Epit. 1.42
Περὶ ὕβρεων καὶ ἁμαρτημάτων ἐλευθέρων τε καὶ δούλων.
Abrir no leitor do IusCommune →1
pr.Γενικῶς μὲν ἡ ὕβρις λέγεται τὸ παράνομον, ἰδικῶς δὲ ἡ καταφρόνησις καὶ ἡ ζημία, ὡς ἐπὶ τοῦ ἀκουιλίου τουτέστι τοῦ διπλοῦ, καὶ ἡ ἀδικία, ὡς ἐπὶ τοῦ ἀδίκως καὶ παρανόμως ψηφισαμένου.
2
pr.Ἡ ὕβρις ἢ ἐν λόγῳ ἢ ἔργῳ γίνεται· καὶ εἰς σῶμα καὶ εἰς ἀξίαν· εἰς σῶμα ὡς ἐπὶ τοῦ πληγέντος, εἰς ἀξίαν ὡς ὅταν ὁ ἀκολουθῶν τὴν οἰκοδεσποίνην ἀφέληται, εἰς ἀτιμίαν ὅταν ἀποπειρᾶται τῆς σωφροσύνης.
3
pr.Εἰ δὲ καί τις βουλόμενος τὸν υἱὸν αὐτοῦ πωλῆσαι, αὐτῷ μὲν οὐχ ἁρμόζει ἡ ὕβρις, ὕβρις γὰρ οὐκ ἐστιν ἐν γένει πρὸς τὸν γινόμενον, ἀλλ᾽ εἰς τὸν μὴ βουλόμενον τουτέστιν ἐμοὶ ἁρμόζει.
4
pr.Καὶ ἐν τῇ ταφῇ ἡ τῶν λειψάνων ὕβρις τῷ κληρονόμῳ γίνεται ὕβρις. τῆς γὰρ γυναικός μου ὑβρισθείσης καὶ αὐτὴ καὶ ὁ πατὴρ αὐτῆς κἀγὼ ἔχομεν τὴν ἀγωγήν.
5
pr.Ὁ κωλυόμενος ἐν θαλάσσῃ πλεῦσαι ἢ ἐν δημοσίῳ κάμπῳ γυμνάσασθαι ἢ ἐν δημοσίῳ λουτρῷ λούσασθαι ἢ ἐν θεάτροις θεωρῆσαι ἢ παῖξαι τὴν ἐνιουριάρουμ ἔχει.
6
pr.Ἐὰν παίζων ἢ ἀγωνιζόμενος κρούσῃς τινὰ, οὐκ ἔχεις τὴν ὕβριν, οὔτε μὴν ὁ τὸν ἐλεύθερον ὡς δοῦλον τύπτων.
7
pr.Ἐὰν πολλοὶ δοῦλοί μου ὑβρίσωσιν, ὑπὲρ ἑκάστου ἐνάγομαι, καὶ οὐχὶ ὡς περὶ ἑνὸς ἐλευθέρου ὡς ἐπὶ τῆς κλοπῆς.
8
pr.Ὁ πάτρων φραγγελίῳ τύπτων τὸν ἀπελεύθερον τὴν περὶ ὕβρεως ἐνάγεται.
9
pr.Σκαιῶν ὕβρεων ἁμαρτηθέντων χρὴ τὸν ἄρχοντα ἐποπτεύειν τὰς πληγάς.
10
pr.Ὅτι ὁ ἐλεύθερος μὲν ὑβρίζων εἰς χρήματα καταδικάζεται, ὁ δὲ οἰκέτης μαστιγοῦται. – ση. Ἡ ὕβρις κατὰ πάτρωνος οὐ δίδοται. ση. Ἡ ὕβρις εἰς τοὺς κληρονόμους τοῦ ὑβρισθέντος οὐ διαβαίνει προκατάρξεως μὴ γενομένης. οὐδὲ κληρονόμοις οὐδὲ κατὰ κληρονόμων δίδοται ὕβρις.
11
pr.Τὸ κατὰ θερμότητα ἢ ὀργὴν λεγόμενον οὐκ ἐστι βέβαιον, εἰ μὴ λογισμὸς ἐπιβαίνων αὐτὸ βεβαιώσει.
