόμος ἐὰν μὴ τεχθῇ τὸ ἐγκυμονούμενον τῆς γυναικός μου, εἰ μὲν τύχοι μὴ γεννηθῆναι ζῶν τὸ παιδίον, ὁ ἐξωτικὸς καλεῖται ὡς ὑποκατάστατος εἰς τὸ μέρος αὐτοῦ. εἰ δὲ τεχθῇ ζῶν καὶ μετὰ ταῦτα ἀποθάνῃ ζώσης τῆς ἰδίας μητρὸς, ἡ μήτηρ αὐτοῦ κληρονομεῖ τὸ μέρος αὐτοῦ. ἐὰν δὲ τελευτήσῃ ἡ μήτηρ πρὸ τοῦ παιδὸς, ὁ ἐξωτικὸς καλεῖται. εἰ δὲ εἴσω τῆς ἥβης ἐτελεύτησε τὸ παιδίον, τουτέστι τοῦ ιδ ' χρόνου, ἕξει κληρονόμους οὐχ ὅντινα ὁ πατὴρ αὐτοῖ ὥρισεν, ἀλλ᾽ οὓς αὐτὸς ἐπενόησεν ἐν τῇ ἰδίᾳ διαθήκῃ, φυλαττόμενος καὶ τῆς μητρὸς τὸ νόμιμον μέρος ἐὰν ὅλως καὶ ζῇ.

34

pr.Ὁ ἔγγονος εὑρίσκων ἑαυτὸν ἀμνημόνευτον ῥήγνυσι τὴν διαθήκην τοῦ πάππου, ἐὰν ὅλως ὁ πατὴρ αὐτοῦ οὐδὲν ἐκληρονόμησεν. ὁ γὰρ νόμος τότε βούλεται τοὺς ἐπαναβαίνοντας ἡσυχάζειν, ὅτε κληρονόμοι γραφῶσιν ἢ ἀπόκληροι.

35

pr.Τὰ χαραχθέντα κληρονομίαι καὶ ληγάτα κἂν εὑρεθῶσιν οὐκ ἔῤῥωνται, ἐν ἀμφιβόλῳ δὲ ὄντα καὶ ἡ ἔνστασις τῶν λοιπῶν καὶ τὰ ληγάτα ἔῤῥωνται διὰ τὸ φιλάνθρωπον. – ση. τῆς διαθήκης ῥούπτας γενομένης ἤτοι καταχαρασθείσης ἐν κωδικέλλοις δύναται βεβαιῶσαι τὴν ἰδίαν διαθήκην καὶ οἷς ἤδη ἐποίησε καὶ οἷς μέλλει διατυποῦν, εἰ μὴ ἄρα εἶπεν ὁ τεστάτωρ μὴ ἐῤῥῶσθαι τὰ ἐν αὐτοῖς. ἀνάγν. τί. λ ' κεφ. κγ '.

36

pr.Ὁ ἔγγονος οὐ δύναται τὰ μὲν τοῦ πατρὸς πράγματα παραιτεῖσθαι, τὰ δὲ τοῦ πάππου καταδέξασθαι, ἐὰν ὁ πατὴρ αὐτοῦ ζῶν ἐκληρονόμησε τὸν πάππον, ἐπειδὴ μία οὐσία νοεῖται. ὡς βι. ς΄ τί ιδ διατ. γ΄ τοῦ κώδ.

37

pr.Εἰ γὰρ συμβῇ με τελευτῆσαι ἀδιάθετον τοῦ αὐτεξουσίου μου υἱοῦ προτελευτήσαντος ὃν ἔλαβεν εἰς θέσιν, οὗτος οὐ διαδέχεται τὰ ἐμὰ δίκαια οὐδὲν εἶδος πρὸς ἐμὲ συγγενείας ἔχων.

