Epit. 1.40
Περὶ βίας καὶ ἁρπαγῆς πραγμάτων καὶ ἀγρῶν, καὶ περὶ στασιαστῶν, καὶ περὶ ἀπελατῶν καὶ περὶ καταπτώσεων καὶ ἐμπρησμῶν καὶ περὶ τάφων.
Abrir no leitor do IusCommune →1
pr.Ὁ δίχα ἄρχοντος ἀπαιτῶν τὸν ἴδιον χρεώστην ἢ πρᾶγμα αὐτοῦ παραγνώμην αὐτοῦ λαμβάνων καὶ βίαν ἁμαρτάνει καὶ τοῦ χρέους ἐκπίπτει.
2
pr.Ἐὰν χωρὶς δικαστικῆς ἀποφάσεως ἀφέληταί τις πρᾶγμα εἰ μὲν ἴδιον αὐτοῦ, ἐκπίπτει τῆς αὐτοῦ δεσποτείας· εἰ δὲ ἀλλότριον, παρεχέτω αὐτὸ τὸ πρᾶγμα καὶ τὴν διατίμησιν αὐτοῦ.
3
pr.Ὁ ἁρπάζων καὶ μετατιθεὶς ὅρια διπλὴν τὴν ἡρπαγὴν ἀποδίδωσιν.
4
pr.Ὁ κατὰ βίαν ἀγρόν τινος ἐπιβαίνων κἂν ἐκ τοῦ οἰκείου μέρους αὐτοῦ ἀναιρεθῇ τις κἂν ἐκ τοῦ ἐναντίου, αὐτὸς ὡς ἀν- δροφόνος τὴν κεφαλὴν ἀποτεμνέσθω.
5
pr.Ὁ νομίζων τὸν ἀγρὸν ἢ ἕτερον πρᾶγμα παρ᾽ ἑτέρου νεμόμενον ἑαυτῷ διαφέρειν προσιέτω τῷ ἄρχοντι· εἰ δὲ βίαν κατηγορῶν μὴ ἀποδείξῃ ἑαυτοῦ τὸ πρᾶγμα, τὴν τιμωρίαν ὑπομενέτω ἤγουν τὴν ποινήν. εἰ δὲ περιφρονήσας τοῦ δικαστηρίου βίαν αὐτὸς ἐπαγάγῃ, τέως μὲν τῆς νομῆς ἐκπιπτέτω, καταδικαζέσθω δὲ καὶ περὶ τῆς βίας, ἐκπίπτων καὶ τῶν οἰκείων.
6
pr.Ὁ τὸ πρᾶγμα κινῶν καὶ μὴ λέγων ἐξ ἧς ἐγένετο δεσπότης, ἀκωλύτως δικάζει ἐν τῷ δικαστηρίῳ. καὶ ἐὰν ὁ ἐναχθείς τὴν ἰρὲμ νικήσῃ ὡς μὴ νεμόμενος, ἰσχυρῶς ἐνάγει μηδὲν ἐκ τῆς πρώτης νίκης ὠφελούμενος. ὡς βι. μδ΄ τί. β΄ διγ. ζ΄. σχολ. Τὸ κατὰ βίαν ἢ φόβον γινόμενον οὐχ ἡγήσομαι κύριον. ση. Ὁ βίαν ἢ φόβον ποιῶν ἐνάγεται καὶ ὑπὸ τῶν κληρονόμων τοῦ βιασθέντος ὡς κακὸς νομεύς.
7
pr.Ὁ ἁρπάζων ἢ ἀποκρύπτων ἀλλοτρίαν δούλην πόρνην οὖσαν οὔτε τῷ φαβίῳ οὔτε τῇ φύρτη κατέχεται· οὐ γὰρ κλοπῆς ἀλλ᾽ ἡδονῆς χάριν ἐποίησε τοῦτο. εἰ γὰρ καὶ τὰς θυρίδας τὶς κλάσῃ πόρνης καὶ εἰσελθόντες ἕτεροι μὴ παρ᾿ αὐτοῦ εἰσαχθέντες κλέψωσι τὰ πράγματα αὐτῆς, οὐκ ἐνέχεται ὡς κλέπτης.
