IusCommune
IusCommune › Textos › Epitome legum › Epitome

Epit. 1.39

Περὶ παραγγελίας καὶ περὶ καινοτομίας καὶ περὶ δουλείας οἴκων καὶ ἀγρῶν νομῆς.

Abrir no leitor do IusCommune →

1

pr.Ἡ παραγγελία ἐπέχει τὸ ἔργον κἂν νομίμως γίνεται κἂν παρανόμως.

2

pr.Ὅτε μὴ ἐξόν τις κωλύσῃ, συγχωρεῖ τὴν κώλυσιν.

3

pr.Ἡ παραγγελία καὶ χωρὶς προσελεύσεως γίνεται καὶ ὑπὲρ ἑτέρου καὶ ἑκάστῃ ἡμέρᾳ καὶ μετὰ ἀπόντων καὶ ἀκόντων καὶ ἀκόντων καὶ ἀγνοούντων.

4

pr.Ὁ μετὰ παραγγελίαν κτίζων καταλύει τὸ κτισθέν.

5

pr.Ἔργον νόησον τὸ ἐν ἐδάφει κτίσαι ἢ καταλύσαι.

6

pr.Ἔργον καινὸν ποιεῖ τις ἐν τῷ κτίζειν τὶ ἢ ἀφαιρεῖσθαι ἐναλλάσσων τὴν ὄψιν. ὁ δὲ παλαιὸν κτίσμα ὑποστηρίζων οὐ δοκεῖ καινίζειν, ἀλλὰ θεραπεύει τὸ παλαιὸν ἔργον ὑπορθοῦν αὐτὸ, εἴτε ἐν πόλει τὶς οἰκοδομεῖ εἴτε ἔξω τῆς πόλεως.

7

pr.Καὶ τῷ ἐν τῷ ἀγρῷ ἢ δημοσίῳ τόπῳ κτίζοντι καλῶς παραγγέλλομεν. συμφέρει γὰρ τοῦτο τῇ πόλει.

8

pr.Ανηβος δὲ οὐ παραγγέλλει, εἰ μὴ εἰς ἴδιον πρᾶγμα ἢ εἰς φῶτα τυχὸν ἢ ἄποψιν βλαπτόμενος, καὶ τότε δὲ αὐθεντοῦντος τοῦ ἐπιτρόπου.

9

pr.Δοῦλος παραγγελίαν δέχεται, οὐ παραγγέλλει δέ.

10

pr.Ὁ μετὰ παραγγελίαν ἀσφαλισάμενος εἰς ὅσον κρίνει ὁ δικαστὴς ἐνέχεται.

11

pr.Ὁ ἔχων δουλείαν ὁδοῦ μὴ παραγγελλέτω τῷ ἐν αὐτῇ κτίζοντι, ἀλλὰ τὴν δουλείαν ἐκδικείτω. addit καὶ περὶ ὁροθεσίων. ζήτει βι. λθ ' τί. α΄ βι.δ τῶν διγέμοῦντι καὶ ἐπιτρέψω μετὰ ταῦτα κτίσαι, ἔῤῥωται τὸ σύμφωνον. κινοῦντί μοι ἐκ τῆς παραγγελίας ἀντίκειταί μοι ἡ τοῦ πάκτου παραγραφή. βι. λθ ' ὁ μισθωτὸς ἀγνοῦντος ἢ καὶ ἄκοντός μου ἐν τῷ ἀγρῷ μου καινοτομήσει, ἐγὼ ἐνάγομαι· κατὰ νομέως γὰρ δίδοται τὸ δε βὶ ἰντέρδικτον. εἰ δὲ καὶ δοῦλός μου ἀγνοοῦντός μου καινοτομήσει, καὶ πωλήσω ἢ ἐλευθερώσω αὐτὸν, εἰς ἀνεξικακίαν μόνον ἐνάγομαι, ὁ δὲ ἀγοραστὴς εἰς τὸ δοῦναι εἰς νόξαν τουτέστιν εἰς τὸ δαπάνημα τῆς ἀποκαταστάσεως. καὶ οἰκέτης ἐλευθερωθεὶς εἰς τοῦτο

12

pr.Τῶν ἰδίων ἔξεστιν ἑκάστῳ ἐπιμελεῖσθαι μὴ βλάπτων τὸν γείτονα.

13

pr.Γίνεται τοίνυν ἡ παραγγελία ἢ ἐπὶ παραφυλακῇ τοῦ οἰκείου δικαίου ἢ ἐπὶ τῷ φυλαχθῆναι αὐτῷ τὸ δημόσιον δίκαιον, καὶ ἵνα περὶ τῆς μελλούσης ζημίας ἀσφάλειαν λάβωμεν.

14

pr.Ὁ ἐπὶ χρῆσιν ἔχων οἶκον ἢ ἀγρὸν δύναται τῷ ἑτέρῳ κτίζοντι παραγγέλλειν, τῷ δεσπότῃ δὲ παραγγέλλειν οὐ δύναται. εἰ δὲ ἐκ τῶν γινομένων παρὰ τοῦ δεσπότου χείρων γένηται ἡ χρῆσις, δύναται τὴν χρῆσιν ἐκδικεῖν.

15

pr.Ὁ κοινωνὸς τὸν συγκτήτορα αὐτοῦ οὐ δύναται παραγγέλλειν, διὰ δὲ τοῦ πραίτωρος κωλύει αὐτόν.

16

pr.Ὁ κοινωνός μου κτίζων ἐν τῷ ἐπικοίνῳ οἴκῳ, βλάπτων δὲ ἄλλον, ἐκεῖνος δέχεται τὴν παραγγελίαν καὶ οὐκ ἐγώ.

17

pr.Εάν τις ἔξω τοῦ τόπου ἐν ᾧ γίνεται τὸ ἔργον εὑρὼν ἐν τῇ ἀγορᾷ τυχὸν τὸν δεσπότην τοῦ ἔργου παραγγείλῃ αὐτῷ, οὐκ ἔῤῥωται ἡ παραγγελία. ὁμολογούμενον γάρ ἐστιν ὅτι ἐν αὐτῷ τῷ πράγματι καὶ τῷ ἔργῳ δεῖ γενέσθαι τὴν παραγγε λίαν.

18

pr.Ἐὰν πολλῶν δεσποτῶν ἐπίκοινον πρᾶγμα καταβλάπτει διὰ τοῦ γενομένου ἔργον, ἆρα ἡ ἑνὸς τῶν δεσποτῶν παραγγελία πᾶσιν ἀρκεῖ, ἢ πάντες ὀφείλουσι παραγγέλλειν; καὶ λέγομεν μὴ ἀρκεῖν τὴν τοῦ ἑνὸς παραγγελίαν πᾶσι τοῖς δεσπόταις, ἀλλὰ ἀνάγκην ἔχειν ἅπαντας παραγγέλλειν.

19

pr.Εἰ δὲ εἷς ἐκ τῶν δεσποτῶν μετὰ τὴν παραγγελίαν ἐποικοδομήσει, οὐκ ἐνάγονται περὶ τούτου τοῦ ἔργου οἱ ἄλλοι. οὐδὲ γὰρ χρὴ τὰ [παρὰ] τοῦ ἑτέρου γινόμενα καταβλάπτειν τοὺς μηδὲν πεποιηκότας.

20

pr.Ἐάν τις ἐν τοῖς ἡμετέροις οἰκοδομίαν ἐπιθεῖναι βούληται ἢ ἐμβαλεῖν δοκοὺς ἢ ἐφαπλῶσαι οἷον ἐκθέτην ποιῆσαι κατὰ τοῦ ἡμετέρου τόπου, δυνατόν ἐστιν διὰ τοῦ πραίτωρος ἢ διὰ τῆς οἰκείας χειρὸς τουτέστιν διὰ τῆς τοῦ λίθου βολῆς κωλύειν αὐτὸν καὶ μὴ διὰ παραγγέλματος.

21

pr.Ἐάν τις ῥεῖθρον ὕδατος ἢ κανάλην βούλεται ἀνανεῶσαι ἢ καθάραι, οὐκ ἔστι τούτῳ παραγγέλλειν, ἐπειδὴ τῇ δημοσίᾳ συμφέρει σωτηρίᾳ.

