Epit. 1.35
Περὶ ἀποκλήρων.
Abrir no leitor do IusCommune →1
pr.Περὶ τῶν ἀποκλήρων εἴρηται νεαρᾷ ριέ, ὡς ὅτι εἴ τις τοῖς ἰδίοις γονεῦσι χεῖρας ἐπιβάλοι ἢ βαρείαν καὶ ἀπρεπῆ αὐτοῖς ὕβριν ἐπαγάγοι, ἢ ἐπὶ ἐγκληματικῆς αὐτῶν αἰτίας κατηγορήσῃ τῆς μὴ οὔσης κατὰ βασιλείας ἢ πολιτείας, ἢ μετὰ φαρμακῶν ὡς φαρμακὸς συναναστρέφεται, ἢ τῇ ζωῇ τῶν ἰδίων γονέων διὰ φαρμακείας ἢ ἄλλῳ τινὶ τρόπῳ ἐπιβουλεῦσαι πειραθείη, τὸν τοιοῦτον ἀπόκληρον θεσπίζομεν.
2
pr.Εἰ τῇ ἰδίᾳ μητρυᾷ ἢ τῇ τοῦ πατρὸς παλλακῇ ὁ υἱὸς μιγῇ.
3
pr.Εἰ συκοφάντης κατὰ τῶν γονέων οὗτος γένηται καὶ διὰ τῆς ἰδίας καταμηνύσεως βαρείας αὐτοὺς ζημίας ὑπομεῖναι παρασκευάσοι.
4
pr.Εἰ ἐν ἀσθενείᾳ χρονίᾳ κειμένων αὐτῶν ἢ γήρᾳ καὶ ἀδυναμίᾳ καταντησάντων αὐτῶν ἀμελήσαιεν τῆς τούτων φροντίδος οἱ παῖδες καὶ μετακαλούμενοι παρὰ τῶν γονέων μὴ βουληθεῖεν ἐπιμελείας αὐτοὺς ἀξιῶσαι, τοὺς τοιούτους ἀποκλήρους γίνεσθαι.
5
pr.Εἰ συμβῇ τινα τῶν εἰρημένων γονέων ἐγκεκλεῖσθαι, οἱ δὲ παῖδες οἱ δυνάμενοι ἐξ ἀδιαθέτου εἰς τὴν τούτου διαδοχὴν ἐλθεῖν αἰτηθέντες ἤγουν ὁ εἷς ἐξ αὐτῶν μὴ βουληθείη εἰς τὴν τούτου ἐγγύην τοῦτον ὑποδέξασθαι ἢ ὑπὲρ προσώπου ἢ τοῦ χρέους εἰς ὅσον ἐπιτήδειος εἶναι ὁ αἰτούμενος ἀποδείκνυται. τοῦτο μέντοιγε, ὅπερ ἐπὶ τῆς ἐγγύης ἐθεσπίσαμεν, εἰς τοὺς ἄῤῥενας μόνον ἀνήκειν παῖδας βουλόμεθα.
6
pr.Εἰ ἐλεγχθῇ τις τῶν παίδων ὅτι ἐκώλυσε τοὺς ἰδίους γονεῖς ποιῆσαι διαθήκην, ὥστε εἰ μὲν μετὰ ταῦτα διαθήκην ποιῆσαι δυνηθεῖεν, ἄδειαν αὐτοῖς εἶναι ὑπὲρ τῆς τοιαύτης αἰτίας τὸν παῖδα ἀπόκληρον ποιεῖν. εἰ δὲ ἐν αὐτῇ τῇ κωλύσει δίχα διαθήκης τῶν γονέων τὶς τελευτήσοι καὶ ἄλλοι εἴτε ἐξ ἀδιαθέτου εἰς τὴν τοῦ τελευτήσαντος κληρονομίαν ἢ μετὰ τοῦ παιδὸς τοῦ τὴν διαθήκην γενέσθαι κωλύσαντος ἢ οἱ μετ᾿ αὐτὸν καλούμενοι εἴτε οὓς κληρονόμους ἔχειν ἠβούλετο εἴτε οἱ βλάβην τινὰ ἐκ τῆς κωλύσεως τῆς διαθήκης ὑπομείναντες τοῦτο αὐτὸ ἀποδείξαιεν, καὶ οὕτως αὐτὸν ἀπόκληρον γενέσθαι.
