Epit. 1.37
Περὶ λεγάτων προσκαίρων καὶ διηνεκῶν.
Abrir no leitor do IusCommune →1
pr.Ἐπὶ τῶν λεγάτων οὐ μόνον τὰ ὄντα ἐν φύσει ἀλλὰ καὶ τὰ μὴ ὄντα, ἐλπιζόμενα δὲ γενέσθαι, ὀρθῶς ληγατεύομεν· οἷον τοὺς καρποὺς τοὺς ἐσομένους ἀπὸ τοῦδε τοῦ ἀγροῦ, ἢ τὸ μέλλον τίκτεσθαι ἐκ τῆσδε τῆς θεραπαίνης.
2
pr.Ἐληγάτευσέ μέ τις τὸν ἐμὸν ἀγρόν· ἄχρηστον τὸ ληγάτον· τὸ γὰρ ἐμὸν πλεῖον ἐμὸν γενέσθαι οὐ δύναται. εἰ καὶ μάλιστα ἐκποιήσω τὸν ἀγρὸν, οὐκ ἐποφληθήσεταί μοι οὐδὲ αὐτὸς οὐδὲ ἡ τούτου διατίμησις.
3
pr.Τίτιος ἐδέσποζεν οἰκέτην. ἐληγάτευσέ μοι τοῦτον νομίζων εἶναι πρίμου. ἔῤῥωται τὸ ληγάτον· πλέον γὰρ ἰσχύει ἡ ἀλήθεια τῆς ὑπονοίας. ἀποτέλεσμα γὰρ χρηστὸν ἔχει τὸ ληγάτον, κἂν ἐμοῦ τοῦ ληγαταρίου τοῦτον ὑποπτεύσει εἶναι τὸν οἰκέτην.
4
pr.Ὁ ληγατάριος οὐ δύναται μέρος καταδέχεσθαι καὶ μέρος παραιτεῖσθαι.
5
pr.᾿Αγέλης ληγατευθείσης καὶ τὰ προστεθέντα λαμβάνει ὁ ληγατάριος. εἰ δὲ καὶ μειωθῇ, κἂν εἰς ἕνα οὖν περιστῇ, λαμβάνει αὐτὸ ὁ ληγατάριος, εἰ καὶ ἐπαύσατο εἶναι ἀγέλη.
6
pr.Καὶ οἴκου ληγατευομένου καὶ καιομένου λαμβάνει τὸ ἔδαφος.
7
pr.Ἐάν τις κτῆμα κατ᾿ ἐξαίρετον τοῖς ἀδελφοῖς αὐτοῦ ὡς λεγάτον καταλιπὼν μετὰ ταῦτα καὶ ἄλλῳ τινὶ τὸ κτῆμα ληγατεύσῃ, πάντες ἅμα συνιόντες οἱ ληγατάριοι τὸ κτῆμα λαμβάνουσιν.
8
pr.Ἐληγάτευσά σοι τὸν ἐμὸν οἰκέτην μετὰ τοῦ πεκουλίου αὐτοῦ. ἐπιζήσας τῇ ποιήσει τῆς διαθήκης ἐλευθέρωσα τὸν οἰ κέτην ἢ ἐξεποίησα αὐτὸν, ἢ συνέβη αὐτὸν τελευτῆσαι. οὐ μόνον ἐπ᾿ αὐτῷ ἀλλὰ καὶ ἐπὶ τῷ πεκουλίῳ τὸ ληγάτον ἐξασθενεῖ. τῶν γὰρ πρωτοτύπων μὴ σωζομένων ὑφεστᾶναι οὐ δύναται τὰ παρακολουθήματα.
9
pr.Εἰ καὶ ἐναχθῇ περὶ τῆς κληρονομίας ὁ σκρίπτος, καὶ διαλύηται πρὸς τὸν ἐνάγοντα δεδωκὼς αὐτῷ ὑπὲρ τῆς διαλύσεως χρυσίον, οὐ παρὰ τοῦτο περικόπτει τὸ ληγάτον.
10
pr.Τῆς δὲ ἰνοφφικιόσο ἐπικρατούσης οὐκ ἀπαιτοῦνται τὰ ἐν τῇ διαθήκῃ καταλειφθέντα ληγάτα, ἀλλὰ καταβληθέντα ῥεπετιτεύεται. ἐὰν δὲ ὡς μὴ ὑπακούσας τῇ κλήσει τοῦ δικάζοντος ἡττηθῇ ὁ σκρίπτος, ἔῤῥωται τὰ ληγάτα. ὡς βι. ε τί. β΄ διγ. ζ΄.
11
pr.Ὅτι πλαστῆς λεγομένης διαθήκης χρὴ δίδοσθαι τὰ ἐν αὐτῇ καταλελειμμένα, μετὰ ἀσφαλείας μέντοι. αὐτῷ δὲ τῷ κατηγόρῳ οὐ δίδοται τὸ καταλειφθὲν ἐν τῇ διαθήκῃ λεγάτον.
12
pr.᾿Απαιτούμενος ληγάτα ὁ σκρίπτος καλῶς ἀπαιτεῖ ἀσφάλειαν τοὺς ληγαταρίους, ὅτι ἐὰν ἐκδικηθῇ ἡ κληρονομία ἀναδίδονται τὰ ληγάτα.
13
pr.Ὁ κληρονόμος τὸν κωδίκελλον ὡς πλαστὸν κατηγορήσας μόνα τὰ ἐν αὐτῷ καταλειφθέντα ζημιοῦται. ὡς βι. β΄ τί. β΄ διατ. ιδ΄.
14
pr.Ἐὰν τὸ αὐτὸ πρᾶγμα ἐκ δευτέρου ληγατεύσω, οὐ διπλασιάζεται τὸ ληγάτον. ἐὰν δὲ τὸ πρᾶγμα καὶ τὴν τιμὴν αὐτοῦ ληγατεύσω, εἰς δεύτερον ἀπαιτεῖται.
15
pr.Ἐὰν ποιήσω δύο διαθήκας ἐν ἡμέρᾳ μιᾷ ἰσοδυναμούσας, καὶ τῇ μιᾷ ληγατεύσω ρ΄ νομίσματα καὶ ἐν τῇ ἄλλῃ ν΄, τὰ ν ' ἀπαιτοῦνται.
16
pr.Ἐὰν δύο τισὶ ληγατευθῇ ὁ δοῦλος καὶ ὁ εἷς ἐξ αὐτῶν παραιτήσηται, οὕτως ἁρμόζει τῷ ἑτέρῳ ὡσανεὶ ἐξ ἀρχῆς μόνῳ αὐτῷ ἐληγατεύθη.
17
pr.Τῶν πούρων ἤτοι τῶν καθαρῶς ληγατευομένων πραγμάτων ἐν οὐδεμιᾷ ῥοπῇ δεσπόζει ὁ κληρονόμος, τῶν δὲ ὑπὸ αἵρεσιν ληγατευθέντων δεσπόζει ἕως ὅτε ἡ αἵρεσις κρατεῖται. ση. εὐθέως ἀπὸ τὸν ληγατεύσαντα τοῦ ληγαταρίου γίνεται.
18
pr.Τὰ παρ᾽ ἑνὸς τῶν δεσποτῶν τῷ ἐπικοίνῳ οἰκέτῃ σίνε λιβερτάτε τουτέστιν ἄνευ ἐλευθερίας ληγατευόμενα μόνῳ τῷ ἄλλῳ δεσπότῃ ἐξ ὁλοκλήρου προσπορίζεται.