22

pr.Ὁ μετὰ παραγγελίαν κτίζων ἄνευ ῥεμησίονος τουτέστιν ἄνευ συγχωρήσεως ἢ ἱκανοῦ καταλυέτω τὸ ἔργον. κἂν νομίμως ἔκτισε κἂν ψιλὸς ἢ τόπος κἂν ἐκτισμένος, χώρα τῷ ἐντερδίκτῳ. ὁμοίως καὶ ὁ μετὰ παραγγελίαν ἀγοράσας τὸ κτῆμα καὶ κτίσας καταλύει τὸ κτίσμα.

23

pr.Ἐὰν ὁ ἄκτωρ μὴ δέξηται τὰ ἱκανὰ, κτιζέτω ὁ ῥέος τουτέστιν ὁ ἐναγόμενος.

24

pr.Ὁ παραγγελθεὶς προσφέρων ἱκανὰ καλῶς κτίζει, μὴ προσφέρων δὲ εἰ κτίσει καταλύει. ἐπερωτάσθω δὲ οὕτως· ἐάν κατακριθῶ ἢ μὴ δεφενδεύσω τὸ πρᾶγμα ἢ δόλον ποιήσω. ταῦτά εἰσι τὰ ἱκανά. παραγγελία κατὰ τὰ πράγματα γίνεται, καὶ οὐ κατὰ τὰ πρόσωπα. σβέννυται δὲ ἡ παραγγελία τῇ τελευτῇ καὶ ἐκποιήσει τοῦ πράγματος, οὐ μὴν δὲ τοῦ παραγγελθέντος, ἀλλὰ καὶ εἰς κληρονόμους παραπέμπει τὴν κληρονομίαν.

25

pr.Μετὰ τὴν παραγγελίαν μετρεῖν τὸ ἔργον ὀφείλει τὸ πρὸ τῆς παραγγελίας οἰκοδομηθὲν ὁ παραγγέλλων, ἵνα δύνηται ἀποδείκνυσθαι τί μετὰ τὴν παραγγελίαν ᾠκοδομήθη.

26

pr.Ὅτε δέ τις ἐν τοῖς ἰδίοις αὐτοῦ τόποις τίποτε ποιεῖ τὸ βλάπτον ἡμᾶς, τότε χρειώδης ἐστὶν ἡ παραγγελία.

27

pr.Ἐὰν κατὰ δημοσίου τόπου γίνεται καινοτομία, ἑκάστῳ τῶν πολιτῶν ἔξεστι τῷ καινοτομοῦντι παραγγέλλειν. καὶ γὰρ ταῖς πόλεσι συμφέρει πάνυ πολλοὺς εἶναι τοὺς διφενδεύοντας ἤγουν τοὺς ἐκδικοῦντας αὐτάς.

28

pr.Ἐάν τις τὸν πεσόντα οἶκον ἀνανεῶν βούλεται ὑψῶσαι καὶ ἐμποδίσαι τοῖς τοῦ γείτονος φωσὶν ἢ ἔτερόν τι ποιῆσαι ἐπὶ βλάβῃ τοῦ γείτονος, ἀναγκαζέσθω καὶ τὴν κατάστασιν τῶν πρῴην οἰκημάτων καὶ τὸ παλαιὸν σχῆμα φυλάττειν.

29

pr.Τὸ μὲν γὰρ φῶς ἐστι τὸ τὸν οὐρανὸν θεωρεῖν, ἡ δὲ ἄποψις ἐν τοῖς κατωτέροις τόποις εἶναι δύναται, τὸ δὲ φῶς ἐξ ὑποκειμένου τόπου οὐ δύναται εἶναι.

30

pr.Ἐὰν ἐν ἐξώστῃ μου βῆλον λάκω κωλύον τὰ φῶτα τοῦ γείτονος, οὐτήλιον ἔσται μοι ἰντέρδικτον τουτέστι κώλυσις.

31

pr.Ἐὰν δὲ ἢ κατὰ ἀνάκλασιν ἢ κατὰ ἔκθλιψίν τινα εἰς τὴν ἐμὴν οἰκίαν παραγένηται φῶς. καὶ ἀντανάκλασίς ἐστιν ὅτε ἐκ τῆς τοῦ ἡλίου πεμπομένης κατὰ τοῦ γείτονος τοίχου τὸ ἴδιον φῶς κατὰ τῆς ἐμῆς ἐκπέμπει οἰκίας· ἔκθλιψις δέ ἐστιν ἡνίκα διὰ στενὸν τόπον εἰσρέον τὸ φῶς τὴν ἐν τῷ ἐμῷ οἴκῳ διαλύει σκοτίαν.

32

pr.Ὁ οὐλπιανὸς λοιπὸν ὁρίζει τί ἐστι καινὸν ἔργον, καὶ λέγει· καινὸν ἔργον ποιεῖ τις ἢ διὰ τοῦ οἰκοδομεῖν ἢ διὰ τοῦ καταλύειν τίποτε καὶ τὴν προτέραν ὄψιν φυλάττειν.

33

pr.Ἐὰν τὸ φυτευθὲν δένδρον εἰς ὕψος ἀρθῇ καὶ ἐμποδίζει μου τῷ φωτὶ, δοκεῖ ἡ ἐποφειλομένη μοι δουλεία παραβαίνεσθαι. δένδρον γὰρ ἀφαιρεῖσθαί μου δύναται τὴν θέαν τοῦ οὐρανοῦ. [εἰ δὲ] φῶς οὐκ ἀφαιρεῖται, τὸν δὲ ἥλιον ἀφαιρεῖται, ἀπὸ τοῦ ἀχρειεστάτου μου τόπου. εἰ δὲ ἐστι ἡλιοκάμινος ἢ σωλάριον, ἐξ οὗ τὸ δένδρον ἀφαιρεῖται τὸν ἥλιον, παραβαίνεται ἡ δουλεία. ὅτι ἡλιοκάμινός ἐστιν ὅσα ἑψήνονται ὑπὸ τὸν ἥλιον διὰ χαλκείων ἢ μαγειρικῶν ἢ μυλίτου λίθου ἀποτελοῦνται ἢ οἶνοι ἢ ἑτερόν τι ἑψήσεως δεόμενον, οἷον γάρον. ταῦτα γὰρ ὑπὸ τοῦ ἡλίου πυρούμενα τὴν χρείαν ἀποτελεῖ.

34

pr.Προστάττομεν ὁ τὸν παλαιὸν οἶκον ἀνανεῶν τὸ ἀρχαῖον σχῆμα μὴ παρεξίτω, μήτε ἀφαιρείσθω τὰ φῶτα ἢ τὴν ἄποψιν τῶν γειτόνων, εἰ μὴ ἄρα δουλείαν ἔχει τοιαύτην κατὰ σύμφωνον ἢ ἐπερώτησιν παραχωρηθεῖσαν αὐτῷ, ἐπιτρέπουσαν ὡς βούλεται τὸ παλαιὸν ἐναμείβειν σχῆμα. ὁ γὰρ τοιαύτην ἔχων δουλείαν ἀκωλύτως ἃ βούλεται οἰκοδομείτω, εἰ καὶ βλάπτει τοῖς τοῦ γείτονος φωσὶ, ἐπειδὴ τοῦτο κατὰ σύμφωνον ἢ ἐπερώτησιν αὐτῷ ἐπιτέτραπται.

35

pr.Ἡνίκα δὲ δύο οἶκοι ἀντικρὺ ἀλλήλων εἰσὶ, χρὴ μεταξὺ αὐτῶν ιβ΄ πόδας εἶναι, ἀρχομένους ἀπὸ τοῦ ἐπικειμένου τοῖς θεμελίοις οἰκοδομήματος καὶ μέχρι παντὸς τοῦ ὕψους διαφυλαττομένου. ἔξεστιν ἑκάστῳ εἰς ἄπειρον ὕψος τὸν ἴδιον ἐγείρειν οἶκον καὶ θυρίδας ἐν αὐτῷ παρακυπτικὰς κατασκευάζειν, εἴτε νέον οἶκον οἰκοδομεῖν εἴτε παλαιὸν οἶκον ἀνασκευάζειν εἴτε τὸν ἐκ πυρὸς φθαρέντα.