7
pr.᾿Αλλὰ καὶ ὁ μίμοις ἑαυτὸν ἐγκαταλέξει παρὰ γνώμην τῶν γονέων καὶ ἐν τούτῳ τῷ ἐπιτηδεύματι διαμείνοι, εἰ μὴ τυχὸν καὶ οἱ γονεῖς τῆς τοιαύτης ἐπιτηδεύσεως γεγόνασι.
8
pr.Εἴ τις ἐκ τῶν εἰρημένων γονέων μανῇ καὶ οἱ παῖδες αὐτοῦ ἤ τινες ἐξ αὐτῶν, ἢ παίδων αὐτῷ μὴ ὑπόντων οἱ ἄλλοι αὐτοῦ συγγενεῖς οἱ ἐξ ἀδιαθέτου εἰς τὸν αὐτοῦ κλῆρον καλούμενοι, ὑπηρεσίαν καὶ φροντίδα προσήκουσαν αὐτῷ μὴ παράσχοιεν, εἰ μὲν τῆς τοιαύτης ἀπαλλαγῇ νόσου, ἔστω αὐτῷ ἄδεια πότερον βούλεται τὸν παῖδα ἢ τοὺς παῖδας ἢ συγγενεῖς τοὺς ἠμεληκότας ἀχάριστον ἢ ἀχαρίστους ἐν τῇ ἰδίᾳ γράψαι διαθήκῃ. εἰ δὲ ἐν τῇ νόσῳ τῆς μανίας κατεχόμενον αὐτὸν ἐξωτικός τις ἴδοι ὑπὸ τῶν ἰδίῶν ἀμελούμενον παίδων ἢ συγγενῶν ἢ ἄλλων ὑπ᾿ αὐτοῦ γεγραμμένων κληρονόμων καὶ διὰ συμπάθειαν βουληθῇ αὐτοῦ φροντίσαι, δίδομεν αὐτῷ ἄδειαν διαμαρτυρίαν τοῖς ἐξ ἀδιαθέτου ἢ ἀπὸ διαθήκης ἤδη γενομένης εἰς τὸν τοῦ μεμηνότος κλῆρον καλουμένοις ἔγγραφον στέλλειν, ὥστε σπουδάζειν αὐτοὺς τούτου φροντίζειν· εἰ δέ γε μετὰ ταύτην τὴν διαμαρτυρίαν ἀμελήσαιεν, καὶ ἐξωτικὸς ἐν τῷ αὐτοῦ οἴκῳ τὸν μεμηνότα δεξάμενος δαπανήμασιν οἰκείοις ἄχρι τῆς τελευτῆς αὐτοῦ φροντίζων αὐτοῦ δειχθείη, τὸν τὴν ὑπηρεσίαν καὶ τὴν ἐπιμέλειαν τῷ μεμηνότι παρασχόμενον κἂν τὰ μάλιστα ἐξωτικὸς εἴη εἰς τὴν τούτου διαδοχὴν ἔρχεσθαι θεσπίζομεν, ἀνατρεπομένης τῆς αὐτῶν ἐνστάσεως ἅτε δὴ ἀναξίων ὄντων τῷ μεμηνότι καθάπερ εἰρήκαμεν φροντίδα παρασχεῖν ἀμελησάντων· οὕτω μέντοι ὥστε τὰ λοιπὰ τῆς διαθήκης κεφάλαια ἐν τῇ ἰδίᾳ μένειν ἰσχύι.