8
pr.Παῖδες καὶ ἀπελεύθεροι βεβαίας νομῆς ἐκβληθέντες παρὰ τοῦ πατρὸς ἢ τοῦ πάτρωνος τὸ μὲν ἔγκλημα τῆς βίας οὐ δύνανται κινεῖν, εἰς δὲ τὸ ἀναλαβεῖν τὴν νομὴν κινοῦσιν. - ση. Υἱὸς κατὰ μητρὸς περὶ ὑποβολιμαίου κινεῖ διὰ τὸ μὴ σχεῖν αὐτὸν συγκληρονόμον.
9
pr.Ὁ βιασάμενος κόρην καὶ φθείρων αὐτὴν ῥινοκοπείσθω, διδοὺς αὐτῇ τὸ τρίτον τῆς ὑποστάσεως αὐτοῦ.
10
pr.Ἡ βίαν ὑποστᾶσα οὐκ ὑπόκειται τῷ νόμῳ, κἂν ἐρυθριῶσα τὸ γενόμενον οὐκ ἀνήγγειλε τῷ ἀνδρὶ παραχρῆμα. καὶ ἀποθανούσης ἐν τῷ γάμῳ τῆς γυναικὸς δύναται ὁ ἀνὴρ τῷ μοιχῷ κατηγορεῖν. σχόλ. Τὸ τῆς μοιχείας ἔγκλημα διὰ τῆς ε΄ ετίας σβέννυται.
11
pr.Ἡ ἁρπαγὴ μείζων ἐστὶ τῆς μοιχείας, καὶ ὁ ἁρπάσας γεγαμημένην ἢ μὴ γεγαμημένην ἐσχάτως τιμωρεῖται. καὶ ὁ ἀποκλείων καὶ τύπτων σφοδρῶς τινα. καὶ ὁ ἄρχων φονεύων ἢ τύπτων τὸν ἐγκαλεσάμενον καὶ κλοιὸν περιθεὶς αὐτῷ. καὶ ὁ ποιήσας τὸν δικαστὴν κατὰ δόλον ψηφίσασθαι εἰς τὸ τετραπλοῦν ἔχει τὴν ἀπαίτησιν.
12
pr.Ὁ ὠθῶν τινα ἢ μαστιγῶν ἢ κατὰ βίαν εἰς οἶκον εἰσιὼν ἐκ τοῦ κορνελίου τὴν ὕβριν ἐνέχεται. πᾶσα τοίνυν ἡ διὰ χειρὸς γενομένη ὕβρις ὑπὸ τὸν κορνέλιον ἀναφέρεται. ἐπὶ τούτων γὰρ συγγενὴς οὐ καταδικάζει ἢ γαμβρὸς ἢ πενθερὸς ἢ πατρῳὸς ἢ ἀγχιστεύς.
13
pr.Καλῶς ὅπλοις ἐξωθῶ τὸν μετὰ ὅπλων ἐπιόντα, παραχρῆμα μέντοι· καὶ οὐ μόνον ἀντιστῆναι ἔξεστιν, ἀλλὰ καὶ ἐκβληθέντα εὐθὺς ἀντεκβάλλειν, οὐ μέντοι μεταδιώκειν. εἰ δὲ ὁ διοικητής μου ἢ φαμηλία ἔνοπλος ἔλθοι, ἐγὼ βίαν ποιῶ, εἴτε ἐπέτρεψα εἴτε ῥατοναβίτευσα. ὡς βι. μγ΄ τί. ιὲ καὶ ις '.
14
pr.Ὅπλα λέγονται πάντα τὰ βέλη, λίθοι ξύλα ῥομφαῖα ῥόπαλα.