38

pr.Ἐάν τις ἀδιάθετος τελευτήσῃ δύο παίδων ὑπόντων ὧν ὁ μὲν ἦν αὐτεξούσιος ὁ δὲ ὑπεξούσιος, οἱ δύο παραγενήσονται ἐπὶ τὴν κληρονομίαν. εἰ δὲ ὁ γενόμενος αὐτεξούσιος δῷ ἑαυτὸν εἰς θέσιν καὶ εὑρεθῇ ἐν τῇ τελευτῇ τοῦ φυσικοῦ πατρὸς ὑπεξούσιος τῷ θετῷ πατρὶ, οὐ παραγενήσεται ἐπὶ τὰ πράγματα τοῦ φυσικοῦ πατρὸς διὰ τὸ ἐν τῇ θετῇ φαμηλίᾳ εἶναι αὐτόν. εἰ δὲ ζῶντος τοῦ φυσικοῦ πατρὸς ἐποίησεν αὐτὸν ὁ θετὸς πατὴρ αὐτεξούσιον, ὁμοίως παραγενήσεται εἰς τὰ πράγματα τοῦ φυσικοῦ αὐτοῦ πατρὸς μετὰ τοῦ ἀδελφοῦ αὐτοῦ. ὅσον πρὸς τὸν θετὸν πατέρα ἐξωτικὸν αὐτὸν εἶναι. εἰ δὲ μετα τὴν τελευτὴν τοῦ φυσικοῦ πατρὸς καὶ ὁ θετὸς πατὴρ ἐποίησεν αὐτὸν αὐτεξούσιον καὶ πρὸς ἐκεῖνον ἐξωτικὸς φανίσεται.

39

pr.Ὁ δὲ θειότατος ἰουστινιανὸς καὶ τὴν τοῦ φυσικοῦ πατρὸς διὰ τὸ εἶναι ἐν θέσει κληρονομίαν ἀπολλύων καὶ τῆς θέσεως ῥαδίως διὰ τῆς ἐμαγκιπατίονος τουτέστι διὰ τῆς αὐτεξουσιότητος διαλυομένης πρὸς οὐδετέρου πατρὸς ἐκαλεῖτο διαδοχὴν, καὶ τοῦτο μεταφέρων ἐπὶ τὸ κάλλιον ἐποίησεν ὡς εἴρηται διάταξιν δι᾿ ἧς ἐκέλευσεν ἵνα ἐὰν ὁ φυσικὸς πατὴρ τὸν υἱὸν εἰς θέσιν ἑτέρῳ παράσχῃ, ἀκέραια μένειν τὰ δίκαια παρὰ τῷ φυσικῷ πατρὶ καὶ μὴ ἐξιέναι αὐτὸν τῆς αὐτοῦ φαμηλίας.

40

pr.Ἐπειδὴ δὲ τὸν θετὸν πατέρα γράφειν αὐτὸν ἀπόκληρον κατὰ τὸ ἀφινιάνιον δόγμα δυνατὸν, ἐν τούτῳ μόνον τῷ θέματι δοκεῖ τι ἔχειν ἡ θέσις εἰς τὸ δύνασθαι τὸν παῖδα ἐξ ἀδιαθέτου παραγενέσθαι εἰς τὴν κληρονομίαν τοῦ καλουμένου θετοῦ πατρός. ἐπείτοιγε διαθήκης ὑπ᾿ αὐτοῦ γενομένης οὔτε κατὰ τὸν πολιτικὸν οὔτε κατὰ τὸν πραέτορα δύναταί τι ἐκ τῆς τούτου κληρονομίας ἀποσπάσαι οὔτε κοντραβούλας αἰτῶν οὔτε δινοφφικιόσον τουτέστιν οὔτε περὶ ἐναντιώσεως οὔτε περὶ μέμψεως, διὰ τὸ μὴ ἀνάγκην ἔχειν τὸν θετὸν πατέρα ἢ γράφειν αὐτὸν κληρονόμον ἢ ἐξερεδάτον ποιεῖν εἰς τὸ ὀφειλόμενον αὐτῷ τέταρτον.

41

pr.Ἐὰν τὸν θετὸν ἐμαγκιπάτον ποιήσω τουτέστιν αὐτεξούσιον, οὐ μόνον ἀδιάθετόν με τελευτῶντα οὐ διαδέχεται, ἀλλ᾽ οὐδὲ πραετεριτευθεὶς τουτέστιν μνημονευθεὶς ἐν τῇ ἐμῇ διαθήκῃ λήψεται κατ᾿ αὐτῆς τὴν κοντραβούλας. ἐπαύσατο γὰρ τοῖς ἐμοῖς συναριθμεῖσθαι παισίν. ση. τοῖς δὲ μένουσιν ἐν τῇ φαμηλίᾳ καθόσον ὁ φυσικὸς οὕτως καὶ ὁ θετὸς εἰς τὸ τετραούγκιον.

