Epit. 1.36
Περὶ ἐπιτρόπων καὶ κουρατόρων.
Abrir no leitor do IusCommune →1
pr.Τίτλος περὶ ἐπιτροπῆς. τῶν μὲν αὐτεξουσίων οἱ μὲν ἐπιτροπεύονται οἱ δὲ κουρατορεύονται, οἱ δὲ οὐκ ἐπιτροπεύονται οὐδὲ κουρατορεύονται. ἀλλ᾽ ἐπειδὴ πολλοί εἰσιν οἱ μηδετέρου μετέχοντες, εἴπωμεν τοὺς ἐπιτροπευομένους καὶ κουρατορευομένους· οἱ γὰρ μὴ ὄντες ἐν τούτοις δηλονότι ἐν ἐκείνοις εἰσίν. καὶ πρότερον σκοπήσωμεν περὶ τῶν ὑπὸ ἐπιτρόπων τελούντων. τέως δὲ ὀφείλεις εἰδέναι ὅτι ἀλλότριον ὑπεξουσίων ἐστὶ τὸ ἐπιτροπεύεσθαι, ἴδιον δὲ τῶν αὐτεξουσίων. καὶ τέως ὁρισόμεθα τί ἐστιν ἐπιτροπή.
2
pr.Ἐπιτροπή ἐστιν, ὡς ὁ ῥέσδιος ὁρίζεται, δίκαιόν τι καὶ ἐξουσία κατὰ ἐλευθέρας κεφαλῆς δεδομένη καὶ πρὸς ἀσφάλειαν αὐτῆς ἐπινενοημένη ἢ διὰ τὸ τῆς ἡλικίας ἀτελὲς ἢ διὰ τὸ τῆς εὐπραγίας ἀληθὲς ἐπιτετραμμένη. ὡς εἴρηται β΄ ἰνστ. καὶ κδ ' διὰ πάσης περιλαβὼν γενικῶς ὅτι οὐ δεῖ ἐκ τῶν προσώπων τὸ πλῆθος κρίνεσθαι τῶν ἐπιτρόπων, ἀλλ᾽ ἐκ τῶν οὐσιῶν.
3
pr.Οἶδεν καὶ πενία παραίτησιν κηδεμονίας ποιεῖν.
4
pr.Μάθωμεν τίνας οἷόν τε καταλιμπάνειν. καταλιμπάνομεν οὐ μόνον αὐτεξουσίους, ἀλλὰ καὶ ὑπεξουσίους. καὶ τὸν ἡμέτερον οἰκέτὴν ἐν τῇ διαθήκη cum libertate τουτέστι μετὰ ἐλευθερίας ὀρθῶς ἐπίτροπον δίδομεν. εἰ δὲ κατέλιπον μὲν τὸν οἰκέτην ἐπίτροπον τῷ ἐμῷ παιδὶ, ἐλευθερίαν δὲ αὐτῷ οὐ προέγραψα, ἀλλὰ τὸ λεγόμενον σίνε λιβερτάτε αὐτὸν κατέλιπον ἐπίτροπον, διὰ τὴν περὶ τοὺς ἀνήβους σπουδὴν ἤρεσε σιωπηρὰν ἐλευθερίαν δίρεκταν ἐλευθερίαν, ἵνα ἅμα τῇ τελευτῇ τοῦ διατιθεμένου ἀνεμποδίστως ὁ οἰκέτης τῆς δουλείας ἀπαλλαγεὶς ἀντιλάβηται τῆς ἐπιτροπῆς.
5
pr.᾿Αλλότριος οἰκέτης ἐν διαθήκῃ ἀχρήστως ἐπίτροπος δίδοται. οὕτω μέντοι δυνατόν· ἔστω. ἐπειδὴ τὸν ἐν ἡμετέρᾳ ὄντα ὑπεξουσίᾳ τοῦτον εἰς τύχην ἐνάγειν οὐκ ὀφείλομεν.
6
pr.Οὐ δύναμαι ἐπὶ τῷ ῥητῷ πράγματι ἢ ῥητῇ αἰτίᾳ ἐπίτροπον καταλιμπάνειν· οἷον ἔστω ὁ δεῖνα ἐπίτροπος ἐπὶ τῷδε τῷ ἀγρῷ ἢ ἐπὶ τῇδε τῇ δίκῃ. προσώπῳ γὰρ εἴωθεν ὁ ἐπίτροπος δίδοσθαι, οὐ μὴν αἰτίᾳ ἢ πράγματι.
7
pr.Ὁ μὲν γὰρ ἐπίτροπος ἀνήβων μόνον ἐστὶν ἐπίτροπος, οἱ δὲ κουράτορες ἐφήβων, ἐστὶ δὲ καὶ ὅτε καὶ ἀνήβων. ἐπίτροπος ἐν διαθήκῃ καλῶς δίδοται, ἀνισχύρως δὲ ὁ κουράτωρ. ἄκων οὐδεὶς κουρατορεύεται, ἐπιτροπεύεται δέ τις καὶ μὴ θέλων.