36

pr.Ἡ τῆς ἀπόψεως δουλεία πλατυτέρα ἐστὶ τῶν φώτων, καὶ ὁ παρὰ τὴν δουλείαν βλάπτων τὰ φῶτα περὶ καινοτομίας παραγγέλλει.

37

pr.Οἱ αἰγιαλοὶ τοῦ δήμου ῥωμαίων εἰσί. ἡ δὲ τῆς θαλάσσης χρῆσις κοινὴ πάντων ἐστὶν, ὥσπερ καὶ τοῦ ἀέρος. ὡς βι. μή τί. γ΄ τῆς γ΄ νεα.

38

pr.Εἰ δέ τις κατὰ θαλάσσης ἢ κατὰ αἰγιαλοῦ αὐτῆς οἰκοδομεῖ, εἰ [καὶ] μὴ κατὰ οἰκείων οἰκοδομεῖ (οὐδεὶς γὰρ ἡμῶν δεσπόζει τῆς θαλάσσης), ὅμως κατά τινα φυσικὸν νόμον δεσπότης γίνεται τοῦ οἰκοδομουμένου, εἰ μὴ ἄρα ζημίαν ὑπονοεῖ ἐντεῦθεν ὁ παραγγέλλων.

39

pr.Αποψιν μέντοι τοῦ γείτονος ιβ΄ μόνους ἀπαιτῶν πόδας μὴ ἀφαιρείσθω, ἐὰν ἐξ εὐθείας ὁρᾷ τὴν θάλασσαν ἑστὼς ἐν τοῖς ἰδίοις οἴκοις ἢ καθήμενος ἐν αὐτοῖς καὶ μὴ ἀναγκαζόμενος παρατρέπειν ἑαυτὸν εἰς πλάγιον ἐφ᾽ ᾧ ἰδεῖν θάλασσαν.

40

pr.Ὅτε δὲ ἢ ὁ ἐμπρησθεὶς οἶκος ἀνανεοῦται ἢ ὁ μὴ πρότερον ὢν κτίζεται ἢ ὁ διὰ παλαιότητα ἢ δι᾽ ἄλλην αἰτίαν σα- θρὸς γενόμενος ἀνανεοῦται, ἐὰν ρ ' ποδῶν ἐν μέσῳ τῶν δύο οἴκων εἴη διάστημα, ἐξέστω ἀκωλύτως κτίζειν τῷ βουλομένῳ καὶ τὴν ἐπὶ θάλασσαν ὄψιν ἀφαιρεῖσθαι τοῦ γείτονος. εἰ δέ τις ἀπὸ μαγειρίου ἢ ἀφεδρῶνος ἢ ἀπὸ κλιμακῶνος ἢ ἀπὸ βαστερνίων ἤγουν τῶν λεγομένων παροδικῶν ἤτοι διαβατικῶν ἄποψιν ἐπὶ θάλασσαν ἔχει, καὶ ὁ ἐντὸς τῶν ρ΄ ποδῶν οἰκοδομῶν ἀκωλύτως ἀφαιρεῖται, εἰ μόνον ιβ΄ πόδες εἰσὶ μεταξὺ τῶν δύο οἴκων. εἰ δὲ καὶ σύμφωνον ἢ ἐπιτρέπον τὴν οἰκοδομίαν, κρατεῖ τὸ σύμφωνον, εἰ καὶ βλάπτει τὸν γείτονα περὶ θαλάσσης ἄποψιν, εἴτε αὐτὸς ὁ νῦν δεσπότης συνεφώνησεν εἴτε ὁ προκτησάμενος αὐτὸν τὸν οἶκον· οὐδὲ γὰρ προσήκει τὰς ὑπαρχούσας τινὶ δουλείας διὰ τῶν γενικῶν νόμων ἀναιρεῖσθαι.

41

pr.Ὁ δὲ ποιῶν παραπετάσματα τὰ καλούμενα σωλάρια μὴ ἀπὸ μόνων ξύλων καὶ λίθων οἰκοδομείσθω, ἀλλὰ τὸ καλούμενον κατὰ τῶν ῥωμανησίων σχῆμα. ἐὰν δὲ ἄντικρυς ἀλλήλων εἰσὶ δύο σωλάρια, ί ποδῶν τὸ ἐν μεταξὺ φυλάττεσθαι διάστημα. εἰ δὲ ὁ τόπος στενὸς ὢν οὐκ ἔχει τόπον ί ποδῶν διάστημα, μὴ γενέσθω ἄντικρυς ἀλλήλων σωλάρια, ἀλλ᾽ ἐκ παραλλαγῆς. ἐὰν δὲ τις στενωπὸς ὢν ἐν μέσῳ μὴ πλέον ἔχῃ τῶν ιβ΄ ποδῶν, μηδενὶ ἐξέστω ἐκ μηδετέρου μέρους σωλάρια ποιεῖν ἤτοι ἐξώστας κατασκευάζειν. καὶ ὅτε δὲ ί ποδῶν ὄντων ἐν μέσῳ κατασκευάζεται σωλάρια, ἀπεχέτω τοῦ ἐδάφους εἰς ὕψος ιε πόδας, μὴ ὑποτιθεμένων αὐτοῖς κιόνων λιθίνων ἢ ξυλίνων ἢ τοίχων κατασκευαζομένων ἐπὶ τὸ βαστάζειν τοὺς ἐξώστας ἢ τὰ σωλάρια, ἵνα μὴ ὁ ὑποκείμενος τοῖς σωλαρίοις ἀὴρ στενοχωρῇται διὰ τῶν τοίχων ἢ κιόνων, καὶ ἡ ῥύμη γίνεται στενωτέρα, μήτε δὲ κλίμακας ἀπὸ τοῦ στενωποῦ ποιείτω τὶς ἀναγούσας ἐπὶ τὰ σωλάρια, καὶ ἵνα μὴ γίνωνται συνεχέστερον ἐμπρησμοὶ [διὰ] τὴν τῶν οἰκοδομημάτων συνέχειαν, ἢ καὶ ὃ μὴ γένοιτο συμβαινόντων εὐχερῶς κατασβέννυνται.

42

pr.Εἰ δὲ παρὰ τὴν διάταξιν ἢ σωλάρια ἢ κλίμαξ γένηται, καὶ αὐτὸ τὸ γενόμενον ἐκκοπτέσθω καὶ δέκα χρυσίου λίτρας ζημιούσθω ὁ τοῦ οἴκου κύριος.

43

pr.Δένδρων μέντοι καὶ κήπων οὐ φυλάττεται ἄποψις. καὶ ὅτε δὲ μέσου ὄντος τοῦ στενωποῦ ἢ πλατείας οἰκοδομεῖ τις τὸν ἑαυτοῦ οἶκον, εἰ καὶ πλέον ἔχει τῶν ιβ΄ ποδῶν τοῦ στενωποῦ ἢ τῆς πλατείας μέτρον, μηδὲν ἀφαιρείσθω τὸ περιττὸν καὶ τῷ ἰδίῳ οἴκῳ προστιθέσθω· οὐδὲ γὰρ ἐπὶ βλάβῃ τοῦ δημοσίου τοὺς ιβ΄ πόδας ὡρίσαμεν, ἀλλ᾽ ὥστε μὴ στενώτερον τῶν ιβ΄ ποδῶν εἶναι τὸν μεταξὺ τῶν οἴκων ἀέρα. ὅτε πλέον δὲ εὑρεθῇ τὸ τῆς ῥύμης ἢ τῆς πλατείας μέτρον, μηδὲν ἐξ αὐτοῦ ἀφαιρεῖσθαι, ἀλλὰ τῇ πόλει περισώζεσθαι τὰ οἰκεῖα.

