Epit. 1.38
Περὶ ἐλευθεριῶν καὶ ἀναδουλώσεων.
Abrir no leitor do IusCommune →1
pr.Ἐλευθερία ἐστὶν εὐχέρεια φυσικὴ ἑκάστῳ συγχωροῦσα πράττειν ἃ βούλεται, εἰ μὴ νόμος ἢ βία κωλύει· βία μὲν, ἐπειδὴ βουλόμενόν με ἐσθ᾽ ὅτε μέ τι πράττειν ὃ τοῖς νόμοις οὐκ ἀπηγόρευται διακωλύει τὶς ἰσχύϊ μείζονι βιασάμενος· νόμος δὲ ὅτε τιμωριῶν ἀπειλαῖς εἴργομαι πράττειν ἃ βούλομαι. οἰκέτην γάρ τι ποιεῖν κατὰ γνώμην καὶ δεσπότου δέος καλῶς ἐμποδίζει.
2
pr.Δουλεία ἐστὶν ἐθνικοῦ νόμου διατύπωσις ἐξ ἧς τις ὑποβάλλεται τῇ ἑτέρου δεσποτείᾳ ὑπεναντίον τοῦ φυσικοῦ νόμου. ἡ γὰρ φύσις πάντας ἀνθρώπους ἐλευθέρους προήγαγεν, ἡ δὲ τῶν πολέμων ἐπίνοια τὴν δουλείαν ἐφεῦρεν· ὁ γὰρ πολέμων νόμος κτῆμα τῶν κρατούντων θέλει τοὺς νενικημένους εἶναι. ὡς βι. α τί. δ΄ ἰνστιτούτων.
3
pr.Οἱ ἐλεύθεροι εἰς δύο διαιροῦνται, εἰς εὐγενεῖς καὶ ἀπελευθέρους. καὶ εὐγενής ἐστιν ὁ εὐθέως ἅμα τοῦ τεχθῆναι ἐλεύθερος ὢν καὶ μήπω τοῦ ζυγοῦ τῆς δουλείας γευσάμενος, εἴτε ἐκ συνοικεσίου εὐγενῶν ἐτέχθη εἴτε ἐκ δύο ἀπελευθέρων, εἴτε τὸ ἓν πρόσωπόν ἐστιν εὐγενὲς τὸ δὲ ἕτερον ἀπελεύθερον.
4
pr.Εἰ δὲ καί τις ἐξ ἐλευθέρας τεχθῇ μητρὸς δούλου δὲ πατρὸς, εὐγενὴς ὁμοίως ἔσται, ὥσπερ ὁ ἐξ ἐλευθέρας μητρὸς καὶ ἀδήλου πατρὸς τουτέστιν ἀπὸ πορνείας τεχθείς· οὐδὲ γὰρ βλάπτει τὴν τοῦ παιδὸς εὐγένειαν τὸ ἐκ πορνείας γενέσθαι τὴν σύλληψιν. ἀρκεῖ δὲ ἐλευθέραν εἶναι τὴν μητέρα κατὰ τὸν χρόνον τοῦ τοκετοῦ, εἰ καὶ ὁ τῆς συλλήψεως καιρὸς οἶδεν αὐτὴν δούλην. καὶ θεμάτισον ὅτι ἐρασθείς τις τῆς οἰκείας θεραπαίνης ἔσχεν ἐξ αὐτῆς υἱὸν ἢ θυγατέρα, καὶ δοῦλον ἦν τὸ τεχθὲν ὡς ἐκ δούλης γαστρὸς προελθόν.
5
pr.Ὁ παρὰ θεραπαίνης τεχθεὶς τότε καὶ μόνον γίνεται δοῦλος, ὅτε ἡ τούτου μήτηρ καὶ δούλη οὖσα συνέλαβε καὶ δούλη διέμεινε καὶ δούλη τέτοκεν. εἰ δὲ γένηται σύλληψις ἐν ἐλευθερίᾳ, τοκετὸς δὲ ἐν δουλείᾳ, ἐλεύθερος ὁ τικτόμενος. ὡς βι. α΄ ἰνστιτ. τί. δ΄.
6
pr.Ἐντεῦθεν οὖν ἐζητήθη· δούλη τὶς οὖσα κατὰ τὸν καιρὸν ὃν συνέλαβε τῆς δουλείας ἐλευθερώθη, ὀλίγου δὲ χρόνου παραδραμόντος κατεδουλώθη, εἶτα τέτοκε μετὰ τὴν καταδούλωσιν. κελεύομεν ἐλεύθερον εἶναι τὸ τικτόμενον· ἀρκεῖ γὰρ τῷ ὄντι ἐν γαστρὶ τὸ κατὰ τὸν μέσον καιρὸν ἐλευθέραν εἶναι τὴν μητέρα. ση. τὰ ἐξ ἐλευθέρας γαστρὸς ἐλεύθερα γεννῶνται εἰ καὶ δοῦλος ἦν ἢ καὶ ἐναπόγραφος ὁ τούτων πατήρ. – Ἰουστ. νεαρὰ ρμβ΄. τὰ ἐκτιθέμενα βρέφη ἐλευθεροῦνται πρὸς μίμησιν τῶν ἐν νόσῳ ὑπὸ τῶν δεσποτῶν αὐτῶν καταφρονουμένων, καὶ οἱ ἐκθέμενοι αὐτὰ ὡς φονεῖς τιμωροῦνται. – σχόλ. Ἐὰν δύο ἐναπόγραφοι διαφόρου δεσποτείας συνέλθωσιν πρὸς γάμον καὶ παῖδες σχῶσιν μέχρι δύο τὸν ἀριθμὸν, πρὸς λαχμὸν μερίζονται. εἰ δὲ ἄνισος ᾖ, τυχὸν γ΄ ὄντων τῶν τεχθέντων, οἱ δύο τῆς μητρὸς ἔσονται, ὁ εἷς δὲ τῇ τοῦ πατρὸς ἀκολουθήσει δεσποτείᾳ. εἰ δὲ καὶ εἷς μόνος ἐστὶν ὁ τεχθεὶς, τηνικαῦτα τὴν γαστέρα τὸ πλέον ἔχειν. εἰ καὶ ἀπηνὴς ὁ μὲν παῖς ἀκολουθήσει τῇ μητρί.