19
pr.Ἐπὶ τῆς ἐξ τεσταμέντο (ἐπὶ τῇ διαθήκῃ) τὰ μετὰ τὴν προκάταρξιν τυχηρὰ τῷ ἐναγομένῳ κινδυνεύεται.
20
pr.Ἐὰν τὸ ὑπὸ αἵρεσιν ληγατευθὲν πρᾶγμα ἠρτημένης τῆς αἱρέσεως φθαρῇ, ἀσθενεῖ τὸ ληγάτον.
21
pr.Ἐὰν ὁ ἀνὴρ ληγατεύσῃ τὴν γυναῖκα ὅσα ἐδωρήσατο αὐτῇ, οὐ περιαιρεῖται τὸ ληγάτον ἐὰν εἰς χρῆσιν δέδωκεν αὐτὰ ὁ ἀνήρ.
22
pr.Καλῶς ληγατεύεται ἡ γυνὴ τὴν ἰδίαν προῖκα.
23
pr.Δύναται ἡ γυνὴ ἀπὸ τῆς προικὸς αὐτῆς ληγατεῦσαι καὶ ἐλευθερίας καταλιμπάνειν, καὶ ὁ κληρονόμος αὐτῆς χρεωστεῖ αὐτά. καὶ ὁ ἀνὴρ δύναται κληρονόμον γράψας τὴν γυναῖκα καὶ τὴν προῖκα αὐτῆς ληγατεῦσαι, ἐάν ἐστιν εὔπορος. ὡς βι. κγ΄.
24
pr.Ἐὰν ἡ γυνὴ ψευσαμένη εἴπῃ ἐγκυμονεῖν, καὶ διὰ τοῦτο ὁ σκρίπτος μὴ ἀδιτεύσας ἀποθάνῃ, κινοῦσιν οἱ ληγατάριοι κατὰ τῆς γυναικός.
25
pr.Ὁ ἐξκουσατεύσας ἑαυτὸν οὐδὲ τὰ τοῖς τέκνοις αὐτοῦ ληγατευθέντα δύναται λαβεῖν, εἰ τῇ πρὸς αὐτὸν εὐνοίᾳ κατελείφθη.
26
pr.Τὸ καταλειφθέν τινι ληγάτον τῇ τελευτῇ τοῦ ληγαταρίου σβέννυται τὸ ληγάτον. ὡς βι. μθ ' τί. ν ' διγ. κ΄. ση. ὁ παραιτούμενος ληγάτον διάστημα ἔχειν ὀφείλει πρὸς διάσκεψιν οὔτε ἐλάχιστον οὔτε μέγιστον.
27
pr.Ἐάν τις ἀχρήστως ἐν διαθήκη καταλειφθῇ ἐπίτροπος καὶ διὰ τοῦτο καὶ ληγάτον αὐτῷ καταλειφθῇ, ἐὰν μὴ διοικήσῃ οὐ λαμβάνει τὸ ληγάτον· ἐὰν δὲ λάβῃ τὸ ληγάτον, ἱκανοδοσίαν δίδωσιν ὑπὲρ τῆς διοικήσεως.
28
pr.Ἐὰν τῇ μητρὶ μὴ αἰτησάσῃ ἐπίτροπον τῷ παιδὶ ὁ πατὴρ τοῦ πουπήλου καταλείπῃ, οὐκ ἀπόλλυσι τὸ ληγάτον, κἂν τῆς κληρονομίας τοῦ παιδὸς ἐκπίπτει.
29
pr.Κἂν τὰ μάλιστα ἀλογοθέτητον καταλιμπάνῃ τὸν ἐπίτροπον, οὐδὲν αὐτῷ ὠφελεῖ. δύναμαι καλῶς ληγατεύειν αὐτὸν, εἴ τι ἐζημίωσεν ἐκ τῆς ἐπιτροπῆς.
30
pr.Δεσπότης ἐστὶν ὁ ληγατάριος τοῦ λεγάτου καὶ πρὶν λάβῃ αὐτό. σχόλ. τὸ ληγάτον οὐ σβέννυται ί ἢ κ΄ ἔτεσιν, ἀλλὰ μόνον τριακονταετίᾳ.
31
pr.Ἐὰν πραετέριτος τουτέστιν ἀπόκληρος παῖς κινήσει κατὰ σκρίπτων τουτέστι γεγραμμένων ἀδελφῶν καὶ τὸ μέρος λάβῃ, οὐδὲ λεγάτα οὐδὲ ἐλευθερίαι ἰσχύουσιν ἐκ τῆς διαθήκης ἐκείνης. εἰ δὲ ἀβστινατεύσει τουτέστιν ὑποκατάστατος γένηται τοῦ πατρῴου κλήρου, ἔῤῥωνται τὰ λεγάτα.
32
pr.Τὰ αἱρετικῶς ληγατευόμενα ὑπεξουσίῳ ἐὰν ἠρτημένης τῆς αἱρέσεως γένηται αὐτεξούσιος καὶ ἐξέλθῃ ἡ αἵρεσις, αὐτῷ διαφέρει καὶ οὐχὶ τῷ πατρὶ αὐτοῦ.
33
pr.Ὅσα ὁ πενθερὸς ὀνόματι θυγατρὸς ληγατεύσῃ τῷ γαμβρῷ, ταῦτα καὶ ὁ γαμβρὸς καὶ ἡ γυνὴ αὐτοῦ ἀπαιτεῖν δύνανται.
34
pr.Ἐὰν τὸ ὄνομα τοῦ ληγατευθέντος ἀγροῦ μὴ ἐκφωνήσας ὁ διαθέμενος ἀγρὸν ἀορίστως ληγατεύσῃ, ἀσθενεῖ τὸ ληγάτον.
35
pr.Ὁ καταλιπών ληγάτα ἢ φιδικόμισσα ἐὰν μεταμεληθῇ πρῶτον, μετὰ δὲ ταῦτα θελήσει καταλειφθὲν, ἔῤῥωται· τῇ τετελευταίᾳ γνώμῃ αὐτοῦ προσέχοντες.
36
pr.Ὁ ληγατεύων τινὶ [ἐπὶ] τῷ μὴ λογοθετηθῆναι οὔτε ὅσα ἔλαβεν ἐκ τῆς διοικήσεως συγχωρεῖ αὐτῷ οὔτε τὸν δόλον ὃν ἥμαρτεν.
37
pr.Ὅτε αὐτὸς ὁ οἰκέτης καὶ ληγατεύεται καὶ ἐλευθερίᾳ τιμᾶται, ἀσθενεῖ τὸ ληγάτον.
38
pr.Εἰ καὶ ἐπερωτηθεὶς ὁ κληρονόμος ὁμολογήσει πάντα παρέχειν τὰ ληγάτα, ὅμως μόνα τὰ κατὰ τὸν νόμον ἐῤῥωμένα ἀπαιτοῦνται, οὐχὶ καὶ τὰ ἀνυπόστατα.
39
pr.Τὰ ὑπὸ αἵρεσιν ὅρκου ληγατευθέντα ἀπαιτεῖται ὡς χωρὶς αἱρέσεως καταλελειμμένα.
40
pr.Ἐὰν δωρήσωμαι τῇ γυναικί μου οἰκέτην, τῆς ἐμῆς μέ νει δεσποτείας. διὸ ληγατεύειν αὐτὸν δίχα ἐλευθερίας οὐ δύναμαι.