12
pr.Ὁ μείζω τοῦ ὡρισμένου τιμωρίαν ὑποστὰς ἐπὶ ἀτιμοποιῷ ἀγωγῇ οὐκ ἀτιμοῦται. αἱ γὰρ πληγαὶ μείζονές εἰσι τῆς χρηματικῆς καταδίκης. – Ἐπὶ τῆς ὕβρεως τὴν καταφρόνησιν δηλοῖ οὐ τὴν ἀδικίαν. καὶ ὅτι διατίμησις γίνεται ὕβρεως. ὡς βι. θ΄ τί. β΄ διγ. ε΄.
13
pr.Ἡ ὕβρις τῇ συγχωρήσει τοῦ ὑβρισθέντος σβέννυται, κἂν ἐλάττων ὑπάρχῃ καὶ συνεχώρησε τῷ ὑβρισθέντι.
14
pr.Δούλου πληγέντος πρὸς τῇ ὕβρει καὶ ὁ ἀκουίλιος κινεῖται.
15
pr.Ὁ τὸν ἀλλότριον δοῦλον παρὰ τοὺς ἀγαθοὺς τρόπους μαστίζων ἢ ἀγνοοῦντος τοῦ δεσπότου ἐξετάζων ὑπόκειται τῇ ὕβρει.
16
pr.᾿Ατιμωρητὶ τύπτουσι διδάσκαλοι μαθητὰς καὶ πατέρες τέκνα. κἂν σφοδρότερον τύψωσιν οἱ διδάσκαλοι οὐκ ἀτιμοῦνται· ἐπειδὴ οὐχ ὡς ὑβρίζων τύπτει, ἀλλ᾽ ὡς διδάσκων.
17
pr.Ἐὰν λείψανον ἢ ὀστέα τεθέντα ἐν τῷ ἐμῷ τόπῳ παρὰ γνώμην ῥίψω ἢ ἀνασκάψω χωρὶς βασιλικῆς κελεύσεως, τῇ ὕβρει ἐνάγομαι ὡς ὑβρίζων τὸν τεθνεῶτα. ὡς βι. ιά τί. ζ΄.
18
pr.Ὁμοίως καὶ ὁ τὴν παρακατατεθεῖσαν αὐτῷ διαθήκην ἐπὶ ὕβριν τοῦ παραθεμένου ἀφανίζων ἢ παρόντων ἐπὶ τούτων ἀναγινώσκων ἐπὶ τῷ διαλυθῆναι τὴν βούλησιν [τοῦ] διατιθεμένου τὴν ἰνιουριάρουμ ἐνάγεται. ὡς βι. ις ' διγ. α΄ τί. γ.
19
pr.Περὶ ἁμαρτημάτων. Ἐπὶ τῶν τραχέων ὕβρεων ἔξεστι τῷ ἀπελευθέρῳ κατὰ τοῦ πάτρωνος κινῆσαι τὴν ἰνιουριάρουμ.
20
pr.Τοὺς μηδὲν ἡμαρτηκότας παῖδας τὰ τῶν πατέρων ἁμαρτήματα οὐ καταβλάπτει.
21
pr.Εἰ καὶ ἀγνοεῖ ὁ δεσπότης ἡμαρτηκέναι τὸν δοῦλον κατ᾿ αὐτοῦ οὐ συγγινώσκεται εἰς τὸ δυνηθῆναι κινῆσαι κατ᾿ αὐτοῦ μετὰ ἐλευθερίαν περὶ ὧν ἥμαρτεν ἐν δουλείᾳ. ὡς βι. ζ΄. τί. δ΄.
22
pr.Αἱ ἐξ ἁμαρτημάτων ποεναλίαι τῇ τελευτῇ τῶν ἡμαρτηκότων σβέννυται, ἡ δὲ ἰνιουριάρουμ καὶ τῷ θανάτῳ τοῦ ὑβρισθέντος ἀπόλλυται· ἑκάτερον δὲ πρὸ κατάρξεως. ὡς βι. λέ τί. β΄. διγ. β΄.
23
pr.᾿Απὸ τῶν [ἐν] ὑπεξουσιότητι ἁμαρτηθέντων κἂν ἐνμαγκιπάτοι εἰσὶν αὐτεξούσιοι κἂν ἐξερεδάτοι γίνονται οἱ παῖδες, εἰς ὁλόκληρον ἐνάγονται.