9
pr.Ἐὰν δὲ ἕνα τῶν προλεχθέντων γονέων ἐν αἰχμαλωσίᾳ κρατεῖσθαι συμβαίη, καὶ οἱ τούτου παῖδες εἴτε πάντες εἴτε εἷς μὴ σπουδάσαιεν τοῦτον ἀναῤῥύσασθαι, εἰ μὲν δυνηθῇ οὗτος τὴν τῆς αἰχμαλωσίας συμφορὰν ἐκφυγεῖν, ἐν τῇ αὐτοῦ εἶναι ἐξουσίᾳ, πότερον ταύτην εἰς ἀχαριστίας αἰτίαν τῇ ἰδίᾳ βούλοιτο ἐγγράψαι διαθήκῃ εἴτε καὶ μή. εἰ δὲ διὰ τῆς τῶν παίδων ἀμελείας καὶ καταφρονήσεως μὴ ἐλευθερωθῇ ἀλλ᾽ ἐν αἰχμαλωσίᾳ τελευτήσοι, ἐκείνους εἰς τὴν αὐτοῦ διαδοχὴν ἐλθεῖν οὐκ ἀνεχόμεθα οἵτινες οὐκ ἐσπούδασαν τῆς ἀναῤῥύσεως αὐτοῦ φροντίσαι, ἀλλὰ πάντων τῶν παίδων ἐπὶ τούτῳ ἀμελησάντων πάντα τὰ πράγματα τὰ παρ᾿ αὐτοῦ καταλιμπανόμενα τῇ ἐκκλησίᾳ τῆς πόλεως ἐξ ἧς ὁρμᾶται προσκυρούσθω, καταγραφῆς δηλονότι ἐπὶ δημοσίου ἐκμαρτυρίου γινομένης, ὥστε μηδὲν ἐκ τῆς τοιαύτης αὐτοῦ περιουσίας παραπολέσθαι, ἐφ᾽ ᾧ πᾶν ὅπερ ἐντεῖθεν εἰς τὴν ἐκκλησίαν περιέλθοι εἰς αἰχμαλώτων ἀνάῤῥυσιν προχωρεῖν.
10
pr.Εἰ δὲ ἐκεῖνος ὁ ἐν αἰχμαλωσίᾳ ληφθεὶς παῖδας μὴ ἔχοι καὶ τῶν ἄλλων τῶν εἰς τὴν τούτου κληρονομίαν ἐξ ἀδιαθέτου καλουμένων ἀναῤῥύσασθαι αὐτὸν μὴ σπουδαζόντων ἐν τῇ αἰχμαλωσίᾳ τελευτήσοι, μηδένα ἐκ τῶν ἀμελησάντων εἰς τὴν τούτου κληρονομίαν ἔρχεσθαι, εἰ καὶ πρὸ τῆς αἰχμαλωσίας διαθήκη τυχόν παρ᾽ αὐτοῦ ἐγεγόνει, ἐν ᾗ τὰ μνημονευθέντα πρόσωπα ἔγραψε κληρονόμους. ἀλλὰ καὶ ἐνταῦθα τῆς ἐνστά σεως τῶν κληρονόμων ἀκυρουμένης καὶ τῶν λοιπῶν τῆς διαθήκης κεφαλαίων ἐν τῇ ἰδίᾳ μενόντων ἰσχύι αἱ περιουσίαι τῶν τοιούτων προσώπων κατὰ τὸν ὅμοιον τρόπον ταῖς ἐκκλησίαις τῶν πόλεων ἐξ ὧν ὥρμηνται προσκυρούσθωσαν, καὶ μὴ ἐν ἄλλαις οἱαισοῦν αἰτίαις ἀλλ᾽ ἐν ταῖς τῶν αἰχμαλώτων ἀναῤῥύσεσι δαπανᾶσθαι, ὥστε ὅθεν ἐκεῖνοι ὑπὸ τῶν ἰδίων οὐκ ἀνεῤῥύσθησαν τὰς τῶν ἄλλων ἀναῤῥύσεις φροντίζεσθαι καὶ τὰς ἐκείνων ὁμοίως ψυχὰς ἐκ ταύτης τῆς εὐσεβοῦς πράξεως ἐπικουφίζεσθαι. τούτου αὐτοῦ παραφυλαττομένου κἂν εἰ ἄλλο ἐξωτικὸν πρόσωπον πρὸ τῆς αἰχμαλωσίας γράψοι κληρονόμον, κἀκεῖνος εἰδὼς ἑαυτὸν ὑπ᾽ ἐκείνου γεγράφθαι κληρονόμον ἀναῤῥύσασθαι τοῦτον ἐκ τῆς αἰχμαλωσίας ἀμελήσοι. ταύτην δὲ τὴν ποινὴν κατ᾿ ἐκείνων κρατεῖν θεσπίζομεν, οἵτινες τὸν ιὴ τῆς ἑαυτῶν ἡλικίας ἐπλήρωσαν ἐνιαυτόν.