8
pr.Ἐπίτροπος ἐπὶ φανερᾷ δίκῃ δοθῆναι οὐ δύναται, κουράτωρ δὲ καὶ πάνυ. κουρατορεύονται δὲ πρὸς τοῖς ἀφήλιξι μαινόμενοι, ἔτι δὲ καὶ ἄσωτοι, κἂν μείζονες εἶεν τῶν κέ ἐνιαυτῶν.
9
pr.Ἐκστραορδίνως τιμωροῦνται οἱ ἐπὶ δόσει γινόμενοι ἐπίτροποι ἢ ἐπὶ χρήμασι σπουδάζοντες ἐπιτηδείους μὴ προβληθῆναι, καὶ οἱ ἐπίτηδες τὴν οὐσίαν ἐν τῷ ἀπογράφεσθαι μειοῦντες, καὶ οἱ προφανῶς ἐπὶ περιγραφὴν ἐκποιοῦντες τὸ πρᾶγμα τοῦ ὀρφανοῦ.
10
pr.Ἐὰν ἡ κληρονομία μὴ ἀπαιτηθῇ, οὐδὲν τῶν ἐν τῇ διαθήκῃ ἔῤῥωται. εἰ δὲ ἀπὸ πολλῶν κἂν εἷς ἀδιτεύσει, παραχρῆμα ἡ ἐπιτροπὴ ἰσχύει.
11
pr.Ἐὰν ἐν διαθήκῃ ἐδόθη τὶς ἐπίτροπος καὶ ἄλλος ἐν κωδικέλλῳ ἐαθῇ, οἱ δύο καλῶς ἐπιτροπεύουσιν, εἰ μὴ ἄρα οὐκ ἠθέλησεν ὁ διαθέμενος.
12
pr.Ἐγγύας μὴ ἀπαιτείσθω ὁ καταλειφθεὶς παρὰ τοῦ πατρὸς κουράτωρ, κἂν τάχα μαινόμενοί εἰσιν οἱ παῖδες, ὅρκον δὲ διδότω ἐφαπτόμενος τῶν ἁγίων εὐαγγελίων, παρουσίᾳ τοῦ ἄρχοντος καὶ τοῦ ἐπισκόπου καὶ ἄλλων τριῶν μαρτύρων, ὅτι πάντα ἐπ᾿ ὄφελος πρὸς τὸ συμφέρον τοῦ μαινομένου διοικεῖ. μετὰ δὲ τὸν ὅρκον καὶ καταγραφὴν ποιεῖν εἰς τὰ τοῦ κουρατορευομένου πράγματα, ὑποκειμένης τῆς περιουσίας αὐτοῦ τοῖς λόγοις τῆς διοικήσεως. ὡς βι. ε΄ τί. ο΄ διατ. ζ ' τοῦ κώδ. σχόλ. ἔχει δὲ σιωπηρὰν ὑποθήκην ὁ νέος εἰς τὰ πράγματα τοῦ κουράτορος. ση. εἰ δὲ πολλοὶ προτείνουσι δοῦναι τὰς ἐγγύας, ὁ ἐπιτήδειος προτιμᾶται. σχόλ. ἐπὶ τῶν μαινομένων ἐπίτροπος οὐ δίδοται, ἀλλὰ κουράτωρ. καὶ ἐὰν μὴ ἔχῃ ἀκίνητον οὐσίαν, ἐγγυητὴν δίδωσι δοκιμασίᾳ τοῦ ἐπισκόπου καὶ τοῦ πατρὸς τῆς πόλεως. ὡς βι. ιβ΄ τί. κα διατ. ή΄ τοῦ κώδ.
13
pr.Ὁ διδόμενος κουράτωρ ἐν διαθήκῃ τῷ μαινομένῳ ἐξομοσίᾳ καταπιστεύεται.
14
pr.Αδηλος ἐπίτροπος ἐν διαθήκῃ οὐ δίδοται. [δίδοται] οἱοσδήποτε, κἂν πραίτωρ ἐστὶ κἂν ὕπατος. δίδονται δὲ οἱ ἔχοντες τεσταμέντι φακτίονα.
15
pr.Ὁ τεσταμεντάριος ἐπίτροπος τουτέστιν ὁ ἐν διαθήκῃ δοθεὶς ἐξκουσατεύων ἑαυτὸν ἐκπίπτει καὶ τῶν ληγατευθέντων τῷ υἱῷ αὐτοῦ, ἐὰν πρὸς τιμὴν αὐτοῦ καὶ οὐχ ὡς ἐπὶ τῷ υἱῷ κατελείφθησαν.
