Epit. 1.41
Περὶ τῶν δημευομένων ἐν τῶ φίσκῳ καὶ περὶ ἀναζητουμένων καὶ περὶ δεπορτατευομένων καὶ περὶ αἱρέσεων.
Abrir no leitor do IusCommune →1
pr.Τὰ πεκούλια τῶν τέκνων οὐ συνδημεύονται τῇ τοῦ πατρὸς οὐσίᾳ εἰς τὰ δημόσια χρέη. ὡς βι. λέ τί. β΄ διγ. γ΄.
2
pr.Οὐ συναπάγονται τὰ τῆς γυναικὸς πράγματα τῇ τοῦ ἀνδρὸς οὐσίᾳ δημευομένου κἂν ἐξώπροικά εἰσιν.
3
pr.Καὶ πολίτης καὶ ἰδιώτης δανειστὴς ἀρχαιοτέραν ἔχοντες τῆς τοῦ φίσκου ὑποθήκην προτιμῶνται αὐτοῦ.
4
pr.Ὁ φίσκος ἐπιγινώσκει τὰ ἀναγκαῖα δαπανήματα ὑπὲρ τῆς δημευθείσης προικός.
5
pr.Τοῦ ἐπὶ κεφαλικοῦ ἐγκλήματος καταδικασθέντος ἡ οὐσία δημεύεται. ὡς βι. κ΄ τί. δ΄ διγ. κς΄. ση. ὅτι ὁ δημευθεὶς ἀντὶ ἀποθανόντος νοεῖται.
6
pr.Ἐάν τις μνηστεύσηται ἣν οὐκ ἕξεστι καὶ δωρήσηται αὐτῇ τι, ὡς παρὰ ἀναξίας ὁ φίσκος τοῦτο ἀφαιρεῖται.
7
pr.Ἐὰν ὁ κινήσας κατὰ διαθήκης δινοφφικιόσο ἢ πλαστὸν καὶ ἡττηθῇ, τὸ καταλειφθὲν αὐτῷ ὁ φίσκος λαμβάνει.
8
pr.Ἐὰν ἀδιτευθῇ κληρονομία πρὶν ἐκδικηθῇ ὁ φόνος τοῦ τεστάτορος, φισκοῦται ἡ κληρονομία.
9
pr.Ἐπιτρόπου δημευθέντος κατὰ τοῦ φίσκου δίδοται ἡ τουτέλαε. ὡς βι. κζ ' τί. γ΄ διγ.
10
pr.Οἱ ἀπὸ ναυαγίου κερδαίνοντες τὸ τετραπλοῦν ἀπαιτοῦνται καὶ δίδοται τῷ φίσκῳ. ὡς βι. μζ΄ τί. θ ' διγ. γ΄.
11
pr.Ὁ τῷ πομπείῳ ἐναγόμενος ἐὰν πρὸ καταδίκης ἑαυτὸν ἀνέλῃ, δημεύεται. ὡς βι. μή τί. θ΄.
12
pr.Ὅτε πατὴρ δημεύεται καὶ λάβωσιν οἱ παῖδες τὸ συγχωρηθὲν αὐτοῖς μέρος, οὐκ ἐνάγονται πρὸς τὸ μέρος ὃ ἕλαβον παρὰ τῶν δανειστῶν· οὐδὲ γὰρ διάδοχοι νομίζονται· ἀλλὰ μόνος ὁ φίσκος ἐνάγεται, ἐπειδὴ ἀφαιρουμένων τοῦ χρεῶν δίδωσι τοῖς παισὶ μέρος, καὶ ἐξαιρέτως ἔχουσι καὶ κανστέρσιον πεκούλιον.
13
pr.Απελευθέρου κατακριθέντος τὰ περιττεύοντα μετὰ τὸν πάτρωνα καταλαμβάνει ὁ φίσκος.
