IusCommune
IusCommune › Textos › Epitome legum › Epitome

Epit. 1.34

Περὶ ἀποκαταστάσεως ἐλάττω τῶν κέ ἐνιαυτῶν καὶ περὶ πληθυντικῆς ὑποκαταστάσεως καὶ περὶ πεκουλίων αὐτῶν.

Abrir no leitor do IusCommune →

1

pr.Εἴρηται ἐν τῷ δ΄ βι. τί. β΄ διγ. α΄· γενικῶς ἐν τῷ προλαβόντι [τί.] περὶ πάσης ἀποκαταστάσεως διαλαβὼν ὁ νομοθέτης, καὶ εἰπὼν ὅτι δίδοται ἀποκατάστασις τοῖς ἀειθεῖσιν ἢ περιγραφεῖσι διὰ τὸν φόβον ἢ διὰ τὸν δόλον ἢ διὰ τὴν ἡλικίαν ἢ διὰ τὴν ἀπουσίαν ἢ διὰ τὴν τῆς καταστάσεως ἐναλλαγὴν ἢ διὰ τὴν ἄγνοιαν, ὡς φησιν ὁ πραέτωρ· τὸ κατὰ φόβον ἢ βίαν ἢ δόλον γινόμενον οὐχ ἡγήσομαι κύριον.

2

pr.Περὶ δὲ πληθυντικῆς ὑποκαταστάσεως ἔξεστι γὰρ ἡμῖν οὕτως ἀποκαθιστᾶν καὶ ἑνὶ πολλοὺς καὶ πολλοῖς ἕνα καὶ πολλοῖς πολλοὺς καὶ ἑνὶ ἕνα, ὡς ἐπὶ τῆς ὀρφανικῆς ὑποκαταστάσεως. καὶ ἐν τελευταίῳ τόπῳ ἤτοι βαθμῷ εἰς ἐσχάτην βοήθειαν οἰκέτην ἡμέτερον ἐνίστασθαι δυνάμεθα, ἵνα εἰ συμβῇ πάντας παραιτήσασθαι, ὁ οἰκέτης ἐξ ἀνάγκης κληρονομήσῃ. ὑπερτιθέμενος δὲ καταδέξασθαι τὴν κληρονομίαν ἐκστραορδινεύεται τουτέστι φραγγελίζεται.

3

pr.Οὐ μόνον ἐξωτικοῖς γραφομένοις κληρονόμοις δυνάμέθα ὑποκαθιστᾶν, ἀλλὰ καὶ τοῖς ἡμετέροις παισὶ, λέγοντες οὕτως. ὅτι πάντες ὅσοι γένωνται νεκεσσάριοι τουτέστιν ἀναγκαῖοι, οἱ αὐτοὶ καὶ τῷ ἀνήβῳ νεκεσσάριοι ἔστωσαν κληρονόμοι. ἔνθα φησὶ καὶ ὁ ἀδελφὸς ἀποκατασταθεὶς τῷ ἀνήβῳ ἀναγκαῖος γίνεται αὐτῷ. μερίζονται δὲ τὰ τοῦ πουπήλου πράγματα ὑπὲρ τὸ μέτρον τῆς κληρονομίας καθόσον διεδέξαντο τὸν πατέρα. ἀλλὰ τοῖς μὲν ἄῤῥεσι παισὶν ἕως ιδ΄ ἐνιαυτῶν ἔξεστιν ἀποκαθιστᾶν, ταῖς δὲ θηλείαις μέχρι τῶν ιβ΄ ἐνιαυτῶν. ταύτην δὲ τὴν ἡλικίαν αὐτῶν ὑπερβάντων ἡ ὑποκατάστασις ἀποσβέννυται.

4

pr.Ὁ ἀφῆλιξ ἐπιβὰς τῇ τελευταίᾳ ἡλικίᾳ ἤγουν τὰ κέ ἔτη καὶ μὴ παραχρῆμα τὴν ἄνευ δεκρέτου πρᾶσιν μεμψάμενος προλήψει βεβαιοῖ ταύτην.