42

pr.Καὶ ὁ αἰχμάλωτος διὰ τὴν ἐλπίδα τῆς ὑποστροφῆς καλῶς γράφεται κληρονόμος, καὶ ὁ δοῦλος αὐτοῦ ἐὰν ὑποστρέψῃ λαμβάνει τὴν κληρονομίαν.

43

pr.Ὁ ὑπεξούσιος στρατιώτης ὑπὸ τοῦ στρατιώτου γραφεὶς κληρονόμος καλῶς ἀδιτεύει καὶ χωρὶς κελεύσεως τοῦ πατρός. ὁ δὲ χωρὶς στρατείας ὢν κατὰ κέλευσιν τοῦ πατρὸς ἀδιτεύει τὴν μητρώαν κληρονομίαν, καὶ προσπορίζει αὐτῷ τὸν οὐσούφρουκτον, ὡς βι. κβ ' τί. γ΄ διγ. κθ΄.

44

pr.Ἐὰν ἐν μέρει γραφῇ τις κληρονόμος καὶ ἐν μέρει ὑπὸ αἵρεσιν, τὸν μὲν κληρονόμον εὐθὺς ἀδιτεύειν διὰ τὸ εἶναι αὐτὴν πούραν τουτέστι καθαρὰν ἔνστασιν, τὴν δὲ αἱρετὴν οὐ κληρονομεῖ εἰ μὴ πληρωθῇ ἡ αἵρεσις τῆς ἐνστάσεως.

45

pr.Ἐπὶ τῶν συνεζευγμένων αἱρέσεων ἀρκεῖ τὸ καὶ μίαν ἐξελθεῖν. οἷον ἐταξάμην τὸν ἀγρόν μου πέτρῳ καὶ παύλῳ ὑπὸ αἵρεσιν ἐν μιᾷ ἡμέρᾳ ὁ προλαβὼν καὶ ἐγκαλεσάμενος κτᾶται τὴν δεσποτείαν καὶ ὁ ἄλλος ἀσθενεῖ.

46

pr.Ἐάν τις μείζων ὢν τῶν κέ ἐνιαυτῶν ἀπόρῳ προσέλθῃ κληρονομίᾳ, εἰς τοσοῦτον κατασχεθήσεται, εἰς ὅσον ἡ τῶν πραγμάτων τῆς κληρονομίας συνάγεται ποσότης. ἵνα δὲ μή τις ἐξ ἀπροόπτου ἐπιβλαβῆ καταδέξηται κληρονομίαν, ποιεῖν ἴν βεντον πρὸ ἀδιτίονος φανερὰν ἔχουσαν ποσότητα τῆς κληρονομίας. εἰ δέ τις καταφρονήσας τῇ διατάξει αἰτήσειεν διάσκεψιν καὶ μετὰ ταῦτα προσέλθῃ τῇ κληρονομίᾳ, οὐ τεύξεται τῶν ἀπὸ τῆς διατάξεως βοηθειῶν, ἀλλὰ τὸ πᾶν ἀπαιτηθήσεται χρέος.

47

pr.Οὐκ ἀναγκάζεταί τις καθ ' οἱονδήποτε τρόπον λαβεῖν ἐπιζήμιον κληρονομίαν, ὡς βι. ς'΄ τί. ν ' διατ. γ΄ τοῦ κώδ. ση. ἄτοπον ἦν ἀγνοοῦντας ἡμᾶς ἐπιζήμιον ὑπεισιέναι κληρονομίαν. ἐνδέχεται μείζονα ἔχειν τῶν ἐν ὄψει φαινομένων κερδῶν τὰ λανθάνοντα βάρη, ὡς βι. β΄ ἰνστ. θ '.

48

pr.Ὁ νεκεσσάριος κληρονόμος τουτέστιν ὁ ἀναγκαῖος ἐὰν μὴ ἅψηται τῶν τοῦ τεστάτορος πραγμάτων, οὐχ ὑπόκειται τοῖς δανεισταῖς, ἀλλὰ καὶ εἴ τι ἐχρεωστεῖτο παρὰ τοῦ τεστάτορος, ἀπαιτεῖ. ση. ὅτι τὸ ἀσώματον ὄνομα τῆς κληρονομίας ἅπαξ ἐμπαγέν τινι δυσχερῶς ἐφ᾽ ἕτερον μεθίσταται, ὡς βι. β΄ ἰνστ.