16
pr.Εἴσω ν ' ἡμερῶν δύναται ὁ ἐπίτροπος ἐξκουσατεῦσαι ἑαυτὸν τῆς ἐπιτροπῆς.
17
pr.Ἐάν τις ἑαυτὸν ἐπίτροπον ἐν διαθήκῃ προσγράψῃ οἰκείᾳ χειρὶ, κἂν ἑτέρους ἐπιτρόπους ὁ παῖς ἔχῃ, οὐ δύναται χρήσασθαι ἐξκουσατίονι, οὔτε μὴν ὁ ὕποπτος ἀποκινεῖται.
18
pr.Ὁ ἀξιωματικὸς ἐπίτροπος ὢν καὶ μήτε ἀποθέμενος τὰ πουπιλλάρια χρήματα, μήτε εἰς ἀγορασίαν κτημάτων λαμβάνων αὐτὰ, οὐκ ἐμβάλλεται εἰς δεσμωτήριον.
19
pr.᾿Αφ᾽ οὗ μάθῃ ὅτι ἐδόθη ἐπίτροπος ἢ κουράτωρ δύναται εἴσω τῶν ν ' ἡμερῶν ἐξκουσατεύειν αὑτὸν, κἂν ἐν διαθήκῃ ἐδόθη. ἡ δὲ ις ' διάτ. τοῦ αὐτοῦ τί. λέγει εἴσω ἐνιαυτοῦ ἔχει ἐξκουσατίονα τῶν δικαζομένων αὐτῷ. Περὶ κληρονομίας. — κ΄. Ἐκεῖ ἐνάγεται ὁ ἐπίτροπος ἔνθα διώκησε τὴν ἐπιτροπήν.
21
pr.Ὁ νήπιος χωρὶς αὐθεντίας ἐπιτρόπου δικαστηρίῳ οὐχ ὑπόκειται. οὐδὲ διὰ κουράτορος κληρονομία προσπορίζεται.
22
pr.Ὁ ἔχων ἐπίτροπον οὐ δέεται ἄλλου ἐπιτρόπου. ὁ δὲ ἔχων κουράτορα δίδοται ἄλλος κουράτωρ.
23
pr.Ὁ κληρονόμος τοῦ ἐπιτρόπου ἀπὸ ῥαθυμίας τοῦ ἐπιτρόπου οὐκ ἐνάγεται.
24
pr.Ἐὰν τελευτήσῃ ὁ ἐπίτροπος ἐπὶ νηπίῳ κληρονόμῳ καὶ ὁ τοῦ νηπίου ἐπίτροπος διοικήσει τὰ πράγματα τοῦ ἐπιτροπευθέντος, ὁ κληρονόμος τοῦ πρώτου ἐπιτρόπου ὑπὲρ ταύτης τῆς διοικήσεως οὐκ ἐνάγεται, ἀλλ᾽ ὁ ἐπίτροπος αὐτοῦ.
25
pr.Ἐὰν ἐπιτροπεύων ἀπελεύθερος κακῶς διοικήσει τὰ τοῦ πάτρωνος πράγματα, τιμωρεῖται· ἀλλὰ καὶ ἀζήμιον τὸν ὀρφανὸν περιποιεῖται.
26
pr.Ὁ ἐπίτροπος κλέπτων τὰ τοῦ πουπίλλου πράγματα καὶ πωλῶν αὐτὰ οὐ ποιεῖ δεσπότην τὸν ἀγοράζοντα. τότε γὰρ δεσπότου τόπον ἐπέχει ὅτε ἐπ᾿ ὄφελος τοῦ ἀνήβου, οὐχ ὅτε γυμνοῖ αὐτόν.
27
pr.Μετὰ τὴν ἥβην ὁ πούπιλλος οὐκ ἐπιτροπεύεται, κουρατορεύεται δὲ, δηλονότι ὑπερβαίνων τὰ ιδ ' ἔτη.
28
pr.Ὁ διὰ κέρδος ἴδιον ἀνεπιτήδειον ἐπίτροπον προσλαμβανόμενος αὐστηρῶς τιμωρεῖται.
29
pr.Σούσπεκτός ἐστιν τουτέστιν μεμπτέος ἐπίτροπος ὁ ἐπιτηδεύων ἐπιτροπεῦσαι. Κ΄. Ανηβοι τοὺς οἰκείους ἐπιτρόπους οὐκ ἐξωθοῦσι, ἔφηβοι δὲ τῶν κουρατόρων κατηγορήσουσι, γνώμῃ μέντοι τῶν ἀναγκαίων προσώπων, οἷον συγγενῶν καὶ τῶν κατὰ ἀγχιστείαν αὐτοῖς συναπτομένων.