24
pr.Ἐπὶ τῶν ἁμαρτημάτων οἱ ἐλεύθεροι ὑπεξούσιοι αὐτοὶ ὑπὲρ αὑτῶν ἐνάγονται καὶ ἑαυτοῖς διφενδεύουσι. ὡς βι. θ ' τί. δ΄ διγ. μ΄.
25
pr.Τὰ ἐγκλήματα τῇ τῶν ἁμαρτησάντων τελευτῇ σβέννυται, τὰ δὲ ἐκ τῶν ἁμαρτιῶν κέρδη οἱ κληρονόμοι ἀπαιτοῦνται. ὡς βι. γ΄ τί. ς΄ διγ. ε΄.
26
pr.Γυνὴ ἀπατηθεῖσα καὶ κεκωλυμένον γάμον γαμηθεῖσα ἁμαρτάνει μὲν, συγγινώσκεται δέ. ση. τοῦτο δοκεῖ λέγειν· ἡ τὸν ἐπίτροπον ἀγομένη.
27
pr.Ὁ τὸν βλαπτικὸν ἀτιμάσας ἤγουν φανερώσας οὐ καταδικάζεται· συμφέρει γὰρ τὰ τῶν βλαπτικῶν ἁμαρτήματα φανεροῦσθαι. ὡς βι. μζ΄ τί. ί. ἐπὶ τῶν ἁμαρτημάτων ἐξέστω δὲ κατὰ τρόπους ταῦτα ἑπτὰ ἀπὸ τῆς αἰτίας ἀπὸ προσώπου.
28
pr.Οὐχ ὑφίσταται σπῖλον ὁ υἱὸς ἀπὸ πατρῴου ἐγκλήματος ἢ ποινῆς.
29
pr.Οὐδ᾽ ἕτερός τις ἐξ ἁμαρτήματος ἑτέρου. Χ΄. Εἰς τὰ μέτρια ἁμαρτήματα συγγινώσκονται οἱ δοῦλοι ὑπουργοῦντες τοῖς δεσπόταις, ἐπὶ δὲ φόνου οὐ συγγινώσκονται. ὡς βι. μγ τί. κδ΄ διγ. α΄.
31
pr.Ἐν τοῖς ἁμαρτήμασιν ἡ βούλησις σκοπεῖται, οὐχὶ ἡ ἀπόβασις.
32
pr.Μετάμελος οὐκ ἐλευθεροῖ τὸν ἁμαρτήσαντα. ὡς βι. μ [ζ] ΄ τί. [β΄] διγ. ξα΄.
33
pr.Τὸν ἐν εἰδήσει μου ἁμαρτάνοντα δοῦλον οὐ δύναμαι ἐκδιδόναι εἰς νόξαν, ἀλλ᾽ εἰς θεραπείαν τῆς ζημίας πάντως τὰ ἀργύρια ἀπαιτοῦμαι. ση. Ὁμοίως καὶ ὑπὲρ τοῦ δούλου τοῦ δούλου μου.
34
pr.Οἱ δοῦλοι ἐν δημοσίᾳ αἰτίᾳ οὐκ ἀπολιμπάνονται. καὶ οὔτε ἐνάγειν οὔτε ἐναχθῆναι δύνανται, ἐπειδὴ οὐδὲ πρὸς τὴν τοῦ πραέτορος νομοθεσίαν ἔχουσί τινα μετουσίαν οἱ δοῦλοι, οὐδὲ κατὰ τὴν δικαιοδοσίαν τοῦ πραέτορος δύναται γενέσθαι ἐνοχή. Ὁ πρώτως τύπτων καὶ ἀντιτυφθεὶς σφοδρότερον οὐ δύναται ἐγκαλεῖν. ὡς βι. μή τί. γ΄ διγ. γ΄. ση. Καὶ τὸ εἰς φυλακὴν βληθῆναι ποινή ἐστιν.