49

pr.Ἡ δέσποινα τὸν ἐπὶ μοιχείᾳ αὐτῆς κατηγορούμενον δοῦλον ἀχρήστως πρὸ ψήφου γράφει ἐλεύθερον ἢ κληρονόμον.

50

pr.Οὐ δεῖ τὸν βασιλέα δίκης χάριν γράφεσθαι κληρονόμον.

51

pr.Τὰ ἐν τῷ μέσῳ συμβαίνοντα τὸν κληρονόμον οὐ βλάπτει, οἷον ἐὰν περιορισθῇ ἢ ἐξορισθῇ μετὰ τὴν διαθήκην καὶ πάλιν ἀποκατασταθῇ.

52

pr.Ἔῤῥωται ἡ ἔνστασις τοῦ κληρονόμου, εἰ καὶ τὸ ὄνομα μὴ λεχθῇ, ἀλλ᾽ ὁμολογούμενον γνώρισμα.

53

pr.Ἐὰν τὸν ἀλλότριον δοῦλον ἐλεύθερον καὶ κληρονόμον γράψω, οὐδέτερον ἔῤῥωται. ἀλλοτρίῳ γὰρ δούλῳ ἀχρήστως ἐλευθερία δίδοται.

54

pr.Ἐὰν τὸν δοῦλόν μου ὑπὸ αἵρεσιν ἐλεύθερον γράψω καὶ κληρονόμον χωρὶς αἱρέσεως, εἶτα τῆς αἱρέσεως ἠρτημένης ἐκποιήσω αὐτὸν, κελεύσει τοῦ νέου δεσπότου κληρονομεῖ, εἰ μὴ μετὰ τὸ ἀτονῆσαι τὴν αἵρεσιν ἐξεποίησα αὐτόν.

55

pr.Ἐπὶ τοῦ μεμηνότος δεῖ θεματίζειν ὑπὸ τοῦ πατρὸς αὐτοῦ γεγραμμένον κληρονόμον. ὑφ᾽ ἑτέρου γὰρ γραφεὶς μέχρις οὗ ἀνανήψει οὐδὲ αὑτῷ οὐδὲ ἑτέρῳ δυνήσεται προσπορίζειν κληρονομίαν.

56

pr.Ὁ ἄλαλος ἤγουν ὁ κωφὸς τεχθεὶς ἢ μετὰ ταῦτα γεγονὼς ἐκ πάθους ἀκωλύτως δύναται κληρονομεῖν καὶ ἐπ᾿ αὐτὸν περιποιεῖν τὴν κληρονομίαν, μόνον μέντοι εἰ οἶδεν ὅτι ταῦτα προφάσει πράττει κληρονομίας.

57

pr.Ὁ πάππος φύσει καὶ νόμῳ υἱοθετεῖ τὸν ἔγγονον, τοῦτο μὲν τοῦ φυσικοῦ διὰ τὴν συγγένειαν τοῦτο δὲ τοῦ ἐννόμου διὰ τὴν θέσιν. τὰ γάρ φυσικὰ δίκαια ὁ πολιτικὸς νόμος ἀνατρέπειν οὐ δύναται. νόμῳ μὲν τῇ θέσει, φύσει δὲ τοῦ νόμου.

58

pr.Εἴρηται δὲ ἐν τῷ β΄ βι. τί. ιδ΄ ἰνστ. περὶ τῆς τῶν κληρονόμων ἐνστάσεως, ὅτι ἡ κληρονομία ὡς ἐπὶ τὸ πλεῖστον εἰς ιβ΄ διαιρεῖται οὐγκίας ἀπὸ πρώτης μέχρις αὐτῆς τῆς λίτρας. εἰ δὲ καὶ ἕνα τὶς ἐνεστήσατο κληρονόμον λόγου χάριν εἰς ς ' οὐγκίας, ἡ πᾶσα λίτρα ἐν ταῖς ς ' οὐγκίαις ἐστὶν. οὐδὲ γὰρ λέγομεν, ὅτι ὁ μὲν σκρίπτος τουτέστιν ὁ γεγραμμένος ἓξ οὐγκίας λαμβάνει, ὁ δὲ ἐξ ἀδιαθέτου τὰς ς΄. παγανὸς κατὰ ταὐτὸ ἐκ διαθήκης καὶ ἐξ ἀδιαθέτου κληρονομεῖσθαι οὐ δύναται.