15
pr.Εἰ δόλῳ μου ἕτερος ἐκβάλλει σε, καλῶς ἐνάγομαι, καὶ μετὰ ἐνταυτὸν εἰς τὸ περιελθόν.
16
pr.Βίαν σοὶ ποιῶ εἰ μη συγχωρήσω τοῖς οἰκείοις ὡς βούλῃ χρήσασθαι σπείροντα ἢ ὀρύττοντα ἢ ἀροτριῶντα ἢ ἐπικτίζοντα, εἴτε δι᾽ οὗ τὴν ἐλευθερίαν ἐδεξάμην ἀφαιροῦμαί σου νομήν. ὡς βι. μζ΄ τί. ις ' διγ. ιζ΄.
17
pr.Εἰ ἐκβάλλεις με βίᾳ τοῦ ἀγροῦ ὃν εἶχον ἢ λάθρα ἢ παρακλήσει, καὶ αὐτὸν καὶ τὰ ἐν αὐτῇ κινητὰ καταλήψομαι.
18
pr.Οἱ βουλευσάμενοι θόρυβον ἢ στάσιν ποιῆσαι καὶ ἔχοντες ἐνόπλους ἐλευθέρους ἢ δούλους, καὶ ὁ ἔφηβος δημοσίᾳ ξίφος ἐπιφερόμενος, καὶ οἱ ἐξ ἐφόδου ἀγροῖς ἐπιόντες καὶ σὺν ὅπλοις ἁρπάζοντες πράγματα, καὶ ὁ ἁρπάζων τὶ ἐξ ἐμπρησμοῦ πλὴν ὕλης, καὶ ὁ βιαίως αἰσχρουργήσας τινὰ, καὶ ὁ παραγενόμενος ἔνοπλος εἰς ἐμπρησμὸν, καὶ ὁ κατὰ δόλον ἀποκλείσας ἄνθρωπον, καὶ ὁ ἐμποδίσας ταφῆναί τινα, καὶ ὁ ποιήσας ἁρπαγῆναι ἢ διαλυθῆναι τὸ πένθος, ἢ κατὰ βίαν ἑαυτῷ τινα ποιήσας ἔνοχον· ἀκυροῦται ἡ ἐνοχή.
19
pr.Ἐὰν κατὰ ταῦτὸν ζητεῖται περὶ βίας καὶ νομῆς [ἢ] δεσποτείας, τὰ περὶ βίας πρότερον ἐξεταζέσθω. ση. Οἱ μεθ᾽ ὅπλων ἐπιόντες καὶ πορθοῦντες ἀλλοτρίους οἴκους ἢ ἀγ- ροὺς εἰς κεφαλὴν τιμωροῦνται. — σχόλ. Δημοσίᾳ συμφέρει παραχρῆμα τιμωρεῖσθαι τοὺς ἐρεθίσαντας τοὺς στασιαστὰς καὶ τοὺς ἐξάρχους τῶν φατριῶν.
20
pr.Κυρίως ἀπελάτης λέγεται ὅστις θρέμματα ἀπὸ βοσκῆς ἢ βουκολίων ὑποσύρει ἢ ἀπὸ ἀγελῶν ἵππους. ὁ γὰρ βοῦν ἢ ἵππον πλανώμενον λαβὼν οὐκ ἐστιν ἀπελάτης, ἀλλὰ κλέπτης. εἰ γάρ τις χοῖρον ἢ αἴγαν ἀπελάσει, οὐχ οὕτως σφοδρῶς τιμωρεῖται ὡς ὁ τελείων ζώων ἀπελαύνων ἀγέλην. ὁ γὰρ μετὰ ξίφους ἀπελαύνων ἀγέλην θηρίοις ὑποβάλλεται.
21
pr.Δέκα πρόβατα ποιοῦσιν ἀγέλην καὶ χοῖροι ε΄. Οἱ τοὺς ἀπελάτας ἐπιδεχόμενοι ἐπὶ ἱ ἔτη τῆς ἰταλίας ἐξορίζονται.