14
pr.Ὁ φίσκος κληρονόμος τῶν δημευομένων, καὶ μόνη ἡ τῶν δ΄ χρόνων παραγραφὴ ἀντίκειται αὐτῷ ἐκδικοῦντι τὰ βακάντια. ὡς βι. μδ΄ τί. γ΄ διγ. ιβ΄.
15
pr.Ἐὰν οἱ δοῦλοι [τοῦ] περὶ μοιχείας κατηγορουμένου διὰ τὴν τῆς μοιχείας ἔρευναν βασανιζόμενοι, ἵνα μὴ φόβῳ τοῦ ὑποστρέψαι πρὸς τὸν δεσπότην ἀποκρύψωσι τήν ἀλήθειαν, δημόσιοι γίνονται.
16
pr.Ὅτε ὁ κληρονόμος διαῤῥάξῃ τὸν κωδίκελλον, θ ' οὐγκίας τῆς κληρονομίας αὐτοῦ ἀφαιρεῖται ὁ φίσκος, ἐπειδὴ ἔνι τοσαῦτα ἐν κωδικέλλοις δεδαπανηκέναι τὸν τεστάτορα. ὡς βι. μή τί. ιζ ' διγ. α΄.
17
pr.Πᾶσα ζήτησις παρα φίσκου ἐπαγομένη τινὶ τῇ τῶν κ ' ἐνιαυτῶν παραγραφῇ ἐκβάλλεται, εἰ μὴ συντομώτερος ἐπί τινος ὥριστο χρόνος, ὡς ἐπὶ τῶν βακαντίων ἡ τετραετία. ὡς βι. μη΄ τί. ιζ '.
18
pr.Ὅτε οἱ δημευόμενοι καὶ ἐγκαταλιμπάνοντες τὸν κυοφορούμενον, βοηθεῖται τὸ νόμιμον μέρος λαβεῖν· καὶ γὰρ ὁ κυοφορούμενος ἀντὶ τεχθέντος λογίζεται.
19
pr.Τὸν φαλκίδιον ἐν ᾧ ἀποκρύπτει ὁ κληρονόμος φισκοῦται.
20
pr.Οὐ συνδημεύονται ἅπερ φορεῖ ἱμάτια ἢ δακτυλίους ἕως ε΄ νομισμάτων ἀξίους καὶ ἃ λάθρα ἐπιφέρεται εἰς ἀποτροφὴν, τυχὸν νούμμους, καὶ ἁπλῶς εἰπεῖν πάντα ὅσα ἐφόρει εἰσελθὼν εἰς τὸ δεσμωτήριον, ὅτε ἔμελλεν κολάζεσθαι. ταῦτα γὰρ ὡς εἴρηται οὐ τῷ φίσκῳ [διαφέρει], ἀλλ᾽ ὁ ἄρχων δίδωσιν αὐτὰ εἰς τὰ στρατιωτικὰ πρόσωπα ἢ εἰς ἀνδραγαθήσαντας στρατιώτας.
21
pr.Πᾶσα γὰρ δημοσιά ζήτησις τῇ εἰκοσαετίᾳ σβέννυται, εἰ μήτις ἰδική ἐστι παραγραφή. καὶ ἐὰν ἐπὶ κ΄ ἔτη μὴ κατάσχη ὁ φίσκος τὰ τοῦ ἀναζητουμένου πράγματα, ἐκβάλλεται [παρα] - γραφῇ παρ᾿ αὐτοῦ καὶ παρὰ τῶν διαδόχων.
22
pr.Ἐφ᾿ ὅσον σφραγίζονται τα πράγματα τοῦ ἀναζητουμένου, τῶν εὐφθάρτων καὶ τῶν καρπῶν [πιπρασκομένων], ἀποτιθεμένων τῶν τιμῶν. καὶ εἰ μὲν ἐντὸς ἐνιαυτοῦ ἐλθὼν ἑαυτὸν καθάρῃ, ἀναλαμβάνει αὐτά· εἰ δὲ μὴ ὑπακούσῃ μήτε διφενδεύσῃ τὶς αὐτὸν, φισκοῦται μετὰ τὸν ἐνιαυτόν. οὐ δεῖ δὲ τοὺς χρεώστας αὐτοῦ καταβαλεῖν αὐτῷ φεύγοντι.