7
pr.Ἐὰν ἐν ἀγνοίᾳ τὶς τῆς οἰκείας δουλεύσῃ τύχης, εἶτα ἐλευθερωθῇ, οὐδεμίαν ὑποστήσεται περὶ τὴν εὐγένειαν βλάβην ἐκ τοῦ ἐλευθερωθῆναι· τοῦτο γὰρ πολλάκις ταῖς βασιλικαῖς εἴρηται διατάξεσιν. ἡ γὰρ κατὰ τὸ περιττὸν διδομένη ἐλευθερία προστεθεῖσα διὰ τὴν ψευδῆ δουλείαν τὴν ἐξ ἀληθείας οὐκ ἠδίκησεν εὐγένειαν.
8
pr.Ὁ μείζων τῶν εἴκοσι ἐτῶν πραθεὶς καὶ τὸ οἰκεῖον τίμημα λαβὼν οὐκ ἀναβοᾷ εἰς ἐλευθερίαν. εἰ δὲ ἐξ αἰτίας ἀνάσχηται πραθῆναι, ἀναβοᾷ. ὁ δὲ ἐλάττων τῶν κ΄ ἐτῶν κἂν λάβῃ τὸ τίμημα βοηθεῖται, εἰ μὴ μετὰ κ΄ ἔτη μερίσεται τὴν τιμήν. ση. καθόλου ἡ πρᾶσις ἀνατρέπεται. σήμερον τοῦτο οὐ κρατεῖ.
9
pr.Ἡ ἐλευθερία οὔκ ἐστιν ἰδιωτικὸν δίκαιον, ἀλλὰ δημόσιον πρᾶγμα, καὶ διὰ τοῦτο ὁ χρεωστῶν ἐλεύθερος προσφέρειν αὐτὴν οὐ δύναται.
10
pr.Οὐ χρὴ ἐν ταῖς περὶ ἐλευθερίας δίκαις βασανίζεσθαι τὸν ἀναβοῶντα εἰς ἐλευθερίαν.
11
pr.Σκληρόν ἐστι τὸ ἀνατραπῆναι ἐλευθερίαν διὰ μόνον τὸ ζημιωθῆναι τὸν βεβαρημένον αὐτήν.
12
pr.Καὶ ὁ ἀνὴρ δοῦλον τῆς προικὸς ἐλευθερώσας καὶ εἴ τι κερδήσει ἐκ τοῦ ἐλευθερῶσαι καὶ εἴ τι κατὰ δόλον μὴ κερδήσῃ, ἀπαιτεῖται ἀποκαταστῆσαι τῇ γαμετῇ αὐτοῦ.
13
pr.Ἐὰν ἐπὶ τὸν αὐτὸν οἰκέτην ληγάτα καὶ ἐλευθερία συνδράμῃ, νικᾷ ἡ ἐλευθερία.
14
pr.Οἱ ἀπὸ πλαστῶν κωδικέλλων ἐλευθερωθέντες μένουσι μὲν ἐλεύθεροι, ἀπαιτοῦνται δὲ τὸ οἰκεῖον τίμημα, ἐὰν ἐπὶ ἑ ἔτη ἔμειναν ἐλεύθεροι.
15
pr.Τὸ τῆς ἐλευθερίας χρέος οὐ διαλύεται χρήμασιν οὔτε ἀγοράζεσθαι δύναται ἐλεύθερος.
16
pr.Ὁ τὸν αἰχμάλωτον ἀλλότριον ὄντα δοῦλον ἀγοράζων παρὰ τῶν πολεμίων καλῶς αὐτὸν ἐλευθεροῖ καὶ οὐχ ὑποστρέφει πρὸς τὸν πάλαι δεσπότην.
17
pr.Ἐλευθερούμενος ὁ δοῦλος κεφαλικοῦ ἐγκλήματος τοῦ δεσπότου μένει, κἂν μὴ δεφενδεύηται παρ᾽ αὐτοῦ. ἢ γὰρ ἂν ἐπαύσατό τις τοῦ δεσπότου ἀποπληρῶν τὸ διαφέρον διὰ τῶν οἰκείων ὀπερῶν τουτέστι καμάτων καὶ ἐλεύθερος γίνεται καὶ ἄκοντος τοῦ δεσπότου.