35
pr.Ἐὰν πολλοὶ ἀπὸ τοῦ αὐτοῦ ἁμαρτήματος χρεωστοῦσιν, εἰ μὲν ἓν ἐνομίζετο εἶναι τὸ ἁμάρτημα, ὡς ἐπὶ τῆς κλοπῆς, εἷς καταβάλλων ἐλευθεροῖ τοὺς ἄλλους· εἰ δὲ πολλὰ νομίζεται εἶναι τὰ ἁμαρτήματα, ὡς ἐπὶ τῆς ἰνιουριάρουμ καὶ τοῦ ἀκουϊλίου, καταβαλὼν ὁ εἷς οὐκ ἐλευθεροῖ τοὺς ἄλλους. λς΄, Οὐδεὶς ὑπὲρ ψιλῆς ἐννοίας ὑφίσταται ποινήν. καὶ πάλιν· ἡ ποινὴ τοῦ καταδικασθέντος οὐχ ἁρμόζει κατὰ τῶν αὐτοῦ κληρονόμων.
37
pr.Οἱ χρονίσαντες ἐν τῷ ἐγκλήματι ἐλαφρότερον τιμωροῦνται τοῦ παραχρῆμα καταδικαζομένου.
38
pr.Οὐδεὶς ἐπὶ τὸ κατακρημνισθῆναι καταδικάζεται.
39
pr.Οὐ χρὴ τοὺς οἰκέτας πείθεσθαι τοῖς δεσπόταις ἐπιτάττουσιν αὐτοῖς ἁμαρτάνειν. ἀλλ᾽ ἔνθα μηδὲν τραχύ μηδὲ μίσους ἄξιον ἁμαρτάνουσιν οἱ δοῦλοι, κελευόμενοι παρὰ τῶν δεσποτῶν ἢ τοῦ δεσπότου τάξιν ἐχόντων συγγινώσκονται. ση. Ὅτε βοηθῶν τῷ δεσπότῃ ἐποίησε τοῦτο οὐκ ἐστιν ὑπὸ μέμψιν, ἀλλὰ καὶ παραγραφὴ ἀντίκειται τῷ κινοῦντι.
40
pr.Ἔνθα ἥμαρτον οἱ οἰκέται, ἐκεῖ χρὴ διφενδεύεσθαι αὐτοὺς ὑπὸ τῶν δεσποτῶν καὶ ἐκεῖ παρίστασθαι.
41
pr.Δύναται ὁ οἰκέτης ἐξαιτεῖν τὸν ἄρχοντα διασκοπῆσαι τῇ χαλεπότητι τοῦ δεσπότου ἐὰν λιμῷ συνθλίβῃ ἢ πρὸς αἰσχρότητα συνωθῇ αὐτόν· ἐπειδὴ ἀναγκάζεται πωλῆσαι αὐτὸν ἐπὶ ὅρῳ τοῦ μηδέποτε κτήσασθαι αὐτόν. ση. Ὅτι οὐκ ἔξεστι τῷ δεσπότῃ ἀμέτρως χαλεπαίνειν κατὰ τοῦ ἰδίου δούλου χωρὶς αἰτίας ἐννόμου διεγνωσμένης. σχόλ. Ἐπὶ τῆς βίας καὶ δεσπότης καλῶς ἐμποδίζεται.
42
pr.Ἐναγόμενος τὴν νοξαλίαν ὁ δεσπότης ἢ τὴν διατίμησιν τοῦ ἐπιζητουμένου πράγματος ἢ τὸν οἰκέτην ἐκδίδωσιν. ἐὰν δὲ πολλοὶ οἰκέται τὸ αὐτὸ ἁμαρτάνουσιν εἰς κλοπὴν, τοσοῦτον ὑπὲρ ὅλων δίδοται τῶν οἰκετῶν ὅσον εἷς ἐλεύθερος κλέψας παρέχει, ἐὰν τὸ ἁμάρτημα ἠγνόει ὁ δεσπότης· εἰ γὰρ ἠπίστατο, ὑπὲρ ἑκάστου οἰκέτου ἐνάγεται καὶ οὐ δίδωσι μίαν ποινήν.
43
pr.Ἐάν τις θέλῃ κινῆσαι νοξαλίαν καὶ εἰ αὐτὸ τὸ σῶμα τοῦ ἡμαρτηκότος ἀγνοεῖ οἰκέτου ἢ τὴν προσηγορίαν αὐτοῦ, χρὴ παραγενέσθαι αὐτῷ πάντας τοὺς οἰκέτας τοῦ ἐναγομένου καὶ ἀναγραφὴν δίδοσθαι τῶν ὀνομάτων αὐτῶν. τὸ αὐτὸ καὶ ἐπὶ -τοῦ κοινοῦ οἰκέτου δεσπότης ἐνάγεται.