59

pr.Στρατιώτης διατιθέμενος ἐὰν εἴπῃ· ὁ δεῖνα ἔστω μοι κληρονόμος εἰς γ ' οὐγκίας, τὰς θ΄ οἱ ἐξ ἀδιαθέτου λαμβάνουσιν.

60

pr.Δύναται δέ τις διατιθέμενος ὥσπερ εἰς ἐλάττονας οὐγκίας συντέμνειν τὴν λίτραν, οὕτως καὶ εἰς πλείονας ἐκτείνειν αὐτὴν. οἷον δύναται λέγειν· ὁ δεῖνα ἔστω μου κληρονόμος εἰς οὐγκίας ή΄ καὶ ὁ δεῖνα εἰς οὐγκίας ζ΄.

61

pr.Ἐὰν πολλοὺς γράψω κληρονόμους λέγων· ὁ δεῖνα καὶ ὁ δεῖνα ἔστωσάν μοι κληρονόμοι οὐγκιασμοῦ μὴ ὀνομασθέντος, τὸ ἴσον αὐτοῖς προσγενήσεται. εἰ δὲ θελήσω ἐξ ἀνίσων αὐτοὺς μερῶν κληρονομῆσαι, τότε δεῖ αὐτοὺς γράφειν καὶ λέγειν· ὁ δεῖνα εἰς δ΄ καὶ ὁ δεῖνα εἰς ς ' καὶ ὁ δεῖνα χωρὶς μέρους. καὶ λέγομεν, ὅσον ὑπολιμπάνεται τῆς λίτρας τουτέστι β΄ οὐγκίας. εἰ δὲ ἔφθασα δαπανῆσαι τὴν λίτραν εἰς τοὺς τρεῖς, τὸν μὲν εἰς ς ' τὸν δὲ εἰς δ΄ τὸν δὲ εἰς β΄, καὶ ἐπήγαγον ἕνα ἢ καὶ πλείους χωρὶς μέρους, τότε ἐπειδὴ οὐκ ἐστὶν ἐπιλιμπανόμενον τῆς λίτρας εἰς ὅσον δύναται ἐλθεῖν, τὸ ἥμισυ δοθῆναι χωρὶς μέρους γραφέντι, ὡς δοκεῖν τὸν τεστάτορα εἰς κδ ' οὐγκίας διατίθεσθαι.

62

pr.Τρεῖς ἐνεστησάμην κληρονόμους ἀπὸ γ ' οὐγκιῶν ὡς ὑπολιμπάνεσθαι ἄλλας γ ' οὐγκίας. τὸ ὑπολειφθὲν εἰς τίνα παραγενήσεται; καὶ λέγομεν ὅτι τοῦτο τριούγκιον σιωπηρῶς. ἑκάστῳ τῶν κληρονόμων προσαυξηθήσεται.

63

pr.Ἐὰν εἰς τὸν καλούμενον ἀγρὸν γρηγοριανὸν γράψω τινὰ εἰς τὸ δίμοιρον καὶ ἄλλον εἰς τὸ τέταρτον, περιαιρεῖται ἡ κληρονομία τοῦ ἀγροῦ καὶ ὡς ἂν ἐκ μέρους γραφέντες ὑπεισέρχονται τῇ κληρονομίᾳ τουτέστιν ἐπίσης. ση. ἀνετράπη ὡς μὴ ἐπιόντος καὶ ἄλλου προσώπου εἰς τὸ ὑπολειφθὲν ποσόν.

64

pr.Τέσσαρας ἐνεστησάμην κληρονόμους ἀπὸ δ᾽ οὐγκιῶν. ὁμοίως οὖν ἐξ ἑνὸς ἑκάστου σιωπηρῶς ἀφαιρεῖται ἀνὰ οὐγκίαν καὶ ἐξ ἀποτελέσματος εὑρίσκονται πρὸς γ΄ ἔχοντες οὐγκίας.