11
pr.Ἐν δὲ ταῖς τοιαύταις αἰτίαις ἡνίκα ὑπὲρ ἀναῤῥύσεως αἰχμαλώτων ἀναγκαῖόν ἐστι χρήματα δοθῆναι, εἴ τις ἴδια μὴ ἔχοι χρήματα, ἄδειαν ἐχέτω εἴπερ τῆς εἰρημένης ἡλικίας ὑπάρχοι δανείζεσθαι χρήματα καὶ πράγματα κινητὰ ἢ ἀκίνητα ὑποτίθεσθαι, εἴτε ἴδια ἔχοι εἴτε τὰ τοῦ ἐν αἰχμαλωσίᾳ κρατουμένου. ἐπειδὴ ἐν τοῖς εἰρημένοις ἅπασι τοῖς ὑπὲρ ἀναῤῥύσεως αἰχμαλώτων δίδοσθαι ἢ ἀναλίσκεσθαι δεικνυμένοις τὰ τοιαῦτα συναλλάγματα ὡς παρὰ προσώπου αὐτεξουσίου καὶ τελείας ἡλικίας ὄντος γινόμενα βέβαια εἶναι παρακελευόμεθα, μηδενὸς τοῖς μετὰ τοιούτων προσώπων ἐπὶ ταῖς μνημονευθείσαις αἰτίαις καθάπερ εἴρηται συναλλάττουσι προκρίματος γινομένου, ἀνάγκην ἔχοντος τοῦ ἐκ τῆς αἰχμαλωσίας ἐπανερχομένου τὰ τοιαῦτα συναλλάγματα βέβαια ἡγεῖσθαι καὶ τούτοις ὡς ἰδίοις ὀφλήμασιν ἐνέχεσθαι.
12
pr.Εἴ τις ἐκ τῶν μνημονευθέντων γονέων ὀρθόδοξος ὑπάρχων αἴσθηται τὸν ἴδιον παῖδα ἢ παῖδας μὴ εἶναι τῆς καθολικῆς πίστεως μηδὲ ἐν τῇ ἁγιωτάτῃ ἐκκλησίᾳ κοινωνεῖν ἐν ᾗ πάντες οἱ μακαριώτατοι πατριάρχαι μιᾷ συμπνοίᾳ καὶ ὁμονοίᾳ τὴν ὀρθοδοξοτάτην πίστιν κηρύττειν καὶ τὰς ἁγίας ζ΄ συνόδους, τὴν ἐν νικαίᾳ πρώτην τὴν ἐν ἐφέσῳ πρώτην τὴν ἐν χαλκηδόνι τὴν ἐν κωνσταντινουπόλει.. ὡσαύτως καὶ τὴν ἐν κωνσταντινουπόλει τρίτην καὶ τὴν ἐν νικαίᾳ τὸ δεύτερον, περιπτύσσεσθαι ἤγουν ἀναφέρειν γινώσκονται, καὶ διαμένουσιν οἱ τοιοῦτοι παῖδες ἐν τῇ αὐτῶν ἀπιστίᾳ, δίδομεν τοῖς αὐτῶν γονεῦσιν ἄδειαν ὑπὲρ ταύτης μάλιστα τῆς αἰτίας ἀχαρίστους αὐτοὺς καὶ ἀποκληρονόμους ἐν τῇ ἰδίᾳ γράφειν διαθήκῃ. καὶ ταῦτα μὲν ἐπὶ ἀχαριστίας διετυπώσαμεν.