22
pr.Οἱ λεγόμενοι νεωτερισταὶ καὶ θορύβους ἐν τῷ δήμῳ ποιοῦντες, εἰ μὲν ὑπομνησθέντες παρὰ τοῦ ἄρχοντος τοῖς αὐτοῖς ἐπιμείνωσιν, ἐξορίζονται. εἰ δὲ πολλοὺς θορύβους καὶ ἀταξίας ἐποίησαν καὶ πολλάκις κρατηθέντες καὶ πρότερον κολασθέντες ἐπὶ τῆς αὐτῆς ἐπεμείνασι προπετείας, τυπτόμενοι καὶ κουρευόμενοι ἐξοριζέσθωσαν διηνεκῶς. εἰ δὲ οὐχ ὑπεμνήσθησαν παρὰ τοῦ ἄρχοντος, ῥοπαλίζονται καὶ ἀπολύονται.
23
pr.Ἐὰν ἐμπρησμοῦ γενομένου ἐπ᾿ ἀσφαλείᾳ μου διασείσω ἢ πορθήσω τὸν οἶκον τοῦ γείτονος, οὐκ ἐνέχομαι τῷ παρόντι ἐδίκτῳ, οὔτε τῷ ἀκουιλίῳ, ἐὰν ἄλλως ἐμαυτῷ βοηθεῖν οὐκ ἠδυνάμην.
24
pr.Ὁ κατὰ πρόφασιν ἐμπρησμοῦ λαμβάνων τὶ, κἂν ἐκ τῶν παρακειμένων οἴκων ἀφέληταί τις ἐν τῷ καιρῷ τῆς καταπτώσεως, ὑπόκειται εἰς τὸ τετραπλοῦν.
25
pr.Ὁ ἀπὸ ἐμπρησμοῦ ἢ καταπτώσεως ἢ ναυαγίου ἢ πλοίου πορθηθέντος ἁρπάζων ἢ κατὰ δόλον ὑποδεχόμενος ἢ ζημιοῦν εἴσω μὲν ἐνιαυτοῦ εἰς τὸ τετραπλοῦν, μετὰ δὲ ἐνιαυτὸν εἰς τὸ ἁπλοῦν ἐνέχεται.
26
pr.Ἐὰν δι᾽ ἐμπρησμὸν ἐκκόψω τὰ οἰκήματά σου καὶ ἔλθῃ ἕως τῆς ἐκκοπῆς τὸ πῦρ, οὐκ ἔχεις ἀγωγὴν κατ᾿ ἐμοῦ εἰς τὸ διπλοῦν οὐδὲ βίας ἐντέρδικτον· εἰ δὲ μὴ ἔλθῃ, εἰς τὸ ἁπλοῦν τῆς τιμῆς ὑπόκειμαι. εἰ δὲ πρὸ ἐμπρησμοῦ διακόψω, κἂν ἐπιγένηται ὁ ἐμπρησμὸς, ὑπόκειμαι.
27
pr.Οἱ ἐξεπίτηδες ἐν πόλει ποιοῦντες ἐμπρησμοὺς εὐτελεῖς μὲν ὄντες θηριομαχοῦσιν, ἔν τινι δὲ βαθμῷ ὄντες ἀποκεφαλίζονται.
28
pr.Ὁ οἰκίαν ἢ σωρὸν σίτου πλησιάζοντος οἴκου καύσας ἐν εἰδήσει, τυπτόμενος γίνεται περίκαυστος· ὁ δὲ κατὰ τύχην γινόμενος ἐμπρησμὸς συγγινώσκεται. εἰ δὲ ἔξω πόλεως τὸ τοιοῦτον διαπράξοιτο, χειροκοπείσθω.