65

pr.Ενεστησάμην πολλοὺς κληρονόμους καὶ εἶπον οὕτως· πρῖμος εἰς ε΄ οὐγκίας, σεκοῦνδος εἰς ς΄, τέρτιος εἰς ἡ΄, ἔστω δὲ καὶ κουάρτος κληρονόμος. λέγομεν δὲ λαβεῖν τὸν κουάρτον τὰς ὑπολοίπους ε΄ οὐγκίας. ιθ΄ γὰρ οὐγκίαι κατελείφθησαν. ἀρκεῖ γοῦν ταῦτα ὡς ἐν προθεωρίᾳ.

66

pr.Ὁ κατὰ δόλον ἑτέρου παραιτούμενος κληρονομίαν ἀπόλλυσιν αὐτήν. Περὶ συνεισφορᾶς. ξζ΄. Ὁ πατὴρ προικίζων τὴν ἑαυτοῦ θυγατέρα συνεφώνησεν ἀρκεῖσθαι αὐτὴν τῇ δοθείσῃ ὑπὲρ αὐτῆς προικὶ καὶ μὴ ἐπέχειν μέρος ἐκ τῆς αὐτοῦ κληρονομίας. οὐκ ἔῤῥωται τοῦτο τὸ σύμφωνον, οὐδὲ κωλύεται κληρονομεῖν ἀδιάθετον τὸν πατέρα τελευτῶντα ἡ θυγάτηρ τὴν προῖκα τοῖς ὑπεξουσίοις μείνασιν αὐτῆς ἀδελφοῖς συνεισφέρουσα. ὡς εἴρηται ἐν τῇ γ ' καὶ ἐ διατ. κθ ' τί. τοῦ γ΄ βι. τοῦ κώδ. καὶ τὸ λεχθὲν ἐν τῇ φβ΄ νεαρᾷ κἂν ἐκ διαθήκης κἂν ἐξ ἀδιαθέτου θελήσωσιν οἱ παῖδες κληρονομεῖν.

68

pr.Οὐ συμφωνεῖ τις νομίμως ἵνα ἀρκεσθῇ ἡ θυγάτηρ αὐτοῦ τῇ ἰδίᾳ προικὶ, ὡς βι. ς ' τί. κ διατ. γ΄ τοῦ κώδ.

69

pr.Τὰ μὲν ὑπολειφθέντα παρὰ τῶν γονέων ἐξ ἴσου μερίζονται ἐὰν οὐ διέθετο. εἰ δὲ διαθήκην ἐποίησεν, λαμβάνει εἷς ἕκαστος αὐτῶν πρὸς ὃ διετύπωσεν ὁ πατήρ. ἃ δὲ ἔχουσιν ἢ ἐν προικὶ ἢ ἐν προγαμιαίᾳ ἢ ἄλλῃ δωρεᾷ, συνεισφέρουσιν ἐὰν οἱ λοιποὶ αὐτῶν ἀδελφοὶ οὐκ ἔχουσιν ὁπωσδήποτε ἐν αὐτοῖς τὸ νόμιμον μέρος παρὰ τοῦ κοινοῦ αὐτῶν γονέως. τότε γὰρ οἱ ἔχοντες ἀναπληροῦσι τοὺς μὴ ἔχοντας τὸ ἴσον μέρος ἐξ ὧν ἔχουσιν ἔξωθεν. - ση. οὐ συνεισφέρει ἡ θυγάτηρ ὅσα εἴασεν αὐτῇ ἐξώπροικα ἐν φιδικομίσσοις οἰκείοις ὁ πατὴρ, ὡς βι. γ ' τί. λς΄ διατ. ζ΄ εἰπούσῃ γενικῶς τὰ φιδικόμισσα μὴ συνεισφέρεσθαι. δ΄. Τὸ μὲν παγανικὸν πεκούλιον συνεισφέρεται, εἰ μὴ ἄρα κατ᾿ ἐξαίρετον τῷ ἔχοντι αὐτὸ τῶν παίδων ὁ διαθέμενος ἐκώλυσε. τὸ δὲ κανστέρσιον οὐ συνεισφέρεται κἂν μὴ ἐαθῇ, ὡς βι. ς ' τί. κ διατ. ιβ΄ τοῦ κώδ.

71

pr.Ἐὰν ἐκνικηθῇ τι τῶν ἐπιλαχόντων ἑνὶ τῶν κληρονόμων, ἐπιγνώσει τὸ ἀναλογοῦν αὐτῷ ἐκ τῆς γενομένης ζημίας.