31
pr.Οἱ παρὰ μητρὸς διδόμενοι ἐπίτροποι μετ᾿ ἐγγράφου βεβαιοῦνται, οἱ δὲ παρὰ πατρὸς ἀνυποστάτως διδόμενοι χωρὶς ἰνδεβητος τουτέστιν ἐγγράφου, εἰ μὴ ἄρα ἀπὸ φίλων ἐχθροὶ ἢ πένητες ἐξ εὐπόρων γεγόνασιν.
32
pr.Ὁ μὲν ὑπὸ ἄρχοντος ἐπίτροπος, ἐὰν ἕτερος φανῇ λεγήτιμος, εὐθέως ἀποτίθεται τὴν ἐπιτροπὴν, ὁ δὲ τεσταμεντάριος τουτέστιν ὁ γραφεὶς εἰς τὴν διαθήκην καὶ λεγητίμου φανέντος. ὡσανεὶ γὰρ εἶπαται τῷ τεσταμενταρίῳ λεγήτιμος ἐπίτροπος.
33
pr.Δημευθέντος τοῦ ἐπιτρόπου κουράτωρ εἰς τὸν τόπον αὐτοῦ δίδοται.
34
pr.Χρεωστεῖ ὁ ἐπίτροπος τὸν συνεπίτροπον ἱκανὰ ἀπαιτεῖν εἰ μὴ δέδωκεν ἢ ὡς σούσπεκτον ἀποκινεῖν.
35
pr.Οἱ λόγοι τῆς ἐπιτροπῆς καὶ χωρὶς δικαστηρίου δύνανται δίδοσθαι. καὶ δοῦλοι τοῦ πουπήλου πρὸς κατάληψιν τῆς ἀληθείας ἐρωτῶνται.
36
pr.Ὁ πούπηλος ἕως ὅτε περίεστιν ἔχει τὸ τῆς τουτέλαε προνόμιον, οὐ μὴν καὶ ὁ κληρονόμος αὐτοῦ. ση. ὁ ἐν δύο ἐπιτρόποις διοικήσας πρὸ τοῦ μὴ διοικήσαντος ἐνάγεται.
37
pr.Ὁ ἐπίτροπος κατὰ ἄγνοιαν μείζονα τῆς προικὸς ἐπαγγειλάμενος προῖκα καὶ ἀπαιτούμενος ἔχει κατ᾿ αὐτῆς ἀγωγὴν καὶ ἢ ἵνα λάβῃ ἃ ἐπηγγείλατο καὶ δῴῃ, ἢ ἵνα λάβῃ παρὰ τοῦ ἀνδρὸς ἀκερτηλάτιον τουτέστιν ἀποχήν.
38
pr.Ὅτε μήτηρ κατὰ κέλευσιν τοῦ ἀνδρὸς αὐτῆς διὰ τὸν τῆς εὐσεβείας θεσμὸν διοικεῖ τὰ τῶν τέκνων αὐτῆς, οὔτε κινεῖν δύναται τὰς ἁρμοζούσας αὐτοῖς ἀγωγὰς, οὐδὲ ἄκτορα προβάλλεσθαι ἐν δίκῃ αὐτῶν, οὐδὲ πράγματα αὐτῶν ἐκποιῆσαι. οὐδὲ χρεώστης αὐτῶν καταβαλὼν ἐλευθεροῦται.
39
pr.Οἱ στρατηγοὶ μὴ λαβόντες ἀξιοπίστους ἐγγυητὰς τοῦ ἐπιτρόπου ἐνάγονται ἐξ ἀπορίας αὐτῶν ἐφ᾽ οἷς μὴ λαμβάνῃ παρὰ τοῦ ἐπιτρόπου ὁ νήπιος.
40
pr.Οὐκ ἐπιτροπεύει οὐδὲ κουρατορεύει ὁ μείζων τῶν ὁ΄ ἐτῶν. ση. ἐξ ἀναζητήσεως τῶν ἀρχόντων οἱ δοθέντες ἐπίτροποι ἢ κουράτορες εἴωθεν ταῦτα ἐπιζητεῖν· εἰ εὔπορός ἐστιν, εἰ σώφρων τὸν βίον, εἰ ἔχει ἐνέχυρα βίου τουτέστι παῖδας (ὁ γὰρ παῖδας ἔχων οἶδεν ὅπως δεῖ προσφέρεσθαι τοῖς ὀρφανοῖς οἷς εἰς τάξιν δίδοται πατρὸς), καὶ εἰ στοργὴν ἔχει περὶ ἐνεγκαμένην.
41
pr.Ὁ προκουράτωρ ἐπὶ τῷ προδοῦναι τὴν δίκην ἣν ἐπιστεύθη λαμβάνων χρήματα κερδαίνει αὐτὰ ὡς ἐπὶ αἰσχρᾷ αἰτίᾳ ἑκατέρων διδόμενα.