23
pr.Απών τις οὐ καταδικάζεται μεγάλῳ ἐγκλήματι, τυχὸν ἐπάγοντι ποινὴν κεφαλικὴν, ἀλλὰ παραγινομένου, ἵνα γνοὺς τοῦτο ἔλθῃ καὶ ἑαυτὸν καθάρῃ. γίνονται δὲ καὶ γράμματα πρὸς τὸν ἄρχοντα τῆς ἐπαρχίας, ἐν ᾗ διάγει ὁ ἀναζητούμενος. ἐὰν εἴσω ἐνιαυτοῦ ἔλθῃ καὶ ἀποθάνῃ, οὐ φισκοῦται ἡ οὐσία αὐτοῦ, ἀλλὰ τοῖς κληρονόμοις ἁρμόζει.
24
pr.Ἐξότε δημοσιευθῇ ἡ τοῦ ἀναζητουμένου παρασημείωσις, ἢ διὰ τοῦ ἐδίκτου ἢ διὰ τῶν εἰρημένων γραμμάτων, καὶ αὐτῷ τρέχει ὁ χρόνος τουτέστιν ὁ ἐνιαυτὸς, καὶ τῷ φίσκῳ τὰ κ΄. πρὸς μέντοι τὸ διφενδεῦσαι τὸ ἔγκλημα οὐδενὶ χρόνῳ ὁ ἀναζητούμενος ἐκβάλλεται.
25
pr.Ὁ κατακριθεὶς καὶ ἐγκαλεσάμενος, εἰ καὶ ἀποθάνῃ τῆς ἐγκλήτου ἠρτημένης, οὐ δημεύεται, τοῦ γὰρ τοιούτου καὶ ἡ διαθήκη ἔῤῥωται.
26
pr.Οὐ παντὸς τοῦ ἑαυτὸν ἀνελόντος ἡ οὐσία δημεύεται, καὶ γὰρ τοῦ τοιούτου καὶ ἡ διαθήκη ἔῤῥωται, ἀλλὰ τοῦ κατηγορηθέντος ἢ καταληφθέντος ἐν μυσαρᾷ τινι πράξει· καὶ τοῦτο οὐχ ἁπλῶς, ἀλλ᾽ ὅτε ἡ καταδίκη τοῦ ἐγκλήματος, ᾧτινι κατηγορεῖται, τὸν θάνατον καὶ διὰ τὸ μῖσος τῆς ζωῆς ἢ διὰ πόνον ἢ νόσον ἢ δι᾽ ἑτέραν αἰτίαν η διὰ τὴν λύπην τοῦ υἱοῦ τοῦτο ποιῶν, οὐ δεμεύεται ἡ οὐσία αὐτοῦ. ὡς βι. μή τί. κ΄ διγ. γ΄.
27
pr.Ὁ χεῖρας ἐπιβαλὼν χωρὶς αἰτίας καὶ μὴ ἐπιτυχὼν τιμωρεῖται· ὁ γὰρ ἑαυτοῦ καταψηφισάμενος οὐκ ἂν ἑτέρου φείσαιτο.
28
pr.Τοῦ ἀνδρὸς μὴ ἐκδικοῦντος τὸν φόνον τῆς γυναικὸς ἡ προὶξ καθ᾽ ὅσον διαφέρει αὐτῷ φισκοῦται. ὡς βι. μθ ' τί. ιδ΄.