5

pr.᾿Αποκαθίστανται οἱ ἥττονες τῶν κέ ἐνιαυτῶν κατὰ τῶν πραθέντων αὐτῶν ἐνεχύρων ὑπὸ τῶν ἰδίων δανειστῶν, εἰ μὴ ἄρα ὁ τούτων πατὴρ τὰ ἐνέχυρα τοῖς δανεισταῖς ἔδωκε καὶ οὐκ αὐτοί. ὁμοίως δὲ καὶ οἱ κελευσθέντες ἀπὸ τοῦ τεστάτορος πωλῆσαι καλῶς ἐκποιοῦσι τὰ τοῦ πουπήλου καὶ χωρὶς δεκρέτου.

6

pr.Οὐκ ἐν πᾶσιν οἱ νέοι ἀποκαθίστανται, ἀλλ᾽ ἐν οἷς ἢ ὑφ᾽ ἑαυτῶν ἢ ὑφ᾽ ἑτέρων ἀπολέσαντες ἢ μὴ κτησάμενοι ἐνοχοποίησαν. ση. δύο εἰσὶ ζητήσεις ἐν τῷ περὶ ἀποκαταστάσεως ἀγῶνι. καὶ πρώτη ἐστὶν εἰ ἀφῆλιξ ὢν ὁ νέος συνήλλαξε, δευτέρα εἰ ὁ καιρὸς τῆς ἀποκαταστάσεως παρῆλθεν καὶ οὐκ ὀφείλει λοιπὸν βοηθείας τυχεῖν. ζήτει ἐν τῷ περὶ ἀποδείξεως τί. ιβ΄ κεφ. κέ ὄπισθεν.

7

pr.Τὸ τοῦ ἀφήλικος ἀκίνητον πρᾶγμα καλῶς πωλεῖται διὰ ἰδικὸν αὐτοῦ χρέος ἢ διὰ πατρῷον ἢ διὰ δημόσιον, δηλονότι ἐπὶ φανερᾶς κριτοῦ ἀποφάσεως.

8

pr.Καλῶς ἀνατρέπουσιν οἱ ἥττονες ἅπερ κατὰ δόλον κακῶς ἐπώλησαν οἱ αὐτῶν κηδεμόνες.

9

pr.Ἡ ἁρμόζουσά τινι ἀποκατάστασις παραπέμπεται καὶ ἐπὶ τοὺς αὐτοῦ κληρονόμους.

10

pr.Κἂν εἴπῃ ἑαυτὸν μείζονα ὁ ἥττων κατὰ πλάνην, οὐδὲν ἧττον ἀποκαθίσταται. ση. ὁ ἀφῆλιξ συναλλάξας καὶ τὸν σωματικὸν ὑπερτελέσας ὅρκον τοῦ μὴ ἀνατρέπειν τὸ συνάλλαγμα τουτέστι κατὰ τῆς πράσεως οὐδὲ ἀπὸ θείας ἀντιγραφῆς βοηθεῖται. ση. ὁ ἐξομνύμενος ἐν συμβολαίῳ μείζων εἶναι οὐ βοηθεῖται.

11

pr.Ὁ ἥττων συγγνώμην ἡλικίας αἰτήσας δύναται ἀνατρέψαι ὃ κακῶς ἐπώλησεν εἴσω ἐνιαυτοῦ μετὰ τὸν κέ χρόνον· ὡσαύτως δὲ καὶ ὃ κακῶς ἠγόρασε καὶ ἐνήλλαξε δύναται αὐτὸ ἀνατρέψαι τὸ καταβληθὲν ἐπαναλαμβάνων τίμημα εἴσω τοῦ εἰρημένου χρόνου. τοῦτο δὲ τὸ προνόμιον καὶ κληρονόμοις αὐτοῦ παραπέμπεται. σχόλ. κελεύει οὖν ἡ διάτ. πάντας τετραετίαν ἔχειν ἀντὶ τοῦ ποτε οὐτιλίου ἐνιαυτοῦ.

12

pr.Ἐὰν δὲ χαρίσηταί τινι ἀφῆλιξ πρᾶγμα αὐτοῦ, δύναται μετὰ τὸ παρελθεῖν τὸν κέ χρόνον ἐντὸς τετραετίας ἀγωγὴν ποιήσασθαι καὶ τὸ οἰκεῖον ἐπαναλαμβάνειν πρᾶγμα. – ζήτει εἰς τὸ περὶ συγγνώμης ἡλικίας ὄπισθεν τί. κ κεφ. λ΄. ση. κἂν συγγνώμην ἡλικίας αἰτήσῃ ὁ ἥττων, οὐ πωλεῖ ἀκίνητον πρᾶγμα χωρὶς δεκρέτου.