18
pr.Ἐὰν τῷ ἐμῷ οἰκέτῃ καταλείψω φιδικομισσαρίαν ἐλευθερίαν, ἐμὸς ἐπελεύθερος οὐ γίνεται, ἀλλὰ τοῦ ἐλευθερώσαντος τουτέστι τοῦ ἐπιθήσαντος τὸ φάκτον τῆς ἐλευθερίας. ἔνθα φησὶν ὅτι ὁ φιδικομισσαρίᾳ ἐλευθερίᾳ τιμηθεὶς κἂν πραθῇ ἐλευθεροῦται. ὅτι ἐξουσίαν ἔχει ἐλευθερούμενος ὃν βούλεται πάτρωνα ἐπιλέξασθαι ἢ τὸν κληρονόμον ἢ τὸν ἀγοραστὴν, ἐὰν πρὸ ἐλευθερίας πραθῇ.
19
pr.Καλῶς κινεῖ ὁ οἰκέτης κατὰ τοῦ δεσπότου κεχρεωστημένος φιδικομισσαρίαν ἐλευθερίαν.
20
pr.Ὁ κινήσας τὴν δὲ ἰνοφρικιόσο καὶ ἀνατρέψας τὴν διαθήκην ἀναγκάζεται ἐπιθεῖναι τὰς ἐλευθερίας λαμβάνων παρὰ ἑκάστου δούλου ἀνὰ εἴκοσι χρυσίνων. τὰ γὰρ μεταξὺ ἑτέρων κρινόμενα ἄλλους οὐ καταβλάπτει.
21
pr.Ὁ οἰκέτης διοικῶν τὰ τοῦ δεσπότου κἂν δόλον ποιήσῃ ἐν αὐτοῖς, οὐκ ἐνάγεται μετὰ ἐλευθερίαν. ὁ δὲ ἐπιμείνας καὶ μετὰ τὴν ἐλευθερίαν τῇ αὐτῇ διοικήσει ἐνάγεται περὶ ὧν ἔπραξεν ἐν δουλείᾳ.
22
pr.Ἐὰν δοῦλος εἰωθὼς ἡμερούσιόν τι παρασχεῖν τῷ ἰδίῳ δεσπότῃ λόγῳ τυχὸν τῆς καλουμένης ἀναφορᾶς, εἰ ἐλευθερωθῇ παρ᾿ αὐτοῦ, τουτέστιν οὕτως· ὁ δεῖνα ὁ ἐμὸς οἰκέτης ἔστω ἐλεύθερος μετὰ τρεῖς ἐνιαυτοὺς ἐὰν παράσχῃ τοῖς ἐμοῖς κληρονόμοις ἅπερ ζῶντος ἐμοῦ παρέχειν εἰώθει, μόνον ἕως τῆς ἡμέρας τῆς ἐλευθερίας ἀναγκάζεται παρέχειν, οὐ μὴν μετὰ ἐλευθερίαν. ση. φανερόν ἐστιν ὅτι λαβὼν τὴν ἐλευθερίαν εἰς τὴν αὐτὴν καταβολὴν συνωθεῖσθαι οὐ δύναται.
23
pr.Εἴσω έ ἐνιαυτῶν κινουμένης τῆς δινοφρικιόσο καὶ κρατούσης οὐκ ἰσχύουσιν αἱ διδόμεναι ἐν διαθήκῃ ἐλευθερίαι. μετὰ δὲ ὁ ἐνιαυτοὺς κινουμένης αὐτῆς καὶ ἀνατραπούσης ἁρμόζει δὲ καὶ κατὰ τῶν οἰκετῶν ἡ ἐλευθερία, ἀπαιτοῦνται δὲ ἀνὰ κ΄ χρυσοὺς παρασχεῖν τῷ νενικηκότι.
24
pr.Ὅτε διὰ τὸ μὲ ὑπακοῦσαι κληθέντα τὸν κληρονόμον κατακρίνηται ἡ διαθήκη, ἰσχύουσιν αἱ ἐν αὐτῆ ἐλευθερίαι.
25
pr.Ὁ στατουλίβερ τουτέστιν ὁ ἐπὶ ὅρῳ ἐλευθερίας πταίων ὡς ἐλεύθερος τιμωρεῖται.
26
pr.Ἐὰν ἀπόκληρος υἱὸς κινήσῃ κατὰ τῶν σκρίπτων ἀδελφῶν καὶ λάβῃ τὸ μέρος, οὔτε ληγάτα οὔτε ἐλευθερίαι ἐν τῇ διαθήκῃ ταύτῃ ἰσχύουσιν. εἰ δὲ ἀβστινατεύσει τουτέστιν ὑποκατάστατος γένηται τοῦ πατρώου κλήρου, ἔῤῥωνται αἱ ἐλευθερίαι.
27
pr.Αἱρετικῆς ἐλευθερίας ἐν διαθήκῃ καταλειφθείσης, ἐν κωδικέλλῳ δὲ πούρας τουτέστι καθαρᾶς, ἡ ποῦρα προτιμᾶται.
28
pr.Ἐὰν γράψω οἰκέτην ἐν διαθήκῃ ἐλεύθερον καὶ ὕστερον χαράξω τὸ ὄνομα αὐτοῦ, ἔῤῥωται καὶ οὐδὲν ἧττον ἡ ἐλευθερία βλάπτεται.
29
pr.Τὸν καθαρῶς ἐλευθερίᾳ τιμηθέντα ἐν οὐδεμιᾷ ῥοπῇ δεσπόζει ὁ κληρονόμος, τὸν δὲ ὑπὸ αἵρεσιν δεσπόζει ἕως ὅτε ἡ αἵρεσις ἤρτηται.