41
pr.Ἐὰν νουμμῶν ληγατευθέντων καὶ τὸ εἶδος αὐτῶν μὴ ἐκπεφώνηται, ἐκ τῶν ἄλλων λεγάτων τὸ εἶδος καὶ ἐκ τῆς συνηθείας τοῦ κλίματος τοῦ κρατοῦντος ὀνομάζομεν.
42
pr.Ὁ φιδικομίσσῳ τιμηθεὶς ἐν πουπιλαρίᾳ ὑποκαταστάσει δύναται ἀναγκάσαι τὸν ἰνστιτοῦτον τῆς πριγκιπαλίας διαθήκης, ἐὰν ἀπέθανεν ὁ πούπιλος, καὶ ἄκοντα ἀδιτεῦσαι καὶ βεβαιῶσαι τὴν διαθήκην, ἵνα χώραν λάβῃ ἡ ὑποκατάστασις, καὶ δοῦναι τὸ φιδικόμισσον. ὡς βι. κή τί. ς ' διγ. β΄. ση. πριγκιπαλία διαθήκη ἐστὶν ὅτε ὑποκατασταθῇ ἐξωτικὸν πρόσωπον μετὰ ἀνηλίκου κληρονόμου.
43
pr.Κἂν ἐτέθη ἡ κοντραβούλας κατὰ τῆς διαθήκης, ὅμως ἡ ἐν αὐτῇ πουπιλαρία ὑποκατάστασις ἔῤῥωται καὶ τὰ ἀπὸ τοῦ σουβστιτούτου τουτέστι τοῦ ὑποκαταστάτου ληγάτου ἅπαντα ἀπαιτεῖται.
44
pr.Ἐὰν ποιήσας ἰνστιτοῦτον ἄλλον αὖθις αὐτῷ ὑποκαταστήσω κληρονόμον, δύναται ἀναγκάσαι τὸν ἰνστιτοῦτον ὁ φιδι-- κομισσάριος ἀδιτεῦσαι. ὁμοίως δίδονται καὶ τὰ ληγάτα καὶ αἱ ἐλευθερίαι.
45
pr.Ἐάν τις νομίσας τὸν παρ᾽ αὐτοῦ γραφέντα κληρονόμον τετελευτηκέναι ἄλλον γράψῃ κληρονόμον, κληρονομεῖ μὲν ὁ πρῶτος κληρονόμος, τὰ δὲ ληγάτα τῆς δευτέρας διαθήκης ἀπαιτεῖται.
46
pr.Εάν τις καὶ ἀπὸ τοῦ ἐνστάτου καὶ ἀπὸ τοῦ ὑποκαταστάτου αὐτὸ τὸ πρᾶγμα ληγατευθῇ μοι, ἑκάτερος εἰς ὁλόκληρον χρεωστεῖ μοι τὸ ληγάτον.
47
pr.Ἐὰν τὸ αὐτὸ πρᾶγμα διαφόροις τρόποις καταλειφθὲν τοῖς μὲν ἀπὸ τοῦ ἰνστιτούτου τοῦτο ληγατευθέντες λαμβάνουσι τὸ λεγάτον.
48
pr.Ἐὰν ληγατάριος βαρηθῇ φιδικόμισσα καὶ ποιήσει κατὰ δόλον παραιτήσασθαι, ὁ κληρονόμος ὑπόκειται τῷ φιδικομισσαρίῳ.
49
pr.Ἐὰν ὁ ληγατευθεὶς οἰκέτης προνόμιον λάβῃ τὴν ἐλευθερίαν ὡς ἐλέγξας τὴν τοῦ τεστάτορος σφαγὴν, σβέννυται τὸ ληγάτον.
50
pr.Τῆς κληρονομίας δημευθείσης διὰ τὸ μὴ διεκδικηθῆναι τὸν φόνον τοῦ τεστάτορος τὰ ληγάτα ὁ φίσκος δίδωσιν.
51
pr.Ταῖς γυναιξὶν ὧν ὁ γάμος ἡμῖν ἀπηγορευμένος εὑρεθῇ οὐ δυνάμεθα ληγάτα καταλιπεῖν.
52
pr.Ἐὰν οἰκέτῃ μου δίχα ἐλευθερίας ληγατεύσω καὶ σοὶ optίονα οἰκέτου, καὶ ἐπιλέξῃς τὸν οἰκέτην ὃν ἐληγάτευσα, τὸ λεγάτον οὐ λαμβάνεται.
53
pr.Οὐ καταλιμπάνει τὶς φιδικόμισσον σίνε λιβερτάτε τουτέστι δίχα ἐλευθερίας τῷ ἰδίῳ δούλῳ, ἐπειδὴ ἐλεύθερος οὐ νοεῖται ὁ δοῦλος κἂν τιμηθῇ φιδικόμισσα παρὰ τοῦ ἰδίου δεσπότου. τοῦτο νόει εἰ μὴ ἄρα στρατιώτης ἐστίν.
54
pr.Ἐάν τις ληγατεύσῃ πάντας τοὺς δούλους αὐτοῦ μετὰ τῶν πεκουλίων αὐτῶν, καὶ οἱ μὴ ἔχοντες πεκούλιον περιέχονται τῷ ληγάτῳ.
55
pr.Ὁ λέγων· ληγατεύω τοῦτον τὸν ἀγρὸν οὕτως ὅσοσιστρουμέντο τουτέστι εὐτρεπισμένον δοκεῖ ληγατεύειν αὐτόν.
56
pr.Ἐὰν ληγατεύσω τινὶ πρᾶγμα γενικῶς καὶ ἐκ περιουσίας ἤδη τινὰ ἀπαριθμήσωμαι, οὐκ ἐλαττοῦται τὸ γενικὸν λεγάτον. εἰ μέντοι εἶδος ληγατεύσω, ἀπαριθμήσομαί τινα πράγματα τοῦ εἴδους, στενοχωρεῖται τὸ ληγάτον. ἐκεῖ ζήτει καὶ τὰ ὑποδείγματα.
57
pr.Ἐὰν παρὰ τὴν φύσιν τοῦ ληγάτου προσθήσῃ τὶ ὁ τεστάτωρ ἐν τῷ ληγατεύειν, οὐ βλάπτεται τὸ ληγάτον.
58
pr.Ὅτε περὶ τόκου ἀπὸ φιδικομίσσου σκοποῦμεν, ὑπέρθεσιν ζητοῦμεν· ὅτε δὲ περὶ αὐτοῦ τοῦ φιδικομίσσου, ζητοῦμεν καρποὺς καὶ πᾶσαν ζημίαν.
59
pr.Ἐὰν ληγατεύσω σοι γενικῶς πάντα τὰ μάρμαρα καὶ ἕτερα δύο ζώδια μαρμάρινα, δίχα τῶν δύο ζωδίων πάντα τὰ μάρμαρα λαμβάνεις.
60
pr.Ἐάν τις πολλὰ εἴδη ληγατεύσας, ὅσα μὲν εὑρίσκεται εἴδη ἐν τῇ κληρονομίᾳ, εὐθέως δίδοσθαι χρὴ, καὶ περὶ τῶν ἄλλων ἀσφάλειαν δίδοσθαι ὅτι ἡνίκα εὑρεθῇ δίδοται τοῦτο. ὅτε μὴ γενικῶς ἀλλ᾿ ἰδικῶς ἕκαστον εἶδος ληγατευθῇ. – ση. τῶν κινητῶν ληγατευθεὶς ὁ χρυσὸς καὶ ὁ ἄργυρος οὐ περιέχεται, ἀλλ᾿ ἰδικῶς ταῦτα μνημονεύονται ὡς μὴ ἐλάχιστα ἀλλὰ μεγάλα. πρόληψις γάρ ἐστιν ἐκ νόμων, ὡς ὁ διαθέμενος οὐ μετὰ τῶν οἱωνδήποτε κινητῶν τὰ τιμιώτερα ἀλλ᾿ ἰδικῶς αὐτῶν μέμνηται.