29
pr.Πωλῶν ὁ φίσκος κληρονομιαῖον οὐκ ἐνέχεται ἐπὶ τοῖς νερεδιταρίοις χρέεσιν. τοῦτο δέξαι ἰδικὸν τοῦ φίσκου προνόμιον· ἐπὶ δὲ ἰδιώτου ἐὰν οἱοσδήποτε ἰδιώτης κληρονομιαῖον [πωλήσῃ], οὐ μόνον τοῖς νερεδιταρίοις δανεισταῖς ὑπόκειται, ἀλλὰ καὶ τοῖς ληγαταρίοις καὶ φιδικομισσαρίοις ἐνέχεται.
30
pr.Ὁ ἐν φισκαλίᾳ δίκῃ περὶ ἐγκλήματος ἐναγόμενος ἐὰν σπουδάσῃ χρήμασιν ὑποφθεῖραι τὸν δικαστὴν ἢ τὸν ἀντίδικον, πεντακόσια νομίσματα δίδωσι τῷ φίσκῳ.
31
pr.Τὰ πράγματα τῶν ὁμήρων ὥσπερ τῶν αἰχμαλώτων ὁ φίσκος λαμβάνει, εἰ μή τι διατίθενται δίκαιον τόδε ἐσχηκότες, ὡς ῥωμαίοις διάγουσιν· οἱ τοιοῦτοι γὰρ διατίθεσθαι δύνανται.
32
pr.Ἐν ταῖς ποιναῖς οὐκ ἔχει ὁ φίσκος προνόμιον εἰς τὸ προτιμηθῆναι τῶν δανειστῶν· αὐτῶν γὰρ τὸ ἴδιον χρέος πληρουμένων ἐκ τῆς τιμῆς τῶν ἐνεχύρων ὁ φίσκος περιττὸν λαμβάνει.
33
pr.Ἐπὶ τῶν τακήτων φιδικομίσσων ἐν δὲμ ἁρμόζει τῷ φίσκῳ. τάκητον φιδικόμισσόν ἐστι τὸ μὴ γινωσκόμενον ἀπὸ τῆς ἀναγνώσεως τῆς διαθήκης.
34
pr.Τὰ εἰς περιγραφὴν τοῦ φίσκου ἐκποιούμενα ἢ μὴ κτώμενα, ἐκδίδονται τὰ πράγματα τῷ φίσκῳ καὶ ἄλλα ὅμοια αὐτοῖς.
35
pr.Ἐὰν πολλοὶ περιγράφωσι τὸν φίσκον, οὐχ ὡς ἐπὶ τῇ φύρτη τὸ πᾶν ἕκαστος χρεωστεῖ, ἀλλὰ πάντες ἀναλόγως τὸ τετραπλοῦν· ὑπὲρ τῶν ἀπόρων οἱ εὔποροι μεθοδεύονται.
36
pr.Ὁ φισκάλιος χρεώστης καλῶς αἰτεῖ προθεσμίαν ἐπὶ τῷ δυνηθῆναι καταβαλεῖν· καὶ ἐπὶ μὲν τῆς μεγάλης ποσότητος οὐ πλέον τῶν τριῶν μηνῶν δίδοται, ἐπὶ δὲ ἥττονος δύο. ση. Ἐν τοῖς ἀμφιβόλοις κατὰ τοῦ φίσκου δεῖ ἀποκρίνεσθαι.
37
pr.Ὁ τὸ ἐγχειρισθὲν αὐτῷ λειτούργημα διαφθείρων δημόσιον ὂν ὑπόκειται χρυσοῦ.
38
pr.Λαβόντα δερεπεντούνδις ὑπόκειται. δεπορτατίων τυχεῖν ἀπόλλυσιν, οὐ μὴν φυσικὰ δίκαια, οἷον πωλεῖν, ἀγοράζειν, κληρονομίαν λαμβάνειν δωρεὰς, μισθοῦν, καταλλάσσειν, δανείζειν, ἐνεχυριάζειν καὶ τὰ ὅμοια.