42
pr.Οὐ ποιεῖ τὸν ἐπίτροπον ὕποπτον ἡ πενία αὐτοῦ ἀλλ᾽ ἡ πονηρὰ προαίρεσις.
43
pr.Ἐὰν οἱ κηδεμόνες ἀρνήσονται ὑπὲρ τῶν νέων, αὐτοὶ καὶ οὐχ οἱ νέοι τὰς ποινὰς ὑφέξουσιν.
44
pr.Ὁ ἐλάττων τῶν κέ΄ ἐνιαυτῶν οὐκ ἐπιτροπεύει. πῶς γὰρ τὸν δεόμενον ἑτέρου κηδεμονίας τὴν ἑτέρου διοικεῖν περιουσίαν;
45
pr.Οἱ ἄῤῥενες ἔτι δὲ καὶ αἱ θήλειαι ἔφηβοι γεγονότες κουρατορεύονται μέχρις οὗ τὸν κέ ἐνιαυτὸν ὑπερβῶσιν. εἰ καὶ τὰ μάλιστα γάρ εἰσιν ἔφηβοι. ἐπίτροπος δὲ ἐπὶ φανερᾷ δίκῃ οὐ δίδοται, κουράτωρ δὲ δίδοται.
46
pr.Ασωτοι καὶ μαινόμενοι κἂν μείζονες ὦσι τῇ ἡλικίᾳ κουρατορεύονται ὑπὸ τῶν ἰδίων συγγενῶν.
47
pr.Ἐν τῇ ῥώμῃ ὁ τῆς πόλεως ἔπαρχος ἢ πραίτωρ δίδωσιν ἐπιτρόπους ἢ κουράτορας, ἐν δὲ ταῖς ἐπαρχίαις οἱ ἄρχοντες διδόασιν τοῖς μαινομένοις καὶ ἀσώτοις.
48
pr.Κανών ἐστιν ὁ λέγων· τῷ ἐπίτροπον ἔχοντι ἐπίτρο πος δοθῆναι οὐ δύναται, ἀλλὰ κουράτωρ, ἐὰν ὁ ἐπίτροπος νοσῇ ἢ ὑπὸ ἑτέρας ἀνάγκης ἐμποδίζεται.
49
pr.Ἡ ἐπιτροπευθεῖσα ὑπὸ τοῦ ἰδίου θείου καὶ κληρονομήσασα αὐτὸν ἐκ μέρους, εἰς μόνον ἐκεῖνο τὸ μέρος ὑπομένει σύγχυσιν, τὸ δὲ λοιπὸν δύναται ἀπαιτεῖν παρὰ τῶν ἰδίων συγκληρονόμων. τυχὸν λ ' νομισμάτων ἦν τὸ χρέος· αὐτὴ μὲν κατὰ τὸ κληρονομιαῖον μέρος εἰς τὸ τρίτον ὑπομένει σύγχυσιν, ὅτε οὐκ ἔλαττον τῶν λ΄ νομισμάτων ἐστὶν ἡ κληρονομία αὐτῆς.
50
pr.Ἡ ἐπιτροπεύουσα τῶν ἑαυτῆς παίδων εἰ γαμήσει, ἐνέχεται ταῖς κατὰ [τῆς πρὸ] τοῦ πενθίμου χρόνου δευτερογαμησάσης ποιναῖς. ὑποκείμενα τὰ αὐτῆς πράγματα, οὐ μὴν ἀλλὰ καὶ τὰ τοῦ δευτέρου ἀνδρὸς αὐτῆς τοῖς ἐκ τοῦ πρώτου γάμου τεχθεῖσιν αὐτῆς παισίν. καὶ οὐδὲ τὸν ἄνηβον αὐτῆς παῖδα διαδέχεται. ταῦτα κρατεῖ κἂν τοὺς φυσικοὺς αὐτῆς παῖδας ἡ μήτηρ ἐπιτροπεύουσα δευτερογαμήσῃ.
51
pr.Φροντιζέτω τὰς ἱκανοδοσίας τῶν ἐπιτρόπων καὶ τῆς ἀπογραφῆς τῆς οὐσίας τῶν ὀρφανῶν ὁ πραίτωρ παρόντος τοῦ σκρίβα. φησὶ φδ΄ νεαρὰ διαγορεύει ὅτι ὁ σκρίβας καταδέχεται τοῦ ὀρφανοῦ τὴν οὐσίαν, καὶ μὴ ὑπογραψάμενος ἢ ἱκανὴν ἐγγύην λαβὼν ἐνέχεται.