44
pr.Ὁ τὸν ἡμαρτηκέναι λεγόμενον δοῦλον ἐκδιδοὺς εἰς βασάνους οὐ δύναται διατιμᾶσθαι, ἵνα εἰ μὲν ἀθῶος εὑρεθῇ, ἀναλάβῃ αὐτὸν ἢ τὸ διατίμημα ἀναδίδωσιν αὐτῷ.
45
pr.Ὁ τὸν δοῦλον τοῦ κατηγορουμένου περὶ μοιχείας ἐξαιτήσας βασανισθῆναι, ἐὰν ἀθῶος εὑρεθῇ, τὸ τίμημα τοῦ βασανισθέντος ἀπαιτεῖ ὁ δεσπότης εἰς τὸ διπλάσιον.
46
pr.Ὁ ἀπρομήθευτον ἐάσας τὸν ἑαυτοῦ δοῦλον ἐκπίπτει τῆς ἐπ᾿ αὐτῷ δεσποτείας.
47
pr.Δοῦλος ἴδια χρήματα ἔχειν οὐ δύναται. ὅθεν ὁ ἀγορασθεὶς ἐκ τῶν ἐμῶν χρημάτων προσφέρων μοι τὸ τίμημα καὶ ἀξιῶν ἐλευθερωθῆναι οὐκ ἀκουσθήσεται.
48
pr.Ὑπὲρ τοῦ βικαρίου οὐχ ὁ ὀρδινάριος ἐνέχεται, ἀλλ᾽ ὁ δεσπότης.
49
pr.Ὁ ἐπὶ τὸ φυγεῖν τὸν πεπεδημένον οἰκέτην τὰ δεσμὰ αὐτοῦ λύων κλοπὴν ἁμαρτάνει. ὡς βι. δ΄ τί. δ΄ διγ. ζ΄.
50
pr.Καὶ δοῦλοι καὶ ἐλεύθεροι, ἔνθα ἥμαρτον, ἐκεῖ καὶ παραπέμπονται. ὡς βι. μή τί. β΄ διγ. ζ΄.
51
pr.Ὁ αὐθαιρέτως ὁμολογήσας περὶ ἁμαρτήματος εὐχερῶς οὐ πιστεύεται. πολλάκις γὰρ ἢ φόβῳ ἢ ἑτέρᾳ αἰτίᾳ καθ᾽ ἑαυτὸν βλάπτεται. ὅθεν [ἐὰν] δοῦλος φοβούμενος τὸ ὑποστρέψαι πρὸς τὸν δεσπότην βλαπτῶς καθ᾽ αὑτοῦ εἴπῃ, καὶ μετὰ κατα δίκην τῆς ἀληθείας γινωσκομένης ἐλευθεροῦται τῆς ποινῆς, καὶ διὰ τῆς τάξεως πιπράσκεται ἐφ᾽ ᾧ μὴ ὑποστρέψαι πρὸς τὸν δεσπότην, καὶ τὸ τίμημα δίδοται τῷ δεσπότη.
52
pr.Ὁ τῶν πολλῶν δοῦλος κατ᾿ οὐδενὸς αὐτῶν βασανίζεται. καὶ ἐπὶ τῶν ἰγκέστων γάμων δοῦλοι κατὰ δεσποτῶν [οὐ] βασανίζονται.
53
pr.Ἐὰν ὁ δεσπότης ἐπὶ τὸ βασανισθῆναι προσάγῃ τὸν δοῦλον, ἐὰν πρὸ δίκης καὶ δοκιμασίας τινὸς βασανισθῇ, οὐκ ἀκούεται. ὡς βι. μζ΄ τί. ί διγ. ιζ΄.
54
pr.Προσώπου καὶ πράγματος δεῖ γενέσθαι τὴν ἐμβάσανον ζήτησιν, ἀλλὰ καὶ ὅτε τὰ προσωπικὰ καὶ τραχέα ἄλλως οὐ δύνανται δεῖξαι.