13
pr.Γενικὴν δὲ πρόνοιαν τοῖς παισὶ τοῖς ὀρθοδόξοις παρέχοντες κελεύομεν, σῴων φυλαττομένων τῶν νόμων τῶν ἤδη περὶ τῶν αἱρετικῶν προενεχθέντων καὶ περὶ τοὺς νεστοριανοὺς καὶ ἀκεφάλους, ὡσαύτως δὲ καὶ περὶ τοὺς ἰακωβίτας καὶ μονοθελήτας καὶ εἰκονομάχους καὶ ὅσαι ἄλλαι αἱρέσεις εἰσὶ παρὰ τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίαις ἀποκηρυσσόμεναι, καὶ ταύταις φωραθεῖέν τινες ἐνεχόμενοι, τὰ αὐτὰ περὶ τούτους ἅπαντας ἀπαραβάτως φυλάττεσθαι, ὥστε εἴ ποτε γονεῖς εὑρεθεῖεν μιᾷ τῶν ἀπηριθμημένων αἱρέσεων ἢ καὶ ἑτέρᾳ τινὶ τούτων παραπλησίᾳ κατεχόμενοι καὶ διὰ τοῦτο ἐκ τῆς κοινωνίας τῆς καθολικῆς ἐκκλησίας κεχωρισμένοι, μὴ ἐξεῖναι αὐτοὺς ἄλλους κληρονόμους ἑαυτοῖς ἐνιστᾶν ἢ παῖδας ὀρθοδόξους καὶ τῇ καθολικῇ ἐκκλησίᾳ κοινωνοῦντας ἢ παίδων μὴ ὑπόντων τοὺς ἐξ ἀῤῥενογονίας συγγενεῖς ὀρθοδόξους δηλαδὴ τυγχάνοντας. εἰ δὲ ὡς εἰκὸς ἐκ τῶν παίδων τινὲς μέν εἰσιν ὀρθόδοξοι καὶ τῇ καθολικῇ ἐκκλησίᾳ κοινωνοῦντες, ἄλλοι δὲ ἐκ ταύτης κεχωρισμένοι, πᾶσαν τὴν τῶν γονέων περιουσίαν εἰς τοὺς παῖδας καὶ μόνον τοὺς ὀρθοδόξους περιέρχεσθαι θεσπίζομεν, εἰ καὶ τελευταίας βουλήσεις τὰ τοιαῦτα πρόσωπα ποιήσει παρὰ τὴν δύναμιν ταύτης ἡμῶν τῆς διατάξεως διατυπούσας. εἰ δὲ μετὰ ταῦτα οἱ ἀδελφοὶ οἱ ἐκ τῆς ἐκκλησίας κεχωρισμένοι ἐπὶ ταύτην ἀναστρέψουσι, τὸ ἁρμόττον αὐτοῖς μέρος ἐν τῷ σχήματι ἐν ᾧ εὑρέθη κατὰ τὸν χρόνον ὃν ἀποδίδοται τούτοις παρέχεσθαι, ὡς μηδεμίαν περὶ τῶν καρπῶν ἢ τῆς διοικήσεως τοῦ μέσου χρόνου ὄχλησιν ἢ ἐπάχθειαν τοὺς ὀρθοδόξους ὑπομένειν τοὺς πρώην τὰ μνημονευθέντα πράγματα διακρατήσαντας, ἐπειδὴ τῶν τοιούτων πραγμάτων, ἅτινα ἐκ τῆς μοίρας τῶν ἀδελφῶν τῶν μὴ κοινωνούντων οἱ ὀρθόδοξοι ἐκτήσαντο, ὥσπερ τὴν ἐκ ποίησιν κωλύομεν, οὕτω καὶ τῶν παρελθόντων χρόνων τοὺς καρποὺς ἢ τὴν διοίκησιν οὐδαμῶς παρὰ τούτων ὑφ᾽ ὧν διεκρατήθη εἰσπράττεσθαι ἢ ἀναψηλαφᾶσθαι κελεύομεν. εἰ δὲ οἱ παῖδες μὲν πάντες διεστραμμένοι καὶ τῆς κοινωνίας καὶ τῆς καθολικῆς ἐκκλησίας ἀλλότριοι εὑρεθεῖεν, ἄλλοι δὲ ἐγγύτατοι συγγενεῖς ἐξ ἀῤῥενογονίας ἢ ἐκ θηλυγονίας τὴν ὀρθόδοξον πίστιν τιμῶντες καὶ κοινωνικοὶ εἶεν καὶ ἀποδειχθεῖεν, τούτους τῶν παίδων τῶν αἱρετικῶν προτιμᾶσθαι καὶ τὴν αὐτῶν διαδέχεσθαι