30
pr.Ὅτε ὁ αὐτὸς οἰκέτης καὶ ληγατεύεται καὶ ἐλευθερίᾳ ὑπὸ αἵρεσιν τιμᾶται, εἰ μὲν ἐξέλθῃ ἡ αἵρεσις τῆς ἐλευθερίας, ἀνατρέπεται τὸ ληγάτον· ἀσθενούσης δὲ αὐτῆς ἔῤῥωται τὸ ληγάτον.
31
pr.Ἐὰν ἄπορος πολλοὺς οἰκέτας ἐλευθερώσῃ ἐν διαθήκῃ ἐξωτικὸν γράψας κληρονόμον, ἀναγκάζεται ὁ κληρονόμος ἀδιτεῦσαι καὶ ἀποκαταστῆσαι τῷ οἰκέτῃ τῷ πρώτῳ γεγραμμένῳ ἐλευθέρῳ, καὶ ἐκεῖνος ἐλεύθερος γίνεται, οἱ δὲ ἄλλοι μένουσι δοῦλοι. ἔξεστι δὲ καὶ αὐτῷ τῷ πρώτῳ ἐλευθερωθέντι ἀδιτεύειν καὶ ἐλευθεροῦσθαι. ὡς βι. κή τί. ε΄ διγ. ιγ΄. ση. τότε ἀκυροῦσθαι τὰς ἐλευθερίας ὅτε γνώμῃ πονηρᾷ τοὺς οἰκέτας ἠλευθέρωσε πρὸς βλάβην τῶν δανειστῶν.
32
pr.Ἐὰν τῷ πουπίλῳ μου ὑποκαταστήσω οἰκέτην σὺν ἐλευθερίᾳ, καὶ ὁ πούπιλος πωλήσῃ τὸν οἰκέτην τῷ τιτίῳ, καὶ ὁ τίτιος τάξῃ τὸν οἰκέτην σὺν ἐλευθερίᾳ κληρονόμον, εἰ μὲν χώραν λάβοι ἡ ὑποκατάστασις τοῦ τεστάτορος καὶ ὁ πούπιλος ἀποθάνῃ παῖς, τότε ὁ οἰκέτης ἀπὸ τῆς ὑποκαταστάσεως γίνεται ἐλεύθερος· εἰ δὲ ἡβήσει ὁ πούπηλος, ἀπὸ τῆς διαθήκης τιτίου γίνεται ἐλεύθερος.
33
pr.Τῶν ἐν διαθήκῃ ἐλευθερουμένων οὐ συνελευθεροῦται τὸ πεκούλιον, οὐδὲ ἐὰν κελευσθῇ ὁ οἰκέτης τυχὸν διοικητὴς ὢν μὴ ἀπολογαριάζειν. Καὶ δοῦλος στρατευόμενος εἰδήσει τοῦ δεσπότου αὐτοῦ ἐλευθεροῦται.
34
pr.Οἱ ἀπελεύθεροι στρατείας ἢ ἀξίας τυχόντες εἰδότος τοῦ πάτρωνος καὶ μὴ ἀντιλέγοντος οὐκέτι ὑπόκεινται τῷ πατρωνικῷ δικαίῳ. ἡ δὲ δ΄ διάτ. τοῦ ζ΄ τί. τοῦ ς ' βι. τοῦ κώδ. λέγει ὡς εἰ μὴ ᾔδει ὁ πάτρων, δύναται αὐτοὺς καταδουλοῦν, ἐπειδὴ ἐκ τοῦ στρατεύεσθαι δοκοῦσιν εἶναι ἀχάριστοι.
35
pr.Ὁ ἀμελῶν τοῦ ἰδίου ἀπελευθέρου ἀῤῥωστοῦντος ἀπόλλυσι τὰ κατ᾿ αὐτοῦ πατρωνικὰ δίκαια. ὁμοίως καὶ ὁ περιφρονηθεὶς οὕτω δοῦλος ἐλευθεροῦται, ἀλλὰ καὶ ὁ ἐκτεθείς.
36
pr.Ὁ υἱὸς τοῦ πάτρωνος ἕλκων εἰς δουλείαν τὸν ἀπελεύθερον ἢ κατηγορῶν αὐτοῦ κεφαλικῶς ἀπόλλυσιν ἃ ἔχει κατ᾿ αὐτοῦ πατρωνικὰ δίκαια. εἰ δὲ ἐξ ἀχαριστίας, καλῶς καταδουλοῖ τὸν ἀπελεύθερον.
37
pr.Τιμᾶν μὲν ὁ ἀπελεύθερος ὀφείλει τὸν υἱὸν τοῦ ἰδίου πάτρωνος, οὐ καταδουλοῦται δὲ ἐξ αὐτοῦ εἰ μὴ ἄρα ὀφθῇ παρ᾽ αὐτοῦ ἀχάριστος. σχόλ. ποινὰς ὑφίσταται ὁ ἀπελεύθερος μὴ τιμῶν τοὺς παῖδας τοῦ ἰδίου πάτρωνος. ὁ δὲ ὑβρίζων καταδουλοῦται ὡς ἀχάριστος.
38
pr.Ὁ λαβὼν ἀλλότριον οἰκέτην ἐπὶ τῷ ἐλευθερῶσαι αὐτὸν οὐ δύναται ἐπιθεῖναι αὐτῷ ὀπέρας οὐδὲ ἐξ ἀχαριστίας καταδουλοῦν αὐτόν.