52
pr.Οὐ μόνον εἰς τὸ ἐπιδοῦναι προῖκα γίνεται κουράτωρ ἀλλὰ καὶ τῇ γεγαμημένῃ εἰς τὸ αὐξῆσαι τὴν προῖκα καὶ εἰς τὸ ἐναλλάξαι. καὶ ἀπολιμπανομένου τοῦ ἐπιτρόπου κουράτωρ δίδοται.
53
pr.Ὁ πάτρων ἐκείνων τῶν παίδων μόνων ἀναγκάζεται ἐπιτροπεύειν τῶν ἐλπιζόντων ἔχειν ἐπ᾿ αὐτῷ τὰ πατρωνικὰ δίκαια.
54
pr.Τὴν γαστέρα οὐκ ἐπίτροπον ἀλλὰ κουράτορα διδόασιν οἱ ἄρχοντες. γυνὴ δὲ οὐκ ἐπιτροπεύει.
55
pr.Οἱ ἀγαθοὶ τρόποι ἀξιοπιστότεροί εἰσι πρὸς ἐπιτροπὴν καὶ οὐσίας καὶ ἀξιωμάτων. καὶ ἐν ἐπιστολῇ δίδοται ἐπίτροπος.
56
pr.Ὑποπίπτει τοῖς προειρημένοις ἡ μήτηρ ἐὰν μὴ αἰτήσῃ κομφιρματευθῆναι τοὺς ἀνισχύρως παρὰ τοῦ πατρὸς δοθέντας ἐπιτρόπους. οὐχ ὑποπίπτει ἡ μήτηρ μὴ αἰτοῦσα ἕτερον. ἐὰν δὲ κατηγορουμένου τοῦ ἐπιτρόπου ψηφισθῇ προσζευχθῆναι αὐτῷ ἄλλους καὶ μὴ αἰτήσῃ τούτους ἡ μήτηρ ὑποπίπτουσα τῆς ἐξ ἀδιαθέτου τοῦ παιδὸς στερεῖται διαδοχῆς.
57
pr.Ὅπου ἡ κληρονομία ἐκεῖ καὶ ἡ ἐπιτροπὴ, πλὴν γυναικὸς, κατὰ τὸν κανόνα τὸν λέγοντα· ἔνθα τῆς διαδοχῆς ἐστι τὸ κέρδος, ἐκεῖ καὶ τῆς ἐπιτροπῆς τὸ βάρος εἶναι χρή. ὡς βι. α΄ ἰνστ. ις΄.
58
pr.Οἱ ἀπὸ ἡλίου ὄντες τελείαν ἀλειτουργησίαν ἔχουσιν εἰς τὸ ἐπιτροπεύειν τῶν μὴ ἀπὸ ἡλίου ὄντων.
59
pr.Τῶν κληρονόμων διασκεπτομένων κουράτωρ δίδοται τῇ κληρονομίᾳ.
60
pr.Ἐὰν ἄπεισιν οἱ δοθέντες ἐπίτροποι ἢ κουράτορες εἴσω λ΄ ἡμερῶν διὰ τῶν στρατηγῶν αὐτοῖς γινώσκεται. ση. εἴτε ἐντὸς ἑκατοστοῦ μιλίου εἴτε περαιτέρω τοῦ ἑκατοστοῦ διατρίβουσι μιλίου. ψήφου γενομένης κ ' μίλια καθ ' ἑκάστην ἡμέραν παρέχομεν, ἅπερ ὀφείλει ποιεῖν ὁ κληθεὶς ἐπίτροπος ἐπὶ τῷ παραγενέσθαι· οἷον ἀφέστηκε σ΄ μίλια, μεθ ' ὃ ἔγνω ἔχει εἰς μὲν τὴν ὁδὸν κ΄ ἡμέρας, μετὰ δὲ τὴν ἄφιξιν μ΄.
61
pr.Τότε γὰρ ἡ ἔκκλητος ἀναγκαία, ὅτε τὶς χρησάμενος τῇ ἐξκουσατίονι μὴ κρατήσῃ τοὺς ἀγῶνας, ὡς φησιν ὁ μάρκος. τὴν δὲ ἀρχθεῖσαν ἐπιτροπὴν μὴ διαλύειν, εἰ δὲ μέλλουσαν, παραιτεῖσθαι. εἴσω ν ' ἡμερῶν ἐφεξῆς τρεχουσῶν, οὐ μὴν οὐτιλίων ταύτῃ χρήσηται. ἐξ οὗ γὰρ ἔγνω ἑαυτὸν ἐπίτροπον δίδοσθαι ἄρχονται τρέχειν. κεχρήσθωσαν τῇ ἐξκουσατίονι εἴτε τεσταμεντάριος ἀπὸ διαθήκης εἴτε λεγίτιμοι τουτέστι νόμιμοι εἴτε πάτρωνές εἰσιν.