44

pr.Ἐὰν δὲ παλαιῶν ὄντων τῶν οἴκων εὑρεθῇ ὁ μεταξὺ αὐτῶν καθαρὸς ἀὴρ στενώτερος ὢν τῶν ιβ΄ ποδῶν, μηδενὶ αὐτῶν ἐξέστω παρὰ τὸ παλαιὸν σχῆμα ὑψοῦν τὸν ἴδιον οἶκον ἢ θυρίδας ποιεῖν. εἰ μέντοι ί πόδες ἦσαν ἐν μέσῳ καὶ μὴ ἐλάττονες, τότε παρακυπτικὰς μὲν θυρίδας μὴ ἐξέστω αὐτῷ ποιεῖν τῷ κτίζοντι. εἰ πρότερον δὲ εἶχεν αὐτὰς φωταγωγοὺς, ἐξέστω αὐτῷ ποιεῖν ἀπὸ ἓξ ποδῶν τοῦ πάτου ἀνοιγομένας, μηδενὸς δυναμένου ποιεῖν ψευδοπάτιον ἐν τῷ ἰδίῳ οἴκῳ καὶ διὰ τοῦτο τὴν φωταγωγὸν θυρίδα κατασκευάζειν παρακυπτικήν. καὶ ἐν τούτῳ δὲ τῷ θέματι ὁ μὴ ἔχων φωταγωγὸν θυρίδα οὐ δύναται τυφλὸν τοῖχον ἀνοίγειν καὶ ποιεῖν φωταγωγὸν θυρίδα.

45

pr.Ἐὰν δένδρον ἐμποδίζῃ τῷ φωτὶ, παρὰ τὴν δουλείαν γίνεται. εἰ δὲ τῷ φωτὶ μὲν οὐκ ἐμποδίζει, ἀφαιρεῖται δὲ τὸν ἥλιον, οὐχ ὑποπίπτει, εἰ μὴ τόπος ὑπόκειται ἡλίου δεόμενος ἡλιακῶν.

46

pr.Ὁ πλησίον δημοσίων βουλόμενος οἰκοδομεῖν ἀποβαίνων ιέ πόδας ἐκ τῶν δημοσίων τόπων οἰκοδομείτω, ἵνα μήτε οἱ δημόσιοι τόποι διὰ τῆς ἄγαν ἐγγύτητος κινδυνεύωσι μήτε αὐτὸς ὡς προπετῶς οἰκοδομῶν ἀναγκασθῇ καταλῦσαι ὅσα κακῶς ᾠκοδόμησεν.

47

pr.Αἱπολιτι καὶ δουλεῖαί εἰσι τὸ ὑψῶσαι ἢ μὴ ὑψῶσαι, ἐπιπέμψαι σταλαγμὸν κεράμων τῷ γείτονι ἢ μὴ ἐπιπέμψαι, καὶ τὸ ἐμβαλεῖν ξύλα τοῦ γείτονος, καὶ τὸ ποιῆσαι σωληνάριον ἢ βαστέρνιον ἢ τῇ ἀπόψει ἐμποδίσαι. οἷον ἐὰν χρεωστεῖς μοι δουλείαν μὴ ὑψοῦν καὶ ἐμποδίζειν τῷ φωτί μου, κἀγὼ φράξω ἢ καταλύσω τὰς θυρίδας μου, οὐκ ἀπόλλω τὸ δίκαιόν μου, εἰ μὴ καὶ σὺ κατὰ τὸν αὐτὸν χρόνον ἔσχες ὑψωθέντα τὸν οἶκόν σου. καὶ ἐὰν ἐμβαλῶ τὸν δοκὸν εἰς τὸν τοῖχόν σου, οὐκ ἀπόλλω τὸ δίκαίον μου, εἰ μὴ φράξῃς τὴν ὀπὴν καὶ σχῆς αὐτὴν οὕτως ἐπὶ τὸν ὡρισμένον χρόνον.

48

pr.Καὶ οἱ ἀπὸ μόνων ξύλων συμπεπηγότες οἶκοι τοῖς ἀκινήτοις συναριθμοῦνται. ὡς βι. μγ΄ τί. ις ' διγ. α΄.

49

pr.Οὗτινος τὰ οἰκήματα δικαίῳ δουλείας ὑπέρκεινται, ἐν τῇ ἐξουσίᾳ τούτου ἐστὶν ἐπ᾿ ἄπειρον ταῦτα ὑψοῦν, ἐν ᾧ μέντοι τὰ ὑποκείμενα τοῦ γείτονος μὴ βαρύνῃ δουλείᾳ βαρυτέρᾳ παρ᾽ ὃ φέρειν ὀφείλουσιν.

50

pr.Ὁ ἔχων τὰ ἀνώγεα τοῖς ἰδίοις ἐπικτίζει ὅσον θέλει, μὴ βαρύνων μέντοι τὰ κατώγεα ὑπὲρ δύναμιν.

51

pr.Πόμπιος. Τριῶν οἰκιῶν οὐσῶν ἡ μέση τῇ ἀνωτέρᾳ ἐδούλευσε. δύναται ὁ δεσπότης τῆς κατωτέρας τὸν κοινὸν τοῖχον αὐτῆς καὶ τῆς μέσης ὑψοῦν.

52

pr.Ἐὰν ἔχω δύο οἴκους καὶ ληγατεύσω σοι τὸν ἕνα, δύναται ὁ κληρονόμος τὸν ἀέρα ὑψοῦν καὶ σκοτίζειν τὰ φῶτα τοῦ ληγατευθέντος οἴκου, ὥστε μέντοι καταλιπεῖν τῇ ἡμερινῇ χρήσει. ση. τὸ αὐτό ἐστι κἂν τοῦ ἄλλου οἴκου τὴν χρῆσιν ληγατεύσω ἑτέρῳ. χρεωστεῖ δὲ ἑκατέρῳ πάροδον.

53

pr.Τὴν ἀπὸ ἐμπρησμοῦ κατενεχθεῖσαν οἰκίαν οὐ δύναταί τις ἐξ ὁλοκλήρου καταστρέφειν καὶ κῆπον ποιεῖν, εἰ μὴ ἄρα κατὰ γνώμην τοῦ ἐπάρχου τῆς πόλεως καὶ συναινέσει τῶν γειτόνων τοῦτο γένηται, τοῦτο καὶ τῆς ἐν τῇ πόλει συνηθείας ἐπιτρεπούσης.

54

pr.Διεμπορείας μὲν ἕνεκεν καταλύειν οἰκοδομίας καὶ μάρμαρα ἀφαιρεῖσθαι ἡ διάταξις βαλεντινιανοῦ βασιλέως καὶ δόγμα συγκλητικῶν ἀρχόντων κωλύει. εἰ δέ τις δύο οἴκους ἔχει, δύναται ἀπὸ τῆς μιᾶς εἰς τὴν ἄλλην μεταφέρειν τινὰς ὕλας, οὐ μὴν ὁλόκληρον τὴν μίαν καταστρέφειν, ἵνα μὴ ἡ δημοσία εὐπρέπεια καταβλάπτηται.

55

pr.Ὁ συγκεκτημένος τινὶ τὰ αὐτὰ οἰκήματα καὶ μὴ βούληται ἐπανορθῶσαι αὐτὰ, ἔξεστιν αὐτῷ μόνῳ οἰκοδομῆσαι, εἰ μὴ ἐντὸς δ΄ μηνῶν μετὰ ἑκατοστιαίου τόκου τὸ μέρος τοῦ τιμήματος ὁ κοινωνὸς αὐτοῦ καταβάλῃ, ὁλόκληρον τὴν οἰκίαν διεκδικεῖν καὶ παρακατέχειν δύναται, εἰ μὴ ἄρα ἐνεπόδισεν ὁ κοινωνὸς τῇ καταβολῇ τῶν δαπανημάτων.

56

pr.Ὁ εἰδὼς ἐπίκοινον ἔδαφος εἶναι ἐὰν μὴ ὡς ἐν ἐπικοίνῳ κτίζων καὶ ὡς ἐλπίζων λαβεῖν τὸ μέρος τοῦ δαπανήματος οἰκοδομήσῃ ἑαυτῷ βαλανεῖον, ἀλλ᾽ ὡς ὑφαρπάζων τὴν τοῦ ἑτέρου δεσποτείαν τὸ παλαιὸν ἀνακαινίσει λουτρὸν, ἐπίκοινον ἔσται τὸ κτιζόμενον βαλανεῖον, ἐπειδὴ καὶ τὸ ἔδαφος καθ᾽ ὃ ᾠκοδομήθη κοινὸν ἦν.