39
pr.Ὅτι καλῶς δίδωσιν ὁ ἀπελεύθερος μισθὸν ὑπὲρ τῶν αὐτοῦ ὀπερῶν. μὴ λάθῃ σε δὲ ἡ β΄ διατ. τί. ιγ΄ τοῦ ς βι. τοῦ κώδ. δηλοῦσα ὅτι ἐὰν ἐπιλέξηται ὁ πάτρων τὰ δῶρα καὶ τὰς ὀπέρας τοῦ ἀπελευθέρου, οὐ κληρονομεῖ αὐτόν. ὅτι πᾶς ἀπελεύθερος ὑπόκειται ὀπέραις, εἰ μὴ ἄρα ἓν τῶν λεχθέντων ἐποίησεν. καὶ ὁ ἀγορασθεὶς ἐξ ἰδίων νουμμῶν καὶ ἐλευθερωθεὶς οὐχ ὑπόκειται. καὶ ἡ γαμηθεῖσα τῷ ἰδίῳ πάτρωνι ὀπέρας οὐ μεθοδεύεται, κἂν μετὰ τοῦτο ἑτέρῳ ἐγαμήθη.
40
pr.Ὁ τοῦ πάτρωνος υἱὸς μὴ κληρονομῶν τὸν πατέρα ὡς ἀχάριστος οὐδὲ τὸν ἐκείνου ἀπελεύθερον διαδέχεται.
41
pr.Δουλικὴν ὑπηρεσίαν οὐ χρεωστεῖ ποιεῖν τῷ ἰδίῳ πάτρωνι οὐδὲ δεσμοῖς ὑπόκειται.
42
pr.Ἐάν τις ἐξ ἀχαριστίας καταδουλωθῇ, καὶ οἱ τεχθέντες αὐτῷ μετὰ τὴν ἀχαριστίαν παῖδες οὐ δίνανται ἐλευθερίας ἑτέρως τυχεῖν εἰ μὴ ἀπὸ βασιλικῆς κελεύσεως. ση. ξένον. – Ὑποβάλλει τῇ δουλείᾳ ἡ ἐλευθέρα καταδουλουμένη οὓς ἐγκυμονεῖ παῖδας ἐν ᾧ ἠλευθερώθη καιρῷ. Δοῦλος ἐκ τοῦ ἰδίου πάκτου τινὰ χρήματα δοὺς τῷ αὐτοῦ δεσπότῃ ἐπὶ τῷ ἐλευθερωθῆναι τὰ οἰκεῖα τέκνα, οὐκ ἀναλαμβάνει ἃ δέδωκε καὶ τῶν τέκνων αὐτοῦ μὴ ἐλευθερουμένων. τοῦτο γὰρ ἐπὶ ἐλευθέρου προβαίνει. ἀλλὰ προσέρχεται τῷ ἄρχοντι καὶ αἰτεῖ μετὰ τιμῆς τὸν δεσπότην αὐτοῦ πληρῶσαι τὰ δόξαντα περὶ ἐλευθερίας.
43
pr.Τὸν πενόμενον πάτρωνα ἀναγκάζεται τρέφειν ὁ ἀπελεύθερος. καὶ ὁ μὴ κληρονομῶν τοῦ πατρὸς καλῶς ἀναγκάζει τὸν πατρῷον αὐτοῦ ἀπελεύθερον θρέψαι αὐτόν. ὡς βι. κθ ' τί. β΄ διγ. γ΄.
44
pr.Καὶ ὁ μὴ ἀποθρέψας τὸν πενόμενον ἀπευλεύθερον ἀπαιτεῖν αὐτὸν ὀπέρας οὐ δύναται ἤγουν δουλείας καὶ καμάτους.
45
pr.Απελεύθερος καταφρονῶν τοῦ πάτρωνος ἢ ἐνυβρίζων αὐτὸν ἢ παῖδας ἢ γαμετὴν αὐτοῦ πρὸς τὸ μέτρον τοῦ ἁμαρτήματος σωφρονίζεται, ὥστε καὶ ῥοπάλοις αὐτὸν ἐσθ᾽ ὅτε τύπτεσθαι. καὶ ὅτι συμπνέων ἐχθροῖς αὐτοῦ καὶ ὅτι ἀτιμοποιὸν ἀγωγὴν κινῶν κατ᾿ αὐτοῦ ἢ νοσοῦντος τοῦ πάτρωνος ἀμελῶν αὐτοῦ καταδουλοῦται. εἰ καὶ ἐπιμένοι τῇ κακίᾳ, πιπράσκεται καὶ τὸ τίμημα αὐτοῦ τῷ πάτρωνι δίδοται.
46
pr.Ἐὰν ἐν μέρει ἀνατραπῇ ἡ διαθήκη ἀπὸ τῆς δινοφφικιόσο, αἱ ἐλευθερίαι εἰς ὁλόκληρον δίδονται.
47
pr.Καὶ δοῦλον τοῦ κληρονόμου δύναται καταλιπεῖν ὁ διαθέμενος ἐλευθερίαν διρέκταν καὶ ποῦραν τουτέστιν ὀρθὴν καὶ καθαράν.
48
pr.Ἐὰν καταλειφθῇ ἐλευθερία, ἐὰν γένηται ὁ υἱὸς τοῦ διατιθεμένου ιδ΄ ἐνιαυτῶν, εἰ καὶ τελευτήσῃ πρὸ τῶν ἐνιαυτῶν τούτων ὁ κληρονόμος, ἔῤῥωται ἡ ἐλευθερία περιμένουσα πληρωθῆναι τοὺς ιδ΄ ἐνιαυτούς. ση. ἔθος πανταχοῦ τῷ νόμῳ περιθάλπειν τὴν ἐλευθερίαν.