13

pr.Τὴν κατὰ συναίνεσιν τῶν μερῶν γινομένην τῶν κοινῶν πραγμάτων διανέμησιν μόνοι οἱ ἐλάττονες τῶν κέ ἐνιαυτῶν ἀνατρέπουσιν.

14

pr.῾Ὁ ἀφῆλιξ ἐν τοῖς ἁμαρτήμασιν οὐ συγγινώσκεται.

15

pr.Ἐν οἷς οἱ ἐλάττονες βοηθοῦνται, καὶ οἱ κληρονόμοι αὐτῶν βοηθοῦνται. καὶ οὐκ ἐφ᾽ οἷς ἐζημιώθησαν μόνον οἱ ἐλάττονες βοηθοῦνται ἀποκαθιστῶντες, ἀλλὰ καὶ ἐφ᾽ οἷς οὐκ ἐκέρδησαν.

16

pr.Περὶ τῆς ἤδη διαπραθείσης ὑπὸ τῶν δανειστῶν κληρονομίας οὐδὲ ἀνήβοις δίδοται ἀποκατάστασις, ὡς βι. λς ' τί. α΄ διγ. ιβ΄.

17

pr.Ὁ ἐλάττων ἀποκαθιστάμενος κατὰ πράσεως οὐκ ἀπαι-· τεῖται μὲν δοῦναι τῷ ἀγοραστῇ ὅσα ἀνήλωσεν εἰς τὸ πρᾶγμα ἀναγκαῖα δαπανήματα, ἀναγκάζεται δὲ συγχωρῆσαι τὸ πρᾶγμα μὶ βλάπτοντι τὴν δευτέραν ὄψιν διὰ τὴν προτέραν ὅ τι προσέθηκεν αὐτῇ ὡς βι. κέ τί. ζ΄ διγ. ξ΄.

18

pr.Ὁ ἐλάττων ἐκπεσὼν διακατοχῆς ἀνακτᾶται αὐτὴν διὰ ἀποκαταστάσεως.

19

pr.Ὁ ἀφῆλιξ πάτρων καταδεχόμενος τὰ ἀπὸ τοῦ ἀπελευθέρου καταλειφθέντα αὐτῷ ἐλάττονα ὄντα τῇ κοντραβούλας ἀποκαθίσταται.

20

pr.Ἐπὶ τῶν πραγμάτων τῶν ἐχόντων δημοσίαν ἀσφάλειαν οὐ δίδοται τῷ πουπήλῳ ἀποκατάστασις, κἂν ἐζημιώθη, ὡς βι. μ΄ τί. ιε διγ. β΄.

21

pr.Τῷ ἀφήλικι ἐὰν καταβάλῃ τὸ χρέος δύναται δαπανήσας αὐτὸ αἰτεῖν ἀποκατάστασιν. χρὴ οὖν προσφέρειν καὶ δανείζειν καὶ ἀποτίθεσθαι δημοσίᾳ, ὡς βι. μς΄ τί. α΄ διγ. ξδ΄.

22

pr.Ὁ ἐλάττων τῶν κέ ἐνιαυτῶν ὑπὸ τῶν ἐπάρχων τῶν πραιτωρίων καταδικασθεὶς οὐ δύναται παρὰ ἄλλου ἄρχοντος αἰτεῖν ἀποκατάστασιν κατὰ τῆς ἀποφάσεως, ὡς βι. α΄ τί. ια΄ διγ. [α΄].

23

pr.Κατὰ ἐλευθερίας οὐκ ἐστὶν ἀποκατάστασις, ἐπειδὴ λαμβάνει παρὰ τοῦ ἐλευθερωθέντος ἢ ἐλευθεροῦντος ὁ πούπηλος τὸ τίμημα. ἐκεῖνα γὰρ ἐνοχῇ συνίστασθαι τὰ δυνάμενα χρήμασι διαλύεσθαι· ἐλευθερία δὲ χρήμασιν οὔτε λυτροῦσθαι οὔτε ἀγοράζειν δύναται, ὡς βι. μ΄ τί. ζ΄ διγ. θ΄.