57

pr.Εάν τις ἀπὸ πόλεως εἰς ἀγροὺς μετενέγκῃ κίονας ἢ μάρμαρα, ἐκπιπτέτω τοῦ ἀγροῦ. εἰ δὲ ἐν ἄλλῃ πόλει ἔχων οἶκον σαθρωθέντα εἰς κόσμον τοῦ διαφέροντος αὐτῷ ἐν ἑτέρᾳ πόλει οἴκου μετενέγκῃ μάρμαρα ἢ κίονας, εἰς τὸν σαθρὸν οἶκον μηδὲν ζημιούσθω, ἐπειδὴ εἰς κόσμον ἑτέρας πόλεως μετήνεγκεν αὐτά.

58

pr.᾿Αναγκαζέσθωσαν οἱ βουλευταὶ εἰς παλαιοὺς ἐν τῇ πόλει αὐτῶν ἔχοντες οἴκους ἀνανεοῦν αὐτοῖς ἢ καινοὺς οἰκοδομεῖν ἑαυτοῖς ὡς ὀφείλοντες εἶναι ἐν αὐταῖς ταῖς πόλεσι διηνεκῶς λειτουργεῖν καὶ διάγειν.

59

pr.Ὁ βουλόμενος πλησίον ἀλλοτρίου ἁλωνίου οἰκοδομεῖν, ἐν ᾧ καταβλάπτει τὸν τούτου δεσπότην, κωλύεται ἐξ αὐτοῦ.

60

pr.Ὁ μισθωσάμενος οἰκήματα καὶ ταῦτα καταστρέψῃ τῇ λογωτάτη ἐνοχῇ εἰς τὸ ἀνανεῶσαι ταῦτα κατασχεθήσεται.

61

pr.Ἐὰν δένδρον τοῦ γείτονος ἐν τῷ μεσαυλίῳ κείμενον μεγάλας ἐκτεῖνον ῥίζας τοὺς θεμελίους τῆς ἐμῆς οἰκίας βλάπτει, προνοίᾳ τοῦ ἄρχοντος ἀναγκαζέσθω ὁ γείτων ἐκτεμεῖν τὸ δένδρον.

62

pr.Βούλεται ἡ διάταξις εἴσω γ΄ μηνῶν τὸ περὶ καινοτομίας ζητεῖσθαι. ἐὰν δὲ ὑπερθῆται ἡ δίκη, ἐξουσίαν ἔχειν τὸν οἰκοδομοῦντα ὃ ἐὰν εὑρεθῇ ἀδίκως κτίσας καταλύειν τὸ οἰκοδόμημα.

63

pr.Ἐπὶ τῶν μὴ κεχρημένων ταῖς ἰδίαις δουλείαις ἐν ἱ ἔτεσιν ἀπόλλυσιν αὐτὰς, ἐπὶ δὲ ἀπόντων εἰκοσαετίᾳ· οἱ δὲ ἀπὸ σημειώσεως ἔχοντες οὐτιλίαν ἐν ῥὲμ καὶ δουλείας ἐκδικοῦσι καὶ καινοτομίας κωλύουσιν.

64

pr.Τὰ ἐν μιᾷ ἡμέρᾳ πραττόμενα ἰσόχρονά εἰσιν, ὡς βι. κα΄.

65

pr.Ἐάν τις συμφωνήσῃ πρὸς τὸν γείτονα ὥστε ἔχειν διὰ ἐ ἐτῶν ἅπαξ πάροδον διὰ τοῦ ἀγροῦ αὐτοῦ, νομοθετεῖ ἡ διάταξις τότε ἀπολέσαι τὴν δουλείαν, ὅτε ἐπὶ δ΄ πεντετηρίδος τουτέστιν ἐπὶ κ΄ ἐτῶν μὴ παρελθῶν τοῦ γείτονος.

66

pr.Ὅτε εἰς κλίματα διαιρεῖται ὁ ἀγρὸς, ἕκαστον κλίμα τέλειός ἐστιν ἀγρὸς καὶ οὐ μέρος ἀγροῦ τοῦ γείτονος.

67

pr.Ἡ δουλεία φυσικῶς καὶ οὐκ ἀπὸ χειροποιήτου τινὸς δύναται τὸν δουλεύοντα ἀγρὸν βλάπτειν, τυχὸν ἀπὸ ὄμβρων πλεονασμοῦ ἢ ἀπὸ πλησίων ἀγρῶν ἢ ἀπὸ πηγῆς ἀναφανείσης. ὅθεν οὐκ ἐγκληθήσεται ὁ τὴν δουλείαν παραχωρηθεὶς, ἐπειδὴ φυσικῶς καὶ οὐκ ἀπὸ χειροποιήτου τινὸς ἡ τοιαύτη γέγονε βλάβη.

68

pr.Τρία γὰρ δουλείαν ποιεῖ· φύσις, τόπος, καὶ ἀρχαιότης ἥτις ἀεὶ συμφώνου τάξιν ἐπέχει. ὡς βι. λθ΄ τί. γ΄ διγ. β΄.

69

pr.Πᾶσα δουλεία τὸν δουλεύοντα ἀγρὸν φυσικῶς μὲν δύναται βλάπτειν, χειρὶ δὲ καὶ πράξει τούτου δουλευομένου οὐ δύναται.

70

pr.Ἐὰν τοῦ ἐρχομένου ὕδατος τὰς φλέβας εἰς τὸν ἀγρὸν ἐκ τοῦ σοῦ ἀγροῦ τέμῃς μὴ χρεωστῶν μοι δουλείαν ὕδατος, καὶ διὰ τοῦτο μηκέτι ῥεύσῃ τὸ ὕδωρ ἐν τῷ ἀγρῷ μου, οὔτε βίαν δοκεῖς μοι ποιεῖν οὔτε τῷ περὶ καινοτομίας ἐνάγεις κατ᾿ ἐμοῦ.

71

pr.Οὔτε ἀπὸ λίμνης οὔτε ἀπὸ λάκκου παραχωρεῖται δουλεία διὰ τὸν κανόνα τὸν λέγοντα· πάσας δουλείας τῶν κτήσεων διηνεκεῖς καὶ ἀϊδίους τὰς αἰτίας ἢ τὰς ἀρχὰς ἔχειν ὀφείλειν, ὡς εἴρηται

72

pr.Ὅτι ἐπὶ τῶν βαλανείων ἔχουσι τοὺς λεγομένους τουβούλους, τούβουλος δέ ἐστι σωληνοειδὴς ὃ τίθεται ἐν τοῖς τοίχοις τῶν βαλανείων ἐπὶ τὸ δι᾽ αὐτοῦ τὸ πῦρ διατρέχειν. οὐκ ἐπιτέτραπται δὲ αὐτὸν ἐπιθεῖναι τοῖς ἐπικοίνοις τοίχοις διὰ τὸ μὴ φρύγειν τὸν ἐπίκοινον τοῖχον καὶ ἀσθενῆ ποιεῖν. πλακόνειν τε καὶ ζωγραφεῖν πολυτελῶς τοῦτο ὀφείλει ποιεῖν τις εἰς τὸν ἐπίκοινον τοῖχον.

73

pr.Ἐάν τίς μοι παραχωρήσῃ δίκαιον ἀντλήσεως εἰς τὸ διαφέρον αὐτῷ ὕδωρ, ἀναγκάζεταί μοι καὶ ἄκων δουλείαν τοῦ ἴτερ τουτέστιν ὁδοῦ παραχωρῆσαι, εἴπερ ἄλλως μὴ δύναμαι χρήσασθαι τῷ τῆς ἀντλήσεως δικαίῳ. ὡς βι. ή τί. β΄ διγ. ί.