49
pr.Ἡ στάτου λίβερα τουτέστιν ἡ ἐπὶ ὅρῳ ἐλευθερίας ἐὰν δούλη τιμωρίας γένηται, μένει μὲν δούλη καὶ μετὰ τὸ ἐξελθεῖν τὴν αἵρεσιν, ἐλευθέρα δὲ γεννᾷ. πᾶσα δὲ στάτου λίβερα ἕως ὅτε ἡ αἵρεσις ἤρτηται δούλους τοῦ κληρονόμου γεννᾷ. ὡς βι. μ ' τί. α΄ διγ.
50
pr.Ἐὰν εἰδώς τινα δοῦλον εἶναι ὁ βασιλεὺς ἄρχοντα τοῦτον ποιήσῃ, αὐτῷ τούτῳ ἐλεύθερον αὐτὸν ποιεῖ.
51
pr.Ἐὰν ἐπὶ ὅρῳ τοῦ ἐμπροθέσμως ἐλευθερῶσαι δοῦλον παραδώσω σοι καὶ ὑπέρθῃ αὐτὸ μετὰ ἐκ τῆς μάρκου διατάξεως ἀφαρπάζεται εἰς ἐλευθερίαν ὁ οἰκέτης.
52
pr.Διελέγχων ὁ δοῦλος τὴν τοῦ ἰδίου δεσπότου ἀναίρεσιν προνόμιον λαμβάνει τὴν ἐλευθερίαν ὡς ἔπαθλον. ὡς βι. λζ΄ τί. ιδ ' διγ. κγ΄.
53
pr.Ἐὰν πωλήσω σοι θεράπαιναν ἐπὶ ὅρῳ ἐὰν προστῇ ἐλευθέραν αὐτὴν εἶναι, καὶ πωλήσῃς αὐτὴν ἄλλῳ σὺ δίχα τοιαύτης αἱρέσεως καὶ προστῇ, αὕτη ἐλευθέρα γίνεται. τὸ αὐτὸ καὶ ἐὰν πωλήσω δούλην ἵνα ἐὰν προστῇ ἀφέλωμαι αὐτήν. καὶ ἀφελόμενος προστήσω αὐτὴν αὐτομάτως ἐλευθεροῦται.
54
pr.Καλῶς πωλεῖται παρὰ τοῦ πατρὸς ὁ φυσικὸς αὐτοῦ υἱὸς ἐπὶ ὅρῳ ἐλευθερίας, ἐὰν ἄρα πένης ἐστίν.
55
pr.Ὁ ἐλεύθερον ἄνθρωπον ἐν εἰδήσει ἀγοράζων ἢ πωλῶν τῷ φαβίῳ ὑπόκειται. ὁμοίως καὶ ὁ τὴν φυγὴν τοῦ οἰκέτου πιπράσκων τῷ φαβίῳ ὑπόκειται. καὶ ὁ ἐλεύθερον εἰς προῖκα δοὺς ἢ λαβὼν ἢ ἀλλάξας ὑπόκειται. ση. οἰκέτης τῷ φαβίῳ ὑποπεσὼν οὐδέποτε ἐλευθεροῦται.
56
pr.Ὁ τὸν φυγάδα τὸν ἀλλότριον ὑποδεξάμενος ἢ κρύψας ἢ δήσας ἢ ὑπονοθεύσας φυγεῖν τῷ φαβίῳ ὑπόκειται.
57
pr.Οἰκέτης σὺν ἐλευθερίᾳ γραφόμενος κληρονόμος ὑφ᾽ ἑαυτοῦ κτᾶται τὴν ἐλευθερίαν. ὡς βι. μ ' τί. ζ ' διγ. β΄.
58
pr.Ἐάν στρατιώτης ἐάσῃ ληγάτα τῷ ἰδίῳ δούλῳ, ἐλεύθερον αὐτὸν ποιεῖ. ὡς βι. ς ' τί. μβ διατ. κη΄ τοῦ κώδ. καὶ δέξαι τοῦτο ἰδικῶς ἐπὶ στρατιώτου, ἐπὶ δὲ ἰδιώτου οὐχ οὗτως.
59
pr.Ὁ τιμηθεὶς ληγάτῳ καὶ ἀξιωθεὶς δοῦλον ἴδιον ἐλευθερῶσαι, εἰ καὶ περικόψει τὸ ληγάτον αὐτοῦ ὁ φαλκίδιος, ὅμως ἀπαιτεῖται τὸν οἰκέτην αὐτοῦ ἐλευθερῶσαι.
60
pr.Εἰ καὶ ὕπατος γένηται ὁ ἐλάττων τῶν κ΄ ἐνιαυτῶν, οὐ δύναται ἐλευθερῶσαι τὸν ἴδιον οἰκέτην, ἐπεὶ αὐτός ἐστιν ὁ ἀπὸ δόγματος συγκλήτου τὴν αἰτίαν δοκιμάζων καὶ ὥσπερ δικαστοῦ τάξιν ἐπέχει· δικάζειν δὲ οὐδεὶς ἐπὶ οἰκείῳ δύναται πράγματι. ση. δύναται δὲ ὁ ἐλάττων τῶν κ΄ ἐνιαυτῶν ἐλευθερῶσαι τοὺς οἰκέτας αὐτοῦ ἀπὸ διαθήκης κατὰ τὴν νεαράν.
61
pr.Οὐ δύναται ὁ οἰκέτης ἐλευθεροῦσθαι ζητήσεως ἐμβασάνου προκειμένης διὰ μοιχείαν.