55
pr.Καὶ ἐπὶ τῶν χρηματικῶν αἰτιῶν ἐν ἀπορίᾳ ἀποδείξεων βασανίζονται οἱ δοῦλοι. καὶ πάντες οἱ καλούμενοι πρὸς μαρτυρίαν ἐν τῇ πρὸς βασιλέα φερομένῃ καθοσιώσει. ση. Δοῦλος κατὰ υἱοῦ τι οὔτε κατὰ πατρὸς υἱὸς βασανίζεται. οὐχ ὅσους θέλει βασάνους ὁ κατήγορος ἐπιφέρειν δεῖ, ἀλλ᾽ ὅσας ἡ χρεία ἀπαιτεῖ.
56
pr.Οὔτε τὴν ἀρχὴν τῶν ἀποδείξεων ἀπὸ τοῦ οἴκου τοῦ ῥέου λαμβάνει καὶ ἐπιζητεῖ ἀπελευθέρους ἢ δούλους αὐτοῦ πρὸς μαρτυρίαν. καὶ ἀπὸ τῆς φωνῆς καὶ ἀπὸ τῆς ἐνστάσεως καὶ τῆς ἐν τῇ πόλει τοῦ ἐρωτωμένου προλήψεως ἡ ἀλήθεια καταλαμβάνεται. τὸν περὶ τῆς οἰκείας καταστάσεως ἀγωνιζόμενον ἐν τῇ περὶ αὐτῆς ζητήσει οὐ δεῖ βασανίζεσθαι. καὶ ὁ ἀναδοθεὶς παρὰ τοῦ ἀγοραστοῦ οὐ βασανίζεται κατ᾿ αὐτοῦ.
57
pr.Ἐάν τις διὰ τὸ [μὴ] βασανισθῆναι ἑαυτὸν ἐλεύθερον λέγῃ, οὐ βασανίζεται ἕως ὅτου περὶ τῆς ἐλευθερίας σκοπηθῇ.
58
pr.Ὁ φυγὰς λέγων ἑαυτὸν ἐλεύθερον ἐκεῖ ἐνάγεται ὅπου τὸ πρῴην ἐδούλευσεν τουτέστιν ὅθεν ἔφυγεν. ὡς βι. γ΄ τί. κβ΄ διατ. α΄ τοῦ κώδ. καὶ ἡ δ΄ διάτ. τοῦ παρόντος [τί.]· ὡς δοῦλος ἀναβοῶν εἰς ἐλευθερίαν ἐν τῷ φόρῳ τοῦ λεγομένου αὐτοῦ δεσπότου καταδικάζεται· πλὴν ἴσθι ὡς δηλοῖ ἡ γ΄ διάτ. τοῦ αὐτοῦ τί. ὅτι ὁ θέλων καταδουλῶσαι ἐλεύθερον ἐν τῷ φόρῳ ἐκείνου καταδικάζεται. ση. Ὁ ἐναγόμενος περὶ τύχης εἰ μὲν ἐν νομῇ δουλείας ἐστὶν, αὐτὸς βαρεῖται τῇ ἀποδείξει ὅτι εὐγε νής ἐστιν. εἰ δὲ ἐν νομῇ ἐλευθερίας ἐστὶν, τότε ὁ ἐνάγων ὀφείλει δεῖξαι ὅτι δοῦλός ἐστιν. σχόλ. Ἐὰν ὑποδεξάμενης τὸν φυγάδα δοῦλον λέγῃ αὐτὸν ἴδιον δοῦλον, ὀφείλει ὁ οἰκέτης βασανίζεσθαι καὶ εἰπεῖν τὸ ἀληθές.
59
pr.Ὁ μέλλων ἐλευθεροῦσθαι ἐν τῷ περὶ μοιχείας καλῶς βασανίζεται. καὶ ὅτε περὶ πλαστῆς διαθήκης ζητεῖται, καὶ ὁ κληρονομιαῖος δοῦλος βασανίζεται.