24

pr.Ἐὰν ὁ ἐλάττων τῶν κέ ἐνιαυτῶν δανείσῃ ἄλλῳ ἐλάττονι καὶ δαπανήσῃ καὶ ποιήσῃ αὐτῷ μετὰ τοῦτο ἀκεπτηλάτιον τουτέστιν ὁμολογίαν, τῷ ζημιωθέντι δίδοται ἀποκατάστασις. εἰ δὲ ἀμφότεροι περιεγράφησαν, βελτίων ἐστὶν ἡ αἵρεσις τοῦ ἐναγομένου. - ση. ἐν δύο γὰρ νέοις ἀπατηθεῖσι βοηθεῖται μᾶλλον ὁ ἐναγόμενος, ὡς βι. β΄ ἰνστ. ή΄. σχόλ. τοῦτο σκοπεῖται τί ὠφελεῖται ἐξ αὐτοῦ καὶ ἀποκαθίσταται τῷ περιγραφέντι ἐλάττονι. ὥσπερ οὐκ ὀφείλει ζημιοῦσθαι ὁ ἀποκαθιστάμενος, οὕτως οὐδὲ κερδᾶναι. ὅθεν ἀναδίδωσιν ἃ ἐκέρδανεν ἐξ ἐκείνου τοῦ πράγματος καθ᾽ ὁ ἀποκαθίστασθαι βούλεται, ὡς βι. γ΄ τί. κα τοῦ κώδ.

25

pr.Οὐκ ἀποκαθίσταταί τις δεύτερον ταῖς αὐταῖς δικαιολογίαις χρώμενος, ἀλλὰ νέαις καὶ ἄλλαις ὀφείλει χρήσασθαι, ὡς βι. β΄ τί. μβ΄ διατ. δ΄ τοῦ κώδ.

26

pr.Ἐάν ὁ ἐλάττων πωλήσῃ ἀγρὸν λαβὼν τίμημα καὶ ὡς περιγραφεὶς αἰτήσῃ ἀποκατάστασιν καὶ λάβῃ τὸν ἀγρὸν, οὐκ ἀπαιτεῖται τὸ τίμημα, εἰ μὴ ὠφελήθη ἐξ αὐτοῦ ἢ ὁ ἀποκατάστασιν διδοὺς ἐψηφίσατό τι περὶ αὐτοῦ. ση. ἀλλὰ καὶ εἴ τι πλουσιώτερος γέγονεν ὁ ἥττων ἀπὸ τῆς πράσεως, ἀναδίδωσι τῷ ἀγοραστῇ. – σχόλ. καὶ πάλιν ἐπὶ τοῦ χρέους ὁ δανειστὴς ἀναγκάζεται δεῖξαι τὸν νέον γενόμενον πλουσιώτερον.

27

pr.Ὁ ἐλάττων τῶν κέ ἐνιαυτῶν τιμηθεὶς ληγάτῳ ἐπὶ τῷ μὴ ἀπαιτηθῆναι τὸν χρεώστην αὐτοῦ, ἔξεστιν αὐτῷ καὶ λαβόντι τὸ ληγάτον ἀπαιτῆσαι τὸ ἴδιον χρέος ἀναδιδοὺς τὸ ληγάτον ὅπερ ἔλαβε. τοῦτο δὲ ὁ μείζων ποιεῖν οὐ δύναται. ὡς βι. λδ΄ τί. γ΄ διγ. [κς΄].

28

pr.Διατιμήσει προικὸς περιγραφεῖσα ἡ ἀφῆλιξ βοηθεῖται.

29

pr.Ὁ ἀξιωθεὶς ἀποκαταστῆσαι κληρονομίαν ἔνθα διάγει χρεωστεῖ ἀδιτεῦσαι καὶ ἀποκαταστῆσαι αὐτὴν, εἰ καὶ ἀλλαχοῦ διάκεινται τὰ τῆς κληρονομίας πράγματα. ὡς βι. κς ' τί. ζ΄ διγ. Κ΄. Καὶ κατὰ ψήφου δίδοται ἀποκατάστασις. κινεῖται δὲ ἐντὸς τοῦ χρόνου τῆς ἀποκαταστάσεως ἡ ἁρμόζουσα τῷ νέῳ ἀγωγή. ὡς βι. κζ ' τί. γ΄ διγ. ις '.

31

pr.Ὁ στρατιώτης ἐντὸς ἐνιαυτοῦ ὑποστρέφων ἔχει ἀποκατάστασιν μὴ ἀντικειμένης αὐτῷ χρονίας παραγραφῆς. ἀλλ᾽ ἴσθι ὅτι οὐκ ἀποκαθίσταται ὁ στρατιώτης, εἰ μὴ εἰς ἃ ἐζημιώθη διάγων ἐν τῷ ἐξπεδίτῳ. ὡς βι. β΄ τί. ν ' διατ. ή΄.

32

pr.Ὁ δὲ ἥττων στρατιώτης τετραετίαν ἔχει πρὸς ἀποκατάστασιν, καὶ ἐὰν τελευτήσῃ ἐν τῇ στρατείᾳ, παραπέμπει τὸ δίκαιον τῆς ἀποκαταστάσεως ἐπὶ τοὺς ἰδίους κληρονόμους.

33

pr.Καὶ οἱ μείζονες τῶν κέ ἐνιαυτῶν ἀποκαθίστανται καῦσα κογνήτα τουτέστι τῆς αἰτίας διαγινωσκομένης ἐπὶ τῶν ἰν φάκτον ἀγωγῶν εἰ περιγραφῶσιν. σὺ δὲ ὑπέξελε τὴν πρᾶσιν, την μίσθωσιν, ἐφ᾽ ὧν ἔξεστι φυσικῶς περιγράφεσθαι. ση. καὶ εἰ ὁ χρόνος αὐτοῦ παρέδραμεν.

34

pr.Δύναται ὁ ἥττων κληρονομήσας πατέρα καὶ πάππον τὴν μὲν τοῦ πατρὸς ἔχειν κληρονομίαν, κατὰ δὲ τῆς τοῦ πάππου ἀποκαθίστασθαι. σὺ δὲ ἔξωθεν νόει, ὅτι οὐ ποιεῖ τοῦτο ὁ μείζων. καὶ θεμάτισον ἐνταῦθα, ὅτι ὁ πατὴρ τοῦ ἥττονος αὐτεξούσιος ἦν· εἰ γὰρ ὑπεξούσιος ἦν, μία νοεῖται καὶ αὐτοῦ καὶ τοῦ πάππου οὐσία καὶ οὐκ ἠδύνατο ὁ ἔγγονος τὸ μὲν τῆς μιᾶς κληρονομίας καταδέξασθαι τὸ δὲ ἄλλο μέρος παραιτεῖσθαι. ἢ πάλιν θεμάτισον ὅτι ὁ πατὴρ ζῶν οὐκ ἐκαταδέξατο τὴν τοῦ πάππου κληρονομίαν. ἀναγν. βι. ς ' τί. ιδ΄ διάτ. γ΄ τοῦ κώδ. ση. οἱ γὰρ μείζονες ἐντὸς γ΄ μηνῶν δύνανται παραιτεῖσθαι τὴν κληρονομίαν.

35

pr.Οὔτε κατὰ ἀνιόντων οὔτε κατὰ πατρώνων οἱ ἥττονες ἀποκαθίστανται. τότε γὰρ ἀποκαθίστανται ὅτε μίξωσιν ἑαυτοὺς τῇ κληρονομίᾳ. εἰ δὲ [οὐκ] ἐκληρονόμησεν, οὐ δεῖται ἀποκαταστάσεως.

36

pr.Ἐξωτικῷ καὶ ἐφήβῳ συγκληρονόμοις οὐδεὶς ὑποκαθιστᾶν δύναται πρὸς μίμησιν τῶν ἀνήβων παίδων. τοῦτο δὲ μόνον ποιεῖν ἡμῖν ἐπιτέτραπται· γράφοντες γὰρ κληρονόμον τινὰ δυνάμεθα διὰ φιδικομίσσου ἔνοχον αὐτὸν ποιῆσαι ὥστε ἑτέρῳ τὴν κληρονομίαν ἀποκαταστῆσαι ἢ πᾶσαν ἢ μέρος.