62
pr.Ὁ ληγατεύων μοι δοῦλον δύναται καὶ ἐμὲ καὶ τὸν κληρονόμον μοῦ κωλύειν ἐλευθερῶσαι αὐτόν.
63
pr.Ἐάν τις κατὰ βίαν οἰκέτην παρ᾿ ἐμοῦ λαβὼν τιμήσῃ αὐτὸν ἐλευθερίᾳ, οὐκ ἔῤῥωται, εἰ καὶ εὔπορος ἐτελεύτησεν ὁ καταλιπὼν αὐτόν.
64
pr.Ὑπεξούσιος ἐλευθερῶν τὸν οἰκέτην ὃν ἠγόρακεν ἐκ τοῦ καστρενσίου οὐ προσπορίζει τῷ πατρὶ τὸ ἑαυτοῦ πατρωνικὸν δίκαιον.
65
pr.Ἐὰν κατὰ γνώμην ἀπελεύθερός μου υἱοθετηθῇ, ἐκπίπτω τῶν πατρωνικῶν δικαίων ἐξ ἀντιδιαστολῆς.
66
pr.Ἐὰν ἐκτεθῇ παιδίον εἴτε εὐγενῶν γονέων ἐστὶν εἴτε ἀπελευθέρων εἴτε δούλων μηδὲ ὑπὸ τοῦ αὐτοῦ δεσπότου λαμβανέσθω εἰς δουλείαν. ὅτι παρὰ αὐτοῦ τρεφόμενον καὶ ἀναγόμενον ἐλεύθερον καὶ εὐγενὲς διαμένει καὶ ἑαυτῷ προσπορίζει τὰ κτώμενα καὶ κληρονόμοις αὐτοῦ παραπέμπει αὐτά.
67
pr.Καὶ ἄνηβος ὁ μὴ ἴνφανς τουτέστιν ὁ μὴ ἥττων τῶν ζ΄ ἐτῶν ἐλευθεροῖ ἐν κονσιλίῳ αὐθεντοῦντος τοῦ ἐπιτρόπου παρακρατοῦντος τὸ πεκούλιον. ὡς βι. μ τί. β΄ διγ. κδ΄.
68
pr.Ὁ ἥττων τῶν κ΄ ἐνιαυτῶν ἐλευθερῶν αἰτίαν δεικνύτω, ἢ υἱὸν ἢ θυγατέρα ἢ ἀδελφὸν ἢ ἀδελφὴν ἢ ἄλλως συγγενῆ, συγγάλακτον, τροφέα, παιδαγωγὸν, τροφὸν ἢ τέκνα αὐτῆς, ἢ τὰς βίβλους αὐτοῦ βαστάζοντα, ἢ ἐπὶ τὸ προκουράτορα αὐτὸν ποιῆσαι, μὴ ἥττων τῶν ιη΄ ἐτῶν, ἐν ᾧ μέντοι ἔχει καὶ ἄλλον δοῦ λον. ὡς βι. μ ' τί. β΄ διγ. ια καὶ ιβ΄. ση. οἱ ἥττονες τῶν κ ' ἐτῶν καὶ οὐκ ἔλαττον τῶν ιδ΄ νέοι ἐλευθερίας καλῶς καταλιμπάνουσιν ἐν τῇ διαθήκῃ αὐτῶν. ὡς νεαρᾷ ριθ΄.
69
pr.Ἡ διὰ γάμον ἐλευθερουμένη παρθένος ὀμνυέτω γαμεῖσθαι εἴσω ἓξ μηνῶν. σ΄. Καὶ ὁ ἄρχων δύναται παρ᾽ ἑαυτῷ ἐλευθεροῦν, οὐκ ἐπὶ βήματι μόνῳ, ἀλλὰ καὶ ἐν παρόδῳ καὶ ἐν κώμῃ, κἂν μὴ παρῇ τῷ ἄρχοντι ῥαβδοῦχος.
71
pr.Ὁ πάμφιλος καλῶς ἐχρήσατο τοῖς λόγοις μου, ἐλεύθερως ἔστω. ἐὰν ἐπιζήσαντος τοῦ τεστάτορος μὴ μεμφθῇ περὶ τὴν λογοποιΐαν, ἐλεύθερος ἔσται. ὁμοίως καὶ ὁ ἀκόλουθος, ἐὰν ἐπαύθη εἶναι ἀκόλουθος ἐν τῇ τελευτῇ τοῦ τεστάτορος. ὡς βι. μ ' τί. δ΄ διγ. ιζ '.
72
pr.Ἐν ἀτελεῖ διαθήκῃ καὶ ἐλευθερίαν καὶ ληγάτα τῇ θρεπτῇ μου θαῒ κατέλιπον. εἰ καὶ ἐξ ἀδιαθέτου πραθῇ καὶ ταῦτα ἁρμόσουσιν. ὡς βι. μ΄ τί. ε διγ. λζ΄.
73
pr.᾿Αρέθουσα ἐὰν τρία τέκῃ ἐλευθέρα ἔστω. ἐνεπόδισεν ὁ κληρονόμος τὸν τοκετόν ἢ φάρμακον ἀσύλληπτον δοὺς ἢ ἀμβλῶναι παρασκευάσας· ἐλευθέρα ἔστω. δύναται γὰρ καὶ τρία ἐν μιᾷ γεννᾶσθαι γαστρί.