62
pr.Οὐδεὶς ἐγχειρίζει πλέον τῶν γ΄ ἐπιτροπῶν, ὅτι ὁ ἔχων γ ' ἐπιτροπὰς ἔχει ἐξκουσατίονα.
63
pr.Ἐὰν χωρὶς εὐλόγου αἰτίας μὴ ποιήσῃ ἄνβεντον τουτέστι καταγραφὴν ὁ ἐπίτροπος, δόλον ἁμαρτάνει καὶ ὑπόκειται τῷ ἰνλίτεμ ὅρκῳ εἰς τὸ διαφέρον καὶ ἀτιμοῦται, καὶ οὐδὲ διὰ θείας ἀντιγραφῆς ἀπαλλάττεται τῆς ἀτιμίας.
64
pr.Ἐὰν ἐπίτροπος ὑπέρθηται πωλῆσαι τὰ εὔφθαρτα, ἐνέχεται, καὶ οὐκ εὐχερῶς συγγινώσκεται λέγων, ὅτι συνεπιτρόπους ἐξεδεχόμην.
65
pr.Οὐ παραχρῆμα δὲ τοὺς τόκους ἀπαιτεῖται, ἀλλ᾽ ἔχει ὁ ἐπίτροπος δύο μῆνας λαξάμεντον ὅπερ [οὐκ] ἔχουσιν οἱ τοῖς χρήμασι συγχρησάμενοι. εἰ δὲ καὶ τοῖς ἀπαιτηθεῖσι τόκοις οἱ κηδεμόνες συγχρήσωνται καὶ αὐτῶν διδόασι τοὺς τόκους.
66
pr.Ἐὰν ἐπίτροπος μὴ ποιήσῃ σούσπεκτον τὸν συνεπίτροπον αὐτοῦ, οὐ καταδικάζεται ὑπὲρ αὐτοῦ, καὶ δίδωσι τόκους οὓς ἀναγκάζεται παρασχεῖν ὑπὲρ τῆς ἰδίας διοικήσεως.
67
pr.Ὁ ἐπίτροπος οὐ δύναται ὀνόματι τοῦ ἀνήβου ἐνάγειν τὸν συνεπίτροπον αὐτοῦ. σκοπεῖν δὲ ὀφείλει μὴ δοῦναι ληγάτον ἢ φιδικόμισσον μήτε διδόναι γαμικὸν δῶρον τῇ μητρὶ ἢ τῇ ἀδελφῇ τοῦ ὀρφανοῦ, χορηγεῖν δὲ αὐταῖς ἀπόροις οὔσαις τὰς ἀναγκαίας τροφάς. καὶ τὸ φάκτον τοῦ συνεπιτρόπου ἐπιγινώσκειν, ἐὰν ἠδύνατο καὶ ὤφειλεν αὐτὸν ποιῆσαι σούσπεκτον ἢ ἀπαιτῆσαι τὴν ἱκανοδοσίαν, εἰ μὴ ἄρα εὔπορος ὢν ἄφνω ἄπορος γέγονεν.
68
pr.Ὁ ἐπίτροπος μὴ ἐνάγων τοὺς χρεώστας καὶ ἐν τοσούτῳ ἀπορήσωσιν, ἐνάγεται εἰς τὸ μὴ ἀπαιτηθὲν χρέος. ση. ἐὰν ἐνάγῃ τῷ ἑνὶ ἐπιτρόπῳ ὁ ὀρφανὸς, ὁ ἕτερος οὐκ ἐλευθεροῦται.
69
pr.Τοιαύτην ἐπιμέλειαν οἱ ἐπίτροποι καὶ οἱ κουράτορες χρεωστοῦσιν, οἵαν ἐπιμέλειαν ὁ οἰκοδεσπότης ἐν τοῖς ἰδίοις καλῇ πίστει ποιεῖται.
70
pr.Ἐπὶ μὲν τοῖς χειρισθεῖσι πρῶτοι ἐνάγονται οἱ διοικηθέντες καὶ μετ᾿ αὐτοὺς οἱ [μή] διοικήσαντες. ἐπὶ μέν [τοι] τοῖς μὴ διοικηθεῖσι πάντες ὁμοίως.
71
pr.Ὁ ἐπίτροπος μὴ ἐνάγων τῷ εὐπόρῳ κληρονόμῳ τοῦ γενομένου ἐπιτρόπου ἐνέχεται, ὥσπερ καὶ ὁ μὴ ποιῶν σούσπεκτον.
72
pr.Τὰς ἐκποιήσεις τῶν ἀνηλίκων πραγμάτων ἡ ἀγαθὴ πίστις βεβαιοῖ, ἐὰν μὴ πρὸς περιγραφὴν τοῦ ἀνήβου γένωνται. οἷον τὸ ἐλευθερῶσαι οἰκέτην εἶδος ἐκποιήσεως. – ση. ὁ ἐπίτροπος μὴ δεδωκὼς ἀσφάλειαν εἴ τι πράξει ἄκυρόν ἐστιν. ὡς βι. β΄ τί. μ ' διατ. [δ '] τοῦ κώδ.