61
pr.Τὰ ῥήματα τὰ συγκείμενα εἰς παρεληλυθότα χρόνον ἐπὶ τῶν λεγάτων οὐ δύνανται καὶ εἰς τὸν μέλλοντα χρόνον ἐκτείνεσθαι.
62
pr.Ἐὰν ἄλλῳ μὲν ληγατευθῇ πᾶσα ἡ φαμηλία ἡ πολιτικὴ γενικῶς, ἄλλῳ δὲ ἰδικῶς δισπενσάτωρ, προσυφεξαιρεῖται τῷ ἑνὶ ληγαταρίῳ ὁ δισπενσάτωρ, καὶ τότε τοὺς λοιποὺς ὁ ἄλλος λαμβάνει ληγατάριος.
63
pr.Ὅτε τὶς ληγατεύει τῇ γαμετῇ αὐτοῦ ὅσα ὀνόματι αὐτῆς ἠγόρακεν ἢ παρεσκεύασε, παρεκτείνεται ἕως τῆς τελευτῆς αὐτοῦ ταῦτα τὰ ῥήματα, ἵνα καὶ εἴ τι μετὰ τὴν διαθήκην αὐτοῦ ἀγοράσῃ παρέχεται. ση. τί ἐστι προχώρησις; προχώρησίς ἐστι τῶν μήπω ληφθέντων ληγάτων εἰς κληρονόμους. τοῦτο καὶ τῷ οἰκέτῃ ἐστὶ δεσπότης. προσπορίζουν γὰρ ἀγωγὴν οὐ μέντοι μειοῦσιν. ὡς βι. β΄ τί. κ΄.
64
pr.Ὅτε τὸ ληγατευθὲν οὐκ ἐπὶ τοῦ οἰκείου εἴδους διαμένει, ἀλλὰ μεταποιεῖται ὑπὸ τοῦ διαθεμένου, οὐ δύναται τὸ ληγάτον ἐῤῥῶσθαι.
65
pr.Ἐὰν ὁ τεστάτωρ μετὰ τὸ πληρῶσαι τὴν διαθήκην χαράξῃ ἑνὸς κληρονόμου ὄνομα, τὴν μὲν κληρονομίαν αὐτοῦ ὁ fisκος λαμβάνει, τὰ δὲ ἐπ᾿ αὐτοῦ ληγάτα ἔῤῥωται. κἂν αὐτὸς ἔχῃ ἐξερεδατίονα ἔῤῥωται.
66
pr.Ὁ μὴ δεχόμενος τὴν γνώμην τοῦ τεστάτορος οὐκ ἀναγκάζεται πληρῶσαι τὰ κελευσθέντα. ὡς βι. λέ τί. α΄ διγ. ό΄. ἔνθα γὰρ μὴ ἔχῃ διάφορον, οὐ κινεῖται ἀγωγή.
67
pr.Οὐδὲ τῇ κατὰ στοῦπρον συνούσῃ μοι οὐδὲ τῷ τεχθέντι μοι ἐξ αὐτῆς δύναμαι καταλιπεῖν ἐν διαθήκῃ.
68
pr.Ὁ πάτρων γραφόμενος εἰς τὸ κεχρεωστημένον αὐτῷ μέρος οὐ βαρεῖται φιδικομίσσῳ, ἀλλὰ καὶ τὸ λεῖπον ἀναπληροῦται.
69
pr.Ὁ κεφαλικῶς κατηγορῶν τοῦ ληγατεύσαντος αὐτὸν καὶ ἡττώμενος ἐκπίπτει τοῦ ληγάτου.
70
pr.Ὁ χρεώστης ἀσθενῶς ληγατεύει τῷ δανειστῇ αὐτοῦ ἅπερ χρεωστεῖ αὐτῷ, εἰ μηδὲν πλέον κερδαίνει ὁ δανειστὴς ἐκ τοῦ ληγάτου. οα΄. Ἡ ληγατευομένη τοῖς ὑπεξουσίοις στρατεία οὐ προσπορίζεται τῷ πατρὶ αὐτῶν.
72
pr.Ὁ ἀνασχόμενος ἀντὶ τοῦ κεχρεωστημένου αὐτῷ ληγάτου γραμματεῖον χρεώστου λαβεῖν, εἰ καὶ ἄπορος εὑρεθῇ ὁ χρεώστης, οὐκέτι δύναται ἀπαιτεῖν τὸ λεγάτον.
73
pr.Ὁ ἔχων ἐπιλογὴν κληρονόμος ὃν βούλεται οἰκέτην δοῦναι τῷ ληγαταρίῳ, ἐὰν ἐν εἰδήσει κλέπτην αὐτῷ δῷ καὶ αὐτὸς κλέψῃ παρὰ τῷ ληγαταρίῳ, ἐνάγεται περὶ δόλου ἀπαιτούμενος καὶ ἄλλον οἰκέτην δοῦναι τῷ ληγαταρίῳ καὶ ὃ δέδωκεν ἐᾶσαι παρ᾿ αὐτῷ ὡς ζημιωθεὶς παρὰ τὴν κλοπήν.
74
pr.Ὁ τὸ μέρος τῆς κληρονομίας ἀξιωθεὶς ἀποκαταστῆσαι τὸ ληγατευθὲν αὐτῷ οὐκ ἀπαιτεῖται.
75
pr.Ἐὰν τῇ μητρὶ ἴδιον ἀγρὸν αὐτῆς καταλείπῃ ἐφ᾽ ᾧ ἀποκαταστῆσαι ἑτέρῳ, οὐκ ἀπαιτεῖται τοῦτον κἂν ἐπὶ ἄρχοντος κατάθηται διδόναι, εἰ μὴ ἄλλον ἀγρὸν αὐτῇ κατέλιπεν.
76
pr.Ἐὰν ὁ υἱὸς εἰς μίαν οὐγκίαν γραφῇ κληρονόμος καὶ κινήσαντος τοῦ ἀδελφοῦ αὐτοῦ τὴν κόντρα ταβούλας τουτέστι τὴν περὶ ἐναντίας βουλήσεως καὶ ἀναπληρωθῇ ἐκ τῶν ς ' οὐγκιῶν παρέχει τὰ ληγάτα ὁ ὑποκατάστατος αὐτοῦ ἐκ μὲν τῆς μιᾶς πᾶσιν. εἰ δὲ εἰς ἡ ἢ εἰς θ΄ οὐγκίας γραφῇ καὶ ἀφαιρεθῇ τρεῖς διὰ τῆς κόντρα ταβούλας, ἐκ τῶν ἓξ οὐγκιῶν δίδοται.
77
pr.Ἐὰν ἀπελεύθερος καταλείψῃ μοι λεγάτα ἐπὶ τῷ ἀποκαταστῆσαι αὐτὰ τῷ πάτρωνι αὐτοῦ, ὁ δὲ πάτρων ἀπαιτήσῃ τὸν κληρονόμον τὸ κεχρεωστημένον αὐτῷ τετραούγκιον, οὐκέτι δύναμαι τὸ ληγάτον ἀπαιτῆσαι ὡς μήτε ἀπαιτούμενος τὸ φιδικόμισσον.