κληρονομίαν. εἰ δὲ καὶ οἱ παῖδες καὶ οἱ ἐγγύτατοι συγγενεῖς ἐκ τῆς κοινωνίας τῆς ὀρθοδόξου πίστεως ξένοι τυγχάνοιεν, τηνικαῦτα εἰ μὲν σχῆμα κληρικὸν οἱ γονεῖς αὐτοῦ ἔχοιεν, τῇ ἐκκλησίᾳ τῆς πόλεως ὅπου τὴν διοίκησιν εἶχον τὰ αὐτὰ πράγματα βουλόμεθα διαφέρειν· οὕτω μέντοι ὥστε εἰ οἱ ἐκκλησιαστικοὶ ἐντὸς ἐνιαυτοῦ προθεσμίας τὰ τῶν τοιούτων προσώπων πράγματα διεκδικῆσαι ἀμελήσειαν, τὴν αὐτῶν δεσποτείαν τῷ ἡμετέρῳ ταμείῳ ἐκδικεῖσθαι. εἰ δὲ λαϊκοὶ ὦσι, δίχα τινὸς διακρίσεως τὰς αὐτῶν περιουσίας εἰς τὸ θεῖον ἡμῶν ἰδικὸν ὁμοίως περιέρχεσθαι. εἰ γὰρ ὑπὲρ κοσμικῶν αἰτιῶν μεριμνῶμεν, πόσῳ μᾶλλον ὑπὲρ τῆς τῶν ψυχῶν σωτηρίας προνοητικωτάτην φροντίδα δεῖ συνεισφέρειν;
14
pr.Εἰ τοίνυν πάσας τὰς εἰρημένας τῆς ἀχαριστίας αἰτίας εἴτε τινὰς ἐξ αὐτῶν εἴτε μίαν οἱανδήποτε οἱ γονεῖς τῇ ἰδίᾳ ἐγγράψαιεν διαθήκῃ καὶ οἱ γραφόμενοι κληρονόμοι τὰς ὀνομασθείσας αἰτίας ἢ μίαν ἐξ αὐτῶν ἀληθῆ εἶναι δείξαιεν, τὴν διαθήκην τὴν ἰδίαν ἔχειν ἰσχὺν παρακελευόμεθα. εἰ δὲ ταῦτα μὴ φυλαχθῇ, μηδὲν γίνεσθαι πρόκριμα τοῖς ἀπὸ κληρονόμων γραφεῖσιν, ἀλλ᾽ ὅσον εἰς τὴν ἔνστασιν τῶν κληρονόμων πάλιν ἥκειν τῆς διαθήκης ἀκυρουμένης εἰς τὴν τῶν γονέων κληρονομίαν τοὺς παῖδας τοὺς ἐξ ἀδιαθέτου ἐξ ἴσης μοίρας ἔρχεσθαι, ὥστε μὴ τοὺς παῖδας πεπλασμέναις κατηγορίαις κατακρίνεσθαι μήτε τινὰ περιγραφὴν ἐν ταῖς γονέων περιουσίαις ὑπομένειν. εἰ μέντοιγε συμβαίνοι ἔν τισι τοιαύταις διαθήκαις ἢ λεγάτα τινὰ ἢ καὶ τὰ πίστει τινὶ καταλιμπανόμενα ἢ ἐλευθερίας ἢ ἐπιτρόπων δόσεις καταλειφθῆναι ἢ ἄλλα οἱαδήποτε κεφάλαια τοῖς νόμοις ἐγνωσμένα ὀνομασθῆναι, ταῦτα πάντα κελεύομεν πληροῦσθαι καὶ δίδοσθαι ἐκείνοις οἷς κατελείφθη, ὡς εἰ κατὰ τοῦτο τὸ μέρος μὴ ἀνατραπεῖσα ἡ διαθήκη ἐκράτει.
15
pr.Καὶ ταῦτα μὲν περὶ τῶν διαθηκῶν τῶν γονέων διετυπώσαμεν. δίκαιον δὲ εἶναι συνείδομεν καὶ ἐκ τοῦ ἐναντίου περὶ τῶν διαθηκῶν τῶν παίδων τὰ αὐτὰ μετά τινος διαστίξεως διατυπῶσαι. θεσπίζομεν τοίνυν μὴ ἐξεῖναι τοῖς παισὶ τοὺς ἰδίους γονεῖς ἀποκλήρους καταλιμπάνειν ἢ καθ᾽ οἱονδήποτε τρόπον τῶν ἰδίων πραγμάτων ἐφ᾽ οἷς διατίθεσθαι ἐξουσίαν ἔχουσι τούτους παντελῶς ἀλλοτρίους ποιῆσαι, εἰ μὴ τὰς αἰτίας ἃς ἀριθμοῦμεν ἐν ταῖς ἰδίαις ἰδικῶς ἐγγράψαιεν διαθήκαις.