74

pr.Τὸ αὐτὸ καὶ ἐπὶ τῆς δουλείας φλούμων ἤγουν ποταμοῦ τουτέστι τοῦ ῥέοντος ὕδατος ἐκ τῆς πηγῆς ἢ τοῦ ἀγωγοῦ ἢ ὑδραγωγοῦ.

75

pr.Ὁ σταλαγμὸς τῶν κεράμων φυσικός ἐστι καὶ διηνεκῆ αἰτίαν παρέχει.

76

pr.Ἡ ὀπὴ ἣν ἔχει τὶς ἐν τῷ ἰδίῳ οἴκῳ διὰ τὴν κατάπλυσιν οὔτε χρόνῳ βεβαιοῦται εἰ μὴ ἐκ τοῦ οὐρανοῦ δέχηται ὕδωρ. τὸ γὰρ χειροποίητον οὐκ ἔχει διηνεκῆ αἰτίαν. τοῦ δὲ οὐρανοῦ εἰ καὶ μὴ συνεχῶς γίνεται, ἀλλ᾽ οὖν φυσικῶς αἰτίαν ἔχει. πᾶσα δὲ τῶν ἀκινήτων διηνεκή δουλείαν θέλουσιν ἔχειν, ὅθεν ἀπὸ λίμνης ἢ ὑδραγωγίου ἢ ὑδροστασίου.

77

pr.Τόπου ἢ ὁδοῦ [δημοσίας] παρεντιθεμένης οὐκ ἐμποδίζεται ἡ δουλεία τοῦ μονοπατίου ἢ τῆς παρόδου ἢ τοῦ ὑψοῦν. ἡ δὲ τοῦ ἐμβάλλειν δοκὸν ἢ ἐξώστην ποιεῖν ἢ ἐπιπέμπειν ὕδωρ ἢ σταλαγμὸν ἐμποδίζεται· δεῖ δὲ ἐλεύθερον εἶναι τὸν ὑπερκείμενον ἀέρα τῷ δημοσίῳ τόπῳ. Παῦλος.

78

pr.Οὐδεὶς δύναται ἄνευ βασιλικῆς κελεύσεως πολιτικὸν τόπον λαμβάνειν ἢ καινοτομεῖν. ὡς βι. ια τοῦ κώδ. τί. λβ΄.

79

pr.Ἡ ἀνανέωσις τῶν ἀλλαγῶν ἐξ ἀναλωμάτων ἐπαρχεωτῶν γενέσθω. ὡς βι. ιβ΄. τί. κγ΄ διατ. ζ΄ τοῦ κώδ.

80

pr.Ἐὰν ἐν ἐδάφει τῆς πόλεως κτίσῃ τὶς οἰκίαν, τὸ συναρέσκον ὑπὲρ τούτου τέλος παρέχειν ὀφείλει τῇ πόλει.

81

pr.Οὐδεὶς ἀπὸ τῶν τάφων ὕλην τινὰ εἰς ἕτερον οἰκοδόμημα μεταφέρει.

82

pr.Τὸ τῆς ἀντλήσεως δίκαιον οὐ δύναται παραχωρεῖσθαι, εἰ μὴ τῷ ἔχοντι ἀγρὸν γειτνιάζοντα.

83

pr.Ὁ πιπράσκων ἀγρὸν καὶ συνιστῶν αὐτῷ δουλείαν ὕδατος ἀναγκάζεται καὶ ὁδὸν παραχωρεῖν. ὡς βι. ιή τί. α διγ. μ΄.

84

pr.Οὐλπιανός. Ἐὰν μόνον τὸ τῆς ἀντλήσεως παραχωρήσω, καὶ τὸ τῆς εἰσόδου σιωπηρῶς ἔχει.

85

pr.Ὁ μὴ ἔχων δουλείαν καπνοῦ καὶ εἰσπέμπων τοῦτον ἐνάγεται τὴν περὶ δουλείας ἰν ῥὲμ ἀγωγὴν ἔγουν τὴν περὶ ἐκδικήσεως ἀγωγὴν, ὥσπερ καὶ ὁ μὴ ἔχων δίκαιον τοῦ ῥίπτειν τὰ κλάσματα τοῦ λατομίου κατὰ τοῦ γείτονος ἐνάγεται καὶ αὐτὸς τὴν ἐν δὲμ ἀγωγήν. ἀλλὰ καὶ ἐκ τοῦ ἐναντίου ὁ ἔχων δουλείαν καπνοῦ καὶ κωλυόμενος δύναται κινεῖν τὴν περὶ δουλείας ἰν ῥὲμ κατὰ τοῦ κωλύοντος.

86

pr.Ὁ χρεωστῶν ὁδοῦ δουλείαν [ἢ] στιλλικιδίου ὅ ἐστι τοῦ ἀπὸ τῶν κεράμων σταλαγμοῦ ἐὰν βουληθῇ κατὰ τοῦ δουλεύοντος τόπου κτίσαι, ἐνάγεται τῇ περὶ δουλείας ἰν ῥέμ.

87

pr.Τῷ δεχομένῳ σταλαγμὸν ἔξεστι κτίζειν ἕως οὗ δύναται καλῶς ὑποδέχεσθαι. τὸ αὐτὸ καὶ ἐπὶ χρήσεως κρατεῖ.

88

pr.Ὁ ἐπὶ πολὺν χρόνον νεμηθεὶς δίκαιον ἀγροῦ οὐκ ἀναγκάζεται δεικνύειν ἀπὸ ποίου τίτλου νέμεται.