78
pr.Ὁ τιμηθεὶς ληγάτῳ ν ' νομισμάτων ἐπὶ τῷ ἐξ αὐτοῦ ἀγοράσαι οἰκέτην καὶ ἐλευθερῶσαι, μὴ θέλοντος τοῦ δεσπότου πωλῆσαι τὸν οἰκέτην κερδαίνει τὸ ληγάτον.
79
pr.Ἐὰν καταλειφθῇ τινι ληγάτον ὅτε γένηται τίτιος λ ' χρόνου, τελευτήσει δὲ τίτιος πρὸ λ ' ἐνιαυτῶν, ἀσθενεῖ τὸ ληγάτον διὰ τὸν χρόνον.
80
pr.Τὸν ἐν τῇ πουπιλαρίᾳ ὑποκαταστάσει τιμηθέντα ἐλεύθερον οὐκ ἰσχυρῶς ληγατεύει ὁ ἐν τῇ πριγκιπαλία γεγραμμένος κληρονόμος.
81
pr.Ἐάν ληγατευθῇ μοι εἰ γένηται ιδ΄ ἐτῶν ὁ υἱὸς τοῦ διαθεμένου, καὶ συμβῇ αὐτὸν ἀποθανεῖν πρὸ τῶν ιδ΄ ἐτῶν, ἀσθενεῖ τὸ ληγάτον.
82
pr.Τὰ καθ᾽ ἕκαστον ἔτος ἡμῖν ληγατευθέντα τῷ θανάτῳ τοῦ ληγαταρίου σβέννυται.
83
pr.Ἐὰν ληγατευθῇ τοῖς ὑπεξουσίοις πρᾶγμα τοῦ πατρὸς αὐτῶν γραφέντος κληρονόμου, καὶ κακῶς κέχρηται τοῖς πράγμασιν ὁ πατὴρ, ἔξεστι τοῖς παισὶν ἐπιλέγεσθαί τινα ἀξιόπιστον ὥστε αὐτὸν ἐπιμελεῖσθαι τῶν ληγατευθέντων αὐτοῖς πραγμάτων καὶ τὰς ἐξ αὐτῶν προσόδους δαπανᾶν περὶ αὐτοὺς καὶ τὸν πατέρα αὐτῶν.
84
pr.Ἐὰν κινήσω περὶ καταστάσεως δίκην κατὰ τοῦ ληγάτον μοι καταλείψαντος, ἐκπίπτω τοῦ ληγάτου. ὡς βι. λά τί. θ ' διγ. ιθ΄.
85
pr.Εάν τις ληγατεύσῃ δύο φίλους ἔχοντας ὄνομα ἓν καὶ οὐ δείκνυται περὶ τίνος ἐνενοήθη, ἄχρηστον τὸ ληγάτον.
86
pr.Ἐὰν δύο τισὶ καταλειφθῶσι λεγάτα καὶ μετὰ θάνατον τῷ ληγαταρίῳ προσαύξεται τὸ μέρος τοῦ συλλεγαταρίου εἰ καὶ παρῃτήσατο. ση. ὡς ἐπὶ τῶν λεγάτων καὶ τῆς δωρεᾶς ἐπὶ ἑνὶ πράγματι· δύο γὰρ συντρέχειν οὐ δύνανται.
87
pr.Ἐὰν δύο ληγατεύσωσί μοι τὸ αὐτὸ πρᾶγμα καὶ ἐκ τῆς τοῦ ἑνὸς διαθήκης λάβω τὸ πρᾶγμα, ἐκ τῆς ἑτέρας διαθήκης οὐ λήψομαι αὐτὸ (πῶς γὰρ ὁπότε τελεῖ ὑπὸ τὴν ἐμὴν δεσποτείαν;) οὐδὲ τὴν διατίμησιν αὐτοῦ λαμβάνω. τὸ αὐτὸ καὶ ἐξ ἐπικερδοῦς αἰτίας ἐὰν ἐκποιήσωμαι τὸ πρᾶγμα. εἰ δὲ πρότερον ἐκ τῆς διαθήκης ἔλαβον τὴν διατίμησιν, ἐκ τῆς ἑτέρας οὐ κωλύσω τὸ πρᾶγμα. ὅτι οὐ μόνον τὰ ὄντα ἐν φύσει λαμβάνω, ἀλλὰ καὶ τὰ μὴ ὄντα, ἐλπιζόμενα δὲ γενέσθαι, ὀρθῶς ληγατεύομαι. - Ἐὰν ζῶντός μου ληγατεύσω τῷ ἑνὶ πρᾶγμα, ὁ ἕτερος ἀτονήσει ἢ γνώμῃ ἢ τύχῃ καὶ ἐπιμείνω μετὰ τὴν τελευτὴν μου ἐν τοῖς αὐτοῖς, τότε ὅλον τὸ ληγάτον πρὸς τὸν συλληγατάριον παραγενήσεται.
88
pr.Κτῆμά τις οἰκεῖον ἐληγάτευσέ μοι· ἐπιζήσας ἐνεχυρίασε τοῦτο. ὅθεν ὁ ληγατάριος ἀναγκάσει τὸ χρέος καταβαλόντα ἐλεύθερον ὑποθήκης παρέχειν τὸ κτῆμα. – σχόλ. εἰ δὲ μέρος αὐτοῦ ἐκποιήσει, πάντως τὸ μὴ ἐκποιηθὲν λαμβάνω.