16
pr.Ταύτας δὲ εἶναι κελεύομεν· εἰ οἱ γονεῖς εἰς ἀναίρεσιν ζωῆς τοὺς ἰδίους παῖδας παραδοῖεν, δίχα μέντοιγε αἰτίας εἰς καθοσίωσιν ἀναφερομένης.
17
pr.Εἰ φαρμακείαις ἢ γοητείαις ἢ ἄλλῳ τρόπῳ οἱ γονεῖς τῇ τῶν παίδων ζωῇ ἐπιβουλεύσαντες ἀποδειχθεῖεν.
18
pr.Εἰ ὁ πατὴρ τῇ ἰδίᾳ νύμφῃ ἢ τῇ παλλακῇ τοῦ ἰδίου παιδὸς συμμιγείη.
19
pr.Εἰ οἱ γονεῖς τοὺς ἰδίους παῖδας διαθήκας ποιήσασθαι κωλύσαιεν ἐν τοῖς πράγμασιν ἐν οἷς ἔχουσιν ἄδειαν τοῦ διατίθεσθαι, πάντων δηλαδὴ ἐπὶ τῇ κωλύσει τῶν τοιούτων διαθηκῶν φυλαττομένων ἅπερ ἐπὶ τῷ τῶν γονέων προσώπῳ διεστίξαμεν.
20
pr.Εἰ συμβαίη τὸν ἄνδρα τῇ ἑαυτοῦ γαμετῇ εἰς ἀναίρεσιν ἢ εἰς ἔκστασιν τῆς διανοίας δοῦναι φάρμακον ἢ τὴν γαμετὴν τῷ ἀνδρὶ, ἢ ἄλλῳ τρόπῳ τὸν ἕτερον τῇ τοῦ ἑτέρου ζωῇ ἐπιβουλεῦσαι, τὸ μὲν τοιοῦτον ἔγκλημα οἷα πούβλικον ὑπάρχον κατὰ τοὺς νόμους ἐξετάζεσθαι καὶ νομίμης ἐκδικήσεως ἀξιοῦσθαι θεσπίζομεν, τοῖς δὲ παισὶν ἄδειαν εἶναι ταῖς ἰδίαις διαθήκαις μηδὲν ἐκ τῶν ἰδίων περιουσιῶν ἐκείνῳ τῷ προσώπῳ καταλιμπάνειν τῷ τὸ τοιοῦτον μῦσος πεπραχέναι γινωσκομένῳ.
21
pr.Εἰ τῶν παίδων ἢ ἑνὸς ἐξ αὐτῶν ἐν μανίᾳ τυγχάνοντος οἱ γονεῖς φροντίσαι αὐτοῦ ἀμελήσαιεν, πάντα καὶ ἐνταῦθα παραφυλάττεσθαι προστάττομεν, ἅτινα περὶ τῶν μαινομένων γονέων ἀνωτέρω ἐθεσπίσαμεν.
22
pr.Τούτοις τοῖς θέμασι καὶ τὴν τῆς αἰχμαλωσίας συμφορὰν προστίθεμεν, ἐν ᾗ εἰ τοὺς παῖδας παρακρατεῖσθαι καὶ διὰ τῆς τῶν γονέων καταφρονήσεως ἢ ἀμελείας μὴ ἀναῤρυσθέντας τελευτῆσαι συμβαίνοι, μηδαμῶς τοὺς τούτων γονεῖς εἰς τὰς περιουσίας ἔρχεσθαι τῶν παίδων ἐν αἷς διατίθεσθαι οἱ παῖδες ἠδύναντο, ἀλλὰ πάντα καὶ ἐν τούτῳ τῷ κεφαλαίῳ φυλάττεσθαι ἅπερ καὶ περὶ γονέων καὶ συγγενῶν τῶν ἐξ ἀδιαθέτου εἰς τὰ τῶν τοιούτων προσώπων δίκαια καλουμένων ἢ περὶ τῶν ἐξωτικῶν γραφομένων κληρονόμων ἀνωτέρω διετυπώσαμεν.
23
pr.Εἴ τις ἐκ τῶν μνημονευθέντων παίδων ὀρθόδοξος τυγχάνων αἴσθηται τὸν ἴδιον γονέα ἢ γονεῖς μὴ εἶναι ὀρθοδόξους, ταῦτα καὶ ἐπὶ ἐκείνων τῶν προσώπων κρατεῖν ἅπερ ἀνωτέρω περὶ τῶν γονέων διετυπώσαμεν.