72

pr.Τὰ δωρηθέντα τοῖς παισὶ μετὰ τὴν τελευτὴν τοῦ ἰδίου πατρὸς [οὐ] συνεισφέρονται. εἰ γὰρ ζῶν ὁ πατὴρ ἐδωρήσατο αὐτοῖς συνεισφέρονται, εἰ μὴ ἄρα ῥητῶς ἐκέλευσεν αὐτὰ μὴ συνεισφέρεσθαι.

73

pr.Ὁ υἱὸς καὶ ἡ θυγάτηρ κληρονομοῦντες ὁπωσδήποτε τὸν ἴδιον πατέρα ἐξ ἀδιαθέτου συνεισφέρουσι τὴν πρὸ γάμου δωρεὰν καὶ τὴν προῖκα, κἂν ἀπὸ πάππου ἢ μάμμης ἐπεδόθησαν. πλὴν ἔγνως ἐν τῷ γ΄ βι. τί. λη ' διατ. ιβ΄ ὅτι ἐξωτικῶν ὄντων τῶν κληρονόμων οὐ γίνεται συνεισφορά. ὅτι εἰ τύχοι αὐτὴν μὴ συνεισφέρουσαν κληρονομεῖν, ἀπαιτεῖται ὅσα πλείονα ἔλαβε κἂν παρὰ τῷ δικαστῇ διεμερίσατο, ὡς ἐπάγει ἡ ια΄ διάτ. τοῦ αὐτοῦ τί. ὅτι οὐ μόνον τοῖς περιοῦσιν οἰκείοις ἀδελφοῖς ἡ κόρη συνεισφέρει τὴν προῖκα ἀλλὰ καὶ τοῖς ποστούμοις αὐτῆς ἀδελφοῖς, ὅτε οἱ λοιποὶ αὐτῆς ἀδελφοὶ οὐκ ἔχουσι τοσοῦτον κέρδος παρὰ τοῦ κοινοῦ αὐτῶν γονέως, ὡς βι. γ΄ τί. λή διατ. ιβ΄ τοῦ κώδ. σὺ δὲ ἴσθι ὅταν ἀκούσῃς συνεισφέρειν τὴν ἰδίαν προῖκα, μὴ νομίσῃς ὅτι ἀπαιτεῖται αὐτὴν παρα τοῦ ἰδίου ἀνδρὸς καὶ συνεισφέρει αὐτὴν, ἀλλ᾽ ἴσθι ὅτι παρὰ τοσοῦτον λαμβάνει ἀπὸ τῆς πατρώας περιουσίας παρ᾽ ὅσον ἐδόθη αὐτῇ ἐν προικί.

74

pr.Ὁ ἐμαγκίπατος ἐπιδοὺς προῖκα ὑπὲρ θυγατρὸς καὶ μετὰ ταῦτα θέλων ἅμα τοῖς γνησίοις αὐτοῦ ἀδελφοῖς συγκληρονομῆσαι τοῦ πατρὸς οὐκ ἀναγκάζεται συνεισφέρειν αὐτοῖς ἣν ἐπιδέδωκε προῖκα ἕως ὅτε συνίσταται τῆς θυγατρὸς ὁ γάμος.

75

pr.Οἱ ἐκ διαφόρων ἔγγονοι καὶ ἀλλήλοις καὶ τῷ θείῳ συνεισφέρουσιν.

76

pr.Τὴν προῖκα τῆς θυγατρὸς αὐτοῦ οὐ συνεισφέρει ὁ αὐτεξούσιος· οὐδὲ γάρ ἐστι λοιπὸν ἐν τοῖς αὐτοῦ πράγμασιν.

77

pr.Ὁ κυοφορούμενος πρὶν τεχθῇ οὐ συνεισφέρει ὁ ἀδελφὸς οὔτε ὁ ἐπίτροπος αὐτοῦ.

78

pr.Ἡ κληρονόμος γραφεῖσα οὐ συνεισφέρει τὴν προῖκα κἂν αὐτοῦντος τοῦ ἀδελφοῦ τὴν κοντραβούλας κἂν αὐτοῦσα μηδὲν ἔχῃ πλέον. ση. ἡ ἐκ διαθήκης κληρονομοῦσα τοῦ πατρὸς οὐκ ἀναγκάζεται συνεισφέρειν τὴν προῖκα αὐτῆς.