39
pr.Ακουσον δὲ πάλιν γενικοῦ κανόνος· πᾶσα καταδίκη ἀφαιρουμένη ζώνην ὑπόκειται σιωπηρῶς δημεύσει, πλὴν εἰ μὴ γυνή ἐστιν· αὕτη γὰρ ἀπὸ ε΄ αἰτιῶν καὶ μόνον δημεύεται, ὅτε καταδικασθῇ ἐπὶ καθοσιώσει ἢ περὶ ἀνδροκτονίας ἢ πατροκτονίας ἢ γοητείας ἢ φόνου. ση. Ὁ καταδικαζόμενος μὴ προελθεῖν τῷ ἑαυτοῦ οἴκῳ οὐ μὴν κεχρῆσθαι τῷ ἑαυτοῦ οἴκῳ καταδικάζεται. — Ὁ ἐλευθερωθεὶς ὑπὸ ἐξορίστου οὐ δύναται ἐπιβῖναι τῇ ῥώμῃ, ὥσπερ οὐδὲ ὁ πάτρων αὐτοῦ.
40
pr.Οἱ εἰς νῆσον ἐξοριζόμενοι τοὺς παῖδας αὐτῶν ὑπεξουσίους ἔχουσιν καὶ τὰ λοιπὰ δίκαια.
41
pr.Οἱ δεπορτάτοι οὐδὲ κληρονομίαν οὐδὲ ληγάτα οὐδὲ φιδικόμισσα λαμβάνουσιν. καταλιμπάνουσι δὲ αὐτοῖς ἐν διαθήκαις τὰ πρὸς ἀποτροφὴν καὶ τὰς ἄλλας ἀναγκαίας χρείας. καὶ ὁ ἐξόριστος καὶ ὁ δεπορτάτος, ἐὰν ἀποκαταστᾶσιν, διαδέχονται τοὺς ἰδίους ἀπελευθέρους. δεπορτάτος δὲ πρὸς καιρὸν οὐκ ἐστὶν, ἀλλὰ διηνεκῶς.
42
pr.Τῶν ὑποκειμένων θανάτῳ ἢ δημεύσει διά τι ἔγκλημα ἡ περιουσία τοῖς κατιοῦσιν ἢ τοῖς ἀνιοῦσιν ἁρμόζει μέχρι τρίτου βαθμοῦ. αἱ γὰρ γαμεταὶ αὐτῶν τὰς ἰδίας προῖκας καὶ τὰς πρὸ γάμου δωρεὰς λαμβάνουσιν· εἰ δὲ ἄπροικοι ὦσι, λήψονται τὸ δ΄ μέρος τῆς οὐσίας αὐτῶν. ἐὰν δὲ μηδεὶς τῶν εἰρημένων αὐτοῖς ὑπεστι, τότε τῷ φίσκῳ προσκυροῦται. – ση. τοῖς ἐπὶ καθοσιώσει κρινομένοις.
43
pr.Ἐάν τις στρατηγὸς ἢ ἱερεὺς ἔν τινι πόλει ἢ τόπῳ κατὰ κολακείαν τοῦ δήμου γένηται, καταδικάζεται εἰς γ΄ νομίσματα καὶ ἀτιμοῦται. ὁμοίως καὶ ὁ συστησάμενος καινὸν τέλος τῇ αὐτῇ ποινῇ κατέχεται. καὶ ὁ κατήγορος ἢ ὁ κατηγορούμενος ἀνιὼν εἰς τὸν οἶκον τοῦ δανειστοῦ ἢ τοῦ δικαστοῦ ρ ' νομίσματα τῷ φίσκῳ δίδωσιν. ὡς βι. μή τί. ιδ ' διγ. α΄.
44
pr.Ὅτι καὶ ἐμπορείας καὶ ἐπιτηδεύσεως καὶ συνηγορίας καὶ τόπου θέας ἀπαγόρευσις καλῶς ἐπάγεται ὡς ἐν τιμωρίᾳ καὶ διηνεκῶς καὶ προσκαίρως. ὡς βι. α΄ τί. ιβ΄ διγ.