37

pr.Ἡνίκα κατ᾿ οἰκείαν ἁπλότητα περιγραφῇ ὁ νέος. ἐπὶ τοῖς βλαβεῖσι παρὰ τῶν πατέρων καὶ μάλιστα κηδεμόνων, ἡ ἀποκατάστασις τοῖς παισὶ δίδοται. ση. ὁ ῥεπουδιατεύων ἐξ ἀδιαθέτου τὴν μητρώαν κληρονομίαν καὶ ὕστερον μεταμεληθεὶς εἴσω ἐνιαυτοῦ δύναται αὐτὴν καταδέχεσθαι, ἐπειδὴ ἡ ἁρμόζουσα αὐτῷ διακατοχὴ ἀνναλία ἐστίν.

38

pr.Ὁ ἔχων κανστέρσιον πεκούλιον καὶ κληρονομῶν ἀδιάθετον τὸν πατέρα μετὰ τῶν ἀδελφῶν μένει ἔχων αὐτὸ κατ ἐξαίρετον. ὁμοίως καὶ τὰ ἀπὸ ταξειδίων ἢ συνεδρίας κτηθέντα.

39

pr.Απὸ κανστερσίου κεκουλίου καλῶς ἐνάγει τῷ πατρὶ ὁ ὑπεξούσιος. ὅτι ἐν τοῖς κανστερσίοις πεκουλίοις ἀντὶ αὐτεξουσίων εἰσὶν οἱ ὑπεξούσιοι.

40

pr.᾿Αγοράζων δοῦλον ὁ ὑπεξούσιος ἐκ τῶν αὐτοῦ πεκουλίων καλῶς ἐλευθεροῖ, καὶ αὐτὸς κτᾶται ἐπ᾿ αὐτῷ τὸ πατρωνικὸν δίκαιον.

41

pr.Ὅσα δωρεῖται ἡ μήτηρ ἐκδημοῦντι τῷ υἱῷ ἐπὶ τὰ κάστρα, εἰς κανστέρσιον πεκούλιον αὐτοῦ εἰσιν.

42

pr.Ὁ ἔχων κανστέρσιον πεκούλιον νομίσματα δύναται καὶ παρὰ τοῦ ἰδίου πατρὸς ἀγοράζειν ἰσχυρῶς πράγματα. ὡς βι. κδ΄ τί. α΄ διγ. γ΄.

43

pr.Εἰ τοῦ ἔχοντος κανστέρσιον πεκούλιον εὑρεθῇ ὁ υἱὸς μὴ ὢν στρατιώτης ὑπεξούσιος ὢν τοῦ ἰδίου πάππου, διαβαίνει εἰς αὐτὸν τὸ τοῦ πατρὸς αὐτοῦ πεκούλιον. παύεται γὰρ εἶναι κανστέρσιον καὶ προσπορίζει τῷ πάππῳ αὐτοῦ χρῆσιν μόνην. ὡς βι. κβ΄ τί. β΄ διγ. μά.

44

pr.Τὸ κανστέρσιον πεκούλιον οἱ αὐτεξούσιοι τοῖς ὑπεξουσίοις οὐ συνεισφέρουσι, κἂν ὑπεξούσιοι ἦσαν οἱ ταῦτα κτησάμενοι. ἐξαίρετα ταῦτα λαμβάνουσι. κοινωνοὶ δὲ καὶ ταῦτα συνεισφέρουσιν ἀλλήλοις.

45

pr.Πατρὸς δημευθέντος οὐ συνυπάγεται τῇ δημεύσει τὸ κανστέρσιον πεκούλιον τῶν ὑπεξουσίων αὐτοῦ παίδων, οὐδὲ τὸ ἐν προικὶ ἐπερωτηθὲν, ἀλλ᾽ ἐκδικεῖται παρὰ τοῦ γαμβροῦ.

46

pr.Βασιλική φιλοτιμία κανστέρσιόν ἐστι, καὶ διὰ τοῦτο αἱ στρατεῖαι οὐ συνεισφέρονται οὐδὲ τὸ ἐπ᾿ αὐταῖς διδόμενον.

47

pr.Ἐὰν οἱονδήποτε πρᾶγμα εἰς υἱὸν ἢ εἰς θυγατέρα ἢ εἰς ἐγγόνους ἢ προεγγόνους ἑκατέρας φύσεως ὑπεξουσίους ὄντας ἀπὸ α΄ ἢ β΄ ἢ γ΄ γάμου ἢ πολυαριθμήτου τουτέστι πολλοστοῦ γάμου περιῆλθεν ἀπὸ πράγματος ἢ οἱασδήποτε δωρεᾶς ἢ κληρονομίας ἢ ληγάτου ἢ φιδικομίσσου, τῶν τοιούτων πραγμάτων [μέχρι] τῆς ἰδίας ζωῆς ὁ πατὴρ ἢ ὁ πάππος τὴν χρῆσιν ἐχέτω.