89
pr.Δέκα νομίσματά τις χρεωστῶν μοι ἐληγάτευσέ μοι αὐτά. ἄχρηστον τὸ ληγάτον διὰ τὸν κανόνα τὸν λέγοντα, ὅτι τὰ ἀκερδῆ ληγάτα ἀνυπόστατά εἰσιν. εἰ δὲ ληγατεύσει μοι ια΄, ἔῤῥωται τὸ ληγάτον. — ση. οὐ χρὴ λέγειν ἐῤῥῶσθαι αὐτὸ διὰ τὸν ἐμπαρουσιασμόν. φ΄. Ἐὰν κληρονομήσω τὸν χρεώστην μου συγχώρησις γίνεται, καὶ καθ᾽ ἑαυτοῦ κινεῖν δικαστήριον οὐ δύναμαι διὰ τὸ τοῦ ἐνάγοντος καὶ ἐναγομένου εἰς ἓν συνδραμεῖν τὸ δίκαιον. φα΄. Εάν τις εἴπῃ· μετὰ τὴν τελευτὴν τοῦ ἐμοῦ κληρονόμου ληγατεύω τόνδε νομίσματα ρ΄, τέως μὲν γὰρ ἐν ὅσῳ ἐστὶν ὁ κληρονόμος οὐκ ἀπαιτεῖται τὸ ληγάτον, οὐδὲ ὁ κληρονόμος αὐτοῦ ἀπαιτηθήσεται διὰ τὸν κανόνα τὸν λέγοντα· ἀγωγὴ ἡ καθ᾽ ἡμῶν μὴ ἀρξαμένη κατὰ τοὺς ἡμετέρους οὐ διαβαίνει κληρονόμους. φβ΄. Οὐσουφρούκτου ληγατευθέντος ἀσφάλειαν δίδωσιν ὁ ληγατάριος τοῖς κληρονόμοις περὶ ἀποκαταστάσεως τοῦ οὐσουφρούκτου, καὶ οὕτως λαμβάνει αὐτόν. φγ '. Ἐὰν τὰ ἱ νομίσματα τὰ ἐν τῇ ἄρκλᾳ ληγατεύσω σοι, ἐμοὶ δὲ τούτων οὐσούφρουκτος, ἡ μὲν δεσποτεία τῶν ἱ σοὶ διαφέρει, κοινὸς δὲ πᾶσι γίνεται ὁ οὐσούφρουκτος. ἡνίκα δὲ ἀπαιτήσεις τὰ ἱ νομίσματα, ἀντίκειταί σοι δόλου παραγραφὴ ἵνα πέντε λάβῃς μόνα καὶ ἐπὶ τοῖς ἄλλοις πέντε νομίσμασιν τὴν τοῦ οὐσουφρούκτου ἱκανοδοσίαν. φδ΄. Ἐὰν σοὶ μόνῳ ληγατευθῇ δεσποτεία, ἐμοὶ δὲ καὶ τιτίῳ οὐσούφρουκτος, τῆς δεσποτείας εἶ μόνος κύριος καὶ τῆς χρήσεως τρίτον μέρος ἡττᾶται. φέ. Εάν δύο μέν τισι ληγατεύσω δεσποτείαν, ἑνὶ δὲ οὐσούφρουκτον, ἢ τὸ ἐναντίον ἑνὶ δεσποτείαν, τοῖς δὲ δυσίν οὐσούφρουκτον, οἱ δύο τὸ ἥμισυ τοῦ οὐσουφρούκτου λαμβάνουσιν, καὶ ὁ ἕτερος τὸ ἥμισυ. 45΄. Ἐὰν τόπον ὑπὸ πολλῶν γηδίων κυκλούμενον οὐσουφρούκτῳ ληγατεύσω, χρεωστεῖ ὁ κληρονόμος διδόναι τὸ ληγάτον καὶ ὁδὸν τὴν πρὸς τὸ καρπώσασθαι. ση. ὁμοίως καὶ ὁ δίκαιον ἀντλήσεως ληγατεύων. φζ΄. Ἐὰν ὁ ληγατεύσας τῇ γαμετῇ αὐτοῦ τὴν προῖκα ἐπαγάγῃ ἐξεῖναι αὐτῇ εἴτε θέλει τὰ διατίμητα τῆς προικὸς ἀνδράποδα λαβεῖν εἴτε τὴν ὑπὲρ αὐτῶν διατίμησιν, καὶ ἐὰν ἐπιλέξηται λαβεῖν τὰ ἀνδράποδα, οὐ δύναται τὸν τοκετὸν αὐτῶν ἀπαιτεῖν. φή. Καλῶς ληγατεύεται ἡ γυνὴ τὴν ἰδίαν προῖκα εὐθὺς, ὅτε τῆς ἀποδοτέας προικὸς χρόνος τέλειός ἐστιν. ὡς βι. ιή τί. 5΄. φθ΄. Οὐ μόνον θυγατρὶ καλῶς ληγατεύει τῆς προικὸς ἕνεκεν, ἀλλὰ καὶ μητρὶ ἰδίᾳ καὶ ἀδελφῇ καὶ γυναικὶ καὶ νύμφῃ καὶ πᾶσι καὶ καλῶς αὐτὰ ἀπαιτοῦσιν. ρ΄. Ὁ ἀπροσδιορίστος μέρους μεμνημένος τὸ ἥμισυ λαμβάνει. ρα. Ἐάν τις ληγστεύσῃ ἀγρὸν μετὰ ἰνστρουμέντου αὐτοῦ ἢ μετὰ τῶν ὄντων ἐν αὐτῷ, καὶ συμβῇ ὀνηλάτην διά τινα χρείαν πεμφθέντα ἀπὸ τοῦ τεστάτορος ἐν τῷ ἀγρῷ εὑρεθῆναι, οὐ περιέχεται τῷ ληγάτῳ. εἰ δὲ καὶ ὀργισθεὶς πρὸς οἰκέτην τινὰ πέμψει ὁ διαθέμενος αὐτὸν ἐν τῷ ἀγρῷ ὀφείλοντα ἐπί τινα χρόνον διάγειν, οὐδὲ οὗτος περιέχεται τῷ ληγάτῳ. εἰ δὲ καί τινες οἰκέται ἐξ ἄλλων ἀγρῶν εἰωθότες ἐν τῷ ἀγρῷ τούτῳ ἐργάζεσθαι καὶ πάλιν εἰς τοὺς ἰδίους ἀγροὺς ὑποστρέφειν εὑρεθῶσιν ἐν αὐτῷ, οὐδὲ οὗτοι περιέχονται τῷ ληγάτῳ, ἀλλ᾽ ἐκεῖνοι μόνοι οἱ διηνεκῶς ἀφωρισμένοι τῷ ληγατευθέντι τόπῳ. ρβ΄. ᾿Αγροῦ ληγατευθέντος ἰνστρούμεντον ὑπάγεται. τουτέστιν εὐτρεπισμένος. πάντα τὰ ὄντα αὐτοῦ πρὸς ὑπηρεσίαν, οἷον οἶνος ἔλαιον, οὐκέτι δὲ τὰ πρὸς φυλακὴν ἀποκείμενα. ἔνθα φησὶ βι. ς΄ τί. λή διατ. β΄ τοῦ κώδ. ὅτι καὶ ὁ οἰκονόμος καὶ οἱ γεωργοὶ καὶ τὰ θρέμματα συνυπάγονται τῷ ληγατευομένῳ ἀγρῷ. ργ΄. Οἰκοσκευῆς ληγατευθείσης ἐσθὴς οὐ περιέχεται. τὰ δὲ ἄλλα περιέχεται τὰ εἰς ἐξοπλισμὸν τοῦ οἴκου γινόμενα. ρδ΄. Ἐὰν ὁ ἐληγάτευσέ σε ἐκποιήσω καὶ πάλιν κτήσωμαι, οὐκ ἀπαιτεῖς τοῦτο, εἰ μὴ δείξῃς τοιαύτην διάθεσιν. ση. τὸ περιαιρεθὲν ἰσόν ἐστι τῷ ἀφανισθέντι. ὡς βι. λε΄ τί. δ΄ διγ. ις '. ρέ. Ἐάν ὁ τιμηθεὶς ὀπτίονος ληγάτῳ ἐπὶ πολλοῖς κληρονόμοις τελευτήσῃ καὶ διχονοήσωσι περὶ τὴν ἐπιλογὴν, κλήρῳ τέμνεται ἡ διχόνοια αὐτῶν. ση. τὰ ληγατευθέντα ἀνδράποδα πρὸ τοῦ ἀποδοθῆναι δύναται ὁ κληρονόμος ἐλευθεροῦν, τὴν δὲ διατίμησιν τούτων δίδωσιν. ρς. Ἐὰν κελλαρικὸν ληγατεύσῃ καὶ εὑρεθῇ πωλεῖν κελλαρικὸν ἢ ἔθος ἔχων πιπράσκειν ἐκ τοῦ κελλαρικοῦ μέρος, τοσοῦτον λαμβάνει κελλαρικὸν ὁ ληγατάριος ὅσον ἀρκεῖ αὐτῷ εἰς ἐνιαυτόν. ρζ΄. Χρυσοῦ ληγατευθέντος οὐδὲ ἤλεκτρος οὐδὲ αὐρίχαλκος περιέχεται. ἀργύρου ληγατευθέντος κἂν πολλὰ σκεύη ἔχῃ ἕν ἐστι τὸ ληγάτον. ἐσθὴς δὲ οὐ περιέχεται. ρή΄. Μήτηρ μὴ αἰτήσασα ἐπίτροπον τῷ παιδὶ ἀναξία ἐστὶ τῆς ἐκείνου διαδοχῆς. ὡς βι. κς ' τί. ς ' διγ. β΄. ρθ΄. Ἐπίτροποι ὀνόματι τοῦ ἐπιτροπ [ευομέν] ου τὸ πλαστον κινοῦντες καὶ ἡττώμενοι οὐκ ἐκπίπτουσι τῶν ἐν τῇ διαθήκῃ καταλελειμμένων αὐτοῖς. ρι '. Ἐάν τις ἔχων τὶ ἀπὸ διαθήκης κινήσῃ κατ᾿ αὐτῆς ὡς πλαστῆς καὶ ἡττηθῇ, ὁ φίσκος λαμβάνει τὸ καταλειφθὲν αὐτῷ. ρια΄. Ἐὰν ἐπίτροπος γήμῃ τὴν ἐπιτροπευθεῖσαν ὑπ᾿ αὐτοῦ ἢ ὁ ἄρχων τὴν ἐκ τῆς ἐπαρχίας ἀρχομένην, ἀθέμιτος μέν ἐστιν ἑκάτερος γάμος, εἴ τι δὲ καταλείψωσι ταῖς γυναιξὶν, οὐκ ἀφαιρεῖται αὐτῶν ὡς ἀναξίων. ὁ δὲ ἐπίτροπος τὴν ἐπιτροπευθεῖσαν ὑπ᾿ αὐτοῦ γήμας οὐδὲν δύναται κερδαίνειν ἐκ τῆς διαθήκης αὐτῆς. ριβ΄. Ὁ ἐν μέρει παραιτούμενος τὴν ἐπιτροπὴν ἀποστερεῖται τῶν καταλελειμμένων αὐτῷ. ριγ΄. Καὶ ὁ ἐμποδίσας τῷ διατιθεμένῳ ἀλλάξαι τὴν διαθήκην καὶ ἡττηθεὶς ἐν τῇ αὐτῇ κατηγορίᾳ οὐκ ἐκπίπτει τῶν ἐν τῇ διαθήκῃ καταλελειμμένων. ριδ΄. Ὁ παραβαίνων τὰς τοῦ διατιθεμένου παρακλήσεις ἀνάξιός ἐστι τοῦ λαβεῖν τὰ παρ᾽ αὐτοῦ καταλειφθέντα αὐτῷ. ριε΄. Ὅτε ὡς μόνην θέλων ὁ τεστάτωρ ἀνατρέψαι τῆν ἔνστασιν τοῦ κληρονόμου καταχαράξει τὸ ὄνομα αὐτοῦ, ἀφαιρεῖται μὲν παρ᾽ αὐτοῦ ὡς ἀναξίου ὁ κλῆρος, τὰ δὲ ληγατευθέντα παρ᾽ αὐτοῦ ἔῤῥωται. ρις΄. Ἡ ἀπὸ αἰσχρᾶς αἰτίας γενομένη τῷ διατιθεμένῳ κληρονόμος οὐδὲν δύναται λαβεῖν τῶν καταλελειμμένων αὐτῇ. ριζ΄. Ἐὰν ὑπεξουσία γραφεῖσα κληρονόμος ὑπό τινος φαρμάκῳ αὐτὸν ἀνεῖλεν καὶ κελεύσει τοῦ πατρὸς ἀδιτεύσασα προσπορίσῃ αὐτῷ τὸν κλῆρον, ἀφαιρεῖται ὁ φίσκος παρὰ τοῦ πατρὸς τὴν οὐσίαν διὰ τὴν ἀτιμίαν τῆς θυγατρὸς αὐτοῦ. ριή΄. Ὁ δωρησάμενος τὴν τοῦ περιόντος συγγενοῦς αὐτοῦ κληρονομίαν μετὰ ταῦτα κληθεὶς εἰς αὐτὴν, ἄρνησιν ὑπομένει αὐτῆς ὁ δωρησάμενος αὐτήν. ριθ΄. Εἰ ὃ ἐληγάτευσα δωρήσομαι, ἀδιστάκτως σβέννυται τὸ ληγάτον. οὐδεὶς γὰρ δωρεῖται ἐξ ἀνάγκης. ὡς βι. λς΄ τί. δ΄ διγ. ιθ΄. ρκ΄. Αἵρεσις διὰ τὴν ὑπὲρ τῶν δημοσίων ἐμποδισθεῖσα ἀντὶ πεπληρωμένης ἐστίν. ρκα΄. Αἵρεσις ἐπιτάττουσα τῇ γυναικὶ ῥεπουδιατεῦσαι τὸν ἄνδρα συγκεχώρηται αὐτῇ ὡς ἄτοπος. ση. ἡ ἀδύνατος αἵρεσις ἀνίσχυρός ἐστιν. ρκβ΄. Ἐὰν ὑπὸ διαφόρους αἱρέσεις τὸ αὐτὸ ληγάτον καταλέλειπται, μόνῃ τῇ τελευταίᾳ αἱρέσει προσέχομεν. ρκγ΄. Ἡ εἰς παρελθόντα ἢ εἰς ἐνεστῶτα χρόνον ἀφορωμένη αἵρεσις οὐκ ἔχει δύναμιν αἱρέσεως, μόνη δὲ εἰς μέλλοντα χρόνον αἵρεσις ἀναρτᾷ τὸ καταλειφθέν. ρκδ΄. Ἡ τῆς παιδογονίας αἵρεσις διὰ θετοῦ παιδὸς οὐ πληροῦται, ὁ δὲ ἐν δουλείᾳ γεννηθεὶς τῷ πατρὶ ἀποκλείει τὴν τοιαύτην αἵρεσιν. ρκέ. Τὰ πρὸ μιᾶς ἡμέρας ἔχοντα τὴν αἵρεσιν, εἴτε κληρονομίαι εἴτε ληγάτα, ἀνίσχυρά ἐστιν. δύναται δὲ σιωπηρῶς καὶ ἡμέραν καὶ αἵρεσιν ἐπιδέχεσθαι, οἷον ἐὰν ἐπὶ αἱρέσει ληγατεύσω τινὶ καὶ πρὸ μιᾶς ἡμέρας ἀποθάνῃ, ἰσχύει τὸ ληγάτον. ρκς΄. Εάν τις συναποθάνῃ τοῖς ἰδίοις τέκνοις, εἰ μὲν πρὸς μιᾷ ῥοπῇ ἐπέζησαν αὐτῷ τὰ τέκνα αὐτοῦ, ἀποκλείεται τῆς ἀπαιδίας