29
pr.Εἴ τις τὴν καλάμην τοῦ ἰδίου χωραφίου ἢ τὰς ἀκάνθας καῦσαι βουλόμενος ἐνέβαλεν κατ᾿ αὐτῶν πῦρ, τὸ δὲ πῦρ ἁφθὲν τὰ ἀλλότρια κατέκαυσε χωράφια ἢ τὸν ἀλλότριον ἀμπελῶνα, δεῖ τὸν ἀκροατὴν ἐξετάζειν, καὶ εἰ μὲν ἀπειρίᾳ ἢ ῥαθυμίᾳ τοῦ ἀνάψαντος τὸ πὺρ ἡ βλάβη γέγονε, τὸ ἀζήμιον τῷ βλαβέντι περιποιείτω· εἰ δὲ ἀνέμου σφοδροῦ πνεύσαντος τὸ πῦρ ἀνῆψεν, εἰ μὴ παρεφυλάξατο δυνάμει τοῦ μὴ παρελθεῖν τὴν φλόγα περαιτέρω, ὡς ἀμελήσας καὶ ῥαθυμίσας ὁ τοιοῦτος καταδικάζεται. εἰ δὲ πάντα μὲν ἐκεῖνος παρεφυλάξατο, ἀθρόον δὲ πνεῦμα προσπεσὸν τὴν τοῦ πυρὸς φλόγα ἐπὶ τὸν βλαβέντα μετενόμησεν, ἀνεύθυνος διατελεῖ ὁ τὸ πῦρ ἀνάψας.
30
pr.Περὶ τάφων. Ἡ ταφὴ τοῦ υἱοῦ χρέος ἐστὶν ἐπικείμενον τῷ πατρί.
31
pr.Εἴ τις προσπεποίηκε τῷ ῥεληγιόσῳ ῥεληγιόσον ἐστὶ· καὶ διὰ τοῦτο ἀλλότριοι λίθοι ἐνοικοδομηθέντες αὐτῷ οὐδὲ καταλυθέντος αὐτοῦ ὑποστρέφουσι πρὸς τὸν δεσπότην ὡς ἅπαξ ῥηληγιόσοι γινόμενοι. ὡς βι. ς ' τί. α΄ διγ. μγ΄.
32
pr.Ἐὰν ἀποθανούσης τῆς γυναικὸς μὴ ἐκ τῆς προικὸς αὐτῆς κερδήσῃ ὁ ἀνὴρ, ὑπόκειται τὰ δαπανήματα τῆς ταφῆς αὐτῆς.
33
pr.Διὰ οἱασδήποτε ἀγωγῆς τὰ τῆς ταφῆς δαπανήματα προνόμιον ἔχει ὡς βι. μβ΄ τί. ε΄.
34
pr.Ὁ τὴν γαμετὴν κληρονομῶν ἐκ τῆς προικὸς καὶ ἐκ τῆς κληρονομίας θαπτέτω αὐτήν.
35
pr.Τὸ τῆς ταφῆς τοῦ τεστάτορος ἀνάλωμα κληρονομιαῖον χρέος ἐστὶν ὡς βι. ιή τί. δ΄ διγ. β΄.
36
pr.Εάν τινα ἁρμοδίω κελεύσει γενέσθαι ὁ τεστάτωρ περὶ τῆς ταφῆς αὐτοῦ, οἷον περὶ ἐσθῆτος δαπάνης, οὐκ ἔῤῥωται. εἰ μὴ κατασκευὴν μνημείου ὡς δ᾽ ἂν κελεύσῃ δαπανηθῆναι, χρὴ δαπανᾶσθαι. ὡς βι. λβ.
37
pr.Καὶ πιπρασκομένων τῶν ἀγρῶν ἐν οἷς οἱ τάφοι εἰσὶ φυλαττέσθω τῷ πράτῃ καὶ εἰς αὐτὸν πάροδος ἐπὶ τὸ θάπτειν.
38
pr.Τὰ μνημεῖα τῶν πόλεων οὐκ εἰσὶ ῥεληγιόσα, ὅθεν τοὺς ἐξ αὐτῶν ἐπαιρομένους λίθους εἰς ἑτέρας μεταφέρειν χρείας οὐκ ἐναγόμεθα τῷ ἀκουιλίῳ.