60
pr.Τότε γὰρ οἱ δοῦλοι βασανίζονται ὅτε καὶ ὕποπτός ἐστιν ὁ ῥέος καὶ εἰσὶ τεκμήρια, ὥστε μόνον τὴν τῶν δούλων ἐκλείπειν κατάθεσιν. πρῶτοι δὲ βασανίζονται οἱ ὕποπτοι, δι᾽ ὧν δύναται γνωσθῆναι τὸ ἀληθές. οὐ δεῖ φέρεσθαι δέ τινας ἀπὸ τοῦ οἴκου τοῦ κατηγόρου πρὸς ζήτησιν. ὡς βι. μη ' τί. μή διγ. α΄.
61
pr.Ὁ τοῦ κληρονόμου δοῦλος οὐ βασανίζεται διὰ πρᾶγμα κληρονομιαῖον, εἰ καὶ εἰκονικῶς αὐτὸ ἠγόρακεν. ὁ δὲ τοῦ ἀνδρὸς δοῦλος βασανίζεται κατὰ τῆς γυναικός. καὶ οἱ δοῦλοι τοῦ καταδικασθέντος βασανίζονται κατ᾿ αὐτοῦ· ἐπαύσαντο γὰρ αὐτοῦ εἶναι.
62
pr.Οὐ δεῖ τοὺς δούλους τοὺς λεγομένους συγκλέψαι τῷ δεσπότῃ βασανίζεσθαι κατ᾿ αὐτοῦ, οὔτε λέγοντας ἑκουσίως βλάπτειν αὐτόν.
63
pr.Ἐάν τις ἐπὶ τὸ γενέσθαι ζημίαν ὠθήση τὸν δοῦλόν μου καὶ θορύβου γενομένου ἀπολέσῃ τὶ ὁ δοῦλος, ἐνέχεταί μοι ὁ ὠθήσας.
64
pr.Οὐ δεῖ τοὺς δούλους κατὰ τῶν δεσποτῶν βασανίζεσθαι. εἰ δὲ καὶ βασανισθῶσι, οὐ δεῖ τοῖς παρ᾿ αὐτῶν ἀκολουθεῖν τὸν δικαστήν. πολλῷ δὲ πλέον οὔτε τοῖς τεκμηρίοις αὐτῶν.
65
pr.Ὁσάκις ὑποδέξεται δοῦλον φυγάδα τὶς παραγνώμην τοῦ δεσπότου αὐτοῦ, τοσαυτάκις ἀναγκάζεται αὐτὸν ἀποδοῦναι μετὰ καὶ ἄλλου ὁμοίου οἰκέτου ἢ μετὰ κ΄ νομισμάτων.
66
pr.Ὁ ἄρχων τῇ σέρβι κορύπτη δικάζων ἐὰν εὕρῃ τίμιον οἰκέτην φθαρέντα ἢ κόρην διαπαρθενευθεῖσαν ἤ τινα ςροῦπτον ὑπομείναντα, καὶ ὑπὲρ τὴν φύσιν τῆς ἀγούσης τιμωρίαν ἐπάγει.
67
pr.Ἐὰν βλαβῇ σῶμα ἐλεύθερον, ἡ καταδίκη γένηται εἰς τὴν δαπάνην τῆς ἰατρείας καὶ τὴν ἀπώλειαν τῆς ἐργασίας, οὐ μὴν τῆς ἀμορφίας· σῶμα γὰρ ἐλεύθερον οὐ διατιμᾶται. ὁ δὲ σῶμα δούλου βλάψας ἀπαιτεῖται πρὸς τοῖς εἰρημένοις καὶ εἴ τι ἐλαττώθη.
68
pr.Ὁ παρθένον δούλην ἄνακμον φθείρας τῷ ἀκουϊλίῳ ἐνάγεται. §9΄. Καὶ ἐὰν δοῦλος ἀλλοτρίᾳ δούλῃ συναφθῇ, τῇ ἰδίᾳ τύχῃ ἀναδίδοται. ὑπέξελε τὸν πολιτικὸν δοῦλον, ὅτι ἂν τέχνης μετέχῃ, ἀναδίδοται σὺν τῇ γυναικὶ καὶ τοῖς τέκνοις αὐτοῦ. ση. Ἐάν τις νομίσας ἐλευθέραν εἶναι τὴν ἐμὴν δούλην προικῷα ὑπὲρ αὐτῆς ἐπιδῷ ὡς δωρούμενος αὐτῇ, ἐγὼ γίνομαι τῶν δεδομένων δεσπότης καὶ αὐτῆς.