89

pr.Ἡ τοῦ μακροῦ χρόνου συνήθεια τάξιν ἐπέχει δουλείας εἴπερ ὁ ἐναγόμενος ἐχρήσατο τῇ δουλείᾳ μήτε βίᾳ μήτε λάθρα μήτε παρακλήσει· ἐχρήσατο πρὸς τὸν ἀντίδικον δηλονότι ἐπὶ τῶν παρόντων δεκαετίᾳ ἢ ἐπὶ τῶν ἀπόντων εἶκοσαετίᾳ. φ΄. Ὁ ἐπιχειρῶν κοινωνὸς καινόν τι ποιῆσαι κωλύεται, ἐπειδὴ δοκεῖ καὶ τῶν ἄλλων κοινωνῶν ὑφαρπάζειν τὰ δίκαια καὶ ὡς μόνος δεσπότης ὑπάρχων τοῦ κοινοῦ πράγματος τούτῳ χρήσασθαι. - ση. παρὰ γνώμην τοῦ κοινωνοῦ ὁ ἕτερός τι ποιεῖν οὐ δύναται. φα. Ἐάν τις τὰς θυρίδας τοῦ ἐμοῦ οἴκου κατακλάσῃ ἢ αὐτὸν τὸν οἶκον καταλύσῃ, κατέχεταί μοι τῷ ἀκουιλίῳ ἤγουν τῇ διπλὴν ἐπαγούσῃ καταδίκην. ὁμοίως καὶ ὁ τὸν ἐμὸν ἐπὶ τὴν δουλείαν τοῖχον καταλύσας κατέχεταί μοι τῷ ἀκουιλίῳ. ὡς βι. θ΄ τί. β΄ διγ. κζ΄. φβ΄. Ὁ τοῦ γείτονος οἰκήματα καταλύσας ἐμπρησμοῦ γενομένου ἕνεκα τοῦ μὴ καὶ τὸν ἴδιον οἶκον ἐπινεμηθῆναι τὸ πῦρ οὐ κατέχεται ἀγωγῇ εἴτε παρεγένετο τὸ πῦρ ἐν τοῖς καταλυθεῖσιν εἴτε καὶ μὴ, ἐπειδὴ δίκαιον ἐφοβήθη φόβον. ὡς βι. θ ' τί. β΄ διγ. μθ΄. Οὐλπιανός. φγ΄. Ὁ τὸν ἀλλότριον οἶκον ἄκοντος τοῦ δεσπότου καταλύσας καὶ βαλανεῖον κατασκευάσας ἐν τῷ αὐτῷ τόπῳ πρὸς τῇ ἐκποιήσει τοῦ κατασκευασθέντος βαλανείου ἔτι μὴν καὶ τὴν περὶ ζημίας κατέχεται. φδ΄. Κλίμαξ σκεπομένη διώκεται, ἄσκεπος δὲ οὐ διώκεται. φέ΄. Ὅτι ἡ στράτα τὸ μὲν πλάτος ή΄ ποδῶν ἔχει ἔκτασιν, ἐν δὲ ταῖς κάμψαις ις΄. ση. ὁ πλησίον ἀγωγοῦ κτίζων ἢ δένδρον φυτεύων ις ' πόδας ἀποβαινέτω. 45΄. Ὁ ἐν ταῖς ὁδοῖς βόθρους ὀρύττων πρὸς θήραν ζώων ἀγρίων οὐκ ἔξεστιν. ὁ γὰρ τοῦτο πράξας ἐντεῦθεν βλαπτομένου τινὸς κατέχεται παρ᾿ αὐτοῦ τῷ ἀκουιλίῳ. ὡς βι. θ ' τί β διγ. β΄. φζ΄. Ὅτι στράτα συνίστασθαι δύναται καὶ πλατυτέρα τῶν η΄ ποδῶν καὶ στενωτέρα ἐπὶ τοσοῦτον ἐφ᾽ ὅσον δύνασθαι ὄχημα φέρεσθαι. τὸ γὰρ στενώτερον τούτου μέτρον ἴτερ ποιεῖ τουτέστιν ὁδὸν καὶ οὐ βίαν ἤγουν στράταν. ὡς βι. ή τί. γ΄ διγ. κγ΄. Παῦλος. φή΄. Οὐ καλῶς κωλύει τὶς τὸν γείτονα αὐτοῦ ἀνοίγοντα πυλεῶνα κατὰ τῆς δημοσίας ἐντὸς τοῦ ἀπὸ τῶν κεράμων αὐτοῦ σταλαγμοῦ, ἐν ᾧ μὴ βλάπτῃ τὴν πάροδον. φθ΄. Ἐὰν πηγὴ ἀφ᾿ ἧς ἕλκει τὶς ὕδωρ ξηρανθεῖσα ἐπί τινας χρόνους αὖθις πρὸς τὰς ἑαυτῆς ἐπανέλθῃ φλέβας, καὶ πάλιν τὸ ὕδωρ ἄρξηται φέρεσθαι, ἀνανεοῦται αὐτῷ ἡ δουλεία καὶ ἀποκαθίσταται αὐτῷ ὁ τοῦ ὕδατος ἑλκυσμὸς καθὼς ἦν τὸ πρότερον. ρ΄. Οὔτε φοῦρνον οὔτε ἑστίαν ἐν τῷ ἐπικοίνῳ τοίχῳ δύναταί τις ποιεῖν ἐν ᾧ τὸν ἐπίκοινον τοῖχον τὸ πῦρ καταβλάπται. ρά. Ἐάν τις ποιήσῃ τυρεψεῖον ἐξ οὗ καπνὸς ἐκπεμπόμένος καταβλάπτει τοὺς ἐν τοῖς ὑψηλοτέροις οἰκοῦντας, δύνανται κατὰ νόμους οἱ βλαπτόμενοι κωλύειν αὐτὸν εἰσπέμπειν τὸν καπνόν. ἀλλὰ καὶ τὸ ἀνάπαλιν, εἰ οἱ ἐν ταῖς ὑψηλοτέραις στέγαις οἰκοῦντες ὕδωρ ῥίπτουσιν ἢ κόπρον καὶ βλάπτουσι τοὺς ἐν τοῖς χθαμαλωτέροις οἰκοῦντας, κωλύονται τοῦτο ποιεῖν. ἐπὶ τοσοῦτον γὰρ ἔξεστί τινι ποιεῖν ἐν τοῖς ἑαυτοῦ, ἐφ᾽ ὅσον ἕτερον μὴ καταβλάπτει. τὸ αὐτὸ καὶ περὶ δυσωδίας. ρβ΄. Ἐὰν ὁ τοϊχός σου κατὰ τοῦ οἴκου μου κλίνῃ ἥμισυ ποδὸς, ἀναγκάζω σε ἀνορθοῦν αὐτόν. ργ΄. Εάν τις κατὰ ἀλλοτρίου τοίχου κατὰ βίαν θυρίδα ποιήσῃ, ἀναγκάζεται ἰδίοις ἀναλώμασι τὸ ἀρχαῖον ἀποκαταστῆσαι σχῆμα. ρδ΄. Οὐδεὶς δύναται κόπρον πλησίον τοῦ ἀλλοτρίου τοίχου ἐγχεῖν, εἰ μὴ τοιαύτην δουλείαν ἔχει. ρε. Ἐάν τις γένηται χρεία ὑπαλλαγῆς ὀστράκων σωληναρίων τῶν καθεδρίων, ἕκαστος ἀπὸ τοῦ ἰδίου καθεδρίου ἀρχόμενος διορθούσθω μέχρις ἂν φθάσῃ ἑτέρου γείτονος καθέδριον. ρς΄. Τοὺς ὑπονομιαίους καράβους οὕτως δεῖ καθαίρειν καὶ ἐπανορθοῦν ἀρχόμενος ἕκαστος ἀπὸ τῶν ἰδίων τόπων μέχρις ἂν φθάσωσιν ἑτέρων δεσποτῶν τόπον κατὰ ἀναλογίαν τῶν ἀνωτέρω ῥηθέντων καὶ ὄντων ἐν τοῖς κατάγουσιν ἐπικοίνων καθεδρίων. εἰ δὲ εἰς κῆπον κατέρχεται ὁ αὐτὸς ὑπονομιαῖος κάραβος τὸν κύριον τοῦ κήπου ὀρύγειν τὴν ἀρδευομένην γῆν καὶ ἀνακαθαίρειν τοὺς νεμομένους, τῆς μηροποιήσεως ὀφειλούσης γενέσθαι ἐκ τοῦ νεμομένου τὸν τοιοῦτον κῆπον, τῆς σαπρίας ῥιπτομένης ἔξω τοῦ τοιούτου κήπου. ρζ΄. Οὐ συνίσταται τοιοῦτον εἶδος δουλείας, ὥστε μὴ ἐξεῖναί με ἐν τῷ οἴκῳ μου τὴν ἑστίαν ἀνάπτειν ἢ πῦρ ἀνάπτειν καὶ καθέζεσθαι ἢ λούεσθαι. ὅθεν κἂν ταῦτα συμφωνηθῇ, ἀνίσχυρα κατὰ νόμον εἰσὶν, διὰ τὸν κανόνα τὸν λέγοντα· ὅσα σύμ φωνα γένηται