24
pr.Εἰ δὲ ταῦτα μὴ παραφυλαχθείη μηδεμίαν δύναμιν ἐν τῇ τοιαύτῃ διαθήκῃ τό γε εἰς τὴν ἔνστασιν τῶν κληρονόμων ἔχειν θεσπίζομεν, ἀλλὰ ἀνατρεπομένης τῆς διαθήκης τοῖς ἐξ ἀδιαθέτου εἰς τὴν τοῦ τελευτήσαντος κληρονομίαν καλουμένοις τὰ ἐκείνου πράγματα δίδοσθαι διατυποῦμεν, τῶν λεγάτων δηλονότι καὶ τῶν πίστει παρ᾽ αὐτοῦ καταλιμπανομένων καὶ τῶν ἐλευθεριῶν καὶ τῶν δόσεων τῶν ἐπιτρόπων καὶ τῶν ἄλλων κεφαλαίων καθάπερ ἀνωτέρω εἴρηται τὴν ἰδίαν ἐχόντων ἰσχύν. εἰ δὲ περὶ λεγάτου ἢ πίστει τινὶ παρ᾽ αὐτοῦ δοθέντος ἢ ἐλευθεριῶν ἢ ἄλλων οἱωνδήποτε κεφαλαίων ἐν ἄλλοις νόμοις εὑρεθῇ ταύτῃ τῇ διατάξει ἐναντίον, τοῦτο κρατεῖν κατ᾿ οὐδένα τρόπον βουλόμεθα. καὶ αὗται μὲν τῶν ἀποκλήρων ἢ παρασεσιωπημένων ἤτοι ἀμνημονεύτων αἱ ποιναὶ τό γε εἰς τὰς τῆς ἀχαριστίας αἰτίας τῶν εἰρημένων προσώπων διετυπώθησαν· εἴ τινες δὲ ἐξ αὐτῶν εἰς ἐγκλήματα ἀναφέρεται τοὺς τούτων πράκτορας καὶ τὰς ἄλλας ὑπομένειν ποινὰς τὰς τοῖς νόμοις διωρισμένας. ταῦτα δὲ διετυπώσαμεν ἵνα καὶ τοὺς παῖδας ἀπὸ τῆς τῶν διαθηκῶν ὕβρεως ἐλευθερώσωμεν.
25
pr.Εἰ δέ τινες κληρονόμοι ὀνομασθεῖεν καὶ εἰ ῥητοῖς πράγμασιν ἀρκεσθῆναι προσταχθεῖεν, ἐν τούτῳ τὴν μὲν διαθήκην μὴ ἀνατρέπεσθαι προστάττομεν, ὅπερ δ᾽ ἂν ἔλαττον αὐτοῖς τῆς ἐκ τῶν γονέων μοίρας καταλειφθείη, τοῦτο κατὰ τοὺς ἄλλους ἡμῶν νόμους παρὰ τῶν κληρονόμων ἀποπληροῦσθαι τοῖς ἧττον ἔχουσι κατὰ τὸ νόμιμον μέρος.
26
pr.Καὶ τοῦτο ἡμῖν ἔδοξεν εὐσεβές τε ἅμα καὶ χαρίεν, ἵνα ὁ τελείαν ἄγων ἡλικίαν μὴ δύνηται τὸν συγγενῆ αὐτοῦ ἐξ ἀδιαθέτου κληρονομεῖν, παρ᾽ οὗ προσκληθεὶς ἐπὶ ἐκδικήσει οἰκείου πράγματος κατημέλησε χωρὶς εὐλόγου προφάσεως.
27
pr.Ὁ ἐνήλικος ἀνηλίκῳ συζῶν οὐ δύναται τοῦτον ἐξ ἀδιαθέτου κληρονομεῖν μὴ ἐκδικῶν τὰ αὐτοῦ πράγματα.
28
pr.Ὁ συγγενῆ κεκτημένος ἢ κωφὸν ἢ ἄλαλον ἢ ἄφρονα ἢ μαινόμενον εἰ μὴ προμηθούμενος διεκδικῇ αὐτῶν τὰ πράγματα, οὐ δύναται αὐτοὺς κληρονομεῖν. τὰ αὐτὰ καὶ περὶ αἰχμαλάτων.