ἡ αἵρεσις· εἰ δὲ μὴ ἐπέζησαν, πληροῦται. εἰ δὲ ἄδηλόν ἐστι εἴτε ἐπέζησαν εἴτε καὶ μὴ, ἄπαις πιστεύεται τελευτῆσαι. ση. ἐπὶ τῶν συμπτώσεων τὸ ἀσθενέστερον μέρος λέγομεν τελευτᾶν πρῶτον. ρκζ΄. Εἰ ὁ ἀνὴρ μετὰ τῆς γυναικὸς ἀποθάνῃ, τὸν ἀπὸ τελευτῆς κάσσον λαμβάνει ὁ ἀνὴρ, εἰ μὴ δειχθῇ προτελευτήσας. ση. εἰ μετὰ τοῦ υἱοῦ τελευτήσῃ τὶς ὃν μόνον ἔγραψε κληρονόμον, εἰ μὲν ἔφηβος ᾖ ὁ υἱὸς, ὁ πατὴρ δοκεῖ προτελευτᾶν· εἰ δὲ ἄνηβος, ὁ υἱός. καὶ πάλιν εἰ πατὴρ καὶ υἱὸς ἐν πολέμῳ ἅμα τελευτήσωσι, προλήψει δοκεῖ ὁ πατὴρ ἐναποθανεῖν. ὡς βι. λέ τί. λ΄ διγ. θ΄. ρκη΄. Κἂν πρὸ μιᾶς κἂν πρὸς μῆνάς τινας συνοικήσῃ τὶς τῇ ἰδίᾳ γαμετῇ, καλῶς γράφεται ὑπ᾿ αὐτῆς κληρονόμος, οὐ μὴν ἀλλὰ καὶ δωρεὰν καὶ λεγάτον δύναται ἔχειν. ρκθ΄. Ὁ τοὺς ἐν ἀγρῷ δούλους ληγατεύων τοὺς βικαρίους δούλους οὐ δοκεῖ ληγατεύειν, τουτέστι δούλους δούλων. ρλ΄. Ἐὰν καπηλεῖόν σοι ληγατευθῇ καὶ ἰνστίτορες καὶ δοῦλοι δίδονται· εἰ δὲ βαλανεῖον καὶ ὁ βαλανεὺς καὶ ὁ καμινοκαύστης. ρλά΄. Ἐάν ἐστι τὸ ληγάτον ἰνστρούμεντον, ὅσα ἔσωθεν εἰσὶ τίποτε, λαγύνια, πίθοι καὶ τὰ παραπλήσια τούτων. ἡ ἐσθὴς οὐ περιέχεται τῇ ἐνδυμενείᾳ. πάντα δὲ τὰ ὄντα ἐν τῷ οἴκῳ πρὸς ὑπηρεσίαν εἰσὶ, κἂν χρυσὸς κἂν ἄργυρός ἐστι. τὰ δὲ πρὸς τέρψιν ὄντα οὐκ ἐστιν ἐνδυμενεία, οὐδὲ τὰ πρὸς τὸ ῥεῖν ὕδωρ χαλκεῖα σκεύη. τὰ δὲ πρὸς βρῶσιν ἢ ποτὸν σκεύη τῆς ἐνδυμενείας εἰσίν. ρλβ΄. Τὸ ἀννάλιον ληγάτον οὐκ ἐστιν ἕνα ἀλλὰ πολλὰ τὰ καθ᾽ ἕκαστον ἔτος ληγατευθέντα. θανάτῳ τοῦ ληγαταρίου σβέννυται τὸ ληγάτον. ρλγ΄. Τὸ ἀννάλιον ληγάτον ἔοικεν οὐσουφρούκτῳ. πλὴν τὸ μὲν σβέννυται καπίτις δεμινουτίονι (τουτέστιν ἐλάττωσις ἀρχῆς)· τὸ δὲ ἀρχῇ ἑκάστου ἔτους προχωρεῖ· ὁ δὲ τὴν χρῆσιν ἔχων εἰ τελευτήσει μὴ λαβὼν τοὺς καρποὺς οὐδὲν παραπέμπει τοῖς κληρονόμοις. ρλδ΄. Ἔθος ἐστὶ τοῖς ληγαταρίοις λαμβάνοντες τὰ ληγάτα καῦστον διδόναι τουτέστιν ἔγγραφον τῷ κληρονόμῳ ὡς εἴ τι πλέον ὑπὲρ τὸν φαλκίδιον ἔλαβον ἀποδίδωσιν αὐτῷ. ρλέ΄. Ὁ δὲ ἐπὶ δανειστῶν μὴ ποιῶν καταγραφὴν ὁ κληρονόμος, ὑπόκειται τῇ δόσει τῶν ληγάτων καὶ πᾶσι τοῖς δανεισταῖς ἐνέχεται ὡς μὴ ποιήσας καταγραφήν. git: Ὁ καταβαλὼν ἐπὶ τρία ἔτη ἀννάλιον ληγάτον, ἀπαιτεῖται αὐτὸ καὶ ἐπὶ τοὺς ἑξῆς χρόνους. ὡς βι. ς ' τοῦ κώδ. τί. λζ΄. διατ. κβ΄. Ὅτι καὶ οἱ διάδοχοι τῶν κληρονόμων τοῦ τιμηθέντος ἀνναλίῳ ληγάτῳ λαμβάνουσι κατ᾿ ἐνιαυτὸν τὸ ληγατευθὲν, ἐὰν τοῦτο εἶπεν ὁ διαθέμενος (Cod. 1. 1.). ση. τὸ ἀννάλιον ληγότον πολλά εἰσι ληγάτα, τοῦ μὲν πρώτου ἔτους ποῦρον (καθαρὸν), τῶν δὲ ἑξῆς ὑπὸ αἵρεσιν· εἰ ζῇ ὁ ληγατάριος. βι. λγ ' τί. α΄ διγ. δ΄. Εἰ τὸ ἀννάλιον ληγάτον δαπανήσει τὰς θ ' οὐγκίας, κατ᾿ ἀρχῆς μειοὔται ἑκάστη καταβολή. σχόλ. βι. λέ τί. β΄ διγ. με ' (dig. pr.), στοχασμὸν οἱ νόμοι δέχονται μετάτοι ἐπὶ τῶν κληρονομιαίων πραγμάτων. Dig.,, 13. 14. addit: Ἐὰν ληγατάριος κρύψῃ τὴν διαθήκην καὶ τοῦτο ἀποδειχθῇ, ἐκπιπτέτω τοῦ ληγάτου (Cod.,,). Cf. Dig., ρλς΄. Ὁ πωλῶν κληρονομίαν οὐ μόνον τοῖς λεγαταρίοις καὶ φιδικομμισσαρίοις κατέχεται, ἀλλὰ καὶ τοῖς νερεδιταρίοις δανεισταῖς. καὶ ἐὰν τὸ ληγατευθὲν ὑποτεθῇ, οὐ σβέννυται τὸ ληγάτον. ὅθεν κινεῖ κατὰ τοῦ κληρονόμου ὁ ληγατάριος ἵνα ἐλευθερώσῃ αὐτό. ρλζ΄. Ὁ ληγατάριος κλέψας τὸ ληγατευθὲν αὐτῷ πρᾶγμα ἐκπίπτει αὐτοῦ. ρλή. Τὸ ἤδη ληγατευθέν τινι εἰ ἐαθῇ ἄλλοις πάντες ὁμοῦ λαμβάνουσιν αὐτό. ση. τὰ ληγάτα καὶ ἐπὶ κληρονόμοις παραπέμπονται. ρλθ΄. Ὁ δευτερογαμῶν ἐκπίπτει τοῦ ἐαθέντος αὐτῷ ληγάτου ἐπὶ τῷ μὴ δευτερογαμῆσαι. ρμ΄. Αδειαν ἔχει ὁ δικάζων διακρίναι τὴν βούλησιν τοῦ τελευτίσαντος ὡς θέλει, δηλονότι ἐν ἀπορίᾳ ἀποδείξεων.