48

pr.Ἐὰν ὑπεξούσιόν με ὄντα βούληταί τις γράψαι κληρονόμον, ἐγὼ δὲ παρασκευάσω ἄλλον γραφῆναι κληρονόμον, ἵνα ὅταν γένωμαι αὐτεξούσιος ἀποδοθῇ μοι ὁ κλῆρος, οὐ προσπορίζεται τῷ πατρί μου ἡ ἁρμόζουσα κατὰ τοῦ μέσου μανδάτη τουτέστιν ἀγωγή. ἐν ᾧ γὰρ ἀγωγῇ ἀγαθὴ πίστις διαμάχεται οὐδὲν προσπορίζει τῷ πατρί μου. – ση. ἐλεύθερος ἐλευθέρῳ ἀγωγὴν οὐ προσπορίζει.

49

pr.Υἱὸς ἐν μέρει κληρονομῶν τοῦ πατρὸς, εἰ μὲν πρὶν ἢ διέληται τὴν κληρονομίαν καταβάλῃ ὅσα ἐν ὑπεξουσιότητι ἐχρεώστησεν, ἀπαιτεῖ τοὺς συγκληρονόμους αὐτοῦ εἴτι αὐτὸς ἠλευθέρωσεν ἐκ τῆς κοινῆς ὑποστάσεως. εἰ δὲ οὔπω κατέβαλεν, οὐκ ἄλλως εἰς μέσον φέρει τὸ πεκούλιον αὐτοῦ, εἰ μὴ λάβοι καυτίονα τουτέστιν ἀσφάλειαν ὅτι διφενδεύεται παρ᾿ αὐτῶν.

50

pr.Κατὰ τοῦ κινδυνεύοντος περὶ κατάστασιν ἀποκατάστασις οὐ δίδοται. ση. οὐδεὶς ἐναγόμενος περὶ τύχης δύναται ἀπαιτεῖν ἃ χρεωστεῖται εἰ μὴ πρῶτον τμηθῇ τὰ περὶ τῆς αὐτοῦ καταστάσεως.

51

pr.Μέχρι τῶν ἐννάτων τὸ ἀνενόχλητον ἔχουσιν οἱ τοῦ τελευτήσαντος κληρονόμοι καὶ οἱ παῖδες καὶ οἱ συγγενεῖς καὶ ἡ γαμετὴ αὐτοῦ. καὶ εἴτε ἐγγύας εἴτε ἀσφαλείας τινὰς ἐν τῷ μεταξὺ ἀπητήθησαν, ἀντ᾽ οὐδενὸς λογισθήσονται, κάντε ἐπερωτηθῇ κάντε μή.

52

pr.Μὴ ὑπερβαινέτω τὸν ἐνιαυτὸν ἡ κινουμένη δίκη προφάσει τοῦ μὴ πληρωθῆναι τὰ βεβουλημένα τῷ τεστάτορι.

53

pr.Οἱ ἐλάττονες καὶ ἐν ταῖς σεσοφισμέναις πράσεσι καὶ ἐν ταῖς τῶν ἐπιτρόπων ἢ τῶν κουρατόρων ἐπιβουλαῖς καλῶς αὐτοῦσιν ἀποκατάστασιν.

54

pr.Εἰ γὰρ ἐλάττων τῶν κέ ἐτῶν ὑπάρχων τῷ ἀγοραστῇ τοῦ κτήματος ἀσφάλειαν ἐξέθου, μηδεμίαν τοῦ λοιποῦ κατ᾿ αὐτοῦ ποιεῖν φιλονεικίαν, τοῦτο δὲ καὶ διὰ ὅρκου φυλάττειν διαβεβαιώσω, οὐδὲ ἀπιστίας οὐδὲ ἐπιορκίας ἐμὲ αὐθέντην ἐσόμενον σὺ ἐλπίσαι ὀφείλεις. ὡς βι. ε τί. ί.