73
pr.Ὁ ἐπίτροπος τότε ὡς δεσπότης διοικεῖ καὶ δεσποτείαν ἐκποιεῖ ὅτε καλῶς, οὐ μὴν ὅτε γυμνοῖ τὸν πούπηλον.
74
pr.Ὁ μήποτε ἀποθέμενος τὰ τοῦ πουπήλου χρήματα μήτε κτησάμενος ἐξ αὐτῶν ἀγοράζων δεσμοῖς ἐμβάλλεται, εἰ μὴ ἐστὶν ἀξιωματικός. ἀξίωμα δίδωσιν ἐξκουσατίονα ἐπιτρόπου. ση. κατὰ τῶν ἐγγυητῶν οὐ δύναται κινεῖν ὁ πούπηλος ἔτι τῆς ἐπιτροπῆς ἐῤῥωμένης οὔσης.
75
pr.Οἱ ἐγγυώμενοι τὸν ἐπίτροπον μὴ διοικοῦντος αὐτοῦ οὐκ ἐνάγονται ὑπὲρ αὐτοῦ. καὶ μετὰ τὸ ἡβῆσαι τὸν πούπηλον ὑπόκειται τῆς ὑπερθέσεως καρποὺς καὶ τόκους ὁ ἐπίτροπος. καὶ οἱ ἐγγυηταὶ τοῦ ἐπιτρόπου οὐ βοηθοῦνται ἐκ τῆς ἀδριανοῦ ἐπιστολῆς εἰς τὸ διαιρεθῆναι κατὰ τῶν εὐπόρων τὴν ἀγωγὴν, ἀλλὰ καὶ εἷς ἐξ αὐτῶν τὸ πᾶν ἀπαιτεῖται. ἐκχωρεῖται δὲ αὐτὸς κατὰ τῶν ἄλλων ἀγωγάς.
76
pr.Οἰκείᾳ χειρὶ γράφων ἑαυτὸν ἐπίτροπον ἐν διαθήκῃ τοῦ πατρὸς τοῦ νηπίου οὐκ ἔχει ἐξκουσατίονα ὡς ἅπαξ συναινέσας τῇ περὶ αὐτοῦ γνώμῃ τοῦ διατιθεμένου.
77
pr.Ἔχουσι δὲ ἐξκουσατίονα οἱ ἐπίτροποι· ὁ φισκάλιον τέλος μισθωσάμενος, καὶ ὁ ἐγγυμνάζων τοὺς ἑαυτοῦ μαθητὰς. καὶ οὐχ ὁ ἐπιβὰς τὸ ο΄ ἔτος, ἀλλ᾽ ὁ πληρώσας αὐτὸ ἐξκουσατίονα ἔχει ἐπιτροπῆς.
78
pr.Οὔτε ἐπίσκοπος οὔτε κληρικός οὔτε μοναχὸς οὔτε στρατιώτης ὑποβάλλεται ἐπιτροπῇ ἢ κουρατίονι, ἐὰν δηλονότι ἐξωτικοὶ ὦσιν. οἱ μὲν κληρικοὶ καλῶς αὐτῶν κήδονται, οὐκ ἐξ ἀνάγκης μέντοι, ἀλλὰ βουλήσει· οἱ δὲ ἐπίσκοποι καὶ μοναχοὶ οὐδὲ θέλοντες δύνανται τοῦτο ποιῆσαι κατὰ τὴν ρκγ΄ νεαράν· ὡς βι. α΄ τί. γ΄ διατ. να τοῦ κώδ.
79
pr.Καὶ ζῶντος τοῦ ἀνδρὸς καλῶς καταλιμπάνει ἡ γυνὴ ἐπίτροπον τῷ κοινῷ τέκνῳ. ση. νεα. ιζ΄, ὅτι μήτηρ καὶ μάμμη καλῶς τοῖς κατιοῦσι κηδεμόνας καταλιμπάνουσι.
80
pr.Οὔτε ἐπιτροπεύει οὔτε κουρατορεύει ναύκληρός τινος μὴ ὄντος τοῦ σωματείου αὐτοῦ.
81
pr.Ἐπιτροπῆς καὶ κουρατορίας ἐξκουσατίονα ἔχει ὁ σιλεντιάριος.
82
pr.Ὁ ὀμόσας τινὶ ἐπιτροπεύειν οὐδὲ βουλόμενος δύναται καταδέξασθαι τὴν ἐπιτροπὴν τῶν αὐτοῦ παίδων. ὡς βι. β΄ τί. λς ' τοῦ κάδ.