39
pr.Ἐάν τις ἐν πόλει θάψῃ, δίδωσι τῷ φίσκῳ νομίσματα μ΄, καὶ ὁ ἀνασχόμενος ἄρχων μ΄, καὶ ὁ τόπος φισκοῦται καὶ τὸ λείψανον οὐ μεταφέρεται, κἂν ἡ συνήθεια τῆς πόλεως ἔχει θάπτειν ἐν αὐτῇ. τοὺς γὰρ γενικοὺς νόμους ἰσχύειν δεῖ πανταχοῦ.
40
pr.Πᾶς τόπος τῆς ταφῆς. καὶ ὁ κληρονόμος καὶ πᾶς ἕτερος παραγνώμην τοῦ τεστάτορος εἰς τάφον ἐρεδιτάριον τουτέστιν ὑπόχρεον εἰσάγων ἔχεται ταύτῃ τῇ ἀγωγῇ. δύναται γὰρ ὁ τελευτήσας καὶ τελείως καί τινας τῶν κληρονόμων εἰσάγειν κωλῦσαι. οὐ δεῖ δὲ τὰ λείψανα τῶν τελευτησάντων ψηλαφᾶσθαι ἢ σκυλεύεσθαι. τὰ δὲ προσκαίρως ἀποτεθέντα μεταφέρειν ἔξεστιν.
41
pr.Οἱ τὰ λείψανα ἢ τὰ ὀστᾶ μετακινήσαντες, εὐτελεῖς μὲν ὄντες, κακαισχίστως τιμωροῦνται· ἔντιμοι δὲ δεπορτατεύονται τουτέστιν ἐξορίζονται.
42
pr.Τὸ μὴ διηνεκεῖ ταφῇ δοθὲν λείψανον καλῶς μεταφέρεται εἰς ἕτερον τόπον.
43
pr.Καὶ ἔσω πόλεως οὐδεὶς δύναται θάψαι νεκρόν. οὐδὲ ὑπὲρ νεκρῶν οὐδεὶς ἀπαιτεῖ τέλος ὡς βι. γ΄ τί. μδ΄ διατ. α΄, ιβ΄, ιδ΄ τοῦ κώδ.
44
pr.Βίαν ποιεῖ ὁ μετὰ κώλυσιν ποιήσας, καὶ ὁ ἀπειλήσας τῷ ἀντιδίκῳ ἵνα μὴ κωλυθῇ, καὶ ὁ ἀποκλείσας τὸν πυλῶνα αὐτοῦ ἵνα μὴ παραγγελθῇ. κωλύει δὲ καὶ ὁ λέγων κωλύειν καὶ ὁ χεῖρα ἀντιτιθεὶς καὶ ὁ λίθον ῥίπτων ὡς βι. μγ τί. κδ ' διγ. κ΄. ση. ἐν καινοτομίᾳ καὶ ἔδαφος καὶ ἀὴρ μετρεῖται.
45
pr.Ὁ ἀρχαίους ὅρους μετακινήσας ἢ καὶ τὸν ἀγρόν τινος βίᾳ σκοπελίζων κεφαλικῶς τιμωρείσθω.
46
pr.Ἐὰν δοῦλος ἢ δούλη ἀγνοίᾳ τοῦ δεσπότου ἀλλότριον ὅρον δόλῳ ἀποκινήσει, κεφαλικῶς τιμωρείσθω.
47
pr.Οἱ τὰ ὁροθέσια τῶν ἀγρῶν ἀνατρέποντες, ἐὰν ἐπίσημοί εἰσιν καὶ διὰ κέρδος ἴδιον τοῦτο τολμῶσιν, τυπτόμενοι διηνεκῶς ἐξοριζέσθωσαν.
48
pr.Μηδεὶς τοῖς ἀρχαίοις ἀποκεχρήσθω ὅροις δημεύσει αὐτοῦ καὶ ἐξορίᾳ ὑποκειμένου.