70
pr.Εἰ καὶ δούλην τὶς διαπαρθενεύσῃ ἢ εἰς δοῦλον στροῦπτον ἁμαρτάνει διὸ ὁ οἰκέτης χαλεπωτάτῃ ὑπόκειται τιμωρίᾳ· ὅτι μὴ εἰς μόνην ζημίαν ὁ τοῦ ἀνδραπόδου δεσπότης, ἀλλὰ περὶ παντὸς τοῦ οἴκου αὐτοῦ.
71
pr.Ὁ τὴν ἀλλοτρίαν θεράπαιναν ἡδονῆς ἕνεκεν πόρνην οὖσαν ἀποκρύπτων οὐκ ἐνάγεται κλοπῇ· εἰ δὲ μὴ ἐστι πόρνη, ὑποπίπτει.
72
pr.Ὁ τὸν οἰκέτην μου τὸν ὄντα ἐν φρουρᾷ τὸν φυγάδα ὡς ἴδιον λαβὼν καὶ ἀπαιτήσας τὸν ἄρχοντα πλαγιάριος και λεῖται.
73
pr.᾿Απὸ δόλου καὶ ἁμαρτήματος ἐν δουλείᾳ ἁμαρτηθέντος ἐνάγονται καὶ μετὰ ἐλευθερίαν οἱ οἰκέται. ση. Τοῦτο νόει ἐπὶ ἐξωτικοῦ. ἐπὶ δὲ τοῦ πάτρωνος, ἐὰν μετὰ τὴν ἐλευθερίαν ἐπέμεινεν ἐν ταῖς αὐταῖς διοικήσεσιν, ἀπαιτεῖται τοὺς λόγους τῆς διοικήσεως· εἰ δὲ ἔφυγε μετὰ τὴν ἐλευθερίαν τὴν διοίκησιν, οὐκ ἀπαιτεῖται τοὺς λόγους ἐν δουλείᾳ ἁμαρτηθέντας.
74
pr.Βδελυκτόν ἐστι τὸ ἀνασχέσθαι πραθῆναι ἢ τέχνην ἐπιτηδεῦσαι παιγνικήν. μάλιστα ἐπὶ στρατιώτου αὔξεται ἡ τιμωρία σκοπούντων ἡμῶν τὰς ἀξίας καὶ τοὺς βαθμούς. ἐπὶ γὰρ παγανικῶν τὸ ἀνάπαλιν. ὁμοίως καὶ ὁ προπετής. οἱ ὀλισθηρὰν γλῶσσαν ἔχοντες ἄξιοι μέν εἰσι ποινῆς, ὅμως ὡς ἀνοήτων φειδόμεθα, καὶ οὐ χρὴ ἑτοίμως τὸ τῆς γλώττης ὀλισθηρὸν τιμωρεῖσθαι, εἰ μὴ μέγα ἐντεῦθεν τὸ ἁμάρτημα. ὡς βι. μή τί. δ΄ διγ. ζ΄.
75
pr.Αεὶ τὸ γῆρας σεβάσμιον ἐνομίσθη καὶ πάσης τιμῆς ἄξιον, ὡς βι. ν΄ τί. β΄ διγ. ια΄.
76
pr.Ὁ μείζων τῶν ὁ΄ ἐτῶν καὶ ὁ ἱ παίδων πατὴρ ἐξκουσατιόνα σιτωνίας καὶ τῶν ἄλλων λειτουργημάτων ἔχει.
77
pr.Πάνυ ἁπαλὴ λέγεται ἡλικία ὁ ἐλάττων τῶν εἰκοσιπέντε ἐτῶν, καὶ πάνυ γεγηρακέναι λέγεται ὁ μείζων τῶν πεντήκοντα ἐτῶν, διγ. ια.
78
pr.Ὁ πορνεύων εἰς δούλην ἀλλοτρίαν ἔντιμος ὢν παρεχέτω ὑπὲρ τοῦ τοιούτου πταίσματος τῷ αὐθέντῃ τῆς δούλης νομίσματα λς΄, εὐτελὴς δὲ ὢν τυπτέσθω καὶ εἰς ὅσον εὐπορεῖ πρὸς ἀναλογίαν τῶν λς΄ νομισμάτων διδότω.