79

pr.Ἡ εἰς θέσιν δοθεῖσα καὶ τὴν ἄλλην οὐσίαν αὐτῆς συνεισφέρει ὡς ἡ αὐτεξουσία· συνεισφέρει δὲ διὰ τοῦ θετοῦ αὐτῆς πατρός.

80

pr.Ἡ ἐῤῥῶσα ληγάτον κἂν ἐξνερεδάτος τουτέστιν ἀπόκληρος κἂν ἐμαγκίπατός ἐστι τουτέστιν αὐτεξουσία ἀπαιτοῦσα τὸ ληγάτον οὐ συνεισφέρει.

81

pr.Τῶν ἀξιωμάτων καὶ ὅσα ὁ πατὴρ χρεωστεῖ ὑπὲρ ἀξιώματος παιδὸς οἱ συγκληρονόμοι ἀποδιδόασιν. ση. τὸ ἀξίωμα βάρος νομίζεται ἔχειν καὶ διὰ τὴν ἀπέχθειαν ταύτην οὐ συνεισφέρουσι τοῖς ἀδελφοῖς οἱ ἀξιωματικοί.

82

pr.Ἡ κτηθεῖσα τοῖς παισὶν ἀξία ἐκ προσώπου τοῦ πατρὸς οὐκ ἀφαιρεῖται αὐτῶν εἰ καὶ ἀποκινηθῇ τῆς ἀξίας, ὡς βι. α τί. θ΄ διγ. θ΄.

83

pr.Τοὺς δούλους τῶν δυναμένων γράφεσθαι κληρονόμων δυνάμεθα κληρονόμους γράφειν. ὁ γὰρ δοῦλος ἀπρόσωπος ὢν ἐκ προσώπου τοῦ δεσπότου αὐτοῦ ἔχει διαθήκης προνόμιον.

84

pr.Ὁ ὑπεξούσιος υἱὸς οὐ συνεισφέρει τοῖς ἰδίοις ἀδελφοῖς ὅσα δωρεῖται αὐτῷ ὁ οἰκεῖος πατὴρ μέλλοντι στρατεύεσθαι. ἴσθι γὰρ ὅτι κανστέρσιόν ἐστι πεκούλιον τὸ τοιοῦτον, κἂν μὴ ὁ πατὴρ ἀλλ᾽ οἱοσδήποτε ἄλλος αὐτῷ ἐχαρίσατο, ὡς βι. ιβ΄ τί. λς ' διατ. α τοῦ κώδ. τὴν οὕτως γενομένην δωρεὰν ὑπέξελε· τὰς γὰρ λοιπὰς δωρεὰς συνεισφέρει ὁ ἀδελφὸς, εἰ μὴ ἄρα ἐκώλυσε ῥητῶς ὁ διαθέμενος τοῦτο γενέσθαι, ὡς βι. ς ' τί. κ΄ διατ. κ΄ τοῦ κώδ.

85

pr.Τὰ τῶν παραιτησαμένων κληρονόμων μέρη εἰς τοὺς συγκληρονόμους μετὰ τῶν ἰδίων βαρῶν ἔρχονται, οὐ μὴν μετὰ τῶν προνομίων τοῦ παραιτησαμένου. ση. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ λαβόντος τίμημα ἐπὶ παραιτήσει κληρονομίας.

86

pr.Τῷ κυοφορουμένῳ πάντα τὰ δίκαια ἀκέραια ὁ νόμος φυλάσσει. ὅθεν ἐπὶ τῶν κληρονομιῶν ἕως οὗ ἐλπίζεται τίκτεσθαι οἱ μετ᾿ αὐτὸν βαθμοὶ σχολάζουσιν. καὶ ἐπειδὴ ἄδηλόν ἐστιν πόσοι μέλλουσι τίκτεσθαι, ἑπτὰ γὰρ ἅμα ἐτέχθησαν ὧν ὁ εἷς ἐξ ἐπικυήσεως μετὰ μ ' ἡμέρας, τέως ὁ ἐν φύσει ὢν τοῦ αὐτοῦ βαθμοῦ εἰς τὸ τρίτον κληρονομεῖ καὶ εἴτε πλείους..