ὑπεναντίον ἢ νόμων ἢ τῶν καλῶν τρόπων, ἀνίσχυρά εἰσι καὶ ἀνωφελῖ. ρη΄. Εάν τις πιπράσκων οἶκον εἴπῃ τῷ ἀγοραστῇ γενικῶς, ὅτι δουλείᾳ βεβάρηται ὁ οἶκος, οὐκ ἀναγκάζεται δουλείας ἐλεύθερον αὐτὸν παραδοῦναι. ὅθεν κἂν μὴ ἐδούλευσε, δύναται δουλείαν ἐπιτιθέναι, πρὸ μέντοι τῆς παραδόσεως, ἵνα ἢ οἴκῳ τοῦ πράτου δουλεύσῃ ἢ ἀλλοτρίῳ οἴκῳ. εἰ δὲ ὅ τε πιπράσκων ἰδικῶς εἴπῃ ὁ δεῖνα δουλεύει ὁ οἶκος καὶ παραχωρήσῃ ἐκείνῳ τὴν δουλείαν, ζήτησιν οὐκ ἔχει. ρθ΄. Ἐὰν χρεωστῶ σοι δουλείαν τοῦ μὴ κτίσαι καὶ κτίσω, καὶ παρέλθῃ μακρὸς χρόνος, ἀναιρεῖταί σοι ἡ κατ᾿ ἐμοῦ δουλεία διὰ τοῦ χρόνου. ρί΄. Κλίμακα τοῦ κοινοῦ πλησίον δύναμαι στῆσαι. οὐδεμία γὰρ ἐντεῦθεν προσγίνεται βλάβη διὰ τὸ τὴν ἀφαίρεσιν αὐτοῦ εὔκολον εἶναι. ρια΄. Ἐὰν ἥλωσα τὰς ἐμὰς θυρίδας μετὰ ί ἢ κ ἔτη, σὺ δὲ θέλεις ἀνυψῶσαι, δυναμαί σε κωλύειν δια τὸ προσόν μοι δίκαιον. εἰ δὲ ἀνῳκοδόμησα αὐτὰς καὶ ἔμεινε τοῦτο τὸ σχῆμα ἐπὶ τὸν εἰρημένον [χρόνον], διαφθείρεται τὸ τῆς δουλείας δίκαιον, κἂν οὐκ ἀνύψωσας τὸν ἑαυτοῦ οἶκον. καὶ ἔμεινεν αὕτη ἐπὶ χρόνων ι ἢ κ΄, ἀπώλετό μοι ἡ δουλεία. ριβ΄. Ἐὰν παραχωρηθῇ μοι δουλεία. ριγ΄. Τῆς ἐπὶ τάφον ἀγούσης ὁδοῦ οὐδέποτε ἡ δουλεία τῇ τοῦ χρόνου παραδρομῇ ἐκ τοῦ μὴ χρᾶσθαι φθείρεται. ριδ΄. Ὅστις χωρὶς κελεύσεως βασιλικῆς καταπεμφθείσης τῷ ἐπάρχῳ τῆς πόλεως πολλὰς ῥύμας ἢ καὶ τὰ μέρη τούτων τοῖς ἰδίοις ἀναφράξει οἴκοις ἢ καὶ καταχρήσηται ταῖς στοαῖς εἰς οἰκείαν χρῆσιν ἀφελὼν, ἀναμφισβητήτως τὰ ἀρχαῖα δίκαια τῇ πόλει ἀποδώσει καὶ ἡ λίτρας χρυσίου προστιμηθήσεται. ριέ. Ὁ ἐνάγων τινὶ περὶ ἀκινήτου πράγματος μὴ ἀπὸ δικαίας αἰτίας νεμηθέντι καὶ μηδέπω ἀποκλεισθεὶς τῇ τριακονταετίᾳ μηδὲ ἀπολέσας τὴν ἰδίαν ἐναγωγὴν εἰς τὸ ἴδιον δίκαιον ἀποκαθίσταται. εἰ δὲ ὁ ἐνάγων πράσιμον ἔχει τὸ ἀκίνητον, ὡς μέλλει πωλεῖν αὐτό. τότε γὰρ οὐ συγχωρεῖται κἂν ἀπορός ἐστι μόνον τὴν τῶν ὑλῶν παρέχειν διατίμησιν, ἀλλ᾽ εἴ τι βέλτιον γέγονεν ὁ ἀγρὸς ἐπὶ τῇ ἀνορθώσει τοῦ κατέχοντος τὸν ἀγρὸν, καταδικάζεται ὁ ἐνάγων. ρις΄. Τὰ κινητὰ πράγματα τῇ τριετίᾳ ἀνεπιφωνήτως κρατούμενα δεσπόζονται. ριζ΄. Ὁ ἔχων δουλείαν τοῦ ποτίζειν καὶ βόσκειν ἐν τῷ ἀγρῷ σου θρέμματα δύναται κτᾶσθαι δουλείαν τοῦ ἐν αὐτῷ ποιεῖν καλύβην. ριή΄. Οἱ χθαμαλώτεροι τόποι τῶν ἀγρῶν σιωπηρὰν δουλείαν τοῖς ὑψηλοτέροις τόποις χρεωστοῦσιν εἰς τὸ δέχεσθαι τὰ ἴδια αὐτῶν ὕδατα, κέρδος ἔχοντες ἀντὶ τούτου τοῦ βάρους τὸ πᾶσαν τὴν λιπαρότητα τῶν ὑψηλοτέρων γηδίων ὑποδέχεσθαι. ριθ΄. Εάν τις δημοσίαν ὁδὸν ἤτοι γῆν παρ᾽ ἀλλοτρίου χωρίου ὀρύττῃ, τὸν ὅρον μὴ παραβαίνειν. ἐὰν τειχίον, πόδα ἕνα ἀπολείπῃ· ἐὰν δὲ οἴκημα, πόδας ς΄· ἐὰν δὲ τάφον ἢ βόθρον ὀρύττῃ, ὅσον τὸ βάθος εἴη, τοσοῦτον ἀπολείπῃ· ἐὰν δὲ φρέαρ, ὀργυιὰν, εἰ μήπω φρέαρ προϋπάρχει τοῦ γείτονος καὶ διὰ τοῦ καινοῦ ἔργου βλάπτεται. ἐλαίαν δὲ καὶ συκὴν πόδας θ ' ἀπὸ τοῦ ἀλλοτρίου φυτεύειν, τὰ δὲ ἄλλα δένδρα πόδας ε΄. ρκ΄. Ἡ δουλεία τοῦ ὕδατος ἐὰν οὕτως συστῇ ὥστε ἐν μόνῳ τῷ θέρει κεχρῆσθαι αὐτῇ ἢ ἐν ἑνὶ μηνὶ ἢ ὑπὲρ ἐνιαυτὸν ἢ ὑπὲρ μῆνα, διπλασιάζεται ὁ χρόνος τῆς ἀχρηστίας. τὸ αὐτὸ καὶ ἐπὶ τῆς ὁδοῦ. εἰ δὲ ὑπὲρ ἡμέραν ἢ ὑπὲρ ὥραν ἢ μίαν ὥραν ἢ μόνην τὴν ἡμέραν ἢ μόνην τὴν νύκτα, τῷ νομίμῳ χρόνῳ φθείρεται· μία γάρ ἐστιν ἡ δουλεία. ρκά. Τῷ περὶ ὅρων καὶ ὁροθεσίων δικαστηρίῳ ἡ τοῦ μακροῦ χρόνου παραγραφὴ οὐκ ἀντίκειται, ἀλλὰ μόνον ἡ τῶν λ΄ ἐτῶν παραγραφὴ χώραν ἔχει. ρκβ΄. Ἐν ταῖς περὶ ὅρων ζητήσεσι δεῖ τὸν δικαστὴν ἀκολουθεῖν ἢ τοῖς ὑπομνήμασιν ἢ τῇ δημοσίᾳ ἀπογραφῇ τῇ πρὸ τῆς ὑπάρξεως συστάσῃ, εἰ μὴ ἄρα τῇ ποικίλῃ τῶν κτητόρων διαδοχῇ καὶ τῇ κρίσει τῶν κατὰ καιρὸν νεμομένων ἀλλαγέντες οἱ ὅροι ἀποδειχθῶσιν. τότε γάρ τούτοις τοῖς ὅροις προσεκτέον τοῖς ἀπὸ τῶν κτητόρων ὀρεχθεῖσι καὶ οὐχὶ τοῖς παλαιοτέροις. ρκγ΄. Ἐξ ὑπονοίας εὐλόγου νομῆς οὐ γίνεται χρῆσις, εἰ μὴ ἔργῳ τὶ ληγατευθῇ ἢ εἰς προῖκα δοθῇ ἢ δωρηθῇ ἢ ἀγορασθῇ. τὸ αὐτὸ καὶ ἐπὶ διατιμήσεως δίκης. ρκδ΄. ᾿Αγρὸς λέγεται ὁ χωρὶς τῆς κώμης ἤτοι τῶν οἰκημάτων τόπος, ὡς βι. ν ' τί. ις ' διγ. κζ΄. ρκέ. Ἐὰν περὶ ὅρων τὶς ἐπάγῃ ζήτησιν, ἀντιτίθεται δὲ αὐτῷ ὅτι οὐκ ἔχει μέρος δεσποτείας ἐν τῷ ἀγρῷ, ὀφείλει ζητηθῆναι πρότερον εἰ ἐστὶ δεσπότης, καὶ οὕτως ἡ τοῦ ἀγροῦ γενέσθαι μέτρησις.