74
pr.Ἡ δεῖνα ἐὰν τέκῃ ἄῤῥεν πρῶτον ἐλευθέρα ἔστω. ἐτεκεν ἄῤῥεν καὶ θῆλυ, καὶ ἄδηλόν ἐστι τί πρῶτον ἔτεκε. δοκεῖ ἄῤῥεν ἐν πρώτοις τετοκέναι καὶ γίνεται ἐλευθέρα. ση. ὅπου γὰρ ἐλπὶς ἐλευθερίας, τότε γίνεται προσκύρωσις καὶ εἰ μὴ βλάπτονται οἱ δανεισταὶ, καὶ διὰ τοῦτο ἀσφάλεια τοῖς δανεισταῖς δίδοται.
75
pr.Ἐὰν κράτιστον ἔχων δοῦλον ἐλευθερώσω κρατῖνον ὃν οὐκ εἶχον, ἐλευθεροῦται ὁ κράτιστος. περὶ τὴν συλλαβὴν γὰρ ἐπλανήθην.
76
pr.Ἐὰν πωλήσω σοι δοῦλον μὴ εἰπὼν χρόνον ἐφ᾽ ᾧ ἐλευθερωθῆναι αὐτὸν, εἴσω δύο μηνῶν ἀφαρπάζεται εἰς ἐλευθερίαν· εἰ δὲ ἄπεστιν ὁ δοῦλος, ἐντὸς τετραμήνου.
77
pr.Ἐὰν δοῦλος ἐκτεθῇ, ἐλευθεροῦται καὶ οὐδὲ δουλεύειν ἀναγκάζεται, ἐὰν ὁ δεσπότης αὐτοῦ τοῦτον ἐξέθετο· εἰ δὲ καὶ ἐξωτικὸς, καλῶς αὐτὸν ἐκδικεῖ.
78
pr.Ἐξότε τὶς τῷ τῆς καθοσιώσεως ἁμάρτῃ ἐγκλήματι οὐ δύναται δοῦλον ἴδιον ἐλευθερῶσαι.
79
pr.Περὶ ἐλευθεριῶν αἰτίας. Ὁ φεύγων· καὶ ὡς ἐλεύθερος διάγων ἐν αἰτίᾳ ἐστὶ φυγάδος 90. τὸ αὐτὸ κἂν κινήσω σοι περὶ κλοπῆς τοῦ δούλου σου, εἶτα οὗτος ἀναβοήσει. εἰ γὰρ κριθῇ ἐλεύθερος, αὐτὸς ἐνάγεται καὶ εἰ κατακριθῇ ὑπόκειται τῇ καταδίκη.
80
pr.Εἰ ἐνάγοιτο ἄνηβος περὶ τύχης, δεῖ ὑπερτίθεσθαι μέχρι τῆς ἥβης εἰ τοῦτο λυσιτελεῖ αὐτῷ.
81
pr.΄ Ὃν ὁ δεσπότης ἀγνοεῖ, οὐ δοκεῖ κατὰ γνώμην αὐτοῦ ἐν ἐλευθερίᾳ εἶναι.
82
pr.Κτίζων τὶς εὐκτήριον ἀφώρισεν αὐτῷ δούλους. τοῦ κληρονόμου ἔσονται οὗτοι.
83
pr.Ὁ ἀγοράσας δοῦλον κἂν μήπω δῷ τὴν τιμὴν, τὸ ἱκανὸν δὲ ποιήσει, δύναται ἐλευθεροῦν.
84
pr.Ὁ πραθείς μοι ἐφ᾽ ᾧ μετὰ τρία ἔτη [ἐλευθερωθῆναι], τὸν χρόνον πληρῶν.
85
pr.Ἐὰν ὑπὸ αἵρεσιν καταλειφθῇ ἐλευθερία γυναικὶ, καὶ τέκῃ ἐκείνης τῆς αἱρέσεως ἠρτημένης, δούλους γεννᾷ· ἐὰν δὲ μετὰ ὑπέρθεσιν γεννήσει, ἐλευθέρους τίκτει. τί. μή διατ. β΄ (lege κα΄). Ἐὰν γυνὴ ἐναπόγραφος συναφθῇ ἐλευθέρῳ, ἐναπόγραφον τίκτει. ὁμοίως καὶ ὁ ἀπὸ ἐναπογράφου πατρὸς τεχθείς. ση. ἐπὶ τῶν ἐναπογράφων ἡ αἵρεσις τῆς μητρὸς σκοπεῖται. ση. Ὁ υἱὸς τοῦ ἐναπογράφου κἂν διάξῃ ἐπὶ μ ' ἔτη ὡς ἐλεύθερος, οὐδὲν ἡττον τῇ ἰδίᾳ τύχῃ ἐναποδίδοται. οὐδὲ γὰρ ἐλευθεροῦται ὁ ἐναπόγραφος διὰ χρονίας παραγραφῆς. (Cod. ib.) - Ὥσπερ γὰρ οὐκ ἐλευθεροῦται βουλευτὴς διὰ χρονίας παραγραφῆς, οὕτως οὐδ᾽ ἐναπόγραφος ἀπαλλάττεται τῆς ἰδίας τύχης, ἀλλ᾽ ἀποδίδοται αὐτῇ μετὰ τῆς γονῆς αὐτοῦ ὡς δοῦλος. (Cod. ib.) — Καὶ οὐ μόνον δι᾽ ἄρχοντος ἀλλὰ καὶ δι᾽ ἑαυτοῦ ἕκαστος σωφρονίζει τὸν ἴδιον ἐναπόγραφον.